The Greek Library Author

Aeschylus

Πέρσαι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Αισχυλου Περσαι Argumentum] In Mediceo argumentum scripsit prima manus

Γλαῦκος ἐν τοῖς ἐν τοῖς] mutatum ex ἐν τῷ vel ἐν τῇ [sc. πραγματείᾳ] περὶ Αἰσχύλου μύθων ἐν τῶν Φοινισσῶν Φρυνίχου φησὶ τοὺς Πέρσας παραπεποιῆσθαι. ἐκτίθησι δὲ καὶ τὴν τὴν ἀρχὴν τοῦ δράματος ταύτην, Τάδ᾽ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν Ξέρξου ἧτταν, στορνύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις: ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν.post πρεσβυτῶν in M haec sequuntur: τῶν δὲ χορῶν [legendum χορικῶν] τὰ μέν ἐστι παροδικά, ὅτε λέγει δι᾽ ἣν αἰτίαν πάρεστιν, ὡς τὸ Τύριον οἶδμα λιποῦσαι [Eur. Phoen. 202], τὰ δὲ στάσιμα, ὅτε ἵσταται καὶ ἄρχεται τῆς συμφορᾶς τοῦ δράματος, τὰ δὲ κομματικά, ὅτε [legendum ὅ, τι] λοιπὸν ἐν θρήνῳ γίνεται: quae ut alieno e loco huc illata seclusit Blomfield καὶ σ̓́στιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ ράφῳ Δαρέου: ἡ δὲ ὑπόθεσις, Ξέρξης στρατευσάμενος κατὰ Ἑλλάδος: μετὰ δυνάμεως πολλῆς, ἵππον μὲν ἄμετρον ἐπαγόμενος, ναῦς δὲ χιλίας διακοσίας ἑπτά, ἢ καὶ δεκατέσσαρας: μετὰ ... δεκατέσσαρας recc.: om. M καὶ πεζῇ μὲν Πλαταιαῖς νικηθείς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι, καὶ διὰ Θεσσαλίας φεύγων διεπεραιώθη διεπεραιώθη secludere volt Weil: v. ad Theb. argumentum, v. 2, ubi fabulae actio participiorum usu describitur ἐς τὴν Ἀσίαν.

Ἐπὶ Μένωνος ἐπὶ Μένωνος] i. e. Ol. 76 anno quarto, vel a. Chr. 472 τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκῳ Ποτνιεῖ, Ποτνιεῖ recc.: om. M Προμηθεῖ. Προμηθεῖ] Pollux x. 64 satyricam fuisse fabulam refert, quae Προμηθεὺς Πυρκαεύς sit appellata Dramatis Personae] in Mediceo personarum nulla mentio

Πρώτη ἔφοδος Περσῶν ἐπὶ Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα, δευτέρα Ξέρξου περὶ Σαλαμίνα καὶ Πλαταιάς.

Castlist 2

Τὰ τοῦ δράματος πρόσωπα:

χορὸς γερόντων

Ἄτοσσα

ἄγγελος

ἔδωλον Δαρέου

Ξέρξης

Episode 3

Anapests 1

Χορος

1Τάδε μὲν Περσῶν τῶν οἰχομένων

2Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται,

3καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων

4ἑδράνων φύλακες, κατὰ πρεσβείαν

5οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς

6Δαρειογενὴς Δαρειογενὴς Fa: δαρειογενὴς: δαρείου υἱὸς M codd. plures

7εἵλετο χώρας ἐφορεύειν.

8ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ

9καὶ πολυχρύσου πολυχρύσου recc.: πολυχρύσους M στρατιᾶς ἤδη

10κακόμαντις ἄγαν ὀρσολοπεῖται

11θυμὸς ἔσωθεν.

12πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς

13ᾤχωκε, ᾤχωκε recc.: οἴχωκε M [Et hic et alibi cum edd. recentioribus Atticam formam restitui. In ipsius poetae scriptura constat sane inter οἴχωκε et ᾤχωκε, ὄλλυσαν (461) et ὤλλυσαν, οἰακοστρόφουν (767) et ᾠακοστρόφουν nihil interfuisse: in hac tamen fabula tot Ionicorum verborum extant exempla, ut cetera quoque, quae in codd. ita scripta inveniantur, fortasse non debeant mutari. Credas enim hoc Aeschylum voluisse, tanquam Persis aptius foret Ionice loqui. (W. Headlam)] νέον δ᾽ ἄνδρα βαΰζει,

14κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς

15ἄστυ τὸ Περσῶν ἀφικνεῖται:

16οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων Α᾽γβατάνων Brunck: ἐκβατάνων codd.

17καὶ τὸ παλαιὸν Κίσσιον κίσσιον Blomfield: κίσσινον codd. ἕρκος

18προλιπόντες ἔβαν, τοὶ τοὶ bis Blomfield: οἱ bis codd. μὲν ἐφ᾽ ἵππων,

19τοὶ δ᾽ ἐπὶ ναῶν, πεζοί τε βάδην

20πολέμου στῖφος παρέχοντες:

21οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης ἀρταφρένης (ex ἀρταφέρνης factum) M: Α᾽ρταφέρνης plerique codd.

22καὶ Μεγαβάτης Μεγαβάτης V recc. aliquot: μεταβάτης M ἠδ᾽ Ἀστάσπης,

23ταγοὶ Περσῶν,

24βασιλῆς βασιλέως ὕποχοι μεγάλου,

25σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,

26τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,

27φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην

28ψυχῆς εὐτλήμονι εὐτλήμονι recc.: ἐν τλήμονι M V δόξῃ:

29Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης

30καὶ Μασίστης, Μασίστης (Herod. 7. 82): μασίστρης M ὅ τε τοξοδάμας

31ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ᾽,

32ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.

33ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων

34Νεῖλος ἔπεμψεν: Σουσισκάνης,

35Πηγασταγὼν Αἰγυπτογενής,

36ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων

37μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους

38Θήβας ἐφέπων Ἀριόμαρδος,

39καὶ ἑλειοβάται ναῶν ἐρέται

40δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.

41ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν

42ὄχλος, οἵτ᾽ ἐπίπαν ἠπειρογενὲς

43κατέχουσιν ἔθνος, τοὺς Μιτρογαθὴς Μιτρογαθὴς recc. duo: μητρογάθης M G

44Ἀρκτεύς τ᾽ ἀγαθός, βασιλῆς δίοποι,

45καὶ πολύχρυσοι Σάρδεις ἐπόχους

46πολλοῖς ἅρμασιν ἐξορμῶσιν,

47δίρρυμά τε καὶ τρίρρυμα τρίρρυμα recc.: τίρρυμα M τέλη,

48φοβερὰν ὄψιν προσιδέσθαι.

49στεῦται στεῦται rec. et schol. M: στεῦνται (ν puncto notata) M δ᾽ ἱεροῦ Τμώλου πελάτης πελάτης Weil: πελάται codd.

50ζυγὸν ἀμφιβαλεῖν δούλιον δούλιον Scaliger: δούλειον codd. Ἑλλάδι,

51Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,

52καὶ ἀκοντισταὶ Μυσοί: Βαβυλὼν δ᾽

53ἡ πολύχρυσος πάμμικτον ὄχλον

54πέμπει σύρδην, ναῶν τ᾽ ἐπόχους

55καὶ καὶ omittit G τοξουλκῷ λήματι πιστούς:

56τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης

57Ἀσίας ἕπεται

58δειναῖς βασιλέως ὑπὸ πομπαῖς.

59τοιόνδ᾽ ἄνθος Περσίδος αἴας

60οἴχεται ἀνδρῶν,

61οὓς πέρι περὶ M πᾶσα χθὼν Ἀσιᾶτις Α᾽σιᾶτις Dindorf: ἀσιῆτις M

62θρέψασα πόθῳ στένεται μαλερῷ,

63τοκέες τ᾽ ἄλοχοί θ᾽ ἡμερολεγδὸν

64τείνοντα χρόνον τρομέονται.

Choral 4

Strophe 1

Χορός

65πεπέρακεν πεπέρακεν Porson: πεπέρακε codd. μὲν ὁ περσέπτολις ἤδη

66βασίλειος στρατὸς εἰς ἀν-

67τίπορον γείτονα χώραν,

68λινοδέσμῳ σχεδίᾳ πορ-

69θμὸν ἀμείψας

70Ἀθαμαντίδος Ἕλλας,

71πολύγομφον ὅδισμα

72ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.

Antistrophe 1

Χορός

73πολυάνδρου δ᾽ Ἀσίας θούριος ἄρχων

74ἐπὶ πᾶσαν χθόνα ποιμα-

75νόριον θεῖον ἐλαύνει

76διχόθεν, πεζονόμον πεζονόμον τ᾽ Stadtmüller: πεζονόμοις codd. τ᾽ ἔκ

77τε θαλάσσας,

78ἐχυροῖσι πεποιθὼς

79στυφελοῖς ἐφέταις, χρυ-

80σογόνου χρυσογόνου rec. et schol. M: χρυσονόμου M G V codd. cett. γενεᾶς ἰσόθεος ἰσόθεος recc.: ἰσόθεον M φώς.

Strophe 2

Χορός

81κυανοῦν κυανοῦν Blomfield: κυάνεον codd. δ᾽ ὄμμασι λεύσσων

82φονίου φονίου Turnebus: φοινίου codd. δέργμα δέργμα recc. aliquot: δέρμα M cett. δράκοντος,

83πολύχειρ καὶ πολυναύτας,

84Σύριόν θ᾽ ἅρμα διώκων,

85ἐπάγει δουρικλύτοις ἀν-

86δράσι τοξόδαμνον Ἄρη.

Antistrophe 2

Χορός

87δόκιμος δ᾽ οὔτις ὑποστὰς

88μεγάλῳ ῥεύματι φωτῶν

89ἐχυροῖς ἕρκεσιν εἴργειν

90ἄμαχον κῦμα θαλάσσας:

91ἀπρόσοιστος γὰρ ὁ Περσᾶν Περσᾶν Blomfield: περσῶν codd.

92στρατὸς ἀλκίφρων τε λαός.

Strophe 3

Χορός

93δολόμητιν δ᾽ ἀπάταν θεοῦ

94τίς ἀνὴρ θνατὸς ἀλύξει;

95τίς ὁ κραιπνῷ ποδὶ πήδη-

96μα πήδημα τόδ᾽ Emper: πηδήματος codd. τόδ᾽ εὐπετῶς εὐπετῶς Emper: εὐπέτεος codd. plerique: εὐπετέως P ἀνᾴσσων; ἀνᾴσσων Brunck: ἀνάσσων codd.

Antistrophe 4

Χορός

97φιλόφρων γὰρ παρασαίνει παρασαίνει Seidler: σαίνουσα τὸ πρῶτον παράγει (scholium longe a poeta alienum) codd.

98βροτὸν εἰς ἄρκυας Ἄτα, ἄρκυας ἄτα Hermann: ἀρκύστατα codd.

99τόθεν οὐκ ἔστιν ὕπερθέν

100νιν ἄνατον ἐξαλύξαι. ὕπερθεν Robortello, νιν ἄνατον ἐξαλύξαι Wecklein: ὑπὲρ θνατὸν ἀλύξαντα φυγεῖν codd.

101θεόθεν γὰρ κατὰ Μοῖρ᾽

102ἐκράτησεν τὸ παλαι-

103όν, ἐπέσκηψε δὲ Πέρσαις

104πολέμους πυργοδαΐκτους

105διέπειν ἱππιοχάρμας

106τε κλόνους

107πόλεών τ᾽ ἀναστάσεις.

Antistrophe 3

Χορός

108ἔμαθον δ᾽ τ᾽ recc.: δ᾽ M εὐρυπόροι-

109ο θαλάσσας πολιαι-

110νομένας πνεύματι λάβρῳ

111ἐσορᾶν πόντιον ἄλσος,

112πίσυνοι λεπτοδόμοις πεί-

113σμασι λα-

114οπόροις τε μαχαναῖς.

Strophe 5

Χορός

115ταῦτά μοι μοι recc.: μου M G μελαγχίτων

116φρὴν ἀμύσσεται φόβῳ,

117ὀᾶ, Περσικοῦ στρατεύματος

118τοῦδε, μὴ πόλις πόλις iniuria suspectum πύθη-

119ται κένανδρον μέγ᾽ ἄστυ Σουσίδος,

Antistrophe 5

Χορός

120καὶ τὸ Κισσίων πόλισμ᾽

121ἀντίδουπον ᾄσεται, ᾄσεται Burney: ἔσεται M recc.

122ὀᾶ, τοῦτ᾽ ἔπος γυναικοπλη-

123θὴς ὅμιλος ἀπύων,

125βυσσίνοις δ᾽ ἐν πέπλοις πέσῃ λακίς. πέσῃ λακίς omisit M, inter hunc v. et 126 scripsit m

Strophe 6

Χορός

126πᾶς γὰρ ἱππηλάτας

127καὶ πεδοστιβὴς λεὼς

128σμῆνος ὣς ἐκλέλοιπεν μελισ-

129σᾶν μελισσᾶν rec.: μέλισσα M: μέλισσαι habebat schol. σὺν ὀρχάμῳ στρατοῦ,

130τὸν ἀμφίζευκτον ἐξαμείψας

131ἀμφοτέρας ἅλιον

132πρῶνα κοινὸν αἴας.

Antistrophe 6

Χορός

133λέκτρα δ᾽ ἀνδρῶν πόθῳ πόθῳ] ὁδῷ Wecklein

134πίμπλαται δακρύμασιν:

135Περσίδες δ᾽ ἁβροπενθεῖς ἁβροπενθεῖς (ex schol. collato 541) Paley: ἀκροπενθεῖς codd. ἑκά-

136στα ἑκάστα recc.: ἑκάσταν fuerat M, sed ν ita erasum ut ἑκάστᾳ videatur esse πόθῳ φιλάνορι

137τὸν αἰχμάεντα θοῦρον εὐνα-

138τῆρ᾽ ἀποπεμψαμένα εὐνατῆρα προπεμψαμένη (e recc. duobus) frustra restituebat Brunck

139λείπεται μονόζυξ.

Anapests 12

Χορός

140ἀλλ᾽ ἄγε, Πέρσαι, τόδ᾽ ἐνεζόμενοι

141στέγος στέγος recc.: στέος M ἀρχαῖον,

142φροντίδα κεδνὴν καὶ βαθύβουλον

143θώμεθα, χρεία δὲ προσήκει,

144πῶς ἄρα ἆρα M πράσσει Ξέρξης βασιλεὺς

145Δαρειογενής,

146τὸ πατρωνύμιον γένος ἡμέτερον:

147πότερον τόξου ῥῦμα τὸ νικῶν,

148ἢ δορικράνου δορικράνου recc.: δορυκράνου M

149λόγχης ἰσχὺς κεκράτηκεν.

150ἀλλ᾽ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς

151φάος ὁρμᾶται μήτηρ βασιλέως,

152βασίλεια δ᾽ ἐμή, προσπίτνω: προσπίτνω] προσπίτνω προσκυνῶ (scholio iniuria illato) M

153καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν

154πάντας μύθοισι προσαυδᾶν.

Trochees 13

Χορός

155ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,

156μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι:

157θεοῦ μὲν εὐνάτειρα εὐνάτειρα recc.: εὐνήτειρα M Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,

158εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

Episode 5

Trochees 1

Ατοσσα

159ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους

160καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.

161καί με καρδίαν ἀμύσσει φροντίς: ἐς δ᾽ ὑμᾶς ἐρῶ

162μῦθον, οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος, οὖσ᾽ ἀδείμαντος] οὐδ᾽ ἀδείμαντον Weil φίλοι,

163μὴ μέγας πλοῦτος πλοῦτος] δαίμων Heimsoeth κονίσας οὖδας ἀντρέψῃ ποδὶ

164ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.

165ταῦτά μοι διπλῆ μέριμνα φραστός μέριμνα φραστός C. G. Haupt: μέριμν᾽ ἄφραστος codd. ἐστιν ἐν φρεσίν,

166μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν

167μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.

168ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής, ἀμφὶ δ᾽ ὀφθαλμῷ ὀφθαλμῷ Heimsoeth: ὀφθαλμοῖς codd. φόβος:

169ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.

170πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου

171τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα:

172πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.

Χορός

173εὖ τόδ᾽ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι

174μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν δύναμις δύναμις recc.: δυνάμεις M ἡγεῖσθαι θέλῃ: θέλῃ] θέλει (ει in η mutatum m1) M

175εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.

Iambics 2

Ἄτοσσα

176πολλοῖς μὲν αἰεὶ αἰεὶ V: ἀεὶ M G νυκτέροις ὀνείρασιν

177ξύνειμ᾽, ἀφ᾽ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν

178Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων:

179ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην

180ὡς τῆς πάροιθεν εὐφρόνης: λέξω δέ σοι.

181ἐδοξάτην μοι μοι recc.: om. M δύο γυναῖκ᾽ εὐείμονε,

182ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,

183ἡ δ᾽ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,

184μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,

185κάλλει τ᾽ ἀμώμω, καὶ κασιγνήτα γένους

186ταὐτοῦ: πάτραν δ᾽ ἔναιον ἡ μὲν Ἑλλάδα

187κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.

188τούτω στάσιν τιν᾽, ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν,

189τεύχειν ἐν ἀλλήλαισι: ἀλλήλῃσι (Ionice) M παῖς δ᾽ ἐμὸς μαθὼν

190κατεῖχε κἀπράυνεν, ἅρμασιν δ᾽ ὕπο

191ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων ἐπ᾽ αὐχένων recc.: ὑπαυχένων M

192τίθησι. χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ

193ἐν ἡνίαισί τ᾽ ἡνίαισί τ᾽ Blomfield: ἡνίαισιν M P: ἡνίαισι δ᾽ recc. εἶχεν εὔαρκτον στόμα,

194ἡ δ᾽ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη ἔντη Scaliger: ἐντῆ M δίφρου

195διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ

196ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.

197πίπτει δ᾽ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται

198Δαρεῖος οἰκτείρων σφε: τὸν δ᾽ ὅπως ὁρᾷ

199Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.

200καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.

201ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου

202ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ

203βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν

204θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.

205ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν

206Φοίβου: φόβῳ δ᾽ ἄφθογγος ἐστάθην, φίλοι:

207μεθύστερον μεθ᾽ ὕστερον M δὲ κίρκον εἰσορῶ δρόμῳ

208πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα

209τίλλονθ᾽: ὁ δ᾽ οὐδὲν ἄλλο γ᾽ ἢ πτήξας δέμας

210παρεῖχε. ταῦτ᾽ ἔμοιγε δείματ᾽ εἰσιδεῖν, εἰσιδεῖν Hartung: ἐς ἰδεῖν M: ἔστ᾽ ἰδεῖν recc.

211ὑμῖν δ᾽ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς

212πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ᾽ ἀνήρ,

213κακῶς δὲ πράξασ—οὐχ ὑπεύθυνος πόλει,

214σωθεὶς δ᾽ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

Trochees 3

Χορός

215οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ᾽ ἄγαν φοβεῖν λόγοις

216οὔτε θαρσύνειν. θρασύνειν M θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,

217εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ᾽ ἀποτροπὴν τελεῖν,

218τὰ δ᾽ ἀγάθ᾽ ἀγάθ᾽ recc.: αγαθὰ δ᾽ M ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις τέκνοις] τέκνῳ rec. σέθεν

219καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς

220γῇ τε καὶ φθιτοῖς χέασθαι: πρευμενῶς δ᾽ αἰτοῦ τάδε,

221σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατ᾽ εὐφρόνην,

222ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,

223τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχ᾽ ἀμαυροῦσθαι σκότῳ.

224ταῦτα θυμόμαντις ὢν σοὶ πρευμενῶς παρῄνεσα:

225εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.

Ἄτοσσα

226ἀλλὰ μὴν εὔνους γ᾽ ὁ πρῶτος τῶνδ᾽ ἐνυπνίων κριτὴς

227παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ᾽ ἐκύρωσας φάτιν.

228ἐκτελοῖτο δὴ δὴ recc.: δὲ M G τὰ χρηστά: ταῦτα δ᾽, ὡς ἐφίεσαι,

229πάντα θήσομεν θεοῖσι τοῖς τ᾽ ἔνερθε γῆς φίλοις,

230εὖτ᾽ ἂν εἰς οἴκους μόλωμεν. κεῖνο κεῖνο Dindorf: κεῖνα codd. δ᾽ ἐκμαθεῖν θέλω,

231ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.

Χορός

232τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.

Ἄτοσσα

233ἀλλὰ μὴν ἵμειρ᾽ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;

Χορός

234πᾶσα γὰρ γένοιτ᾽ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.

Ἄτοσσα

235ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;

Χορός

236καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.

Ἄτοσσα

237καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;

Χορός

238ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.

Ἄτοσσα

239πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χερῶν χερῶν Brunck: χερὸς codd. αὐτοῖς αὐτοῖς] λαοῖς Enger: δᾳοῖς Stadtmüller (χερὸς utrimque servato) πρέπει;

Χορός

240οὐδαμῶς: ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.

Ἄτοσσα

241τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;

Χορός

242οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ᾽ ὑπήκοοι.

Ἄτοσσα

243πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;

Χορός

244ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

Ἄτοσσα

245δεινά τοι λέγεις κιόντων κιόντων Wecklein: ἰόντων codd. τοῖς τεκοῦσι φροντίσαι.

Χορός

246ἀλλ᾽ ἐμοὶ δοκεῖν τάχ᾽ εἴσει πάντα ναμερτῆ ναμερτῆ Porson: νημαρτῆ (ε ex α factum) M λόγον.

247τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,

248καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

Ἄγγελος

249ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,

250ὦ Περσὶς αἶα καὶ μέγας μέγας (ex Eur. Orest. 1077) Nauck: πολὺς codd. πλούτου λιμήν,

251ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς

252ὄλβος, τὸ Περσῶν δ᾽ ἄνθος οἴχεται πεσόν.

253ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά:

254ὅμως δ᾽ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,

255Πέρσαι: στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.

Choral 6

Strophe 1

Χορός

256ἄνι᾽ ἄνια κακὰ

257νεόκοτα καὶ δάι᾽. αἰαῖ,

258διαίνεσθε, Πέρσαι,

259τόδ᾽ ἄχος κλύοντες.

Ἄγγελος

260ὡς πάντα γ᾽ ἔστ᾽ ἐκεῖνα διαπεπραγμένα:

261αὐτὸς δ᾽ ἀέλπτως νόστιμον βλέπω φάος.

Antistrophe 1

Χορός

262ἦ μακροβίοτος

263ὅδε γέ τις αἰὼν ἐφάνθη

264γεραιοῖς, ἀκούειν

265τόδε πῆμ᾽ ἄελπτον.

Ἄγγελος

266καὶ μὴν παρών γε γε recc.: τε M G plerique κοὐ λόγους ἄλλων κλύων,

267Πέρσαι, φράσαιμ᾽ ἂν οἷ᾽ ἐπορσύνθη κακά.

Strophe 2

Χορός

268ὀτοτοτοῖ, ὀτοτοῖτοῖ M μάταν

269τὰ πολέα πολέα Lachmann: πολλὰ codd. βέλεα παμμιγῆ

270γᾶσδ᾽ τᾶσδ᾽ Weil: γᾶς codd. ἀπ᾽ Ἀσίδος ἦλθεν ἦλθεν αἴας Weil: ἦλθ᾽ ἐπ᾽ αἶαν codd. αἴας

271δᾴαν δᾴαν Blomfield (δαΐαν rec.): δῖαν M G Ἑλλάδα χώραν.

Ἄγγελος

272πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων

273Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

Antistrophe 2

Χορός

274ὀτοτοτοῖ, φίλων

275ἁλίδονα μέλεα μέλεα (adscriptum γρ. μέλεα): rec.: σώματα codd. πολυβαφῆ

276κατθανόντα λέγεις φέρεσθαι

277†πλαγκτοῖς πλαγκτοὺς Wecklein, σπιλάδεσσιν Hartung ἐν διπλάκεσσιν.suspectum

Ἄγγελος

278οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ᾽ ἀπώλλυτο

279στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς

Strophe 3

Χορός

280ἴυζ᾽ ἄποτμον Πέρσαις

281δυσαιανῆ βοὰν Πέρσαις ... βοὰν Wecklein: βοὰν ... Πέρσαις codd.

282δᾴος, δᾴους scripsi: δᾴοις codd. ὡς πάντα παγκάκως

283ἤνυσαν, ἤνυσαν Wecklein: ἔθεσαν codd. αἰαῖ, στρατοῦ φθαρέντος.

Ἄγγελος

284ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν:

285φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.

Antistrophe 3

Χορός

286στυγναί γ᾽ Ἀθᾶναι Ἀθᾶναι recc.: Ἀθῆναι M δᾴοις:

287μεμνῆσθαί τοι πάρα

288ὡς πολλὰς Περσίδων μάταν

289εὔνιδας ἔκτισσαν εὔνιδας ἔκτισσαν Boeckh: ἔκτισαν εὐνίδας codd. ἠδ᾽ ἀνάνδρους.

Episode 7

Ἄτοσσα

290σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη

291κακοῖς: ὑπερβάλλει γὰρ ἥδε συμφορά,

292τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.

293ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν

294θεῶν διδόντων: πᾶν δ᾽ ἀναπτύξας πάθος

295λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως,

296τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν

297τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ

298ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών.

Ἄγγελος

299Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. βλέπει φάος schol. ad Ar. Ran. 1060: φάος βλέπει codd.

Ἄτοσσα

300ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

301καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

Ἄγγελος

302Ἀρτεμβάρης δὲ μυρίας ἵππου ἵππους (rasura in ἵππου factum) M βραβεὺς

303στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.

304χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς

305πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο:

306Τενάγων τ᾽ ἀριστεὺς ἀριστεὺς Blomfield: ἄριστος codd. Βακτρίων ἰθαγενὴς

307θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.

308Λίλαιος, Ἀρσάμης τε κἀργήστης τρίτος,

309οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα

310δινούμενοι δινούμενοι Wecklein: νικωμένοι codd. κύρισσον ἰσχυρὰν χθόνα:

311πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου

312Ἀρκτεύς, Ἀδεύης, καὶ Φερεσσάκης Φερεσσάκης Bothe: φρεσεύης M: φερεσσεύης recc. τρίτος,

313Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.

314Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,

315ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,

316πυρσὴν πυρσὴν Porson: πυρὰν M, πυρρὰν m ζαπληθῆ δάσκιον γενειάδα

317ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρᾷ πορφυρᾷ Porson: πορφυρέα M βαφῇ.

318καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,

319σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.

320Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ

321νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσιv. ob metrum inusitatum suspectus, fort. iniuria

322πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,

323Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν

324ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,

325κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς:

326Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,

327Κιλίκων ἔπαρχος, ἔπαρχος V: ἄπαρχὸς M εἷς ἀνὴρ πλεῖστον πόνον

328ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο.

329τοσόνδε ταγῶν τοσόνδε ταγῶν Weil: τοιῶνδ᾽ ἀρχόντων codd. νῦν νῦν m1 recc.: om. M ὑπεμνήσθην πέρι.

330πολλῶν παρόντων δ᾽ δ᾽ recc.: om. M ὀλίγ᾽ ἀπαγγέλλω κακά.

Ἄτοσσα

331αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

332αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.

333ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν:

334πόσον δὲ δὲ recc. aliquot: δὴ M cett.: τι Turnebus πλῆθος ἦν νεῶν Ἑλληνίδων,

335ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι

336μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

Ἄγγελος

337πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον βάρβαρον Heath: βαρβάρων codd.

338ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν

339ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα

340ναῶν, δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος:

341Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν

342ὧν ἦγε πλῆθος, αἱ δ᾽ ὑπέρκοποι ὑπέρκοποι Wakefield: ὑπέρκομποι codd. τάχει

343ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽: ὧδ᾽ ἔχει λόγος.

344μή σοι δοκοῦμεν τῇδε λειφθῆναι λειφθῆναι recc.: ληφθῆναι M μάχῃ;

345ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,

346τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.

347θεοὶ πόλιν σῴζουσι Παλλάδοςparagrapho praefixa alii personae tribuunt codd.: recte nuntio continuavit Schütz θεᾶς.

Ἄτοσσα

348ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;

Ἄγγελος

349ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

Ἄτοσσα

350ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον:

351τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,

352ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

Ἄγγελος

353ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ

354φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.

355ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ

356ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,

357ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,

358Ἕλληνες οὐ μενοῖεν, μενοῖεν Monk: μένοιεν codd. ἀλλὰ σέλμασιν

359ναῶν ἐπενθορόντες ἐπενθορόντες G V: ἐπανθορόντες M recc. ἄλλος ἄλλοσε

360δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.

361ὁ δ᾽ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον

362Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,

363πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,

364εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα

365λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,

366τάξαι νεῶν μὲν στῖφος μὲν στῖφος Brunck: στῖφος μὲν M G recc. ἐν στοίχοις τρισὶν

367ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,

368ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ:

369ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,

370ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,

371πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.

372τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός:

373οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.

374οἱ δ᾽ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ

375δεῖπνόν <τ᾽> τ᾽ add. Scaliger ἐπορσύνοντο, ναυβάτης τ᾽ ἀνὴρ

376τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.

377ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο

378καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ

379ἐς ναῦν ἐχώρει πᾶς θ᾽ δ᾽ M ὅπλων ἐπιστάτης:

380τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς:

381πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος,

382καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν

383ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.

384καὶ νὺξ ἐχώρει, κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς

385κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο:

386ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα

387πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,

388πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα

389μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ᾽ ἅμα

390ἀντηλάλαξε νησιώτιδος πέτρας

391ἠχώ: φόβος δὲ πᾶσι βαρβάροις παρῆνom. M, in margine add. m

392γνώμης ἀποσφαλεῖσιν: οὐ γὰρ ὡς φυγῇ

393παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,

394ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει:

395σάλπιγξ δ᾽ δ᾽ postea add. M ἀυτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.

396εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ

397ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,

398θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.

399τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας

400ἡγεῖτο κόσμῳ, δεύτερον δ᾽ ὁ πᾶς στόλος

401ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν

402πολλὴν βοήν, “ὦ παῖδες Ἑλλήνων ἴτε,

403ἐλευθεροῦτε πατρίδ᾽, ἐλευθεροῦτε δὲ

404παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη,

405θήκας τε προγόνων: νῦν ὑπὲρ πάντων ἀγών.”

406καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος

407ὑπηντίαζε, κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.

408εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον

409ἔπαισεν: ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ

410ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς

411κόρυμβ᾽, ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.

412τὰ πρῶτα μέν νυν νυν V: νῦν M ῥεῦμα Περσικοῦ στρατοῦ

413ἀντεῖχεν: ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν

414ἤθροιστ᾽, ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,

415αὐτοὶ θ᾽ θ᾽ Blomfield: δ᾽ codd. ὑφ᾽ ὑφ᾽ αὑπῶν recc.: ὑπ᾽ αὐτῶν M αὑτῶν ἐμβόλοις ἐμβόλοις Stanley: ἐμβολαῖς codd. χαλκοστόμοις

416παίοντ᾽, ἔθραυον πάντα κωπήρη στόλον,

417Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως

418κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ

419σκάφη νεῶν, θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,

420ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.

421ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον,

422φυγῇ δ᾽ ἀκόσμῳ ἀκόσμῳ rec.: ἀκόσμως codd. cett. πᾶσα ναῦς ἠρέσσετο,

423ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.

424τοὶ δ᾽ ὥστε θύννους ἤ τιν᾽ ἰχθύων βόλον

425ἀγαῖσι κωπῶν θραύμασίν τ᾽ ἐρειπίων

426ἔπαιον, ἐρράχιζον: οἰμωγὴ οἰμωγὴ recc.: οἰμωγῆς M δ᾽ ὁμοῦ

427κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,

428ἕως κελαινῆς νυκτὸς ὄμμ᾽ ἀφείλετο.

429κακῶν δὲ πλῆθος, οὐδ᾽ ἂν εἰ δέκ᾽ ἤματα

430στοιχηγοροίην, στοιχηγοροίην recc.: στοιχοιγαροίην (ο supra α scr.) M οὐκ ἂν ἐκπλήσαιμί σοι.

431εὖ γὰρ τόδ᾽ ἴσθι, μηδάμ᾽ μηδάμ᾽ recc.: μὴδ᾽ ἂν M ἡμέρᾳ μιᾷ

432πλῆθος τοσουτάριθμον τοσουτάριθμον rec. et schol.: τοσοῦτ᾽ ἀριθμὸν M ἀνθρώπων θανεῖν.

Ἄτοσσα

433αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν ἔρρωγεν rec.: ἔρρω.ται (correctum in ἔρρωγε m1) M μέγα

434Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

Ἄγγελος

435εὖ νυν νῦν M τόδ᾽ ἴσθι, μηδέπω μεσοῦν κακόν:

436τοιάδ᾽ ἐπ᾽ αὐτοὺς ἦλθε συμφορὰ πάθους,

437ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

Ἄτοσσα

438καὶ τίς γένοιτ᾽ ἂν τῆσδ᾽ τῆσδ᾽ ἔτ᾽ rec.: τῆσδέ τ᾽ M G recc. ἔτ᾽ ἐχθίων τύχη;

439λέξον τίν᾽ αὖ φῂς τήνδε συμφορὰν στρατῷ

440ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.

Ἄγγελος

441Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,

442ψυχήν τ᾽ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,

443αὐτῷ τ᾽ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,

444τεθνᾶσιν αἰσχρῶς αἰσχρῶς M G V P: οἰκτρῶς rec. δυσκλεεστάτῳ μόρῳ.

Ἄτοσσα

445οἲ ᾽γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.

446ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι;

Ἄγγελος

447νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων,

448βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος

449Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.

450ἐνταῦθα πέμπει τούσδ᾽, ὅπως, ὅταν] ὅτ᾽ ἐκ Elmsley: frustra ὅταν νεῶν

451φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,

452κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,

453φίλους δ᾽ ὑπεκσῴζοιεν ἐναλίων πόρων,

454κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς

455ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,

456αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας

457ὅπλοισι ναῶν ἐξέθρῳσκον: ἀμφὶ δὲ

458κυκλοῦντο πᾶσαν νῆσον, ὥστ᾽ ἀμηχανεῖν

459ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν

460πέτροισιν ἠράσσοντο, τοξικῆς τ᾽ ἀπὸ

461θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν: ὤλλυσαν recc.: ὄλλυσαν M sed v. ad 13

462τέλος δ᾽ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου

463παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,

464ἕως ἁπάντων ἐξαπέφθειραν βίον.

465Ξέρξης δ᾽ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος:

466ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ εὐαγῆ iniuria suspectum στρατοῦ,

467ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός:

468ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,

469πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,

470ἵησ᾽ ἵησ᾽ Robortello: ἴησ᾽ M: ἤιξ᾽ recc.: ἤισσ᾽ G. C. W. Schneider ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι

471πρὸς τῇ πάροιθε συμφορὰν στένειν στένειν πάρα Dindorf: παρὰ (mutavit in πάρα m) στένειν M πάρα.

Ἄτοσσα

472ὦ στυγνὲ δαῖμον, ὡς ἄρ᾽ ἔψευσας φρενῶν

473Πέρσας: πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν

474κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν ἀπήρκεσαν recc.: ἀπήρκεσε M

475οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν:

476ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν

477τοσόνδε τοσόνδε recc.: τοσῶν δὲ M πλῆθος πημάτων ἐπέσπασεν.

478σὺ δ᾽ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,

479ποῦ τάσδ᾽ αἳ ... τάσδ᾽] οἳ ... τούσδ᾽ Thurot, quem frustra probant edd. ἔλειπες: οἶσθα σημῆναι τορῶς;

Ἄγγελος

480ναῶν γε γε Robortello: δὲ codd. ταγοὶ τῶν λελειμμένων σύδην

481κατ᾽ οὖρον οὐκ εὔκοσμον αἴρονται αἴρονται Elmsley: αἰροῦνται M: αἱροῦνται recc. φυγήν:

482στρατὸς δ᾽ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ

483διώλλυθ᾽, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος

484δίψῃ πονοῦντες, οἱ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ

485διεκπερῶμεν ἔς τε Φωκέων χθόνα

486καὶ Δωρίδ᾽ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ

487Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ:

488κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον

489καὶ Θεσσαλῶν πόλεις πόλεις L. Schiller: πόλις M: πόλισμ᾽ recc. ὑπεσπανισμένους

490βορᾶς ἐδέξαντ᾽: ἔνθα δὴ πλεῖστοι θάνον

491δίψῃ τε λιμῷ τ᾽: ἀμφότερα γὰρ ἦν τάδε.

492Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων

493χώραν ἀφικόμεσθ᾽, ἐπ᾽ Ἀξίου πόρον,

494Βόλβης θ᾽ ἕλειον δόνακα, Πάγγαιόν τ᾽ ὄρος,

495Ἠδωνίδ᾽ αἶαν: νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς

496χειμῶν᾽ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν

497ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις

498τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο

499λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.

500ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο

501στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον:

502χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ

503ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.

504φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος

505μέσον πόρον διῆκε, θερμαίνων φλογί:

506πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν: ηὐτύχει ηὐτύχει Paley: εὐτυχεῖ M V: εὐτυχὴς recc. plerique δέ τοι

507ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.

508ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,

509Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,

510ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,

511ἐφ᾽ ἑστιοῦχον γαῖαν: ὡς στένειν πόλιν

512Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.

513ταῦτ᾽ ἔστ᾽ ἀληθῆ: πολλὰ δ᾽ ἐκλείπω λέγων

514κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

Χορός

515ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς

516ποδοῖν ἐνήλλου ἐνήλλου recc.: ἐνήλου M G παντὶ Περσικῷ γένει.

Ἄτοσσα

517οἲ ᾽γὼ οἲ ᾽γὼ Porson: οῖ ἐγὼ M: οἲ ἐγὼ recc. τάλαινα διαπεπραγμένου στρατοῦ:

518ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,

519ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.

520ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.

521ὅμως δ᾽, ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις

522ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω:

523ἔπειτα γῇ τε καὶ φθιτοῖς δωρήματα

524ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—

525ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις,

526ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.

527ὑμᾶς ὑμᾶς recc.: ἡμᾶς M δὲ χρὴ ᾽πὶ τοῖσδε τοῖς πεπραγμένοις

528πιστοῖσι πιστοῖσι recc.: πιστοῖς M πιστὰ ξυμφέρειν βουλεύματα:

529καὶ παῖδ᾽, ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ,

530παρηγορεῖτε, καὶ προπέμπετ᾽ ἐς δόμους,

531μὴ καί τι καί τι recc.: κέτι M προσθῆται (sed pravo accentu) Turnebus: πρόσθητε codd. πρὸς κακοῖσι προσθῆται κακόν.

Anapests 1

Χορός

532ὦ Ζεῦ βασιλεῦ, νῦν <μὲν μὲν add. Schütz> Περσῶν

533τῶν μεγαλαύχων καὶ πολυάνδρων

534στρατιὰν ὀλέσας

535ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων

536πένθει δνοφερῷ κατέκρυψας:

537πολλαὶ δ᾽ ἀταλαῖς ἀταλαῖς V recc.: ἀπαλαῖς M: ἁπαλαῖς recc. χερσὶ καλύπτρας

538κατερεικόμεναιin fine v. μητέρες οἰκτραὶ add. Dindorf

539διαμυδαλέοις δάκρυσι κόλπους

540τέγγουσ᾽, ἄλγους μετέχουσαι.

541αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν

542ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,

543λέκτρων εὐνὰς ἁβροχίτωνας,

544χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,

545πενθοῦσι γόοις ἀκορεστοτάτοις.

546κἀγὼ δὲ μόρον τῶν οἰχομένων

547αἴρω δοκίμως πολυπενθῆ.

Choral 8

Strophe 1

Χορός

548νῦν δὴ νῦν δὴ Porson: νῦν γὰρ δὴ codd. plerique πρόπασα μὲν στένει

549γαῖ᾽ Ἀσὶς Α᾽σὶς Blomfield: ἀσίας codd. ἐκκεκενωμένα Hermann: ἐκκενουμένα M G ἐκκεκενωμένα.

550Ξέρξης μὲν μὲν Porson: μὲν γὰρ codd. ἄγαγεν, ἄγαγεν Blomfield: ἤγαγεν codd. ποποῖ,

551Ξέρξης δ᾽ ἀπώλεσεν, τοτοῖ,

552Ξέρξης δὲ πάντ᾽ ἐπέσπε δυσφρόνωςin M omissa adscripsit m

553βαρίδεσσι ποντίαις. βαρίδεσσι ποντίαις recc.: βαρίδες τε ποντίαι (servatis verae lectionis accentibus) m

554τίπτε τίπτε rec.: τί τοτε codd. cett. Δαρεῖος μὲν οὕ-

555τω τότ᾽ ἀβλαβὴς ἐπῆν

556τόξαρχος πολιήταις, πολιήταις Victorius: πολήταις m

557Σουσίδαις Σουσίδαις recc. duo: σουσίδες m φίλος ἄκτωρ;

Antistrophe 1

Χορός

558πεζοὺς δὲ καὶ δὲ καὶ Paley: τε καὶ rec.: τε γὰρ καὶ m θαλασσίους

559λινόπτεροι λινόπτεροι Schütz: αἱ δ᾽ ὁμόπτεροι codd. κυανώπιδες

560νᾶες μὲν ἄγαγον, ποποῖ,

561νᾶες δ᾽ ἀπώλεσαν, τοτοῖ,

562νᾶες πανωλέθροισιν πανωλέθροισιν V: πανολεθρίοισιν (ω ex ο factum m1) M ἐμβολαῖς,

563ἠδ᾽ Ἰαόνων χέρες. ἠδ᾽ ... χέρες Dindorf: διὰ δ᾽ ... χέρας codd.

564τυτθὰ δ᾽ ἐκφυγεῖν ἄνακτ᾽

565αὐτὸν εἰσακούομεν εἰσακούομεν Pauw: ὡς ἀκούομεν codd.

566Θρῄκης ἂμ πεδιήρεις

567δυσχίμους δυσχίμους Arnaldus: δυσχειμέρους codd. τε κελεύθους.

Strophe 2

Χορός

568τοὶ δ᾽ ἄρα πρωτόμοιροι, πρωτόμοιροι rec.: πρωτόμοροι M plerique aliis placet πρωτομόροιο (Blomfield) hic, et 576 δ᾽ ἁλὶ δεινᾷ cum codd. recc. φεῦ,

569ληφθέντες ληφθέντες recc.: λειφθέντες M V πρὸς ἀνάγκας, ἀνάγκας Blomfield: ἀνάγκαν codd. ἠέ,

570ἀκτὰς ἀμφὶ Κυχρείας, κυχρείας (π supra χ scr. m) M ὀᾶ,

571<ἔρρουσι: ἔρρουσι: add. Dindorf> στένε καὶ δακνά-

572ζου, βαρὺ δ᾽ ἀμβόασον

573οὐράνι᾽ ἄχη, ὀᾶ:

574τεῖνε δὲ δυσβάυκτον

575βοᾶτιν τάλαιναν αὐδάν.

Antistrophe 2

Χορός

576γναπτόμενοι δὲ δίνᾳ, δὲ δίνᾳ Hermann: δ᾽ ἁλὶ δεινά M φεῦ,

577σκύλλονται πρὸς ἀναύδων, ἠέ,

578παίδων τᾶς ἀμιάντου, ὀᾶ.

579πενθεῖ δ᾽ ἄνδρα δόμος στερη-

580θείς, τοκέες τοκέες Porson: τοκῆες codd. τ᾽ ἄπαιδες

581δαιμόνι᾽ δαιμόνι᾽ Porson: ἐραδαιμόνι᾽ M: ἔρρανται δαιμόνι᾽ recc. ἄχη, ὀᾶ,

582δυρόμενοι γέροντες

583τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

Strophe 3

Χορός

584τοὶ δ᾽ ἀνὰ γᾶν Ἀσίαν δὴν

585οὐκέτι περσονομοῦνται,

586οὐδ᾽ ἔτι δασμοφοροῦσιν

587δεσποσύνοισιν ἀνάγκαις,

588οὐδ᾽ οὐδ᾽ Heath: οὔτ᾽ codd. ἐς γᾶν προπίτνοντες προπίτνοντες P: προσπίτνοντες M G recc.

589ἅζονται: ἅζονται Halm: ἄρξονται codd. βασιλεία βασιλεία] post hanc vocem in M P legitur ἡ βασιλικὴ, quod e scholio illatum eiciendum

590γὰρ διόλωλεν ἰσχύς.

Antistrophe 3

Χορός

591οὐδ᾽ ἔτι γλῶσσα βροτοῖσιν

592ἐν…

593λαὸς…

594ὡς…

595

The complete text is available when the reading interface loads.