The Greek Library Author

Aeschylus

Πέρσαι

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Herbert Weir Smyth
Edition reference
Aeschylus · New York · William Heinemann · 1922
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg002.local002
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Anapests 1

Χορός

1Τάδε μὲν Περσῶν τῶν οἰχομένων

2Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,

3καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων

4ἑδράνων φύλακες, κατὰ πρεσβείαν

5οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς

6Δαρειογενὴς

7εἵλετο χώρας ἐφορεύειν.

8ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ

9καὶ πολυχρύσου στρατιᾶς ἤδη

10κακόμαντις ἄγαν ὀρσολοπεῖται

11θυμὸς ἔσωθεν.

12πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς

13ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει,

14κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς

15ἄστυ τὸ Περσῶν ἀφικνεῖται·

16οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων

17καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος

18προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων.

19τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην

20πολέμου στῖφος παρέχοντες·

21οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης

22καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης,

23ταγοὶ Περσῶν,

24βασιλῆς βασιλέως ὕποχοι μεγάλου,

25σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,

26τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται,

27φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην

28ψυχῆς εὐτλήμονι δόξῃ·

29Ἀρτεμβάρης θʼ ἱππιοχάρμης

30καὶ Μασίστρης, ὅ τε τοξοδάμας

31ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ,

32ἵππων τʼ ἐλατὴρ Σοσθάνης.

33ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων

34Νεῖλος ἔπεμψεν· Σουσισκάνης,

35Πηγασταγὼν Αἰγυπτογενής,

36ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων

37μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους

38Θήβας ἐφέπων Ἀριόμαρδος,

39καὶ ἑλειοβάται ναῶν ἐρέται

40δεινοὶ πλῆθός τʼ ἀνάριθμοι.

Χορός

41ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν

42ὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲς

43κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς

44Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι,

45καὶ πολύχρυσοι Σάρδεις ἐπόχους

46πολλοῖς ἅρμασιν ἐξορμῶσιν,

47δίρρυμά τε καὶ τρίρρυμα τέλη,

48φοβερὰν ὄψιν προσιδέσθαι.

49στεῦται δʼ ἱεροῦ Τμώλου πελάται

50ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,

51Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,

52καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ

53ἡ πολύχρυσος πάμμικτον ὄχλον

54πέμπει σύρδην, ναῶν τʼ ἐπόχους

55καὶ τοξουλκῷ λήματι πιστούς·

56τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης

57Ἀσίας ἕπεται

58δειναῖς βασιλέως ὑπὸ πομπαῖς.

59τοιόνδʼ ἄνθος Περσίδος αἴας

60οἴχεται ἀνδρῶν,

61οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις

62θρέψασα πόθῳ στένεται μαλερῷ,

63τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν

64τείνοντα χρόνον τρομέονται.

Choral 2

Strophe 1

Χορός

65πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη

66βασίλειος στρατὸς εἰς ἀν-

67τίπορον γείτονα χώραν,

68λινοδέσμῳ σχεδίᾳ πορθ-

69μὸν ἀμείψας

70Ἀθαμαντίδος Ἕλλας,

71πολύγομφον ὅδισμα

72ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.

Antistrophe 1

Χορός

73πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων

74ἐπὶ πᾶσαν χθόνα ποιμα-

75νόριον θεῖον ἐλαύνει

76διχόθεν, πεζονόμον τʼ ἔκ

77τε θαλάσσας,

78ἐχυροῖσι πεποιθὼς

79στυφελοῖς ἐφέταις, χρυ-

80σογόνου γενεᾶς ἰσόθεος φώς.

Strophe 2

Χορός

81κυάνεον δʼ ὄμμασι λεύσσων

82φονίου δέργμα δράκοντος,

83πολύχειρ καὶ πολυναύτας,

84Σύριόν θʼ ἅρμα διώκων,

85ἐπάγει δουρικλύτοις ἀν-

86δράσι τοξόδαμνον Ἄρη.

Antistrophe 2

Χορός

87δόκιμος δʼ οὔτις ὑποστὰς

88μεγάλῳ ῥεύματι φωτῶν

89ἐχυροῖς ἕρκεσιν εἴργειν

90ἄμαχον κῦμα θαλάσσας·

91ἀπρόσοιστος γὰρ ὁ Περσᾶν

92στρατὸς ἀλκίφρων τε λαός.

Strophe 3

Χορός

93θεόθεν γὰρ κατὰ Μοῖρʼ

94ἐκράτησεν τὸ παλαι-

95όν, ἐπέσκηψε δὲ Πέρσαις

96πολέμους πυργοδαΐκτους

97διέπειν ἱππιοχάρμας

98τε κλόνους

99πόλεών τʼ ἀναστάσεις.

Antistrophe 3

Χορός

100ἔμαθον δʼ εὐρυπόροι-

101ο θαλάσσας πολιαι-

102νομένας πνεύματι λάβρῳ

103ἐσορᾶν πόντιον ἄλσος,

104πίσυνοι λεπτοδόμοις πεί-

105σμασι λα-

106οπόροις τε μαχαναῖς.

Strophe 4

Χορός

107δολόμητιν δʼ ἀπάταν θεοῦ

108τίς ἀνὴρ θνατὸς ἀλύξει;

109τίς ὁ κραιπνῷ ποδὶ πήδη-

110μα τόδʼ εὐπετῶς ἀνᾴσσων;

Antistrophe 4

Χορός

111φιλόφρων γὰρ παρασαίνει

112βροτὸν εἰς ἄρκυας Ἄτα,

113τόθεν οὐκ ἔστιν ὕπερθέν

114νιν ἄνατον ἐξαλύξαι.

Strophe 5

Χορός

115ταῦτά μοι μελαγχίτων

116φρὴν ἀμύσσεται φόβῳ,

117ὀᾶ, Περσικοῦ στρατεύματος

118τοῦδε, μὴ πόλις πύθη-

119ται κένανδρον μέγʼ ἄστυ Σουσίδος,

Antistrophe 5

Χορός

120καὶ τὸ Κισσίων πόλισμʼ

121ἀντίδουπον ᾄσεται,

122ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-

123θὴς ὅμιλος ἀπύων,

125βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.

Strophe 6

Χορός

126πᾶς γὰρ ἱππηλάτας

127καὶ πεδοστιβὴς λεὼς

128σμῆνος ὣς ἐκλέλοιπεν μελισ-

129σᾶν σὺν ὀρχάμῳ στρατοῦ,

130τὸν ἀμφίζευκτον ἐξαμείψας

131ἀμφοτέρας ἅλιον

132πρῶνα κοινὸν αἴας.

Antistrophe 6

Χορός

133λέκτρα δʼ ἀνδρῶν πόθῳ

134πίμπλαται δακρύμασιν·

135Περσίδες δʼ ἁβροπενθεῖς ἑκά-

136στα πόθῳ φιλάνορι

137τὸν αἰχμάεντα θοῦρον εὐνα-

138τῆρʼ ἀποπεμψαμένα

139λείπεται μονόζυξ.

Anapests 13

Χορός

140ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι

141στέγος ἀρχαῖον,

142φροντίδα κεδνὴν καὶ βαθύβουλον

143θώμεθα, χρεία δὲ προσήκει,

144πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς

145Δαρειογενής,

146τὸ πατρωνύμιον γένος ἡμέτερον·

147πότερον τόξου ῥῦμα τὸ νικῶν,

148ἢ δορικράνου

149λόγχης ἰσχὺς κεκράτηκεν.

150ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς

151φάος ὁρμᾶται μήτηρ βασιλέως,

152βασίλεια δʼ ἐμή· προσπίτνω·

153καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν

154πάντας μύθοισι προσαυδᾶν.

Trochees 14

Χορός

155ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,

156μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·

157θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,

158εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.

Episode 3

Trochees 1

Ἄτοσσα

159ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους

160καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.

161κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ

162μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,

163μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ

164ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.

165ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,

166μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν

167μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.

168ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·

169ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.

170πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου

171τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·

172πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.

Χορός

173εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι

174μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·

175εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.

Iambics 2

Ἄτοσσα

176πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν

177ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν

178Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·

179ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην

180ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.

181ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,

182ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,

183ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,

184μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,

185κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους

186ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα

187κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.

188τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,

189τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν

190κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο

191ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων

192τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ

193ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,

194ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου

195διασπαράσσει καὶ ξυναρπάζει βίᾳ

196ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.

197πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται

198Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ

199Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.

200καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.

201ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου

202ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ

203βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν

204θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.

205ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν

206Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·

207μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ

208πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα

209τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας

210παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,

211ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς

212πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,

213κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,

214σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

Trochees 3

Χορός

215οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις

216οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,

217εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,

218τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν

219καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς

220Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,

221σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,

222ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,

223τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.

224ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.

225εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.

Ἄτοσσα

226ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς

227παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.

228ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,

229πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,

230εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω,

231ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.

Χορός

232τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.

Ἄτοσσα

233ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;

Χορός

234πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.

Ἄτοσσα

235ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;

Χορός

236καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.

Ἄτοσσα

237καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;

Χορός

238ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.

Ἄτοσσα

239πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;

Χορός

240οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.

Ἄτοσσα

241τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;

Χορός

242οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι.

Ἄτοσσα

243πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;

Χορός

244ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

Ἄτοσσα

245δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι.

Χορός

246ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον.

247τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,

248καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.

Ἄγγελος

249ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,

250ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,

251ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς

252ὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν.

253ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·

254ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,

255Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.

Choral 4

Strophe 1

Χορός

256ἄνιʼ ἄνια κακὰ

257νεόκοτα καὶ δάιʼ·. αἰαῖ,

258διαίνεσθε, Πέρσαι,

259τόδʼ ἄχος κλύοντες.

Ἄγγελος

260ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα·

261αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος.

Antistrophe 1

Χορός

262ἦ μακροβίοτος

263ὅδε γέ τις αἰὼν ἐφάνθη

264γεραιοῖς, ἀκούειν

265τόδε πῆμʼ ἄελπτον.

Ἄγγελος

266καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,

267Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.

Strophe 2

Χορός

268ὀτοτοτοῖ, μάταν

269τὰ πολλὰ βέλεα παμμιγῆ

270γᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ-

271αν ἐφʼ Ἑλλάδα χώραν.

Ἄγγελος

272πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων

273Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.

Antistrophe 2

Χορός

274ὀτοτοτοῖ, φίλων

275ἁλίδονα μέλεα πολυβαφῆ

276κατθανόντα λέγεις φέρε-

277σθαι πλάγκτʼ ἐν διπλάκεσσιν.

Ἄγγελος

278οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτο

279στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς

Strophe 3

Χορός

280ἴυζʼ ἄποτμον Πέρσαις

281δυσαιανῆ βοὰν

282δᾴοις, ὡς πάντα παγκάκως

283ἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.

Ἄγγελος

284ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν.

285φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.

Antistrophe 3

Χορός

286στυγναί γʼ Ἀθᾶναι δᾴοις·

287μεμνῆσθαί τοι πάρα

288ὡς πολλὰς Περσίδων μάταν

289ἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους.

Episode 5

Ἄτοσσα

290σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη

291κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ

292τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη.

293ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρειν

294θεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθος

295λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.

296τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν

297τῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳ

298ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;

Ἄγγελος

299Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.

Ἄτοσσα

300ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα

301καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.

Ἄγγελος

302Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς

303στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν.

304χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς

305πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·

306Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς

307θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.

308Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,

309οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα

310δινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα·

311πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου

312Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος

313Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.

314Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,

315ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,

316πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα

317ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.

318καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,

319σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.

320Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ

321νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι

322πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,

323Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν

324ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,

325κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς·

326Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,

327Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον

328ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.

329τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.

330πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά.

Ἄτοσσα

331αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,

332αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.

333ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·

334πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,

335ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι

336μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;

Ἄγγελος

337πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον

338ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν

339ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα

340ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος·

341Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν

342ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει

343ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος.

344μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;

345ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν,

346τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.

347θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.

Ἄτοσσα

348ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις;

Ἄγγελος

349ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.

Ἄτοσσα

350ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον·

351τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,

352ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;

Ἄγγελος

353ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ

354φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.

355ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ

356ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,

357ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,

358Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν

359ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε

360δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.

361ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον

362Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,

363πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,

364εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα

365λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,

366τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν

367ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,

368ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·

369ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,

370ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,

371πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.

372τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·

373οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.

374οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ

375δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ

376τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.

377ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο

378καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ

379ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·

380τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·

381πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος,

382καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν

383ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.

384καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς

385κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·

386ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα

387πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,

388πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα

389μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα

390ἀντηλάλαξε νησιώτιδος πέτρας

391ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν

392γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ

393παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,

394ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·

Ἄγγελος

395σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν.

396εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ

397ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,

398θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.

399τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας

400ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος

401ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν

402πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε,

403ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ

404παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,

405θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.

406καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος

407ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.

408εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον

409ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ

410ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς

411κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.

412τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ

413ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν

414ἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,

415αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις

416παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,

417Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως

418κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ

419σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,

420ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.

421ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον,

422φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,

423ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.

424τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον

425ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων

426ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ

427κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,

428ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο.

429κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα

430στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.

431εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷ

432πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.

Ἄτοσσα

433αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα

434Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.

Ἄγγελος

435εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν·

436τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθους

437ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.

Ἄτοσσα

438καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη;

439λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷ

440ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.

Ἄγγελος

441Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,

442ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,

443αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,

444τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.

Ἄτοσσα

445οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.

446ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;

Ἄγγελος

447νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,

448βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος

449Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.

450ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶν

451φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,

452κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,

453φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,

454κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς

455ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,

456αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας

457ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ

458κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν

459ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν

460πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο

461θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν·

462τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου

463παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,

464ἕως ἁπάντων ἐξαπέφθειραν βίον.

465Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·

466ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,

467ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·

468ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,

469πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,

470ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι

471πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.

Ἄτοσσα

472ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν

473Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν

474κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν

475οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·

476ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν

477τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.

478σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,

479ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;

Ἄγγελος

480ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην

481κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·

482στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ

483διώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος

484δίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶ

485διεκπερῶμεν ἔς τε Φωκέων χθόνα

486καὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ

487Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·

488κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον

489καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους

490βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνον

491δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.

492Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων

493χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον,

494Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,

495Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸς

496χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν

497ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις

498τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο

499λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.

500ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο

501στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·

502χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ

503ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.

504φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος

505μέσον πόρον διῆκε, θερμαίνων φλογί.

506πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοι

507ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.

508ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,

509Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,

510ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,

511ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν

512Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.

513ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων

514κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.

Χορός

515ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς

516ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.

Ἄτοσσα

517οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·

518ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,

519ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.

520ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε.

521ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις

522ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·

523ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα

524ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—

525ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις,

526ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.

527ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις

528πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·

529καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ,

530παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους,

531μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.

Anapests 1

Χορός

532ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν

533τῶν μεγαλαύχων καὶ πολυάνδρων

534στρατιὰν ὀλέσας

535ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων

536πένθει δνοφερῷ κατέκρυψας·

537πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτρας

538κατερεικόμεναι

539διαμυδαλέοις δάκρυσι κόλπους

540τέγγουσʼ, ἄλγους μετέχουσαι.

541αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν

542ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,

543λέκτρων εὐνὰς ἁβροχίτωνας,

544χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,

545πενθοῦσι γόοις ἀκορεστοτάτοις.

546κἀγὼ δὲ μόρον τῶν οἰχομένων

547αἴρω δοκίμως πολυπενθῆ.

Choral 6

Strophe 1

Χορός

548νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼ

549Ἀσιὰς ἐκκενουμένα.

550Ξέρξης μὲν ἄγαγεν, ποποῖ,

551Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ,

552Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνως

553βαρίδεσσι ποντίαις.

554τίπτε Δαρεῖος μὲν οὕ-

555τω τότʼ ἀβλαβὴς ἐπῆν

556τόξαρχος πολιήταις,

557Σουσίδαις φίλος ἄκτωρ;

Antistrophe 1

Χορός

558πεζούς τε γὰρ καὶ θαλασσίους

559λινόπτεροι κυανώπιδες

560νᾶες μὲν ἄγαγον, ποποῖ,

561νᾶες δʼ ἀπώλεσαν, τοτοῖ,

562νᾶες πανωλέθροισιν ἐμβολαῖς,

563αἵ τʼ Ἰαόνων χέρες.

564τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ

565αὐτὸν εἰσακούομεν

566Θρῄκης ἂμ πεδιήρεις

567δυσχίμους τε κελεύθους.

Strophe 2

Χορός

568τοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ,

569λειφθέντες πρὸς ἀνάγκας, ἠέ,

570ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,

571σύρονται· στένε καὶ δακνά-

572ζου, βαρὺ δʼ ἀμβόασον

573οὐράνιʼ ἄχη, ὀᾶ·

574τεῖνε δὲ δυσβάυκτον

575βοᾶτιν τάλαιναν αὐδάν.

Antistrophe 2

Χορός

576γναπτόμενοι δὲ δίνᾳ, φεῦ,

577σκύλλονται πρὸς ἀναύδων, ἠέ,

578παίδων τᾶς ἀμιάντου, ὀᾶ.

579πενθεῖ δʼ ἄνδρα δόμος στερη-

580θείς τοκέες τʼ ἄπαιδες

581δαιμόνιʼ ἄχη, ὀᾶ,

582δυρόμενοι γέροντες

583τὸ πᾶν δὴ κλύουσιν ἄλγος.

Strophe 3

Χορός

584τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴν

585οὐκέτι περσονομοῦνται,

586οὐδʼ ἔτι δασμοφοροῦσιν

587δεσποσύνοισιν ἀνάγκαις,

588οὐδʼ ἐς γᾶν προπίτνοντες

589ἅζονται· βασιλεία

590γὰρ διόλωλεν ἰσχύς.

Antistrophe 3

Χορός

591οὐδʼ ἔτι γλῶσσα βροτοῖσιν

592ἐν φυλακαῖς· λέλυται γὰρ

593λαὸς ἐλεύθερα βάζειν,

594ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.

595αἱμαχθεῖσα δʼ ἄρουραν

596Αἴαντος περικλύστα

597νᾶσος ἔχει τὰ Περσᾶν.

Episode 7

Ἄτοσσα

598φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,

599ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων

600κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ·

601ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι

602τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην.

603ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα

604ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,

605βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·

606τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.

607τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων

608χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν

609ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς

610φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,

611βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,

612τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,

613λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,

614ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο

615ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·

616τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον

617ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,

618ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,

619ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων

620ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα

621Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ

622τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.

Anapests 1

Χορός

623βασίλεια γύναι, πρέσβος Πέρσαις,

624σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,

625ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα

626φθιμένων πομποὺς

627εὔφρονας εἶναι κατὰ γαίας.

628ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,

629Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,

630πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·

631εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,

632μόνος ἂν θνητῶν πέρας εἴποι.

Choral 8

Strophe 1

Χορός

633ἦ ῥʼ ἀίει μου μακαρίτας

634ἰσοδαίμων βασιλεὺς

635βάρβαρʼ ἀσαφηνῆ

636ἱέντος τὰ παναίολʼ αἰ-

637ανῆ δύσθροα βάγματʼ, ἢ

638παντάλανʼ ἄχη διαβοάσω;

639νέρθεν ἆρα κλύει μου;

Antistrophe 1

Χορός

640ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι

641χθονίων ἁγεμόνες

642δαίμονα μεγαυχῆ

643ἰόντʼ αἰνέσατʼ ἐκ δόμων,

644Περσᾶν Σουσιγενῆ θεόν·

645πέμπετε δʼ ἄνω οἷον οὔπω

646Περσὶς αἶʼ ἐκάλυψεν.

Strophe 2

Χορός

647ἦ φίλος ἁνήρ, φίλος ὄχθος·

648φίλα γὰρ κέκευθεν ἤθη.

649Ἀιδωνεὺς δʼ ἀναπομ-

650πὸς ἀνείης, Ἀιδωνεύς,

651θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.

Antistrophe 2

Χορός

652οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ

653πολεμοφθόροισιν ἄταις,

654θεομήστωρ δʼ ἐκικλή-

655σκετο Πέρσαις, θεομήστωρ δʼ

656ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.

Strophe 3

Χορός

657βαλήν, ἀρχαῖος βαλήν,

658ἴθι, ἱκοῦ·

659ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,

660κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,

661βασιλείου τιάρας

662φάλαρον πιφαύσκων.

663βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.

Antistrophe 3

Χορός

664ὅπως αἰανῆ κλύῃς

665νέα τʼ ἄχη,

666δέσποτα δεσπότου φάνηθι.

667Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται·

668νεολαία γὰρ ἤδη

670κατὰ πᾶσʼ ὄλωλεν.

671βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.

Epode 7

Χορός

673αἰαῖ αἰαῖ·

674ὦ πολύκλαυτε φίλοισι θανών,

675τί τάδε δυνάτα δυνάτα

676περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;

677πᾶσαι γᾷ τᾷδʼ

678ἐξέφθινται τρίσκαλμοι

680νᾶες ἄναες ἄναες.

Episode 9

Anapests 1

Εἴδωλον Δαρείου

681ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆς

682Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;

683στένει, κέκοπται, καὶ χαράσσεται πέδον.

684λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας

685ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.

686ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου

687καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις

688οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον,

689ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ

690λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.

691ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ

692ἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου.

693τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·

Choral 10

Strophe 1

Χορός

694σέβομαι μὲν προσιδέσθαι,

695σέβομαι δʼ ἀντία λέξαι

696σέθεν ἀρχαίῳ περὶ τάρβει.

Δαρεῖος

697ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,

698μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων

699εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.

Antistrophe 1

Χορός

700δίεμαι μὲν χαρίσασθαι,

701δίεμαι δʼ ἀντία φάσθαι,

702λέξας δύσλεκτα φίλοισιν.

Episode 11

Trochees 1

Δαρεῖος

703ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,

704τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι,

705κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι

706λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.

707πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ

708γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω.

Ἄτοσσα

709ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ

710ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν

711βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,

712νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.

713πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.

714διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.

Δαρεῖος

715τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;

Ἄτοσσα

716οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.

Δαρεῖος

717τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.

Ἄτοσσα

718θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.

Δαρεῖος

719πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;

Ἄτοσσα

720ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

Δαρεῖος

721πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;

Ἄτοσσα

722μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.

Δαρεῖος

723καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν·

Ἄτοσσα

724ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.

Δαρεῖος

725φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.

Ἄτοσσα

726ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

Δαρεῖος

727καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;

Ἄτοσσα

728ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.

Δαρεῖος

729ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;

Ἄτοσσα

730πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.

Δαρεῖος

731ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.

Ἄτοσσα

732Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.

Δαρεῖος

733ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.

Ἄτοσσα

734μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—

Δαρεῖος

735πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;

Ἄτοσσα

736ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

Δαρεῖος

737καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;

Ἄτοσσα

738ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.

Δαρεῖος

739φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν

740Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που

741διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·

742ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.

743νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.

744παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·

745ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν

746ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·

747καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις

748περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,

749θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,

750καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν

751εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος

752οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.

Ἄτοσσα

753ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται

754θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις

755πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο

756ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.

757τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν

758τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.

Iambics 2

Δαρεῖος

759τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον

760μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω

761τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,

762ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,

763ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου

764ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.

765Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·

766ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·

767φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.

768τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,

769ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·

770Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,

771Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.

772θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.

773Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.

774πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ

775θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ

776Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,

777ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.

778ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.

779κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,

780κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·

781ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.

782Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,

783κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·

784εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,

785ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν,

786οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.

Χορός

787τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις

788λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι

789πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;

Δαρεῖος

790εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον,

791μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.

792αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.

Χορός

793πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;

Δαρεῖος

794κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.

Χορός

795ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον.

Δαρεῖος

796ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις

797στρατὸς κυρήσει νοστίμου σωτηρίας.

Χορός

798πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων

799περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;

Δαρεῖος

800παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν

801χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα

802βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ.

803κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ

804λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος.

805μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς

806ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·

807οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν,

808ὕβρεως ἄποινα κἀθέων φρονημάτων·

809οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη

810ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·

811βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα

812πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.

813τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα

814πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν

815κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται.

816τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς

817πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·

818θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ

819ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν

820ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.

821ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν

822ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.

823τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια

824μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις

825ὑπερφρονήσας τὸν παρόντα δαίμονα

826ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.

827Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν

828φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.

829πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,

830πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,

831λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.

832σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,

833ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς

834λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ

835κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι

836στημορραγοῦσι ποικίλων ἐσθημάτων.

837ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·

838μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.

839ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.

840ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως

841ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,

842ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.

Χορός

843ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι

844ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.

Ἄτοσσα

845ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ

846ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,

847ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι

848ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.

849ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων

850ὑπαντιάζειν παιδί μου πειράσομαι.

851οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.

Choral 12

Strophe 1

Χορός

852ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-

853λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,

854εὖθʼ ὁ γηραιὸς

855πανταρκὴς ἀκάκας

856ἄμαχος βασιλεὺς

857ἰσόθεος Δαρεῖος ἆρχε χώρας.

Antistrophe 1

Χορός

858πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-

859φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα

860πάντʼ ἐπηύθυνε,

861νόστοι δʼ ἐκ πολέμων

862ἀπόνους ἀπαθεῖς

863ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.

Strophe 2

Χορός

864ὅσσας δʼ εἷλε πόλεις πόρον

865οὐ διαβὰς Ἅλυος ποταμοῖο,

866οὐδʼ ἀφʼ ἑστίας συθείς,

867οἷαι Στρυμονίου πελά-

868γους Ἀχελωίδες εἰσὶ πάροικοι

870Θρῃκίων ἐπαύλων,

Antistrophe 2

Χορός

871λίμνας τʼ ἔκτοθεν αἳ κατὰ

872χέρσον ἐληλαμέναι πέρι πύργον

873τοῦδʼ ἄνακτος ἄιον,

875Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν

876εὐχόμεναι, μυχία τε Προποντίς,

877καὶ στόμωμα Πόντου·

Strophe 3

Χορός

879νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ

880ἅλιον περίκλυστοι

881τᾷδε γᾷ προσήμεναι

882οἵα Λέσβος ἐλαι-

883όφυτός τε Σάμος, Χίος

884ἠδὲ Πάρος, Νάξος, Μύκο-

885νος, Τήνῳ τε συνάπτουσʼ

886Ἀνδρος ἀγχιγείτων,

Antistrophe 3

Χορός

888καὶ τὰς ἀγχιάλους

889ἐκράτυνε μεσάκτους,

890Λῆμνον, Ἰκάρου θʼ ἕδος,

891καὶ Ῥόδον ἠδὲ Κνίδον

892Κυπρίας τε πόλεις, Πάφον,

893ἠδὲ Σόλους, Σαλαμῖνά τε,

895τᾶς νῦν ματρόπολις τῶνδʼ

896αἰτία στεναγμῶν.

Epode 7

Χορός

898καὶ τὰς εὐκτεάνους κατὰ

899κλῆρον Ἰαόνιον πολυάνδρους

900Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν.

901ἀκάματον δὲ παρῆν σθένος

902ἀνδρῶν τευχηστήρων

903παμμίκτων τʼ ἐπικούρων.

904νῦν δʼ οὐκ ἀμφιλόγως

905θεότρεπτα τάδʼ αὖ

906φέρομεν πολέμοισι

907δμαθέντες μεγάλως

908πλαγαῖσι ποντίαισιν.

Episode 13

Anapests 1

Ξέρξης

909ἰώ,

909bδύστηνος ἐγὼ στυγερᾶς μοίρας

910τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,

911ὡς ὠμοφρόνως δαίμων ἐνέβη

912Περσῶν γενεᾷ· τί πάθω τλήμων;

913λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη

914τήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν.

915εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶν

916τῶν οἰχομένων

917θανάτου κατὰ μοῖρα καλύψαι.

Anapests 2

Χορός

918ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς

919καὶ περσονόμου τιμῆς μεγάλης,

920κόσμου τʼ ἀνδρῶν,

921οὓς νῦν δαίμων ἐπέκειρεν.

922γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν

923ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου

924σάκτορι Περσᾶν. ᾁδοβάται γὰρ

925πολλοὶ φῶτες, χώρας ἄνθος,

926τοξοδάμαντες, πάνυ ταρφύς τις

927μυριὰς ἀνδρῶν, ἐξέφθινται.

928αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.

929Ἀσία δὲ χθών, βασιλεῦ γαίας,

930αἰνῶς αἰνῶς

931ἐπὶ γόνυ κέκλιται.

Choral 14

Strophe 1

Ξέρξης

932ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς

933μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ

934κακὸν ἄρʼ ἐγενόμαν.

Χορός

935πρόσφθογγόν σοι νόστου τὰν

936κακοφάτιδα βοάν,

937κακομέλετον ἰὰν

938Μαριανδυνοῦ θρηνητῆρος

939πέμψω πέμψω,

940πολύδακρυν ἰαχάν.

Antistrophe 1

Ξέρξης

941ἵετʼ αἰανῆ καὶ πάνδυρτον

942δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ

943μετάτροπος ἐπʼ ἐμοί.

Χορός

944ἥσω τοι τὰν πάνδυρτον,

945σὰ πάθη τε σέβων

946ἁλίτυπά τε βάρη,

947πόλεως γέννας πενθητῆρος·

948κλάγξω κλάγξω

949δὲ γόον ἀρίδακρυν.

Strophe 2

Ξέρξης

950Ἰάνων γὰρ ἀπηύρα,

951Ἰάνων ναύφρακτος

952Ἄρης ἑτεραλκὴς

953νυχίαν πλάκα κερσάμενος

954δυσδαίμονά τʼ ἀκτάν.

Χορός

955οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.—

956ποῦ δὲ φίλων ἄλλος ὄχλος,

957ποῦ δέ σοι παραστάται,

958οἷος ἦν Φαρανδάκης,

959Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ-

960γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ

961Ἀγβάτανα λιπών;

Antistrophe 2

Ξέρξης

962ὀλοοὺς ἀπέλειπον

963Τυρίας ἐκ ναὸς

964ἔρροντας ἐπʼ ἀκταῖς

965Σαλαμινιάσι στυφελοῦ

966θείνοντας ἐπʼ ἀκτᾶς.

Χορός

967οἰοιοῖ, βόα· ποῦ σοι Φαρνοῦχος

968Ἀριόμαρδός τʼ ἀγαθός,

969ποῦ δὲ Σευάλκης ἄναξ,

970ἢ Λίλαιος εὐπάτωρ,

971Μέμφις, Θάρυβις, καὶ Μασίστρας,

972Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας;

973τάδε σʼ ἐπανερόμαν.

Strophe 3

Ξέρξης

974ἰὼ ἰώ μοί μοι

975τὰς ὠγυγίους κατιδόντες

976στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,

977ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.

Χορός

978ἦ καὶ τὸν Περσᾶν αὐτοῦ

979τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν

980μυρία μυρία πεμπαστὰν

981Βατανώχου παῖδʼ Ἄλπιστον

982τοῦ Σησάμα τοῦ Μεγαβάτα,

983Πάρθον τε μέγαν τʼ Οἰβάρην

984ἔλιπες ἔλιπες;

985ὢ ὢ ὢ δᾴων.

986Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.

Antistrophe 3

Ξέρξης

988ἰὼ ἰὼ δῆτα

989ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις

990κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.

991βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ.

Χορός

992καὶ μὴν ἄλλους γε ποθοῦμεν,

993Μάρδων ἀνδρῶν μυριοταγὸν

994Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην,

995Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην

996ἱππιάνακτας,

997Κηγδαδάταν καὶ Λυθίμναν

998Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον.

999ἔταφον ἔταφον,

1000οὐκ ἀμφὶ σκηναῖς

1001τροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους.

Strophe 4

Ξέρξης

1002βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.

Χορός

1003βεβᾶσιν, οἴ, νώνυμοι.

Ξέρξης

1004ἰὴ ἰή, ἰὼ ἰώ.

Χορός

1005ἰὼ ἰώ, δαίμονες,

1006ἔθεθʼ ἄελπτον κακὸν

1007διαπρέπον, οἷον δέδορκεν Ἄτα.

Antistrophe 4

Ξέρξης

1008πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ·

Χορός

1009πεπλήγμεθʼ· εὔδηλα γάρ·

Ξέρξης

1010νέᾳ νέᾳ δύᾳ δύᾳ.

Χορός

1012κύρσαντες οὐκ εὐτυχῶς

1011Ἰάνων ναυβατᾶν.

1013δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

Strophe 5

Ξέρξης

1014πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ-

1015τον τάλας πέπληγμαι.

Χορός

1016τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.

Ξέρξης

1017ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;

Χορός

1018ὁρῶ ὁρῶ.

Ξέρξης

1020τόνδε τʼ ὀιστοδέγμονα—

Χορός

1021τί τόδε λέγεις σεσωσμένον;

Ξέρξης

1022θησαυρὸν βελέεσσιν;

Χορός

1023βαιά γʼ ὡς ἀπὸ πολλῶν.

Ξέρξης

1024ἐσπανίσμεθʼ ἀρωγῶν.

Χορός

1025Ἰάνων λαὸς οὐ φυγαίχμας.

Antistrophe 5

Ξέρξης

1026ἀγανόρειος· κατεῖ-

1027δον δὲ πῆμʼ ἄελπτον.

Χορός

1028τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;

Ξέρξης

1030πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ.

Χορός

1031παπαῖ παπαῖ.

Ξέρξης

1032καὶ πλέον ἢ παπαῖ μὲν οὖν.

Χορός

1033δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—

Ξέρξης

1034λυπρά, χάρματα δʼ ἐχθροῖς.

Χορός

1035καὶ σθένος γʼ ἐκολούσθη—

Ξέρξης

1036γυμνός εἰμι προπομπῶν.

Χορός

1037φίλων ἄταισι ποντίαισιν·

Strophe 6

Ξέρξης

1038δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι.

Χορός

1039αἰαῖ αἰαῖ, δύα δύα.

Ξέρξης

1040βόα νυν ἀντίδουπά μοι.

Χορός

1041δόσιν κακὰν κακῶν κακοῖς.

Ξέρξης

1042ἴυζε μέλος ὁμοῦ τιθείς.

Χορός

1043ὀτοτοτοτοῖ.

1044βαρεῖά γʼ ἅδε συμφορά.

1045οἲ μάλα καὶ τόδʼ ἀλγῶ.

Antistrophe 6

Ξέρξης

1046ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν.

Χορός

1047διαίνομαι γοεδνὸς ὤν.

Ξέρξης

1048βόα νυν ἀντίδουπά μοι.

Χορός

1049μέλειν πάρεστι, δέσποτα.

Ξέρξης

1050ἐπορθίαζέ νυν γόοις.

Χορός

1051ὀτοτοτοτοῖ.

1052μέλαινα δʼ ἀμμεμείξεται,

1053οἴ, στονόεσσα πλαγά.

Strophe 7

Ξέρξης

1054καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.

Χορός

1055ἄνιʼ ἄνια.

Ξέρξης

1056καί μοι γενείου πέρθε λευκήρη τρίχα.

Χορός

1057ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.

Ξέρξης

1058ἀύτει δʼ ὀξύ.

Χορός

1059καὶ τάδʼ ἔρξω.

Antistrophe 7

Ξέρξης

1060πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.

Χορός

1061ἄνιʼ ἄνια.

Ξέρξης

1062καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.

Χορός

1063ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.

Ξέρξης

1064διαίνου δʼ ὄσσε.

Χορός

1065τέγγομαί τοι.

Epode 15

Ξέρξης

1066βόα νυν ἀντίδουπά μοι.

Χορός

1067οἰοῖ οἰοῖ.

Ξέρξης

1068αἰακτὸς ἐς δόμους κίε.

Χορός

1070ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.

Ξέρξης

1071ἰωὰ δὴ κατʼ ἄστυ.

Χορός

1072ἰωὰ δῆτα, ναὶ ναί.

Ξέρξης

1073γοᾶσθʼ…

Χ…

The complete text is available when the reading interface loads.