Προμηθεὺς Δεσμώτης
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Arthur Sidgwick
- Edition reference
- Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Τὰ τοῦ δράματος πρόσωπα:
Κράτος καὶ Βία Ἥφαιστος Προμηθεύς χορὸς Ὠκεανίδων Ὠκεανός Ἰὼ Ἰνάχου Ἑρμῆς [Γῆ Ἡρακλῆςδραματις περσοναε] Γῆ ετ Ἡρακλῆς εχ Προμηθέως Λυομένου περσονις ερρορε ηυξ τρανσλατι]
Episode 2
Κράτος
1Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
2Σκύθην ἐς οἶμον, ἄβατον ἄβατον schol. Rav. Ar. Ran. 814 et recc.: ἄβατόν τ᾽ M: ἄβροτον (e Suida et schol. Hom. Il. xiv. 78) Porson εἰς ἐρημίαν.
3Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
4ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
6ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. ἀδαμαντίνων δεσμῶν ... πέδαις (e schol. Ar. Ran. 814) Canter: ἀδαμαντίναις πέδῃσιν ... πέτραις M
7τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
8θνητοῖσι κλέψας ὤπασεν: τοιᾶσδέ τοι
9ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
11στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
12Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
13ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
14ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
15δῆσαι βίᾳ φάραγγι πρὸς πρὸς] τῇ (προς supra scr.) M δυσχειμέρῳ.
16πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
17ἐξωριάζειν ἐξωριάζειν] εὐωριάζειν e Phot. et Hesych. Porson γὰρ πατρὸς λόγους βαρύ.
18τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
19ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
20προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ πάγῳ recc.: τόπῳ M
21ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
22ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
23χροιᾶς ἀμείψεις ἄνθος: ἀσμένῳ δέ σοι
24ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
26αἰεὶ αἰεὶ G: ἀεὶ cett. codd. δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
27τρύσει σ᾽: ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
28τοιαῦτ᾽ ἐπηύρου ἐπηύρου Elmsley: ἐπηύρω M τοῦ φιλανθρώπου τρόπου.
29θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
31ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
32ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ:
33πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
34φθέγξει: Διὸς γὰρ δυσπαραίτητοι φρένες:
35ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος
36εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην;
37τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
38ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
39τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
Κράτος
40σύμφημ᾽: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων Κρ. add. m1
41οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
42αἰεί γε αἰεί γε rec.: αἰεί τε M δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
43ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι: σὺ δὲ
44τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
45ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος
46τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
47τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
48ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
49ἅπαντ᾽ ἐπαχθῆ ἐπαχθῆ Stanley: ἐπράχθη codd. πλὴν θεοῖσι κοιρανεῖν.
50ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
51ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
52οὔκουν ἐπείξει τῷδε δεσμὰ περιβαλεῖν,
53ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος
54καὶ δὴ πρόχειρα ψάλια ψέλια recc. δέρκεσθαι πάρα.
Κράτος
55βαλών βαλών Stanley: λαβών codd. νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
56ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
57περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος
58ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
59δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον. πόρον M recc.: πόρους (e schol. Ar. Eq. 756) Porson
Ἥφαιστος
60ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.
Κράτος
61καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
62μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
63πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
64ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
65στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
Ἥφαιστος
66αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω ὑποστένω mutatum in ὑπερστένω M πόνων.
Κράτος
67σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
68στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
69ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
70ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. τωνδε, ό supra scr. M
71ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
72δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.
Κράτος
73ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
74χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
75καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
Κράτος
76ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας:
77ὡς οὑπιτιμητής γε γε recc. m1: σε M τῶν ἔργων βαρύς.
Ἥφαιστος
78ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
79σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
80ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι.
Ἥφαιστος
81στείχωμεν: ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
Κράτος
82ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
83συλῶν ἐφημέροισι προστίθει. τί σοι
84οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
85ψευδωνύμως σε δαίμονες Προμηθέα
86καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως,
87ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τέχνης. τέχνης M: τύχης recc. aliquot
Προμηθεύς
88ὦ δῖος δῖος Victorius: διὸς codd. αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
89ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
90ἀνήριθμον γέλασμα, παμμῆτόρ παμμῆτόρ recc.: παμμήτωρ M τε γῆ,
91καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ:
92ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
93δέρχθηθ᾽ οἵαις αἰκίαισιν
94διακναιόμενος τὸν μυριετῆ
Anapests 1
Προμηθεύς
95χρόνον ἀθλεύσω.
96τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
97ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
98φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
99πῆμα στενάχω, πῇ πῇ Turnebus: ποῖ codd. ποτε μόχθων
100χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.
101καίτοι τί φημι; πάντα προυξεπίσταμαι
102σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον
103πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
104αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
105τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
106ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
107οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
108πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας:
109ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
110πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
111πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
112τοιῶνδε τοιῶνδε recc.: τοιάσδε M ποινὰς ἀμπλακημάτων τίνω
113ὑπαιθρίοις ὑπαιθρίοις Blomfield: ὑπαίθριος codd. δεσμοῖς πεπασσαλευμένος. δεσμοῖς πεπασσαλευμένος C. G. Haupt: δεσμοῖσι πασσαλευμένος M recc. aliquot: δεσμοῖσι πασσαλευτός recc. plerique
Lyric 2
Προμηθεύς
114ἆ ἆ [ἔα ἔα]. ἔα ἔα seclusit Dindorf
115τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,
116θεόσυτος, θεόσυτος rec.: θεόσυτος codd. cett. ἢ βρότειος, ἢ κεκραμένη;
117ἵκετο τερμόνιον ἐπὶ πάγον
118πόνων ἐμῶν ἐμῶν recc.: ἡμῶν M θεωρός, ἢ τί δὴ θέλων;
119ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,
120τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
Anapests 3
Προμηθεύς
121δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
122τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
123διὰ τὴν λίαν φιλότητα βροτῶν.
124φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
125πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς
126πτερύγων ῥιπαῖς ὑποσυρίζει.
127πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Choral 3
Strophe 1
Χορός
128μηδὲν φοβηθῇς: φιλία γὰρ ἅδε ἅδε Hermann: ἥδε codd. τάξις
129πτερύγων θοαῖς ἁμίλλαις
130προσέβα τόνδε πάγον, πατρῴας
131μόγις παρειποῦσα φρένας.
132κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι:
133κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων
134μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν θεμερῶπιν M: θερμερῶπιν (ρ adscripto verae lectioni) m1 recc. αἰδῶ:
135σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
Anapests 2
Προμηθεύς
136αἰαῖ αἰαῖ, αἲ ter M
137τῆς πολυτέκνου Τηθύος ἔκγονα,
138τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
139χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
140πατρὸς Ὠκεανοῦ,
141δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,
142προσπορπατὸς προσπορπατὸς adscripsit m1: πρὸς πατρὸς M τῆσδε φάραγγος
143σκοπέλοις ἐν ἄκροις
144φρουρὰν ἄζηλον ὀχήσω.
Antistrophe 1
Χορός
145λεύσσω, Προμηθεῦ: φοβερὰ φοβερὰ] δνοφερὰ Hirschig δ᾽ ἐμοῖσιν ὄσσοις
145aὁμίχλα προσῇξε πλήρης
146δακρύων σὸν δέμας εἰσιδοῦσαν εἰσιδοῦσαν Hermann: εἰσίδουσα M: εἰσιδοῦσιν recc. aliquot
147πέτραις προσαυαινόμενον
148ταῖσδ᾽ ταῖσδ᾽ Victorius: ταῖς codd. ἀδαμαντοδέτοισι Turnebus: ἀδαμαντοδέτοις M recc. ἀδαμαντοδέτοισι λύμαις:
149νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου:
150νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως ἀθέτως ex Hesych. Bentley: ἀθέσμως codd. κρατύνει,
151τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Anapests 4
Προμηθεύς
152εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ θ᾽ Turnebus, Ἅιδου Blomfield: τ᾽ ἀίδου codd. Ἅιδου
153τοῦ νεκροδέγμονος εἰς ἀπέραντον
154Τάρταρον ἧκεν,
155δεσμοῖς ἀλύτοις ἀγρίως ἀγρίως recc.: ἀγρίοις M πελάσας,
156ὡς μήτε ὡς μήτε Turnebus: ὡς μήποτε codd. θεὸς μήτε τις ἄλλος
157τοῖσδ᾽ ἐπεγήθει.
158νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
159ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Strophe 2
Χορός
160τίς ὧδε τλησικάρδιος
161θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
162τίς οὐ ξυνασχαλᾷ κακοῖς
163τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ αἰεὶ M
164θέμενος ἄγναμπτον νόον
165δάμναται οὐρανίαν
166γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ,
167ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Anapests 6
Προμηθεύς
168ἦ μὴν ἔτ᾽ ἐμοῦ, ἔτ᾽ ἐμοῦ recc.: ἔτ᾽ ἀπ᾽ ἐμοῦ M καίπερ κρατεραῖς
169ἐν γυιοπέδαις γυιοπέδαις recc.: γυοπέδαις M αἰκιζομένου,
170χρείαν ἕξει μακάρων πρύτανις,
171δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὑφ᾽ ex ἀφ᾽ factum M ὅτου
172σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
173καί μ᾽ οὔτε οὔτε Porson: οὔτι recc.: οὔτοι M μελιγλώσσοις πειθοῦς
174ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
175οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
176καταμηνύσω,
177πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
178ποινάς τε τίνειν τε τίνειν Porson: τέ μοι τίνειν M
179τῆσδ᾽ τῆσδ᾽ recc.: τῆς M αἰκίας ἐθελήσῃ.
Antistrophe 2
Χορός
180σὺ μὲν θρασύς τε καὶ πικραῖς
181δύαισιν οὐδὲν ἐπιχαλᾷς,
182ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
183ἐμὰς δὲ φρένας ἐρέθισε ἐρέθισε Turnebus: ἠρέθισε codd. διάτορος φόβος:
184δέδια δ᾽ δ᾽ Proson: γὰρ codd. ἀμφὶ σαῖς τύχαις,
185πᾷ πᾷ Turnebus: ὕπᾳ M: ὅπα recc. ποτε τῶνδε πόνων
186χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν: ἀκίχητα γὰρ
187ἤθεα καὶ κέαρ ἀπαράμυθον ἀπαράμυθον recc. aliquot: οὐ παράμυθον M, recc. cett. ἔχει Κρόνου παῖς.
Anapests 8
Προμηθεύς
188οἶδ᾽ ὅτι τραχὺς καὶ καὶ recc.: τε καὶ M recc. plerique παρ᾽ ἑαυτῷ
189τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω] ὀίω (in M ex ἰὼ factum) eiecit Brunck
190μαλακογνώμων
191ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ: ῥαισθῇ recc. plerique: ῥωσθῇ (ω in litura) M
192τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
193εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
194σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
Episode 4
Χορός
195πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
196ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
197οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:
198δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
199ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
200ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
201ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
202στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
203οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
204ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
205σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
206ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
207Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
208οὐκ ἠδυνήθην: αἱμύλας δὲ μηχανὰς
209ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν:
211ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
212καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
213τὸ μέλλον ᾗ κραίνοιτο κρανοῖτο Elmsley προυτεθεσπίκει,
214ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
215χρείη, χρείη Dawes: χρὴ: ἢ M (χρεῖ᾽ ἦ in margine m1): χρὴ ἢ recc. δόλῳ δὲ δὲ omissum in M supplevit m1 τοὺς ὑπερσχόντας ὑπερσχόντας Proson: ὑπερέχοντας codd. κρατεῖν.
216τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
217οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
218κράτιστα δή μοι τῶν παρεστώτων τότε
219ἐφαίνετ᾽ εἶναι προσλαβόντα προσλαβόντα recc.: προσλαβόντι M μητέρα
220ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
221ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
222κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
223αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
224ὁ τῶν θεῶν τύραννος ὠφελημένος
225κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο. ἀντημείψατο recc.: ἐξημείψατο M
226ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
227νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
228ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
229αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
230ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
231καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
232ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
233ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
234οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος
235τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
236καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
237ἐγὼ δ᾽ ἐτόλμησ᾽: δ᾽ ἐτόλμησ᾽ rec.: δὲ τόλμησ᾽ M: δὲ τόλμης vel δὲ τολμῆς recc. ἐξελυσάμην βροτοὺς
238τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
239τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν:
241θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
242οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς ἀλλὰ νηλεῶς Elmsley: ἀλλ᾽ ἀνηλεῶς codd.
243ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορός
244σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
245ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
246μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
247ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην ἠλγύνθην recc.: ἀλγύνθην M κέαρ.
Προμηθεύς
248καὶ μὴν φίλοις <γ᾽> γ᾽ add. Wecklein ἐλεινὸς ἐλεινὸς Porson: ἐλεεινὸς codd. εἰσορᾶν ἐγώ.
Χορός
249μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
250θνητοὺς θνητοὺς recc.: θνητούς τ᾽ M ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός
251τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
252τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
253μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
254πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
255καὶ νῦν φλογωπὸν πῦρ πῦρ] σπέρμ᾽ Weil ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύς
256ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
257τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
Προμηθεύς
258αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
259οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; Πρ. Χο. add. Welcker: choro continuant codd.
Προμηθεύς
260οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
261δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
262ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
263καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν
264μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
Προμηθεύς
265ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
266ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
267πράσσοντ᾽: τὸν κακῶς πράσσοντ᾽ Stanley: τοὺς κ. πράσσοντας codd. ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.
268ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι:
269θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
270οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με τοιαῖσδε Wecklein
271κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
272τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
273καί μοι καίτοι Robortello τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
274πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
275ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
276πίθεσθέ πίθεσθε (bis) Blomfield: πείθεσθε (bis) codd. μοι, πίθεσθε, συμπονήσατε
277τῷ νῦν μογοῦντι. ταὐτά τοι ταὐτά τοι schol. et recc.: ταῦτά τοι M πλανωμένη
278πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
Anapests 1
Χορός
279οὐκ ἀκούσαις ἐπεθώυξας
280τοῦτο, Προμηθεῦ.
281καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
282θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
283πόρον οἰωνῶν, ὀκριοέσσῃ
284χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Anapests 2
Ὠκεανός
286ἥκω δολιχῆς τέρμα κελεύθου
287διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
288τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
289γνώμῃ στομίων ἄτερ εὐθύνων:
290ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
291τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
292ἐσαναγκάζει,
293χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
294μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
295γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
296χαριτογλωσσεῖν χαριτογλωσσεῖν ex Athenaeo Turnebus: σὲ τὸ χαριτογλωσσεῖν M ἔνι μοι: φέρε γὰρ
297σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν:
298οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
299φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
300ἔα: τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
301ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
302ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
303αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
304ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας
305ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
306δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
307τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
308οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
309ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
310θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
311γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
312νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
313εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
314ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω
315θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον ὄχλον Döderlein: χόλον codd.
316παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
317ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,
318ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
319ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε:
320τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
321γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
322σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
323πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
324οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
325πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
326τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
327καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
328ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων:
329σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
330ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
331γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
332ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς,
333πάντων μετασχὼν μετασχεῖν Weil καὶ τετολμηκὼς ἐμοί. συντετολμηκώς τ᾽ Jebb (ad Ant. 537)
334καὶ νῦν ἔασον μηδέ μηδέ recc.: μηδέν M σοι μελησάτω.
335πάντως γὰρ οὐ πείσεις πείσεις recc.: πείθεις M νιν: οὐ γὰρ εὐπιθής. εὐπιθής recc.: εὐπειθής M
336πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
337πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
338ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
339ὁρμώμενον δὲ μηδαμῶς μ᾽ μ᾽ add. recc. duo: omittunt codd. cett. ἀντισπάσῃς.
340αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
341δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
342τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ κοὐδαμῇ recc.: κ᾽ οὐδὲ μὴ M λήξω ποτέ:
343προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
344μηδὲν πόνει: μάτην γὰρ οὐδὲν ὠφελῶν
345ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
346ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
347ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὕνεκα
348θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
349οὐ δῆτ᾽, ἐπεί με χαἰ χαἰ Porson: καὶ codd. κασιγνήτου τύχαιOceano tribuunt codd.: recte Prometheo continuavit Elmsley
350τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς πρὸς recc.: ἐς M ἑσπέρους τόπους
351ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
352ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
353τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
354ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας
355ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
356Τυφῶνα θοῦρον, πᾶσι δ᾽ πᾶσι δ᾽ Minckwitz, Hermann: πᾶσιν ὃς M recc. aliquot ἀντέστη θεοῖς,
357σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον: φόβον] φόνον recc.
358ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
359ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ:
360ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
361καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
362ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
363κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
364ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
365καὶ νῦν ἀχρεῖον καὶ παράορον παράορον Bergk: παράωρον M δέμας
366κεῖται στενωποῦ πλησίον θαλασσίου
367ἰπούμενος ἰπούμενος M: ἰπνούμενος m1 recc. ῥίζαισιν Αἰτναίαις ὕπο:
368κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
369Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε
370ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
371τῆς καλλικάρπου Σικελίας λευροὺς γύας:
372τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
373θερμοῖς θερμοῖς rec.: θερμῆς codd. cett. ἀπλάτου ἀπλάτου Schütz: ἀπλήστου codd. βέλεσι πυρπνόου ζάλης,
374καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
375σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου Πρ. add. m1
376χρῄζεις: σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι:
377ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
378ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
379οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
380ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
381ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
382καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ ἰσχναίνῃ recc.: ἰσχναίει (ν postea inserto in ἰσχναίνει mutatum M βίᾳ.
Ὠκεανός
383ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
384ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
385μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
Ὠκεανός
386ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
387κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύς
388ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
Ὠκεανός
389σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
390μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ὠκεανός
391ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
392τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.
Ὠκεανός
393ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
394στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ὠκεανός
395ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
396λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς
397τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν δέ τἂν Blomfield: δ᾽ ἔτ᾽ ἂν M
398σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
Choral 5
Strophe 1
Χορός
399στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ:
400δακρυσίστακτα δακρυσίστακτα Minckwitz: δακρυσίστακτον codd. δ᾽ ἀπ᾽ ὄσσων
401ῥαδινῶν λειβομένα ῥέος παρειὰν
402νοτίοις ἔτεγξα παγαῖς:
403ἀμέγαρτα γὰρ τάδε Ζεὺς
404ἰδίοις νόμοις κρατύνων
405ὑπερήφανον ὑπερήφανος, ν supra scr., M θεοῖς τοῖς
406πάρος ἐνδείκνυσιν ἐνδείκνυσιν recc.: ἐνδεικνύειν M αἰχμάν.
Antistrophe 1
Χορός
407πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,
408μεγαλοσχήμονά τ᾽ ἀρχαι-
409οπρεπῆ.... στένουσι τὰν σὰνlacuna varie suppleta: περθομέναν Dindorf: δυρόμενοι Fritzsche: θ᾽ ἑσπέριοι Wecklein: nihil certum
410συνομαιμόνων τε τιμάν,
411ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς
412Ἀσίας ἕδος νέμονται,
413μεγαλοστόνοισι σοῖς πή-
414μασι συγκάμνουσι θνατοί.
Strophe 2
Χορός
415Κολχίδος τε γᾶς ἔνοικοι
416παρθένοι, μάχας ἄτρεστοι,
417καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
418ἔσχατον τόπον ἀμφὶ Μαι-
419ῶτιν ἔχουσι λίμναν,
Antistrophe 2
Χορός
420†Ἀραβίας Ἀραβίας] Ἀρίας Heimsoeth τ᾽ ἄρειον ἄνθος,
421ὑψίκρημνον οἳ οἳ Elmsley: θ᾽ οἳ M codd. plerique πόλισμα
422Καυκάσου πέλας νέμονται, νέμονται recc.: νέμουσι M
423δάιος στρατός, ὀξυπρῴ-
424ροισι βρέμων ἐν αἰχμαῖς.
Epode 5
Χορός
425†μόνον δὲ δὲ recc.: δὴ M πρόσθεν [ἄλλον ἄλλον seclusit Hermann] ἐν πόνοιςolim pro epodo habitum: rectius in stropham et antistr. divisti Hermann
426δαμέντ᾽ [ἀδαμαντοδέτοις ἀδαμαντοδέτοις (rec.: ἀκαμαντοδέτοις codd. cett.) λύμαις ut ex 148 translatum, Τιτᾶνα ut errore adscriptum, seclusit Heimsoeth: fortasse cum eodem εἰδόμαν θεῶν (vel θεὸν M) δάμεντ᾽ legendum
427Τιτᾶνα λύμαις] εἰσιδόμαν θεῶν,
428Ἄτλαντος Ἄτλαντος Halm: Ἄτλανθ᾽ ὃς recc.: Ἄτλανθ᾽ ὡς M [αἰὲν αἰὲν seclusit Halm] ὑπέροχον ὑπέροχον rec.: ὑπείροχον codd. cett. σθένος κραταιόν,
429<ὃς γᾶν ὃς γᾶν add. Halm> οὐράνιόν τε πόλον
430νώτοις ὑποστενάζει.†
Epode 6
Χορός
431βοᾷ δὲ πόντιος κλύδων
432ξυμπίτνων, στένει βυθός, βυθός recc.: βαθὺς M
433κελαινὸς [δ᾽ δ᾽ seclusit Lachmann] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
434παγαί θ᾽ ἁγνορύτων ἁγνορύτων ex ἁγνωρύτων factum M ποταμῶν
435στένουσιν ἄλγος οἰκτρόν.
Episode 6
Προμηθεύς
436μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
437σιγᾶν με: συννοίᾳ δὲ δάπτομαι κέαρ,
438ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον. προυσελούμενον Askew: προσηλούμενον (ε supra scr.) M
439καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
441ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
442ὑμῖν λέγοιμι: τἀν βροτοῖς δὲ πήματα
443ἀκούσαθ᾽, ὥς σφας ὥσφας M νηπίους ὄντας τὸ πρὶν
444ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
445λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
446ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
447οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
448κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
449ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς
451δόμους προσείλους προσείλους recc.: προσήλους (ει supra η scr.) M ᾖσαν, οὐ ξυλουργίαν:
452κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
453μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
454ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
456θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
457ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
458ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
459καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, σοφισμάτων recc.: νοσφισμάτων M, σοφις in margine m1
460ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
461μνήμην θ᾽ θ᾽ recc., et in M supra scripsit m1 ἁπάντων, μουσομήτορ᾽ ἐργάνην. ἐργάνην Stobaeus, Flor. 71, 1 et nota in rec. adscripta: ἐργάτιν (τιν in litura m1) M
462κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
463ζεύγλαισι δουλεύοντα σάγμασίν σάγμασίν Pauw: σώμασιν M θ᾽, ὅπως
464θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465γένοινθ᾽, γένοινθ᾽ Dawes: γένωνθ᾽ codd. ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους
466ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
467θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
468λινόπτερ᾽ ηὗρε ναυτίλων ναυτίλων recc.: ναυτιλόχων M ὀχήματα.
469τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
470βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ σόφισμ᾽ ὅτῳ recc.: σοφισμάτων (ὅτω supra scr. m1) M
471τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
472πέπονθας αἰκὲς αἰκὲς Porson: ἀεικὲς codd. πῆμ᾽: ἀποσφαλεὶς φρενῶν
473πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
474πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
475εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
476τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον,
477οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
478τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
479οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε οὔτε recc.: οὐδε M βρώσιμον,
480οὐ χριστόν, οὔτε πιστόν, ἀλλὰ φαρμάκων
481χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
482ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
483αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
484τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
485κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
486ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
487ἐγνώρισ᾽ αὐτοῖς: ἐνοδίους τε συμβόλους:
488γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
489διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν
490εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
491ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
492ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι:
493σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
494ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν,
495χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν:
496κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
497ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
498ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
499ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
500τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς
501κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,
502χαλκόν, σίδηρον, σίδηρον recc.: σίδαρον M ἄργυρον, χρυσόν τε τε recc.: δὲ M τίς
503φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
504οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.
505βραχεῖ δὲ μύθῳ πάντα πάντα recc.: ταῦτα M συλλήβδην μάθε,
506πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
507μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
508σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ
509εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
510λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
511οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
512κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
513δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
514τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
515τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς
516Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
Χορός
517τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
518οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
519τί γὰρ πέπρωται Ζηνὶ πλὴν πλὴν recc.: πρὶν M ἀεὶ κρατεῖν;
Προμηθεύς
520τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός
521ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
522ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
523καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
524ὅσον μάλιστα: τόνδε γὰρ σῴζων ἐγὼ
525δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Choral 7
Strophe 1
Χορός
526μηδάμ᾽ ὁ πάντα νέμων
527θεῖτ᾽ θεῖτο M ἐμᾷ γνώμᾳ κράτος
528ἀντίπαλον Ζεύς,
529μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις
530θοίναις ποτινισσομένα
531βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄ-
532σβεστον πόρον,
533μηδ᾽ ἀλίτοιμι λόγοις:
534μάλα μοι τοῦτ᾽ μάλα μοι τοῦτ᾽ Hermann: ἀλλά μοι τόδ᾽ codd. ἐμμένοι
535καὶ μήποτ᾽ ἐκτακείη:
Antistrophe 1
Χορός
536ἁδύ τι θαρσαλέαις
537τὸν μακρὸν τείνειν βίον
538ἐλπίσι, φαναῖς
539θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.
540φρίσσω δέ σε δερκομένα
541μυρίοις μόχθοις γυιοφθόροις supplet Dindorf διακναιόμενον
542???Ζῆνα γὰρ οὐ τρομέων
543ἰδίᾳ γνώμᾳ σέβει
544θνατοὺς ἄγαν, Προμηθεῦ.
Strophe 2
Χορός
545φέρ᾽ ὅπως ἄχαρις χάρις, ἄχαρις χάρις Turnebus: χάρις ἄχαρις codd. ὦ φίλος, εἰ-
546πὲ ποῦ τις ἀλκά;
547τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης
548ὀλιγοδρανίαν ἄκικυν,
549ἰσόνειρον, ᾇ τὸ φωτῶν
550ἀλαὸν <δέδεται δέδεται add. Hermann, Meineke> γένος ἐμπεποδισμένον:
551οὔπως οὔπως Paley: οὔποτε codd. τὰν Διὸς ἁρμονίαν
552θνατῶν παρεξίασι βουλαί.
Antistrophe 2
Χορός
553ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ προσιδοῦσ᾽ recc.: προϊδοῦσ᾽ M ὀλοὰς
554τύχας, Προμηθεῦ.
555τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
555aτόδ᾽ ἐκεῖνό θ᾽ ὅ τ᾽ ἐκεῖνό θ᾽ ὅτ᾽ Brunck: ἐκεῖν᾽ ὅτε τότ᾽ M: ἐκεῖνό τε, ὅτ᾽ rec. ἀμφὶ λουτρὰ
556καὶ λέχος σὸν ὑμεναίουν
557ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον
558ἕδνοις ἄγαγες Ἡσιόναν
560πείθων πείθων M, postea mutatum in πιθών δάμαρτα κοινόλεκτρον.
Episode 8
Anapests 1
Ἰώ
561τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
562τόνδε χαλινοῖς χαλινοῖς recc.: χαλινοῖσιν M ἐν πετρίνοισιν
563χειμαζόμενον;
564τίνος ἀμπλακίας ποινὰς ὀλέκει;
565σήμηνον ὅποι
565aγῆς ἡ μογερὰ πεπλάνημαι.
Lyric 2
Ἰώ
566ἆ ἆ,
567χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος:
568εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ᾽ ἆ δᾶ: ἄλευ ἆ δᾶ M φοβοῦμαι, φοβοῦμαι omittunt recc. duo, et suspectum
569τὸν μυριωπὸν εἰσορῶσα βούταν.
570ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
570aὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
571ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν
572ἐξ ἐνέρων περῶν κυναγεῖ, κυναγεῖ Hermann: κυνηγετεῖ codd. πλανᾷ
573τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
Choral 9
Strophe 1
Ἰώ
574ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
575ἀχέτας ὑπνοδόταν νόμον: ἰὼ ἰὼ πόποι, πόποι Seidler: ποῖ ποῖ π᾽ όπ᾽ οἰ π᾽ όπ᾽ οἰ M
576ποῖ μ᾽ ποῖ μ᾽ recc.: πῇ μ᾽ M ἄγουσ᾽ ἄγουσ᾽ ὦ πόποι scripsi: ἄγουσι M <ὦ πόποι> τηλέπλανοι τηλέπλανοι Seidler: τηλέπλαγκτοι M πλάναι m1, recc.: πλάνοι M πλάναι;
577τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε
578ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
579πημοσύναις, πημοσύναις Hermann: πημοναῖσιν codd. ἐή, ἐή Dindorf: ἓ ἕ M
580οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
581παράκοπον ὧδε τείρεις;
582πυρί <με> με add. Elmsley φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
583δάκεσι δὸς βοράν,
584μηδέ μοι φθονήσῃς
585εὐγμάτων, ἄναξ.
585aἄδην με πολύπλανοι πλάναι
586γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
587πημονὰς ἀλύξω.
588κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
589πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
590τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
591ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
592Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Antistrophe 1
Ἰώ
593πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
594εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας,
595τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς:
596θεόσυτόν θεόσσυτόν codd. τε νόσον ὠνόμασας,
597ἃ μαραίνει με χρίουσα κέντροις, ἰώ, κέντροις, ἰώ, Reisig: κέντροισι codd.
598φοιταλέοις, ἐή. φοιταλέοισιν ἐ: έ M
599σκιρτημάτων δὲ νήστισιν αἰκίαις
600λαβρόσυτος λαβρόσσυτος codd. ἦλθον, <Ἥρασ> Ἥρας ex schol. add. Hermann
601ἐπικότοισι μήδεσι δαμεῖσα. δυσδαιμόνων
602δὲ τίνες οἵ, ἐή, ἐή] ἓ ἕ M
603οἷ᾽ ἐγὼ μογοῦσιν;
604ἀλλά μοι τορῶς
605τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει
606παθεῖν, τί μῆχαρ, ἢ τί τί μῆχαρ, τί Elmsley, ἢ add. Martin: τί μὴ χρὴ M φάρμακον νόσου,
607δεῖξον, εἴπερ οἶσθα:
608θρόει, φράζε τᾷ φράζε τᾷ recc.: φράξετε M δυσπλάνῳ παρθένῳ.
Episode 10
Προμηθεύς
609λέξω τορῶς σοι πᾶν ὅπερ ὅπερ ex Etym. M. 762, 30 Porson: ὅτι M χρῄζεις μαθεῖν,
610οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ,
611ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
612πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
Ἰώ
613ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
614τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
615ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώ
616οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
617λέγ᾽ ἥντιν᾽ αἰτεῖ: πᾶν γὰρ ἂν ἂν recc.: οὖν M πύθοιό μου.
Ἰώ
618σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασε.
Προμηθεύς
619βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰώ
620ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις;
Προμηθεύς
621τοσοῦτον ἀρκῶ σοι σαφηνίσας σαφηνίσας Linwood: σαφηνήσαι mutatum in σαφηνίσαι M μόνον.
Ἰώ
622καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
623δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
624τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ
625μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
626ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι τοῦδέ σοι Turnebus: τοῦδε τοῦ codd. δωρήματος.
Ἰώ
627τί δῆτα μέλλεις μὴ μὴ M, οὐ supra scr. m οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
628φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θρᾶξαι φρένας.
Ἰώ
629μή μου προκήδου μᾶσσον ὧν ὧν Hermann: ὡς codd. ἐμοὶ γλυκύ.
Προμηθεύς
630ἐπεὶ προθυμεῖ, χρὴ λέγειν: ἄκουε δή.
Χορός
631μήπω γε: μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
632τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
633αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας:
634τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
635σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
636ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
637ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
638ἐνταῦθ᾽, ὅπου ὅπου Ellendt: ὅποι M μέλλοι τις οἴσεσθαι δάκρυ
639πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰώ
640οὐκ οἶδ᾽ ὅπως ὑμῖν <γ᾽> γ᾽ add. Paley ἀπιστῆσαί με χρή,
641σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
642πεύσεσθε: καίτοι καὶ λέγουσ᾽ ὀδύρομαι
643θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
644μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
646ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
647λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον εὐδαίμων (ο suprascr. m) M κόρη,
648τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
649τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
650πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
651θέλει: σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος
652τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
653λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
654ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
655τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
656συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ
657ἔτλην γεγωνεῖν νυκτίφοιτα δείματα. νυκτίφοιτα δείματα (ex Lycophr. 225) Nauck: νυκτίφοιτ᾽ ὀνείρατα recc.: νυκτίφαντ᾽ ὀνείρατα M
658ὁ δ᾽…
659θ…
The complete text is available when the reading interface loads.