Προμηθεὺς δεσμώτης
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1922
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg003.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Κράτος
1Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
2Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
3Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
4ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
5ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
6ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
7τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
8θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
9ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
11στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
12Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
13ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
14ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν
15δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
16πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
17ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
18τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
19ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι
20προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ
21ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
22ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ
23χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
24ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
26ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
27τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
28τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
29θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
31ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
32ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
33πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
34φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος
36εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
37τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
38ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
39τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.
Κράτος
40σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
41οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
42αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
43ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
44τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
45ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος
46τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
47τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
48ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
49ἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
50ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
51ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
52οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
53ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος
54καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
Κράτος
55βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
56ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
57περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος
58ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
59δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
Ἥφαιστος
60ἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.
Κράτος
61καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
62μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
63πλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
64ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
65στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως.
Ἥφαιστος
66αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
Κράτος
67σὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερ
68στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
69ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
70ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
71ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
72δρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν.
Κράτος
73ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
74χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
75καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
Κράτος
76ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·
77ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ἥφαιστος
78ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
79σὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίαν
80ὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι.
Ἥφαιστος
81στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.
Κράτος
82ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
83συλῶν ἐφημέροισι προστίθει. τί σοι
84οἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;
85ψευδωνύμως σε δαίμονες Προμηθέα
86καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,
87ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.
Προμηθεύς
88ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
89ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
90ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
91καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
92ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός.
93δέρχθηθʼ οἵαις αἰκείαισιν
94διακναιόμενος τὸν μυριετῆ
Anapests 1
Προμηθεύς
95χρόνον ἀθλεύσω.
96τοιόνδʼ ὁ νέος ταγὸς μακάρων
97ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ.
98φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον
99πῆμα στενάχω, πῇ ποτε μόχθων
100χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι.
Προμηθεύς
101καίτοι τί φημι; πάντα προυξεπίσταμαι
102σκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιον
103πῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
104αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτι
105τὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος.
106ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
107οἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέρα
108πορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας.
109ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
110πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
111πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
112τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
113ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
Lyric 2
Προμηθεύς
114ἆ ἆ ἔα ἔα.
115τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής,
116θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
117ἵκετο τερμόνιον ἐπὶ πάγον
118πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
119ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
120τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
Anapests 3
Προμηθεύς
121διʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοι
122τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
123διὰ τὴν λίαν φιλότητα βροτῶν.
124φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύω
125πέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖς
126πτερύγων ῥιπαῖς ὑποσυρίζει.
127πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Choral 2
Strophe 1
Χορός
128μηδὲν φοβηθῇς· φιλία
128bγὰρ ἅδε τάξις πτερύγων
129θοαῖς ἁμίλλαις προσέβα
130τόνδε πάγον, πατρῴας
131μόγις παρειποῦσα φρένας.
132κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι·
133κτύπου γὰρ ἀχὼ χάλυβος
130bδιῇξεν ἄντρων μυχόν, ἐκ
134δʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·
135σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ.
Anapests 2
Προμηθεύς
136αἰαῖ αἰαῖ,
137τῆς πολυτέκνου Τηθύος ἔκγονα,
138τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένου
139χθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδες
140πατρὸς, Ὠκεανοῦ,
141δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ,
142προσπορπατὸς τῆσδε φάραγγος
143σκοπέλοις ἐν ἄκροις
143bφρουρὰν ἄζηλον ὀχήσω.
Antistrophe 1
Χορός
144λεύσσω, Προμηθεῦ· φοβερὰ
145δʼ ἐμοῖσιν ὄσσοις ὀμίχλα
146προσῇξε πλήρης δακρύων
147σὸν δέμας εἰσιδούσᾳ
148πέτραις προσαυαινόμενον
149ταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις.
150νέοι γὰρ οἰακονόμοι
151κρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖς
150aδὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.
151aτὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Anapests 4
Προμηθεύς
152εἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδου
153τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
154Τάρταρον ἧκεν,
155δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,
156ὡς μήτε θεὸς μήτε τις ἄλλος
157τοῖσδʼ ἐπεγήθει.
158νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας
159ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Strophe 2
Χορός
160τίς ὧδε τλησικάρδιος
161θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;
162τίς οὐ ξυνασχαλᾷ κακοῖς
163τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ
164θέμενος ἄγναμπτον νόον
165δάμναται Οὐρανίαν
166γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ
167τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Anapests 6
Προμηθεύς
168ἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖς
169ἐν γυιοπέδαις αἰκιζομένου,
170χρείαν ἕξει μακάρων πρύτανις,
171δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτου
172σκῆπτρον τιμάς τʼ ἀποσυλᾶται.
173καί μʼ οὔτι μελιγλώσσοις πειθοῦς
174ἐπαοιδαῖσιν θέλξει, στερεάς τʼ
175οὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼ
176καταμηνύσω,
177πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
178ποινάς τε τίνειν
179τῆσδʼ αἰκείας ἐθελήσῃ.
Antistrophe 2
Χορός
180σὺ μὲν θρασύς τε καὶ πικραῖς
181δύαισιν οὐδὲν ἐπιχαλᾷς,
182ἄγαν δʼ ἐλευθεροστομεῖς.
183ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·
184δέδια δʼ ἀμφὶ σαῖς τύχαις,
185πᾷ ποτε τῶνδε πόνων
186χρή σε τέρμα κέλ-
187σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
188ἀπαράμυθον ἔχει Κρόνου παῖς.
Anapests 8
Προμηθεύς
189οἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷ
190τὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίω
191μαλακογνώμων
192ἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ·
193τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴν
194εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
195σπεύδων σπεύδοντί ποθʼ ἥξει.
Episode 3
Χορός
196πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,
197ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,
198οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
199δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
200ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
200bἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
201ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου
202στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,
203οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
204ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
205σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν,
206ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
207Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
208οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
209ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
210ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·
211ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
212καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
213τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,
214ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
215χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
216τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου
217οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
218κράτιστα δή μοι τῶν παρεστώτων τότε
219ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα
220ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
221ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
222κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
223αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ
224ὁ τῶν θεῶν τύραννος ὠφελημένος
225κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο.
226ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
227νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
228ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα
229αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
230ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
231καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα
232ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
233ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
234οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος
235τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
236καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
237ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς
238τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
239τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·
241θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
242οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
243ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορός
244σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
245ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
246μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε
247ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.
Προμηθεύς
248καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορός
249μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
250θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός
251τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
252τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
253μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
254πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
255καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;
Προμηθεύς
256ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
257τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—
Προμηθεύς
258αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
259οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
260οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
261δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
262ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν
263καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν
264μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.
Προμηθεύς
265ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
266ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
267πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην.
268ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
269θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
270οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με
271κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
272τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου.
273καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,
274πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
275ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
276πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
277τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
278πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.
Anapests 1
Χορός
279οὐκ ἀκούσαις ἐπεθώυξας
280τοῦτο, Προμηθεῦ.
281καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
282θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν
283πόρον οἰωνῶν, ὀκριοέσσῃ
284χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Anapests 2
Ὠκεανός
286ἥκω δολιχῆς τέρμα κελεύθου
287διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
288τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸν
289γνώμῃ στομίων ἄτερ εὐθύνων·
290ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
291τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
292ἐσαναγκάζει,
293χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
294μείζονα μοῖραν νείμαιμʼ ἢ σοί.
295γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην
296χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
297σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·
298οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ
299φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
300ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
301ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
302ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
303αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα
304ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
305ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
306δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
307τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
308οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
309ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
310θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
311γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
312νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
313εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
314ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω
315θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
316παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
317ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,
318ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
319ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·
320τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
321γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
322σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,
323πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.
324οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
325πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
326τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.
327καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
328ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.
329σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.
330ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι
331γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
332ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς
333τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
334καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
335πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
336πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
337πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
338ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
340ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
341αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
342δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.
Προμηθεύς
343τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
343bπροθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
344μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
345ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
346ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
347ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα
348θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
349οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι
350τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
351ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς
352ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
353τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
354ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας
355ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
356Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,
357σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·
358ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,
359ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·
360ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
361καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
362ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
363κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
364ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
365καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
366κεῖται στενωποῦ πλησίον θαλασσίου
367ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
368κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
369Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
370ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
371τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
372τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
373θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
374καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
375σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου
376χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·
377ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
378ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
379οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
380ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
381ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
382καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ὠκεανός
383ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
384ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
385μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν.
Ὠκεανός
386ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
387κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύς
388ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε.
Ὠκεανός
389σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
390μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ὠκεανός
391ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
392τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ.
Ὠκεανός
393ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
394στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ὠκεανός
395ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον.
396λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς
397τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν
398σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
Choral 4
Strophe 1
Χορός
399στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·
400δακρυσίστακτα δʼ ἀπʼ ὄσσων
401ῥαδινὰν λειβομένα ῥέος παρειὰν
402νοτίοις ἔτεγξα παγαῖς·
403ἀμέγαρτα γὰρ τάδε Ζεὺς
404ἰδίοις νόμοις κρατύνων
405ὑπερήφανον θεοῖς τοῖς
406πάρος ἐνδείκνυσιν αἰχμάν.
Antistrophe 1
Χορός
407πρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα,
408μεγαλοσχήμονά ἀρχαι-
409οπρεπῆ στένουσι τὰν σὰν
410ξυνομαιμόνων τε τιμάν,
411ὁπόσοι τʼ ἔποικον ἁγνᾶς
412Ἀσίας ἕδος νέμονται,
413μεγαλοστόνοισι σοῖς πή-
414μασι συγκάμνουσι θνατοί.
Strophe 2
Χορός
415Κολχίδος τε γᾶς ἔνοικοι
416παρθένοι, μάχας ἄτρεστοι,
417καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
418ἔσχατον τόπον ἀμφὶ Μαι-
419ῶτιν ἔχουσι λίμναν,
Antistrophe 2
Χορός
420Ἀραβίας τʼ ἄρειον ἄνθος,
421ὑψίκρημνον οἳ πόλισμα
422Καυκάσου πέλας νέμονται,
423δάιος στρατός, ὀξυπρῴ-
424ροισι βρέμων ἐν αἰχμαῖς.
Epode 5
Χορός
425μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
426δαμέντʼ ἀδαμαντοδέτοις
427Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,
428Ἄτλαντος αἰὲν; ὑπέροχον σθένος κραταιόν,
429ὃς οὐράνιόν τε πόλον
430νώτοις στέγων ὑποστενάζει.
Epode 6
Χορός
431βοᾷ δὲ πόντιος κλύδων
432ξυμπίτνων, στένει βυθός,
433κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
434παγαί θʼ ἁγνορύτων ποταμῶν
435στένουσιν ἄλγος οἰκτρόν.
Episode 5
Προμηθεύς
436μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ
437σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
438ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
439καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;
441ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
442ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
443ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
444ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
445λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,
446ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·
447οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
448κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτων
449ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
451δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·
452κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροι
453μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
454ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
455οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
456θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν
457ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
458ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
459καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
460ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
461μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.
462κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
463ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως
464θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465γένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους
466ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
467θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ
468λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.
469τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας
470βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ
471τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
472πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν
473πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον
474πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
475εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
476τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
477οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
478τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
479οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,
480οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
481χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν
482ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
483αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
484τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
485κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
486ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
487ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·
488γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
489διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν
490εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
491ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
492ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
493σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
494ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
495χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.
496κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
497ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
498ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
499ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα.
500τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς
501κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,
502χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
503φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
504οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.
505βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
506πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
507μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
508σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
509εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι
510λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
511οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
512κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
513δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
514τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
515τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς
516Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύες
Χορός
517τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
518οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
519τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς
520τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός
521ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
522ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς
523καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
524ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
525δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Choral 6
Strophe 1
Χορός
526μηδάμʼ ὁ πάντα νέμων
527θεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
530μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα
531βουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
535μηδʼ ἀλίτοιμι λόγοις·
536ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·
Antistrophe 1
Χορός
537ἁδύ τι θαρσαλέαις
538τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
539θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-
540σω δέ σε δερκομένα
541μυρίοις μόχθοις διακναιόμενον .
542Ζῆνα γὰρ οὐ τρομέων
543ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
Strophe 2
Χορός
545φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος·
546εἰπὲ ποῦ τίς ἀλκά;
547τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης
548ὀλιγοδρανίαν ἄκικυν,
549ἰσόνειρον, ᾇ τὸ φωτῶν
550ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε
551τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
Antistrophe 2
Χορός
552ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-
553ὰς τύχας, Προμηθεῦ.
554τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
555τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ
556καὶ λέχος σὸν ὑμεναίουν
557ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
560ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
Episode 7
Anapests 1
Ἰώ
561τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
562τόνδε χαλινοῖς ἐν πετρίνοισιν
563χειμαζόμενον;
564τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
565σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι.
Lyric 2
Ἰώ
566ἆ ἆ, ἒ ἔ,
567χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος,
568εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαι
569τὸν μυριωπὸν εἰσορῶσα βούταν.
570ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων,
570aὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
571ἀλλʼ, ἐμὲ τὰν τάλαιναν
572ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ
573τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
Choral 8
Strophe 1
Ἰώ
574ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
575ἀχέτας ὑπνοδόταν νόμον·
576ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη-
577λέπλαγκτοι πλάναι;
578τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼ
579ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
580πημοναῖσιν; ἓ ἕ,
581οἰστρηλάτῳ δὲ δείματι
582δειλαίαν παράκοπον ὧδε τείρεις;
583πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ
584ποντίοις δάκεσι δὸς βοράν,
585μηδέ μοι φθονήσῃς
586εὐγμάτων, ἄναξ.
585aἄδην με πολύπλανοι πλάναι
586aγεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα
587πημονὰς ἀλύξω.
588κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
589πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
590τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
591ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
592Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Antistrophe 1
Ἰώ
593πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;
594εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
595τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ
596ἔτυμα προσθροεῖς;
597θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
598μαραίνει με χρίουσα κέντροις, ἰώ,
599φοιταλέοισιν ἓ ἕ·
600σκιρτημάτων δὲ νήστισιν
600aαἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας
601ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
602δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
603οἷʼ ἐγὼ μογοῦσιν;
604ἀλλά μοι τορῶς
605τέκμηρον ὅ τι μʼ ἐπαμμένει
606παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,
607δεῖξον, εἴπερ οἶσθα·
608θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
Episode 9
Προμηθεύς
609λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ,
611ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
612πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα.
Ἰώ
613ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
614τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
615ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώ
616οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
617λέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰώ
618σήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν.
Προμηθεύς
619βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰώ
620ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύς
621τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ἰώ
622καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
623δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
624τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ
625μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
626ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώ
627τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
628φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.
Ἰώ
629μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς
630ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.
Χορός
631μήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε.
632τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
633αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
634τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
635σὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν,
636ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
637ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
638ἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
639πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰώ
640οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
641σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
642πεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαι
643θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
644μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
645αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
646ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
647λείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,
648τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
649τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
650πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
651θέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχος
652τὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺν
653λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
654ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.
655τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
656συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
657ἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα.
658ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
659θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
660δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
661ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους
662χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.
663τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
664σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
665ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
666ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·
667κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
668κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
669τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
671ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν
672Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
673εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
674ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ
675μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι
676ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
677Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς
678ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
679ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
680ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος
681τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ
682μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
683κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι
684λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας
685ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
686αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Lyric 1
Χορός
687ἔα ἔα, ἄπεχε, φεῦ·
688οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους
689μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
690οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα
691πήματα, λύματα, δείματα ἀμ-
692φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
693ἰὼ ἰὼ μοῖρα μοῖρα,
695πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθεύς
696πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
697ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
698λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
699τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθεύς
700τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρα
701κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετε
702τὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης·
703τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθη
704τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
705σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
706θυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ.
707πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς
708στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας·
709Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
710πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις
711ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·
712οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας
713χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
714λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
715οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
716ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.
717ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
718ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
719πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
720ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
721κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
722κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
723βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν
724ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε
725κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα
726τραχεῖα πόντου Σαλμυδησσία γνάθος
727ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·
728αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.
729ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις
730Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
731λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·
732ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
733τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος
734κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον
735ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ
736ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς
737βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
738χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας.
739πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
740μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
741εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.
Ἰώ
742ἰώ μοί μοι, ἒ ἔ.
Προμηθεύς
743σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που
744δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορός
745ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς
746δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ
747τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει
748ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,
749ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
750ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
751ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
752ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
753ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
754αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
755νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενον
756μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ
757ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύς
758ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν.
Ἰώ
759πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
760ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα.
Ἰώ
761πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
762πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώ
763ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύς
764γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ.
Ἰώ
765θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθεύς
766τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώ
767ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς
768ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώ
769οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης;
Προμηθεύς
770οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰώ
771τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθεύς
772τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ἰώ
773πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;
Προμηθεύς
774τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς.
Ἰώ
775ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία.
Προμηθεύς
776καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ
777μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει.
Προμηθεύς
778δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ
779ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.
Προμηθεύς
780δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
781φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.
Χορός
782τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν
783θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·
784καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
Προμηθεύς
786ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι
787τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
788σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
789ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
790ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
791πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
793πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ
794πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
795αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
795aτρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,
796μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται
797ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.
798πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
799δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
800ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
801τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
802ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·
803ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
804γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
805Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον
806οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
807τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
808ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
809ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
810τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ
811καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
812ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
813οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
814Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
815Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
816τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
817ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
818σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
Χορός
819εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
820ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
821λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν
822δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς
823τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.
824ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
825ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,
826τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.
827ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
828πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.
829ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
830τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα
831μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,
832τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,
833ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
834προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
835μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;
836ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
837κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
838ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
839χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
840σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,.
841τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
842σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,
843ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
844τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,
845ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
Προμηθεύς
846ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
847Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
848ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
849ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
850ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
851τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
852ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
853πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις
854πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεται
855θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
856ἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,
857κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
858ἥξουσι θηρεύοντες οὐ θηρασίμους
859γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
860Πελασγία δὲ δέξεται θηλυκτόνῳ
861Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.
862γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,
863δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
864τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
865μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
866κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται
867γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
868κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·
869αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος.
870μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς.
871σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
872τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ
873λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
874μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
875ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
876εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Anapests 2
Ἰώ
877ἐλελεῦ ἐλελεῦ,
878ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς
879μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις
880χρίει μʼ ἄπυρος·
881κραδία δὲ φόβῳ φρένα λακτίζει.
882τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,
883ἔξω δὲ δρόμου φέρομαι λύσσης
884πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
885θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ
886στυγνῆς πρὸς κύμασιν ἄτης.
Choral 10
Strophe 1
Χορός
887ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς
888πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-
889σᾳ διεμυθολόγησεν,
890ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,
891καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
892μήτε τῶν γέννᾳ μεγαλυνομένων
893ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
Antistrophe 1
Χορός
894μήποτε μήποτέ μʼ, ὦ
895πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-
896τειραν ἴδοισθε πέλουσαν·
897μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
898ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
899εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν
900δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
Epode 3
Χορός
901ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
902ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν
903ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
904ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·
905οὐδʼ ἔχω τίς ἂν γενοίμαν.
906τὰν Διὸς γὰρ οὐχ ὁρῶ
906bμῆτιν ὅπα φύγοιμʼ ἄν.
Episode 11
Προμηθεύς
907ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
908ἔσται ταπεινός, οἷον ἐξαρτύεται
909γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
910θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ
911Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,
912ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
913τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
914δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
915ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
916θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
917πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.
918οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ
919πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·
920τοῖον παλαιστὴν νῦν παρασκευάζεται
921ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·
922ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,
923βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·
924θαλασσίαν τε γῆς τινάκτειραν νόσον
925τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
926πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
927ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορός
928σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
929ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω.
Χορός
930καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
931καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους.
Χορός
932πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;
Προμηθεύς
933τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορός
934ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι.
Προμηθεύς
935ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι.
Χορός
936οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
937σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί.
938ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
939δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
940ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
941ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
942τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
943πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
944σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
945τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροις
946πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
947πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμους
948αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
949καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
950ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς
951ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτι
952Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
953σεμνόστομός γε καὶ φρονήματος πλέως
954ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
955νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
956ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ
957δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
958τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι
959αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
960ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;
961πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
962κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
963πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
964τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
965ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
The complete text is available when the reading interface loads.