The Greek Library Author

Aeschylus

Ἑπτὰ ἐπὶ Θήβας

Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος

Scientific editors
Arthur Sidgwick
Edition reference
Aeschyli Tragoediae · Oxford · Clarendon Press · 1902
CTS identifier
urn:cts:greekLit:tlg0085.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Episode 1

Ετεοκλης

1Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

2ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

3οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

4εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ:

5εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,

6Ἐτεοκλέης ἂν εἷς πολὺς πολὺς quod omiserat supra scr. M κατὰ πτόλιν

7ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις

8οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος

9ἐπώνυμος γένοιτο Καδμείων πόλει.

10ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι

11ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

12βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

13ὥραν ὥραν M: ὤραν m τ᾽ add. m1 τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε ὥστε rec. Stanley: ὥστι ex ὥστις factum M συμπρεπές,

14πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων

15βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε:

16τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ:

17ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

18ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

19ἐθρέψατ᾽ οἰκητῆρας οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique ἀσπιδηφόρους

20πιστοὺςfortasse πιστοί θ᾽ ὅπως γένοισθε πρὸς χρέος τόδε.

21καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός:

22χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

23καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

24νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

25ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,

26χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ:

27οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

28λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

29νυκτηγορεῖσθαι κἀπιβούλευσιν κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: -εύειν recc. πόλει.

30ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων

31ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

32πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

33πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις

34μίμνοντες εὖ θαρσεῖτε, εὖ θαρσεῖτε Aldina: εὐθαρσεῖτε codd. μηδ᾽ ἐπηλύδων

35ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός.

36σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

37ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ:

38καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

Αγγελος

39Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

40ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,

41αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων:

42ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

43ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

44καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

45Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον

46ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

47θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

48ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:

49μνημεῖά θ᾽ αὑτῶν αὑτῶν] αὐτῶν M τοῖς τεκοῦσιν ἐς δόμους

50πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ

51λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.

52σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

53ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.

54καὶ τῶνδε πίστις πίστις rec. et Stobaeus (vii. 11): πύστις codd. cett. οὐκ ὄκνῳ χρονίζεται.

55κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν

56ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

57πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

58πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος:

59ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

60χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς

61χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. πλευμόνων M: πνευμόνων recc.

62σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

63φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

64Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:

65καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:

66κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

67ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

68εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι.

Ετεοκλης

69ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

70Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,

71μή μοι πόλιν γε πρυμνόθεν πρυμνόθεν codd.: πρέμνοθεν Valckenärium secuti edd. plerique πανώλεθρον

72ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

73φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους:

74ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

75ζυγοῖσι δουλίοισι δουλίοισι Aldina: δουλείοισι codd. μήποτε σχεθεῖν: σχεθεῖν Blomfield: σχέθειν codd.

76γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν:

77πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

Lyric 1

Χορος

78θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:

79μεθεῖται στρατός: στρατόπεδον λιπὼν

80ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας:

81αἰθερία κόνις με πείθει φανεῖσ᾽,

82ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.—

83ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-

84τὶ χρίμπτει βοάν: ἔτι δὲ γᾶς ἐμᾶς Paley, πεδί᾽ ὁπλόκτυπ᾽ Seidler, ὠτὶ recc. χρίμπτει βοάν Ritschl: ἕλεδέμας πεδιοπλοκτύπος τί χρίμπτεται βοᾷ M totum locum ita restituit Paleio praeeunte Wecklein, nisi quod ἰδὲ pro ἔτι habet ποτᾶται, βρέμει δ᾽

85ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.—

86ἰὼ ἰὼ ἰὼ ἰὼ recc.: ἰὼ ἰὼ ἰὼ M θεοὶ

87θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε.—

88βοᾷ βοᾷ fortasse secludendum ὑπὲρ τειχέων

89ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-

90τρεπὴς ἐπὶ πόλιν [διώκων διώκων seclusit Rothe].—

91τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει

92θεῶν ἢ θεᾶν;

93πότερα δῆτ᾽ ἐγὼ <πάτρια πάτρια add. ex schol. Volckmann> προσπέσω

95βρέτη δαιμόνων;—

96ἰὼ μάκαρες εὔεδροι,

97ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ-

98λομεν ἀγάστονοι;—

100ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;

101πέπλων καὶ στεφέων στεφέων ex στεφάνων factum M πότ᾽ εἰ μὴ νῦν ἀμ-

102φὶ λιτάν᾽ ἀμφὶ λιτάν᾽ Seidler: ἀμφίλιταν M: ἀμφὶ λιτὰν m1 ἕξομεν;—

103κτύπον δέδορκα: πάταγος οὐχ ἑνὸς δορός.

104τί ῥέξεις; προδώσεις, παλαίχθων

105Ἄρης, τὰν τεάν;—

106ἰὼ ἰὼ Dindorf: ὦ codd. χρυσοπήληξ δαῖμον, ἔπιδ᾽ ἔπι-

107δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.inter choreutas distribuendi

Choral 2

Strophe 1

Χορος

108θεοὶ πολιάοχοι πολίοχοι Dindorf χθονὸς ἴθ᾽ ἁθρόοι ἴθ᾽ ἁθρόοι Steusloff: ἴθ᾽ ἴτε πάντες codd. (τ supra θ scr. M)

110ἴδετε παρθένων

111ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

112κῦμα [γὰρ γὰρ seclusit Klausen] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

115καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.

116ἀλλ᾽, ὦ Ζεῦ πάτερ † παντελές, πάντωςfortasse πάντως, πάτερ παντελές, Wecklein

117ἄρηξον δαΐων ἅλωσιν.

120Ἀργέιοι δὲ δὲ M, rec.: γὰρ (suprascr.) m, cett. codd. πόλισμα Κάδμου

121κυκλοῦνται: φόβος δ᾽ ἀρίων ἀρείων Blomfield: ἀρηίων codd. ὅπλων.

122διάδετοι διάδετοι recc.: διαδέτοι M <δέ τοι δέ τοι add. Dindorf> γενῦν γενῦν Dindorf: γενύων codd. ἱππίων ἱππίων recc. duo: ἱππείων codd. cett.

123κινύρονται κινύρονται] μινύρονται ex Hesychio (qui προφωνοῦσι interpretatur) L. Dindorf φόνον χαλινοί.

124ἑπτὰ δ᾽ ἀγάνορες ἀγήνορες codd. πρέποντες στρατοῦ

125δορυσσοῖς δορυσσοῖς Blomfield: δορυσσόοις codd. σαγαῖς πύλαις ἑβδόμαιςPost 125 excidit fortasse aliquid: vid. ad 147

127προσίστανται πάλῳ λαχόντες.

Antistrophe 1

Χορος

128σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος,

129ῥυσίπολις γενοῦ,

130Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ

131ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ, Ποσειδάων μαχανᾷ Klausen: μαχανᾷ Ποσειδᾶν (vel -δῶν) codd.

132ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου.

135σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, † ἐπώνυμον Κάδμου πόλινmetro caret φεῦ φεῦ, κηδείαν πόλιν ingeniose Wecklein: πόλιν Κάδμου ἐπώνυμον (φεῦ φεῦ seclusis) Dindorf

136φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.

140καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ,

141ἄλευσον: σέθεν γὰρ γὰρ recc.: om. M ἐξ αἵματος

142γεγόναμεν: λιταῖσί λιταῖσι Hermann: λιταῖς codd. σε θεοκλύτοις

143ἀυτοῦσαι ἀυτοῦσαι Seidler: ἀπύουσαι codd. πελαζόμεσθα.

145καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ

146στρατῷ δαΐῳ στόνων αὖ τίτας. αὖ τίτας Schmidt: ἀυτᾶς codd.: ἀντίτας Wecklein

147†σύ τ᾽, ὦ Λατογένει-

148α κούρα, τόξον εὐτυκάζουstrophae vv. non respondent. Alii hos vv. corrigunt: σύ τ᾽, ὦ Λατωίς, εὐτυκάζου Wecklein: rectius fortasse alii ante 126 excidisse aliquid existimant [Ἄρτεμι φίλα Ἄρτεμι φίλα (codd.) seclusit Seidler].†

Strophe 2

Χορος

149ἒ ἒ ἒ ἔ,

151ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω:

152ὦ πότνι᾽ Ἥρα.

153ἔλακον ἀξόνων βριθομένων χνόαι.

154Ἄρτεμι φίλα, [ἒ ἒ ἒ ἔ],

155δοριτίνακτος αἰθὴρ δ᾽ αἰθὴρ δ᾽ Hermann: δ᾽ αἰθὴρ codd. ἐπιμαίνεται.

156τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

157ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;

Antistrophe 2

Χορος

158ἒ ἒ ἒ ἔ, ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται:

159ὦ φίλ᾽ Ἄπολλον:

160κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,

161παῖ Διός, ὅθεν παῖ Διός, ὅθεν von den Bergh: καὶ Διόθεν codd.

162πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.

163σύ τε, μάχᾳ. | σύ τε Hermann: μάχαισί | τε M μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως

165ἑπτάπυλον ἕδος ἐπιρρύου.

Strophe 3

Χορος

166ἰὼ παναρκεῖς παναρκεῖς (λ supra ρ scr. m1) M θεοί,

167ἰὼ τέλειοι τέλειαί τε γᾶς

168τᾶσδε τᾶσδε recc.: τᾶσδέ γε M πυργοφύλακες,

169πόλιν δορίπονον μὴ προδῶθ᾽

170ἑτεροφώνῳ στρατῷ.

171κλύετε παρθένων κλύετε πανδίκως πανδίκως recc. et M (ex πανδίκους correctum)

172χειροτόνους λιτάς.

Antistrophe 3

Χορος

173ἰὼ φίλοι δαίμονες,

175λυτήριοί <τ᾽ τ᾽ add. Seidler> ἀμφιβάντες πόλιν,

176δείξαθ᾽ ὡς φιλοπόλεις, φιλοπόλεις Wunderlich: φιλοπόλιες M et codd. plerique

177μέλεσθέ θ᾽ θ᾽ recc.: δ᾽ M ἱερῶν δημίων,

178μελόμενοι δ᾽ ἀρήξατε:

179φιλοθύτων δέ τοι πόλεος πόλεος Porson: πόλεως codd. ὀργίων

180μνήστορες ἐστέ μοι.

Episode 3

Ετεοκλης

181ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,

182ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,

183στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

185βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν

186αὔειν, λακάζειν, σωφρόνων μισήματα;

187μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ

188ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

189κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

190δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν.

191καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

192θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην:

193τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,

194αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα.

195τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.habent recc.: omittit M

196κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

197ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

198ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται,

199λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον.

200μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,

201τἄξωθεν: ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει.

202ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;

Choral 4

Strophe 1

Χορος

203ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-

204σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄττοβον bis recc.: ὄτοβον semel M ὄτοβον,

205ὅτε ὅτε rec.: ὅτι M τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,

206ἱππικῶν τ᾽ ἄπυον ἄπυον Lachmann: ἀύπνων codd. πηδαλίων διὰ στόμα

207πυριγενετᾶν χαλινῶν.

Ετεοκλης

208τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν

209πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

210νεὼς καμούσης ποντίῳ πρὸς πρὸς recc.: ἐν (in rasura) M κύματι;

Antistrophe 1

Χορος

211ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-

212χαῖα βρέτη, θεοῖσι πίσυνος, θεοῖσι πίσυνος Seidler: πίσυνος θεοῖς codd. νιφάδος

213ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις:

214δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως

215ἵν᾽ ὑπερέχοιεν ἀλκάν.

Ετεοκλης

216πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

Χορος

217aοὔκουν οὔκουν M: οὐκοῦν m1, recc. τάδ᾽ ἔσται πρὸς θεῶν;

Ετεοκλης

217bἀλλ᾽ οὖν θεοὺς

218τοὺς τῆς ἁλούσης πόλεος πόλεος recc. pauci: πόλεως codd. cett. ἐκλείπειν λόγος.tres vv. ita distribuit m1, recc.: Eteocli continuat M

Strophe 2

Χορος

219μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι λείποι M θεῶν

220ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽

221ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽

222ἁπτόμενον πυρὶ δαΐῳ.fortasse δαϊῳ <πᾶν> Enger

Ετεοκλης

223μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς:

224πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

225μήτηρ, γονῆς γονῆς Hermann: γυνὴ codd. σωτῆρος: ὧδ᾽ ἔχει λόγος.

Antistrophe 2

Χορος

226ἔστι: θεοῦ θεοῦ M: θεοῖς m recc. δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα:

227πολλάκι δ᾽ ἐν κακοῖσι τὸν τὸν ex schol. Canter: τὰν codd. ἀμάχανον

228κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων

229κρημναμενᾶν νεφελᾶν κρημναμενᾶν νεφελᾶν Hermann: κρημναμέναν (vel κριμν.) νεφέλαν codd. ὀρθοῖ.fortasse ἀνορθοῖ Enger

Ετεοκλης

230ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια

231θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων: πειρωμένων] πειρωμένοις (ων supra scr. m1) M

232σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

Strophe 3

Χορος

233διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον, ἀδάματον Pauw: ἀδάμαντον M

234δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.

235τίς τίς Heath: τί codd. τάδε νέμεσις στυγεῖ;

Ετεοκλης

236οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος:

237ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

238εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.

Antistrophe 3

Χορος

239ποτίφατον ποτίφατον Heimsoeth: ποταίνιον codd. κλύουσα πάταγον ἀνάμιγα ἀνάμιγα rec.: ἄμμιγα M

240ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, ἀκρόπτολιν Porson: ἀκρόπολιν codd. plerique

241τίμιον ἕδος, ἱκόμαν.

Ετεοκλης

242μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

243πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

244τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

Episode 5

Χορος

245καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.

Ετεοκλης

246μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.

Χορος

247στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

Ετεοκλης

248οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.

Χορος

249δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.

Ετεοκλης

250οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;

Χορος

251ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

Ετεοκλης

252οὐκ ἐς φθόρον φθόρον m1: φόνον M σιγῶσ᾽ ἀνασχήσει τάδε;

Χορος

253θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

Ετεοκλης

254αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ καὶ σὲ Wunderlich: κἀμὲ M: κἀμὲ καὶ σὲ πόλιν recc. duo πᾶσαν πόλιν.

Χορος

255ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.

Ετεοκλης

256ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

Χορος

257μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

Ετεοκλης

258παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;

Χορος

259ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

Ετεοκλης

260αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.

Χορος

261λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.

Ετεοκλης

262σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

Χορος

263σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

Ετεοκλης

264τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

265καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων,

266εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς:

267κἀμῶν ἀκούσασ᾽ ἀκούσας M εὐγμάτων, ἔπειτα σὺ

268ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιώνισον, παιώνισον M: παιάνισον m1 recc.

269Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

270θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

271ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

272πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,

273Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ ὕδατί τ᾽ Geel: οὐδ᾽ ἀπ᾽ codd.: ingeniose οὐδ᾽ ἀπ᾽ Ἰσμηνὸν Abresch Ἰσμηνοῦ λέγω,

274εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,

275†[μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,corrupta ac redundantia varie reciduntur. Praestat fortasse cum L. Dindorf 275-7 secludere: vel cum Hermanno vv. 277-9 ita in duo versus redigere: θήσειν τροπαῖα, δαϊων δ᾽ ἐσθήματα | στέψω πρὸ ναῶν δουρίπηχθ᾽ ἁγνοῖς δόμοις

276ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι

277θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα, ἐσθήμα (τα suprascr. m) M]

278λάφυρα δᾴων δουρίπηχθ᾽ δουρίπηχθ᾽ Dindorf: δουρίπληχθ᾽ codd. ἁγνοῖς δόμοις,

279στέψω πρὸ ναῶν, πολεμίων [δ᾽ δ᾽ seclusit L. Dindorf] ἐσθήματα.†

280τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,

281μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν: ποιφύγμασιν recc.: ποφοίγμασιν (ι supra πο, οι in litura) M

282οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

283ἐγὼ δέ γ᾽ δέ γ᾽ anon.: δ᾽ ἐπ᾽ codd. ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

284ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

285εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,

286πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

287λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

Choral 6

Strophe 1

Χορος

288μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:

289γείτονες δὲ καρδίας

290μέριμναι ζωπυροῦσι τάρβος

291τὸν ἀμφιτειχῆ λεών,

292δράκοντας δράκοντας Bothe: δράκοντα δ᾽ codd. ὥς τις τέκνων

293ὑπερδέδοικεν λεχαίων λεχαίων Lachmann: λεχέων codd. δυσευνάτορας δυσευνάτορας Bothe: δευσευνητορας (ει supra ο, α supra ας scr. m1) M

294πάντρομος πάντρομος M: πάντροφος m et recc. [ante παντ. ἁ habet M: omittunt recc.] πελειάς.

295τοὶ μὲν γὰρ ποτὶ πύργους

296πανδαμεὶ πανδημεῖ M πανομιλεὶ

297στείχουσιν. τί γένωμαι;

298τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν

299ἰάπτουσι πολίταις

300χερμάδ᾽ ὀκριόεσσαν.

301παντὶ τρόπῳ, Διογενεῖς

302θεοί, πόλιν καὶ στρατὸν

303Καδμογενῆ ῥύεσθε.

Antistrophe 1

Χορος

304ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον

305τᾶσδ᾽ ἄρειον, ἐχθροῖς

306ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,

307ὕδωρ τε Διρκαῖον, εὐ-

308τραφέστατον εὐτραφέστατον recc.: εὐτρεφέστατον M πωμάτων

309ὅσων ἵησιν Ποσει-

310δᾶν ὁ γαιάοχος

311Τηθύος τε παῖδες.

312πρὸς τάδ᾽, ὦ πολιοῦχοι

313θεοί, τοῖσι μὲν ἔξω

314πύργων ἀνδρολέτειραν

315κῆρα, κῆρα, ῥίψ. Lowinski: καταριψ. M, καὶ τὰν ῥίψ. m ῥίψοπλον ἄταν,

316ἐμβαλόντες ἄροισθε

317κῦδος τοῖσδε πολίταις.

318καὶ πόλεως ῥύτορες <ἔστ᾽ ἔστ᾽ add. W. Headlam>

319εὔεδροί τε στάθητ᾽

320ὀξυγόοις λιταῖσιν.

Strophe 2

Χορος

321οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν

322Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν,

323δουλίαν δουλίαν rec.: δουλείαν codd. cett. ψαφαρᾷ σποδῷ

324ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν

325περθομέναν ἀτίμως,

326τὰς δὲ κεχειρωμένας κεχηρωμένας (ει supra η scr. m1) M ἄγεσθαι,

327ἒ ἔ, νέας τε καὶ παλαιὰς

328ἱππηδὸν πλοκάμων, περιρ-

329ρηγνυμένων φαρέων.

330βοᾷ δ᾽ ἐκκενουμένα πόλις,

331λαΐδος ὀλλυμένας μιξοθρόου:

332βαρείας τοι τύχας προταρβῶ.

Antistrophe 2

Χορος

333κλαυτὸν δ᾽ ἀρτιτρόφοις ἀρτιτρόφοις Schneider: ἀρτιτρόποις (δ suprascr. m) M: ἀρτιτρόποις codd. cett. ὠμοδρόποις ὠμοδρόποις Ritschl: ὠμοδρόπων M et codd. plerique

334νομίμων προπάροιθεν διαμεῖψαι

335δωμάτων στυγερὰν ὁδόν:

336τί γάρ; τί γάρ; Blomfield: τί; τὸν codd. φθίμενόν τοι τοι (ε cod. G) Blomfield: γὰρ codd. προλέγω

337βέλτερα τῶνδε πράσσειν:

338πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

339ἒ ἔ, δυστυχῆ τε πράσσει.

340ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-

341ει, τὰ δὲ καὶ πυρφορεῖ:

342καπνῷ [δὲ δὲ seclusit Brunck] χραίνεται πόλισμ᾽ ἅπαν:

343μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας

344μιαίνων εὐσέβειαν Ἄρης.

Strophe 3

Χορος

345κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ,

346ποτὶ [πτόλιν πτόλιν seclusit Hermann] δ᾽ ὁρκάνα πυργῶτις:

347πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται: κλίνεται (και supra κλι scr. m1) M

348βλαχαὶ δ᾽ αἱματόεσσαι

349τῶν ἐπιμαστιδίων

350ἀρτιτρεφεῖς ἀρτιβρεφεῖς recc. aliquot βρέμονται.

351ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες:

352ξυμβολεῖ ξυμβολεῖ (αλλ supra ο scr. m1) M φέρων φέροντι,

353καὶ κενὸς κενὸν καλεῖ,

354ξύννομον θέλων ἔχειν,

355οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. λελιμμένοι recc.: λελημμένοι M

356τίν᾽ τίν᾽ recc.: τί sequente litura M, τίν᾽ m1 ἐκ τῶνδ᾽ εἰκάσαι λόγον λόγον Dindorf: λόγος codd. πάρα;

Antistrophe 3

Χορος

357παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας κυρήσας seclusit Dindorf],

358πικρὸν δ᾽ ὄμμα <τᾶν τᾶν add. Wecklein> θαλαμηπόλων:

360πολλὰ δ᾽ ἀκριτόφυρτος

361γᾶς δόσις οὐτιδανοῖς

362ἐν ῥοθίοις ῥοθίοις recc.: ῥοθίοισι M φορεῖται.

363δμωίδες δὲ καινοπήμονες †νέαι:

364τλήμονες νέαι τλήμονες tanquam καινοπήμονες interpretantis eicit Butler. Praestat fortasse τλᾶσαν αἰχμ. εὐνὰν Hartung, vel κῆδος ηὗρον αἰχμ. εὐνὰν αἰχμάλωτον†corrupta nondum sanantur.

365ἀνδρὸς εὐτυχοῦντος, αἷς αἷς Butler: ὡς codd.

366δυσμενοῦς ὑπερτέρου

367ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,

368παγκλαύτων ἀλγέων ἐπίρροθον.

Episode 7

Ημιχόριον

369ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

370πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,

371σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.

Ἡμιχόριον Β

372καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος

373εἰς εἰς Porson: εἶσ᾽ codd. ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν:

374σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει εὖ καταρτίζει Weil: οὐκ ἀπαρτίζει codd. πόδα.

Αγγελος

375λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,

376ὥς τ᾽ ὥστε in rasura (ut videtur) m1 ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

377Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

378βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

379ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται γίγνεται Porson: γίνεται codd. καλά.

380Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος λιμένος M, λε adscr. m, μ m1

381μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ:

382θείνει θείνει recc.: θένει M δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

383σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

384τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους

385σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ δὲ τῷ recc.: δ᾽ ἐσώ M, τῶ m1

386χαλκήλατοι κλάζουσι κώδωνες φόβον:

387ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,

388φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον:

389λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

390πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.

391τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς αγαῖς (ς adscr. m1) M

392βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

393ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

394ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων. κλύων ex schol. Tyrwhitt: μένων (e 393) M

395τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν

396κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

Ετεοκλης

397κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,

398οὐδ᾽ ἑλκοποιὰ γίγνεται γίνεται codd. τὰ σήματα:

399λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.

400καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος

401ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,

402τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία ἡ ἄνοιά (accent. mutat. ἀνοία m) M τινί.

403εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,

404τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε

405γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,

406καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται. μαντεύεται M, ς add. m

407ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

408τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,

409μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

410τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.

411αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.

412σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

413ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,

414Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:

415Δίκη δ᾽ ὁμαίμων ὁμαίμων M: δ supra μ scr. m1 (i. e. ὁ δαίμων), quod habent recc. κάρτα νιν προστέλλεται

416εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

Choral 8

Strophe 1

Χορος

417τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν

418θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

419πρόμαχος ὄρνυται: τρέμω δ᾽ αἱματη-

420φόρους μόρους ὑπὲρ φίλων

421ὀλομένων ἰδέσθαι.

Αγγελος

422τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί: θεοὶ δοῖεν M, corrigit m

423Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,

424γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου

425μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ,

426πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη:

427θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

428καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

429Ἔριν πέδοι πέδοι Dindorf: πέδῳ codd. σκήψασαν ἐμποδὼν σχεθεῖν.

430τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς

431μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:

432ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

433φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη:

434χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.”

435τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,

436τίς ἄνδρα κομπάσαντα κομπάσαντα M: κομπάζοντα m1 et recc. μὴ τρέσας μενεῖ;

Ετεοκλης

437καὶ τῷδε κόμπῳ κόμπῳ Keck: κέρδει codd. κέρδος ἄλλο τίκτεται.

438τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

439ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται γίνεται codd. κατήγορος.

440Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος,

441θεοὺς ἀπειλεῖ ... θεοὺς secludere volt Wecklein ἀτίζων, κἀπογυμνάζων στόμα

442χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

443πέμπει γεγωνὰ γεγωνὰ Brunck: γεγωνᾷ (ι adscr. m) M recc. plerique Ζηνὶ κυμαίνοντ᾽ ἔπη:

444πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον πυρφόρον recc.: πυρφόρων M

445ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον

446μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

447ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,

448αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

449φερέγγυον φρούρημα, προστατηρίας

450Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.

451λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

Antistrophe 1

Χορος

452ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,

453κεραυνοῦ δέ νιν νιν Brunck: μιν codd. βέλος ἐπισχέθοι,

454πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽

455ἑδωλίων <μ᾽ μ᾽ add. Hermann> ὑπερκόπῳ ὑπερκόπῳ anon.: ὑπερκόμπῳ codd.

456δορί ποτ᾽ ἐκλαπάξαι.

Αγγελος

457[καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις]seclusit H. Wolf

458λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

459ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,

460πύλαισι Νηίσταισι προσβαλεῖν λόχον.

461ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

462δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

463φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον, βρόμον ex schol. Schütz: τρόπον codd.

464μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

465ἐσχημάτισται ἐσχημάτισται m1: εἰσημάτισται M δ᾽ ἀσπὶς οὐ σμικρὸν σμικρὸν Robortello: μικρὸν codd. τρόπον:

466ἀνὴρ [δ᾽ δ᾽ seclusit Blomfield] ὁπλίτης κλίμακος προσαμβάσεις προσαμβάσεις Canter: πρὸς ἀμβάσεις codd.

467στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

468βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

469ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.

470καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον

471πόλεως ἀπείργειν τῆσδε δούλιον δούλιον Blomfield: δούλειον codd. ζυγόν.

Ετεοκλης

472πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ:

473καὶ δὴ πέπεμπται πέπεμπται rec. et Erfurdt: πέπεμπτ᾽ οὐ M [οὐ habent codd. cett.] κόμπον ἐν χεροῖν ἔχων,

474Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν σπαρτῶν recc.: σπαρτοῦ M, ῶν suprascr. m1 γένους,

475ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων

476βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

477ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

478ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος

479ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

480κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων. λόγων Valckenarius: λέγων codd.

Strophe 2

Χορος

481ἐπεύχομαι τῷδε τῷδε rec.: δὴ τάδε M μὲν εὐτυχεῖν, ἰὼ

482πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

483ὡς δ᾽ ὑπέραυχα βάζουσιν βάζουσιν recc. duo: βάζουσ᾽ codd. cett. ἐπὶ πτόλει

484μαινομένᾳ φρενί, τώς νιν

485Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.

Αγγελος

486τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

487Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

488Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:

489ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

490ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ.

491ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν

492ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,

493Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα

494λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν:

495ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος

496προσηδάφισται κοιλογάστορος κύκλου.

497αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει

498βακχᾷ πρὸς ἀλκὴν Θυιὰς Θυιὰς rec.: θυὰς M ὣς φόνον φόνον Canter: φόβον codd. βλέπων.

499τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον:

500φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

Ετεοκλης

501πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἥδ᾽ Weil ἀγχίπτολις,

502πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,

503εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:

504Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

505ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων

506ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

507οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽ οὔθ᾽ recc.: οὐδ᾽ M ὅπλων σχέσιν

508μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.

509ἐχθρὸς γὰρ ἁνὴρ ἁνὴρ Porson: ἀνὴρ codd. ἀνδρὶ τῷ ξυστήσεται,

510ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων

511θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,

512Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος

513σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων:

514κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

515τοιάδε μέντοι προσφίλεια δαιμόνων.

516πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,

517εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ:

519εἰκὸς δὲ δὲ m1: γε M πρᾶξαι πρᾶξαι scripsi: πρᾶξιν M: πράξειν m1 codd. κἄνδρας κἄνδρας Pauw: ἄνδρας codd. ὧδ᾽ ἀντιστάτας:

518Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματοςsic recc. duo et Brunck: ordine inverso codd. cett.

520σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.

Antistrophe 2

Χορος

521πέποιθα <δὴ δὴ add. Robortello> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽

522ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

523δαίμονος, δαίμονος et βροτοῖς Brunck: δαίμοσιν et βροτοῖσι codd. ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

524δαροβίοισι θεοῖσιν, θεοῖσι codd.

525πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.

Αγγελος

526οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

527πέμπταισι προσταχθέντα Βορραίαις Βορραίαις Porson: βορρέαις M πύλαις,

528τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος:

529ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ

530σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,

531ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

532Διός: τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

533βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.

534στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,

535ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.

536ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

537φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.

538οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις:

539τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

540σάκει, κυκλωτῷ σώματος προβλήματι,

541Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην

542γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

543φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,

544ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.

545ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,

546μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν καταισχύνειν (-υνεῖν m) M πόρον,

547Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ᾽ ἀνὴρ

548μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,

549πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.

Ετεοκλης

550εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,

551αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν:

552ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.

553ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,

554ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,

555Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου:

556ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

557εἴσω εἴσω Blomfield: ἔσω codd. πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

558οὐδ᾽ εἰσαμεῖψαι τεῖχος τεῖχος Francken: θηρὸς codd. ἐχθίστου δάκους

559εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος:

560ἣ ʼξωθεν ἣ ʼξωθεν Porson: ἔξωθεν codd. εἴσω τῷ φέροντι μέμψεται,

561πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.

562θεῶν θελόντων κἂν κἂν Hartung: δ᾽ ἂν M ἀλλ᾽ W. Headlam, qui post θελόντων, non post πτόλιν, interpungit ἀληθεύσαιμ᾽ ἐγώ.

Strophe 3

Χορος

563ἱκνεῖται λόγος διὰ στηθέων,

564τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,

565μεγάλα μεγαληγόρων κλυούσᾳ κλυούσᾳ Hermann: κλύων M

566ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ εἴθε γὰρ recc.: εἰ θεοὶ M

567θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ.

Αγγελος

568ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,

569ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν:

570Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος

571κακοῖσι βάζει πολλὰ Τυδέως βίαν:

572τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

573μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

574Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,

575κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον.

576καὶ τὸν σὸν αὖθις προσθροῶν προσθροῶν Francken: προσμόραν M: πρόσμορον recc. ἀδελφεόν,

577ἐξυπτιάζων ὄμμα, ὄμμα Schütz: ὄνομα codd. Πολυνείκους βίαν,

578δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,

579καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα:

580“ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,

581καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

582πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

583πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;

584μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

585πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ

586ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

587ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

588μάντις κεκευθὼς πολεμίας ὑπὸ ὑπὸ recc. duo: ἐπι M: ἐπὶ cett. χθονός.

589μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.”

590τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων εὔκυκλον νέμων m et recc.: εὔκηλον ἔχων M

591πάγχαλκον ηὔδα: σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. κύκλῳ] κύτει Wecklein

592οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,

593βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

594ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

595τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας

596πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

Ετεοκλης

597φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς βροτοῖς m1 et recc.: βροτοὺς M

598δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις. δυσσεβεστάτοις recc.: δυσεβεστέροις M, ς suprascr. m

599ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς

600κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος:

601ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.

602ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

603ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ

604ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,

605ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν

606ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

607ταὐτοῦ κυρήσας ἐκδίκοις ἐκδίκοις Prien: ἐκδίκως codd. ἀγρεύματος,

608πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. ʼδ̓άμη G: δάμη M et cett.

609οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

610σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,

611μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

612θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

613τείνουσι πομπὴν πομπὴν] καμπὴν Heimsoeth τὴν μακρὰν πάλιν μολεῖν,

614Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

615δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,

616οὐχ ὡς ἄθυμον ἄθυμον Turnebus: ἄθυμος codd. οὐδὲ λήματος κάκῃ,

617ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

618εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου:

619φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

620ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν,

621ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,

622γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει, φύει Wellauer: φύσει M: φέρει m1 recc.

623ποδῶκες οἶμα, οἶμα Weil: ὄμμα codd. χεῖρα δ᾽ οὐ βραδύνεται

624παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

625θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

Antistrophe 3

Χορος

626κλύοντες θεοὶ δικαίας λιτὰς λιτὰς M: λόγους m1

627ἡμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ,

628δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς ἐς…

629ἐ…

The complete text is available when the reading interface loads.