Ἑπτὰ ἐπὶ Θήβας
Author namesEschyle · Æschyle · Aeschylus · Aischylos · Αισχυλος
- Scientific editors
- Herbert Weir Smyth
- Edition reference
- Aeschylus · New York · William Heinemann · 1922
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg004.local002- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Episode 1
Ἐτεοκλής
1Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
2ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
3οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
4εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
5εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
6Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
7ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις
8οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος
9ἐπώνυμος γένοιτο Καδμείων πόλει.
10ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι
11ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
12βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
13ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές,
14πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
15βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε·
16τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
17ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
18ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
19ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους
20πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
21καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός·
22χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
23καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
24νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
25ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
26χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
27οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
28λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
29νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.
30ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτων
31ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
32πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
33πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις
34μίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδων
35ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.
36σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
37ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·
38καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
Ἄγγελος
39Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
40ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,
41αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·
42ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
43ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
44καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
45Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον
46ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
47θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
48ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·
49μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους
50πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
51λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.
52σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
53ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
54καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·
55κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν
56ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
57πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
58πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·
59ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
60χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς
61χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.
62σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
63φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
64Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·
65καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·
66κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
67ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
68εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.
Ἐτεοκλής
69ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
70Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
71μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
72ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
73φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·
74ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
75ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·
76γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·
77πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Lyric 1
Χορός
78θρέομαι φοβερὰ μεγάλʼ ἄχη·
79μεθεῖται στρατός· στρατόπεδον λιπὼν
80ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·
81αἰθερία κόνις με πείθει φανεῖσʼ,
82ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.
83ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ-
84τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ
85ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.
86ἰὼ ἰὼ
87ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν
88βοᾷ τειχέων ὕπερ ἀλεύσατε.
89ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
90τρεπὴς ἐπὶ πόλιν διώκων πόδα.
91τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσει
92θεῶν ἢ θεᾶν;
93πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσω
95βρέτη δαιμόνων;
96ἰὼ μάκαρες εὔεδροι,
97ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-
98λομεν ἀγάστονοι;
100ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον;
101πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ-
102φὶ λιτάνʼ ἕξομεν;
103κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
104τί ῥέξεις; προδώσεις, παλαίχθων
105Ἄρης, τὰν τεάν;
106ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι-
107δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου.
Choral 2
Strophe 1
Χορός
109θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·
110ἴδετε παρθένων
111ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
112κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
115καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
116ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές,
117πάντως ἄρηξον δαΐων ἅλωσιν.
120Ἀργέιοι δὲ πόλισμα Κάδμου
121κυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλων
122δονεῖ, διὰ δέ τοι γενύων ἱππίων
123κινύρονται φόνον χαλινοί.
124ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦ
125δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
127προσίστανται πάλῳ λαχόντες.
Antistrophe 1
Χορός
128σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος,
129ῥυσίπολις γενοῦ,
130Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξ
131ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
132ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
135σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον
136Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς.
140καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ,
141ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος
142γεγόναμεν· λιταῖσί σε θεοκλύτοις
143ἀυτοῦσαι πελαζόμεσθα.
145καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ
146στρατῷ δαΐῳ στόνων ἀντίτας.
147σύ τʼ, ὦ Λατογένει-
148α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.
Strophe 2
Χορός
149ἒ ἒ ἒ ἔ,
150ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·
151ὦ πότνιʼ Ἥρα.
152ἔλακον ἀξόνων βριθομένων χνόαι.
153Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,
155δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται.
156τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
157ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός;
Antistrophe 2
Χορός
158ἒ ἒ ἒ ἔ,
158bἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται·
159ὦ φίλʼ Ἄπολλον·
160κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,
161παῖ Διός, ὅθεν
162πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.
163σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεως
165ἑπτάπυλον ἕδος ἐπιρρύου.
Strophe 3
Χορός
166ἰὼ παναρκεῖς θεοί,
167ἰὼ τέλειοι τέλειαί τε γᾶς
168τᾶσδε πυργοφύλακες,
169πόλιν δορίπονον μὴ προδῶθʼ
170ἑτεροφώνῳ στρατῷ.
171κλύετε παρθένων κλύετε πανδίκως
172χειροτόνους λιτάς.
Antistrophe 3
Χορός
174ἰὼ φίλοι δαίμονες,
175λυτήριοί τʼ ἀμφιβάντες πόλιν,
176δείξαθʼ ὡς φιλοπόλεις,
177μέλεσθέ θʼ ἱερῶν δημίων,
178μελόμενοι δʼ ἀρήξατε·
179φιλοθύτων δέ τοι πόλεος ὀργίων
180μνήστορες ἐστέ μοι.
Episode 3
Ἐτεοκλής
181ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά,
182ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια,
183στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
185βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
186αὔειν, λακάζειν, σωφρόνων μισήματα;
187μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃ
188ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
189κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
190δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν.
191καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
192θεῖσαι διερροθήσατʼ ἄψυχον κάκην·
193τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται,
194αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα.
195τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
196κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
197ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
198ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται,
199λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον.
200μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,
201τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει.
202ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;
Choral 4
Strophe 1
Χορός
203ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού-
204σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,
205ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
206ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα
207πυριγενετᾶν χαλινῶν.
Ἐτεοκλής
208τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν
209πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
210νεὼς καμούσης ποντίῳ πρὸς κύματι ;
Antistrophe 1
Χορός
211ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-
212χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
213ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·
214δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
215ἵνʼ ὑπερέχοιεν ἀλκάν.
Ἐτεοκλής
216πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
217οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς
218τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
Strophe 2
Χορός
219μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν
220ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ
221ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ
222ἁπτόμενον πυρὶ δαΐῳ.
Ἐτεοκλής
223μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
224πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας
225μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος.
Antistrophe 2
Χορός
226ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·
227πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον
228κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων
229κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ἐτεοκλής
230ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια
231θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·
232σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Strophe 3
Χορός
233διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον,
234δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει.
235τίς τάδε νέμεσις στυγεῖ;
Ἐτεοκλής
236οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·
237ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
238εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ.
Antistrophe 3
Χορός
239ποτίφατον κλύουσα πάταγον ἀνάμιγα
240ταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν,
241τίμιον ἕδος, ἱκόμαν.
Ἐτεοκλής
242μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους
243πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
244τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
Episode 5
Χορός
245καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων.
Ἐτεοκλής
246μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν.
Χορός
247στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
Ἐτεοκλής
248οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
Χορός
249δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται.
Ἐτεοκλής
250οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν;
Χορός
251ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
Ἐτεοκλής
252οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε;
Χορός
253θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
Ἐτεοκλής
254αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
Χορός
255ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
Ἐτεοκλής
256ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
Χορός
257μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
Ἐτεοκλής
258παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων;
Χορός
259ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Ἐτεοκλής
260αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
Χορός
261λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.
Ἐτεοκλής
262σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
Χορός
263σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ἐτεοκλής
264τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
265καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων,
266εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
267κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ
268ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
269Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
270θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
271ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
272πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
273Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγω
274εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
275μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
276ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαι
277θύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα,
278στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις.
279στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.
280τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
281μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
282οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
283ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
284ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
285εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
286πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
287λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
Choral 6
Strophe 1
Χορός
288μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ·
289γείτονες δὲ καρδίας
290μέριμναι ζωπυροῦσι τάρβος
291τὸν ἀμφιτειχῆ λεών,
292δράκοντας ὥς τις τέκνων
293ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
294πάντρομος πελειάς.
295τοὶ μὲν γὰρ ποτὶ πύργους
296πανδαμεὶ πανομιλεὶ
297στείχουσιν. τί γένωμαι;
298τοὶ δʼ ἐπʼ ἀμφιβόλοισιν
299ἰάπτουσι πολίταις
300χερμάδʼ ὀκριόεσσαν.
301παντὶ τρόπῳ, Διογενεῖς
302θεοί, πόλιν καὶ στρατὸν
303Καδμογενῆ ῥύεσθε.
Antistrophe 1
Χορός
304ποῖον δʼ ἀμείψεσθε γαίας πέδον
305τᾶσδʼ ἄρειον, ἐχθροῖς
306ἀφέντες τὰν βαθύχθονʼ αἶαν,
307ὕδωρ τε Διρκαῖον, εὐ-
308τραφέστατον πωμάτων
309ὅσων ἵησιν Ποσει-
310δᾶν ὁ γαιάοχος
311Τηθύος τε παῖδες.
312πρὸς τάδʼ, ὦ πολιοῦχοι
313θεοί, τοῖσι μὲν ἔξω
314πύργων ἀνδρολέτειραν
315κῆρα, ῥίψοπλον ἄταν,
316ἐμβαλόντες ἄροισθε
317κῦδος τοῖσδε πολίταις.
318καὶ πόλεως ῥύτορες ἔστʼ
319εὔεδροί τε στάθητʼ
320ὀξυγόοις λιταῖσιν.
Strophe 2
Χορός
321οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν
322Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
323δουλίαν ψαφαρᾷ σποδῷ
324ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
325περθομέναν ἀτίμως,
326τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
327ἒ ἔ, νέας τε καὶ παλαιὰς
328ἱππηδὸν πλοκάμων, περιρ-
329ρηγνυμένων φαρέων. βοᾷ
330δʼ ἐκκενουμένα πόλις,
331λαΐδος ὀλλυμένας μιξοθρόου·
332βαρείας τοι τύχας προταρβῶ.
Antistrophe 2
Χορός
333κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποις
334νομίμων προπάροιθεν διαμεῖψαι
335δωμάτων στυγερὰν ὁδόν·
336τί; τὸν φθίμενον γὰρ προλέγω
337βέλτερα τῶνδε πράσσειν·
338πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
339ἒ ἔ, δυστυχῆ τε πράσσει.
340ἄλλος δʼ ἄλλον ἄγει, φονεύ-
341ει, τὰ δὲ πυρφορεῖ· καπνῷ
342δὲ χραίνεται πόλισμʼ ἅπαν·
343μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας
344μιαίνων εὐσέβειαν Ἄρης.
Strophe 3
Χορός
345κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλιν
345bδʼ ὁρκάνα
346πυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρ
347ἀμφὶ δορὶ κλίνεται·
348βλαχαὶ δʼ αἱματόεσσαι
349τῶν ἐπιμαστιδίων
350ἀρτιτρεφεῖς βρέμονται.
351ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
352ξυμβολεῖ φέρων φέροντι,
353καὶ κενὸς κενὸν καλεῖ,
354ξύννομον θέλων ἔχειν,
355οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι.
356τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα.
Antistrophe 3
Χορός
357παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
358ἀλγύνει κυρήσας· πικρὸν δʼ
359ὄμμα θαλαμηπόλων·
360πολλὰ δʼ ἀκριτόφυρτος
361γᾶς δόσις οὐτιδανοῖς
362ἐν ῥοθίοις φορεῖται.
363δμωίδες δὲ καινοπήμονες νέαι·
364τλάμονʼ εὐνὰν αἰχμάλωτον
365ἀνδρὸς εὐτυχοῦντος ὣς
366δυσμενοῦς ὑπερτέρου
367ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
368παγκλαύτων ἀλγέων ἐπίρροθον.
Episode 7
Ἡμιχόριον Α
369ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
370πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
371σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ἡμιχόριον Β
372καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος
373εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
374σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.
Ἄγγελος
375λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
376ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
377Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
378βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
379ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
380Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
381μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
382θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
383σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
384τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους
385σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω
386χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
387ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,
388φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·
389λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
390πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
391τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
392βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
393ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
394ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
395τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
396κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ἐτεοκλής
397κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,
398οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
399λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.
400καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος
401ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
402τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
403εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,
404τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε
405γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,
406καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.
407ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
408τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,
409μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
410τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.
411αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.
412σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
413ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,
414Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·
415Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται
416εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Choral 8
Strophe 1
Χορός
417τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
418θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
419πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη-
420φόρους μόρους ὑπὲρ φίλων
421ὀλομένων ἰδέσθαι.
Ἄγγελος
422τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
423Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,
424γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου
425μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,
426πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη·
427θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
428καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
429ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
430τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
431μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
432ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
433φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
434χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.
435τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
436τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;
Ἐτεοκλής
437καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
438τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
439ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·
440Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,
441θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
442χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
443πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·
444πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
446μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
447ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,
448αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
449φερέγγυον φρούρημα, προστατηρίας
450Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς.
451λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Antistrophe 1
Χορός
452ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,
453κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
454πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
455θʼ ἑδωλίων ὑπερκόπῳ
456δορί ποτʼ ἐκλαπάξαι.
Ἄγγελος
457καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις
458λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
459ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,
460πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.
461ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
462δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
463φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
464μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
465ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·
466ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσεις
467στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
468βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
469ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.
470καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
471πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.
Ἐτεοκλής
472πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·
473καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,
474Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
474bγένους,
475ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
476βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
477ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,
478ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος
479ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
480κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.
Strophe 2
Χορός
481ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ
482πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
483ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει
484μαινομένᾳ φρενί, τώς νιν
485Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
Ἄγγελος
486τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
487Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
488Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
489ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
490ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
491ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν
492ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
493Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα
494λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
495ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
496προσηδάφισται κοιλογάστορος κύκλου.
497αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει
498βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
499τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
500Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Ἐτεοκλής
501πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,
502πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,
503εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
504Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
505ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
506ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
507οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν
508μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.
509ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
510ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων
511θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,
512Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος
513σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·
514κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
515τοιάδε μέντοι προσφίλεια δαιμόνων·
516πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων,
517εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·
519εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας,
518Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
520σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.
Antistrophe 2
Χορός
521πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼ
522ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
523δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
524δαροβίοισι θεοῖσιν,
525πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
Ἄγγελος
526οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
527πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
528τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος·
529ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
530σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον,
531ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
532Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
533βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·
534στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων,
535ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
536ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
537φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται.
538οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις·
539τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540σάκει, κυκλωτῷ σώματος προβλήματι,
541Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένην
542γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
543φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα,
544ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη.
545ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην,
546μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον,
547Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρ
548μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς,
549πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός.
Ἐτεοκλής
550εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
551αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·
552ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο.
553ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα,
554ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,
555Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·
556ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
557ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
558οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
559εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος·
560ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,
561πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν.
562θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.
Strophe 3
Χορός
563ἱκνεῖται λόγος διὰ στηθέων,
564τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται,
565μεγάλα μεγαληγόρων κλυούσᾳ
566ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ
567θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.
Ἄγγελος
568ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον,
569ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·
570Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
571κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·
572τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
573μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
574Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
575κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.
576καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,
577ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,
578δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος,
579καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα·
580ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
581καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
582πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
583πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα;
584μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
585πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
586ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
587ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
588μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.
589μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον.
590τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχων
591πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ.
592οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει,
593βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
594ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
595τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
596πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
Ἐτεοκλής
597φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς
598δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.
599ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς
600κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·
601ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
602ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
603ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
604ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
605ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
606ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
607ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,
608πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.
609οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
610σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
611μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
612θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
613τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
614Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
615δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις
616οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,
617ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
618εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·
619φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
620ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν,
621ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
622γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει,
623ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεται
624παρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
625θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Antistrophe 3
Χορός
626κλύοντες θεοὶ δικαίας λιτὰς
627ἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ,
628δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶς
629ἐπιμόλους· πύργων δʼ ἔκτοθεν
630βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
Episode 9
Ἄγγελος
631τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις
632λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
633οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·
634πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
635ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας,
636σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
637ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
638φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
639τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
640καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
641τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
642ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
643διπλοῦν τε σῆμα προσμεμηχανημένον.
644χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
645ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
646Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα
647λέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν
648ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς.
649τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα.
650σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·
651ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων
652μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ἐτεοκλής
653ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
654ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·
655ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
656ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,
657μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
658ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
659τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,
660εἴ νιν κατάξει χρυσότευκτα γράμματα
661ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
662εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
663ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·
664ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
665οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω,
666οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,
667Δίκη προσεῖδε καὶ κατηξιώσατο·
668οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
669οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
670ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος
671Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
672τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
673αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
674ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,
675ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχος
676κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.
Χορός
677μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
678ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ·
679ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
680ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.
681ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος,
682οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ἐτεοκλής
683εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
684ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·
685κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς.
Choral 10
Strophe 1
Χορός
686τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-
687θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼ
688ἔκβαλʼ ἔρωτος ἀρχάν.
Ἐτεοκλής
689ἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός,
690ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸν
691Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Antistrophe 1
Χορός
692ὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ-
693νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν
694αἵματος οὐ θεμιστοῦ.
Ἐτεοκλής
695φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ
696ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
697λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
Strophe 2
Χορός
698ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή-
699σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκ
700εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
701θεοὶ θυσίαν δέχωνται;
Ἐτεοκλής
702θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
703χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται·
704τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
Antistrophe 2
Χορός
705νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων
706λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
707λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
708πνεύματι· νῦν δʼ ἔτι ζεῖ.
Ἐτεοκλής
709ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
710ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
711ὄψεις, πατρῴων χρημάτων δατήριοι.
Episode 11
Χορός
712πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.
Ἐτεοκλής
713λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.
Χορός
714μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις.
Ἐτεοκλής
715τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χορός
716νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ἐτεοκλής
717οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χορός
718ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ἐτεοκλής
719θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
Choral 12
Strophe 1
Χορός
720πέφρικα τὰν ὠλεσίοικον
721θεόν, οὐ θεοῖς ὁμοίαν,
722παναλαθῆ κακόμαντιν
723πατρὸς εὐκταίαν Ἐρινὺν
724τελέσαι τὰς περιθύμους
725κατάρας Οἰδιπόδα βλαψίφρονος·
726παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει.
Antistrophe 1
Χορός
727ξένος δὲ κλήρους ἐπινωμᾷ,
728Χάλυβος Σκυθᾶν ἄποικος,
729κτεάνων χρηματοδαίτας
730πικρός, ὠμόφρων σίδαρος,
731χθόνα ναίειν διαπήλας,
732ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
733τῶν μεγάλων πεδίων ἀμοίρους.
Strophe 2
Χορός
734ἐπεὶ δʼ ἂν αὐτοκτόνως
735αὐτοδάικτοι θάνωσι,
736καὶ γαΐα κόνις πίῃ
737μελαμπαγὲς αἷμα φοίνιον,
738τίς ἂν καθαρμοὺς πόροι,
739τίς ἄν σφε λούσειεν; ὦ
740πόνοι δόμων νέοι παλαι-
741οῖσι συμμιγεῖς κακοῖς.
Antistrophe 2
Χορός
742παλαιγενῆ γὰρ λέγω
743παρβασίαν ὠκύποινον·
744αἰῶνα δʼ ἐς τρίτον μένει·
745Ἀπόλλωνος εὖτε Λάιος
746βίᾳ, τρὶς εἰπόντος ἐν
747μεσομφάλοις Πυθικοῖς
748χρηστηρίοις θνᾴσκοντα γέν-
749νας ἄτερ σῴζειν πόλιν,
Strophe 3
Χορός
750κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶν
751ἐγείνατο μὲν μόρον αὑτῷ,
752πατροκτόνον Οἰδιπόδαν,
753ὅστε ματρὸς ἁγνὰν
754σπείρας ἄρουραν, ἵνʼ ἐτράφη,
755ῥίζαν αἱματόεσσαν
756ἔτλα· παράνοια συνᾶγε
757νυμφίους φρενώλεις.
Antistrophe 3
Χορός
758κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει·
759τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρει
760τρίχαλον, ὃ καὶ περὶ πρύμ-
761ναν πόλεως καχλάζει.
762μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου
763τείνει, πύργος ἐν εὔρει.
764δέδοικα δὲ σὺν βασιλεῦσι
765μὴ πόλις δαμασθῇ.
Strophe 4
Χορός
766τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν
767βαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰ
768πελόμενʼ οὐ παρέρχεται.
769πρόπρυμνα δʼ ἐκβολὰν φέρει
770ἀνδρῶν ἀλφηστᾶν
771ὄλβος ἄγαν παχυνθείς.
Antistrophe 4
Χορός
772τίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασαν
773θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ
774πολύβατός τʼ ἀγὼν βροτῶν,
775ὅσον τότʼ Οἰδίπουν τίον,
776τὰν ἁρπαξάνδραν
777κῆρʼ ἀφελόντα χώρας;
Strophe 5
Χορός
778ἐπεὶ δʼ ἀρτίφρων
779ἐγένετο μέλεος ἀθλίων
780γάμων, ἐπʼ ἄλγει δυσφορῶν
781μαινομένᾳ κραδίᾳ
782δίδυμα κάκʼ ἐτέλεσεν·
783πατροφόνῳ χερὶ τῶν
784κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη·
Antistrophe 5
Χορός
785τέκνοις δʼ ἀγρίας
786ἐφῆκεν ἐπικότους τροφᾶς,
787αἰαῖ, πικρογλώσσους ἀράς,
788καί σφε σιδαρονόμῳ
789διὰ χερί ποτε λαχεῖν
790κτήματα· νῦν δὲ τρέω
791μὴ τελέσῃ καμψίπους Ἐρινύς.
Episode 13
Ἄγγελος
792θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
793πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·
794πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·
795πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
796πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
797στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
798ἐφραξάμεσθα μονομάχοισι προστάταις·
799καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι·
800τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
801ἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένει
802κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορός
803τί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Ἄγγελος
804πόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι—
Χορός
805τίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου.
Ἄγγελος
806φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι —
Χορός
807οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Ἄγγελος
808οὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι—
Χορός
809ἐκεῖθι κεῖσθον ; βαρέα δʼ οὖν ὅμως φράσον.
Ἄγγελος
810ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορός
811οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα ;
Χορός
812οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
813αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος.
814τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·
815πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται,
816δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
817Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
818ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
819πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι.
820πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν
821πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.
Choral 14
Anapests 1
Χορός
822ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι
823δαίμονες, οἳ δὴ Κάδμου πύργους
824τούσδε ῥύεσθε,
825πότερον χαίρω κἀπολολύξω
826πόλεως ἀσινεῖ σωτῆρι . .,
827ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας
830ἀτέκνους κλαύσω πολεμάρχους;
831οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν
832καὶ πολυνεικεῖς
832bὤλοντʼ ἀσεβεῖ διανοίᾳ.
Strophe 1
Χορός
833ὦ μέλαινα καὶ τελεία
833bγένεος Οἰδίπου τʼ ἀρά,
834κακόν με καρδίαν τι περιπίτνει κρύος.
835ἔτευξα τύμβῳ μέλος
836Θυιὰς αἱματοσταγεῖς
837νεκροὺς κλύουσα δυσμόρως
838θανόντας· ἦ δύσορνις ἅ-
839δε ξυναυλία δορός.
Antistrophe 1
Χορός
840ἐξέπραξεν, οὐδʼ ἀπεῖπεν
841πατρόθεν εὐκταία φάτις·
842βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν.
843μέριμνα δʼ ἀμφὶ πτόλιν·
844θέσφατʼ οὐκ ἀμβλύνεται.
845ἰὼ πολύστονοι, τόδʼ ἠρ-
846γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ-
847ακτὰ πήματʼ οὐ λόγῳ.
Anapests 4
Χορός
848τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·
849διπλαῖ μέριμναι, διδυμάνορα
850κάκʼ αὐτοφόνα, δίμοιρα τέ-
851λεια τάδε πάθη. τί φῶ;
852τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων
853δόμων ἐφέστιοι;
854ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρον
855ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
856πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται
857τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,
858τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον
860πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
861ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος
862πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη,
863θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
864οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων
865στηθέων ἥσειν ἄλγος ἐπάξιον.
866ἡμᾶς δὲ δίκη πρότερον φήμης
867τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος
868ἰαχεῖν Ἀίδα τʼ
870ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν.
871ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι
872στρόφον ἐσθῆσιν περιβάλλονται,
873κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς
874μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.
Strophe 1
Χορός
875ἰὼ ἰὼ δύσφρονες,
876φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,
877δόμους πατρῴους ἑλόν-
878τες μέλεοι σὺν αἰχμᾷ.
879μέλεοι δῆθʼ οἳ μελέους θανάτους
880εὕροντο δόμων ἐπὶ λύμῃ.
Antistrophe 1
Χορός
881ἰὼ ἰὼ δωμάτων
882ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας
883ἰδόντες, ἤδη διήλ-
885λαχθε σὺν σιδάρῳ.
886κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδα
887πότνιʼ Ἐρινὺς ἐπέκρανεν.
Strophe 2
Χορός
888διʼ εὐωνύμων τετυμμένοι,
889τετυμμένοι δῆθʼ,
890ὁμοσπλάγχνων τε πλευρωμάτων
892αἰαῖ δαιμόνιοι,
893αἰαῖ δʼ ἀντιφόνων
894θανάτων ἀραί.
895διανταίαν λέγεις πλαγὰν δόμοισι καὶ
896σώμασιν πεπλαγμένους, ἐννέπω
897ἀναυδάτῳ μένει
898ἀραίῳ τʼ ἐκ πατρὸς
899οὐ διχόφρονι πότμῳ.
Antistrophe 2
Χορός
900διήκει δὲ καὶ πόλιν στόνος,
901στένουσι πύργοι,
902στένει πέδον φίλανδρον· μένει
903κτέανα δʼ ἐπιγόνοις,
904διʼ ὧν αἰνομόροις,
905διʼ ὧν νεῖκος ἔβα
906καὶ θανάτου τέλος.
907ἐμοιράσαντο δʼ ὀξυκάρδιοι
908κτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν.
909διαλλακτῆρι δʼ οὐκ
909bἀμεμφεία φίλοις,
910οὐδʼ ἐπίχαρις Ἄρης.
Strophe 3
Χορός
911σιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν,
912σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
913τάχʼ ἄν τις εἴποι, τίνες;
914τάφων πατρῴων λαχαί.
915ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺς
916προπέμπει δαϊκτὴρ γόος αὐ-
917τόστονος, αὐτοπήμων,
918δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμως
919δακρυχέων ἐκ φρενός, ἃ
920κλαιομένας μου μινύθει
921τοῖνδε δυοῖν ἀνάκτοιν.
Antistrophe 3
Χορός
922πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν
923ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,
924ξένων τε πάντων στίχας
925πολυφθόρους ἐν δαΐ.
926δυσδαίμων σφιν ἁ τεκοῦσα
927πρὸ πασᾶν γυναικῶν ὁπόσαι
928τεκνογόνοι κέκληνται.
929παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
930τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ-
931τασαν ὑπʼ ἀλλαλοφόνοις
932χερσὶν ὁμοσπόροισιν.
Strophe 4
Χορός
933ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
934διατομαῖς οὐ φίλοις,
935ἔριδι μαινομένᾳ,
936νείκεος ἐν τελευτᾷ.
937πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ
938ζόα φονορύτῳ
939μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.
940πικρὸς λυτὴρ νεικέων ὁ πόντιος
941ξεῖνος ἐκ πυρὸς συθεὶς
942θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων
943κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-
944αν τιθεὶς ἀλαθῆ.
Antistrophe 4
Χορός
945ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι
946διοδότων ἀχθέων·
947ὑπὸ δὲ σώματι γᾶς
948πλοῦτος ἄβυσσος ἔσται.
949ἰὼ πολλοῖς ἐπανθίσαντες
950πόνοισι γενεάν·
951τελευταῖαι δʼ ἐπηλάλαξαν
952Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου
953παντρόπῳ φυγᾷ γένους.
954ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις,
955ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-
956σας ἔληξε δαίμων.
Episode 15
Ἀντιγόνη
957παισθεὶς ἔπαισας.
Ἰσμήνη
957bσὺ δʼ ἔθανες κατακτανών.
Ἀντιγόνη
958δορὶ δʼ ἔκανες—
Ἰσμήνη
959δορὶ δʼ ἔθανες—
Ἀντιγόνη
960μελεοπόνος.
Ἰσμήνη
961μελεοπαθής.
Ἀντιγόνη
962ἴτω γόος.
Ἰσμήνη
963ἴτω δάκρυ.
Ἀντιγόνη
964πρόκεισαι —
Ἰσμήνη
965κατακτάς.
Choral 16
Strophe 1
Ἀντιγόνη
966ἠέ.
Ἰσμήνη
966bἠέ.
Ἀντιγόνη
967μαίνεται γόοισι φρήν.
Ἰσμήνη
968ἐντὸς δὲ καρδία στένει.
Ἀντιγόνη
969ἰὼ ἰὼ πάνδυρτε σύ.
Ἰσμήνη
970σὺ δʼ αὖτε καὶ πανάθλιε.
Ἀντιγόνη
971πρὸς φίλου γʼ· ἔφθισο.
Ἰσμήνη
972καὶ φίλον ἔκτανες.
Ἀντιγόνη
973διπλᾶ λέγειν—
Ἰσμήνη
974διπλᾶ δʼ ὁρᾶν—
Ἀντιγόνη
975ἄχθεα τῶνδε τάδʼ ἐγγύθεν.
Ἰσμήνη
976πέλας ἀδελφέʼ ἀδελφεῶν.
Χορός
977ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
978πότνιά τʼ Οἰδίπου σκιά,
979μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Antistrophe 1
Ἀντιγόνη
980ἠέ.
Ἰσμήνη
980bἠέ.
Ἀντιγόνη
981δυσθέατα πήματα —
Ἰσμήνη
982ἔδειξεν ἐκ φυγᾶς ἐμοί.
Ἀντιγόνη
983οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν.
Ἰσμήνη
984σωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν.
Ἀντιγόνη
985ὤλεσε δῆτʼ ἄγαν.
Ἰσμήνη
986καὶ τὸν ἐνόσφισεν.
Ἀντιγόνη
987τάλαν γένος.
Ἰσμήνη
988τάλαν πάθος.
Ἀντιγόνη
989δύστονα κήδεʼ ὁμαίμονα.
Ἰσμήνη
990δίυγρα τριπάλτων πημάτων.
Χορός
991ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
992πότνιά τʼ Οἰδίπου σκιά,
993μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Epode 3
Ἀντιγόνη
994σὺ τοί νιν οἶσθα διαπερῶν—
Ἰσμήνη
995σὺ δʼ οὐδὲν ὕστερος μαθών—
Ἀντιγόνη
996ἐπεὶ κατῆλθες ἐς πόλιν,
Ἰσμήνη
997δορός γε τῷδʼ ἀντηρέτας.
Ἀντιγόνη
998ὀλοὰ λέγειν.
Ἰσμήνη
999ὀλοὰ δʼ ὁρᾶν.
Ἀντιγόνη
1000ἰὼ πόνος—
Ἰσμήνη
1001ἰὼ κακά—
Ἀντιγόνη
1002δώμασι καὶ χθονί.
Ἰσμήνη
1003πρὸ πάντων δʼ ἐμοί.
Ἀντιγόνη
1004καὶ τὸ πρόσω γʼ ἐμοί.
Ἰσμήνη
1005ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ.
Ἀντιγόνη
1006ἰὼ πάντων πολυστονώτατοι.
Ἰσμήνη
1007ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.
Ἀντιγόνη
1008ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;
Ἰσμήνη
1009ἰώ, ὅπου ʼσʼτι τιμιώτατον.
Ἀντιγόνη
1010ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.
Episode 17
Κῆρυξ
1011δοκοῦντα καὶ δόξαντʼ ἀπαγγέλλειν με χρὴ
1012δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·
1013Ἐτεοκλέα μὲν τόνδʼ ἐπʼ εὐνοίᾳ χθονὸς
1014θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
1015στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλει
1016ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερ
1017τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
1018οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν·
1019τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
1021ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός,
1022εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
1023τῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
1024θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
1025στράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.
1026οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖ
1027ταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
1028καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματα
1029μήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
1030ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο.
1031τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει.
Ἀντιγόνη
1032ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·
1033ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
1034ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
1035θάψασʼ ἀδελφὸν τὸν ἐμόν, οὐδʼ αἰσχύνομαι
1036ἔχουσʼ ἄπιστον τήνδʼ ἀναρχίαν πόλει.
1037δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
1038μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
1039τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῶν
1040ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.
1041τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
1042λύκοι σπάσονται· μὴ δοκησάτω τινί.
1043τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,
1044γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
1045κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
1046καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν·
1047θάρσει, παρέσται μηχανὴ δραστήριος.
Κῆρυξ
1048αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
Ἀντιγόνη
1049αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.
Κῆρυξ
1050τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Ἀντιγόνη
1051τράχυνʼ· ἄθαπτος δʼ οὗτος οὐ γενήσεται.
Κῆρυξ
1052ἀλλʼ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;
Ἀντιγόνη
1053ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
Κῆρυξ
1054οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Ἀντιγόνη
1055παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κῆρυξ
1056ἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν.
Ἀντιγόνη
1057ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
1058ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
Κῆρυξ
1059ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ.
Anapests 1
Χορός
1059bφεῦ φεῦ.
1060ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
1061Κῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδα
1062γένος ὠλέσατε πρυμνόθεν οὕτως,
1063τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
1064πῶς τολμήσω μήτε σὲ κλαίειν
1065μήτε προπέμπειν ἐπὶ τύμβον ·
1066ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
1067δεῖμα πολιτῶν.
1068σύ γε μὴν πολλῶν πενθητήρων
1069τεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοος
1070μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
1071εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;
Ἡμιχόριον Α
1072δράτω τι πόλις καὶ μὴ δράτω
1073τοὺς κλαίοντας Πολυνείκη.
1074ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
1075αἵδε προπομποί. καὶ γὰρ γενεᾷ
1076κοινὸν τόδʼ ἄχος, καὶ πόλις ἄλλως
1077ἄλλοτʼ ἐπαινεῖ τὰ δίκαια.
Ἡμιχόριον Β
1078ἡμεῖς δʼ ἅμα τῷδʼ, ὥσπερ τε πόλις
1079καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
1080μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
1081ὅδε…
1082μὴ…
1083…
The complete text is available when the reading interface loads.