Fragmenta
- Authority group
- Aeschylus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. H. J. Mette, Die Fragmente der Tragödien des Aischylos, Berlin: Akademie-Verlag, 1959: 1–255.
- CTS identifier
urn:cts:greekLit:tlg0085.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
D
4b
Athen. Δειπνοσοφ. II 75 [«Herodian.» Φιλέταιρος 25 Dain]:
... ὅτι δ' ἀρσενικόν ἐστι τοὔνομα (‘γάρος’), <Αἰσχύλος> δηλοῖ εἰπών·
‘〈× – ⏑ – ×〉 καὶ τὸν ἰχθύων γάρον’.
5a
Schol. H3M3M4 Homer. Odyss. δ 366: (Menelaos:) ‘... ˈ εἰ μή
τίς με θεῶν ὀλοφύρατο καί μ' ἐλέησε, ˈ Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο
γέροντος, ˈ Εἰδοθέη ...’] ἀπὸ τῆς ‘εἰδήσεως’ καὶ ἐπιστήμης τοῦ πατρὸς
τὸ ὄνομα. καὶ <Αἰσχύλος> δὲ <ἐν Πρωτεῖ> ‘Εἰδοθέαν’ αὐτὴν καλεῖ.
5b
Etym. Genuin. = Etym. Gudian. ed. R. Reitzenstein, Gesch.
d. griech. Etymol. p. 162, 13: Σελεύκου. ‘κερδώ’· ἡ ἀλώπηξ, ὑποκο-
ριστικῶς, ὡς <παρ' Αἰσχύλωι> ἡ ‘Εἰδώ’ καὶ ἡ ‘Ὑψώ’, ἀντὶ τοῦ ‘Εἰ-
δοθέα’ καὶ ‘Ὑψιπύλη’. τὸ ‘κερδώ’ δὲ ἀντὶ τοῦ ‘κερδαλέα’ ἡ ἀπατηλή· ἢ
ὡς παρὰ τὸ 〈‘εἶδος’ καὶ ‘ὕψος’〉 ‘Εἰδώ’ καὶ ‘Ὑψώ’, οὕτω καὶ παρὰ τὸ
‘κέρδος’ ‘κερδώ’ ἡ ‘κερδαλέα’ καὶ πανοῦργος.
5c
Schol. R Aristoph. Hipp. 1068: ‘κερδὼ’ δὲ ἡ ἀλώπηξ, παρὰ τὴν
‘κερδοσύνην’ τουτέστι τὴν πανουργίαν, ὡς ‘Εἰδοθέα, Εἰδώ’ καὶ ‘Ὑψιπύ-
λη, Ὑψώ’.
5d
Schol. C (VN; AE) Dionys. Thr. p. 227, 16 H. (376, 13; 539, 9):
τῶν δὲ θηλυκῶν (sc. ὑποκοριστικῶν) τύποι τρεῖς, ὁ εἰς ‘–ώ’, οἷον ‘Ὑψώ’
ἡ Ὑψιπύλη, ‘Εἰδώ’ 〈ἡ〉 Εἰδοθέα καὶ ‘Ἀφρώ’ ἡ Ἀφροδίτη ...
6
Schol. MTVB Eurip. Orest. 25: ‘... ἣ (Klytaimestra) πόσιν ἀπεί-
ρωι περιβαλοῦς' ὑφάσματι ˈ ἔκτεινεν’] ... <Αἰσχύλος> δέ φησιν·
{〈ΠΡΩΤ.?〉} ‘ἀμήχανον τεύχημα καὶ δυσέκλυτον’.
7
Hesych. Lex. Α 1357 L. (aus Diogenian.): ‘ἄε{λ}πτοι’· δεινοί, καὶ
‘ἄαπτοι’. <Αἰσχύλος Πρωτεῖ.>
8a
Hesych. Lex. Α 3404 L. (aus Diogenian.) ≌ Etym. Genuin. p. 26,
11 Mi. [Etym. Magn. p. 75, 22 Gaisf.]: ‘ἀμάδα’· τὴν ναῦν, ἀπὸ τοῦ ‘ἀμᾶν’
τὴν ἅλα. <Αἰσχύλος Πρωτεῖ σατυρικῶι.>
8b
Συναγ. λέξ. χρησίμ. Phot. p. 86, 24 Reitz.: ‘〈ἅ〉μαξα’· ἡ ναῦς παρὰ
τοῖς Ἀττικοῖς—καὶ ἴσως εἰκάζουσιν αὐτὴν ἁμάξηι—, ἀπὸ τοῦ ‘ἀμᾶν’
τὴν θάλασσαν. ἡ λέξις <παρ' Αἰσχύλωι.>
9
Hesych. Lex. II 137, 21 Schm. (aus Diogenian.): ‘ἐπάσω’· ἐκτήσω.
<Αἰσχύλος Πρωτεῖ σατυρικῶι.>
2
A
t
{Ἀθάμας}
10
Κατάλογ. 2: <Ἀθάμας.>
11a
Athen. Δειπνοσοφ. II 6 [Eustath. Homer. Il. Ι 122]: Φιλόχορος
(328 F 170 Jac.) δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζου-
σιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν
ἄγοντες. ὅθεν (Alkaios F 66 D.2 = 366 L.—P.)
‘οἶνος ... καὶ ἀλήθεια’
λέγεται, καὶ (Theognis 500)
‘... ἀνδρὸς δ' 〈οἶνος〉 ἔδειξε νόον’.
καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους· καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν
τοὺς ἀληθεύοντας.
δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον
δύο γένη τριπόδων, οὓς καλεῖσθαι ‘λέβητας’ συνέβαινεν ἀμφοτέρους, 〈ὁ μὲν
ἕτερος, ἐν ὧι τὸ ὕδωρ ἐθέρμαινον,〉 ‘ἐμπυριβήτης’ ὁ καὶ ‘λοετροχόος’ —
<Αἰσχύλος 〈ἐν Ἀθάμαντι〉·>
‘τὸν μὲν (den Melikertes) τρίπους ἐδέξατ' οἰκεῖος λέβης
αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν’ —,
ὁ δ' ἕτερος ‘κρατὴρ’ καλούμενος—Ὅμηρος· (Il. Ι 122)
‘ἕπτ' ἀπύρους τρίποδας ...’ —.
ἐν τούτοις (den ἄπυροι τρίποδες) δὲ τὸν οἶνον ἐκίρνων. καὶ οὗτός ἐστιν ὁ
τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαν-
τικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθηι.
Σῆμος δ' ὁ Δήλιός φησι ... (396 F 16 Jac.) ....
11b
Athen. Δειπνοσοφ. VII 100 [Eustath. Homer. Odyss. ε 432]:
‘πολύπους’] <‘πολύποδος’·> οὕτως φασὶν οἱ Ἀττικοί (s. Ail. Dionys. π 53
Erbse), ὡς καὶ Ὅμηρος (Od. ε 432)
‘ὡς δ' ὅτε πουλύ<ποδος> θαλάμης ἒξ ἑλκομένοιο ...’,
ἀνὰ λόγον· παρὰ τὸ ‘πούς’ γὰρ γέγονεν. τὴν δὲ αἰτιατικὴν ‘πολύπουν’
φασίν, ὡς ‘Ἀλκίνουν’ καὶ ‘Οἰδίπουν’. καὶ ‘τρίπουν’ δὲ ‘λέβητα’ <Αἰσχύλον>
εἰρηκέναι <ἐν Ἀθάμαντι> ἀπὸ ἁπλοῦ τοῦ ‘πούς’ ὡς ‘νοῦς’ ...
11c
Hesych. Lex. III 19, 26 Schm. (aus Diogenian.): ‘λέβης’· χάλκειος
ποδονιπτήρ, ‘τρίπους’.
12a
Etym. Genuin. p. 116, 30 Mi. [Etym. Magn. p. 346, 56 Gaisf.]:
‘ἐξαυστήρ’· σημαίνει σκεῦός τι. παρὰ τὸ ‘αὔω αὔσω’ ‘αὐστήρ’ καὶ ‘ἐξαυστήρ’.
<Αἰσχύλος Ἀθάμαντι·>
‘χαλκέ͜ο͜ισιν ἐξαυστῆρες 〈ἐγ〉χειρούμενοι’.
12b
Hesych. Lex. II 117, 11 Schm. (aus Diogenian.): ‘ἐξαυστήρ’·
κρεάγρα.
12c
Poll. Ὀνομαστ. VI 88; X 98: τὰ δὲ μαγείρου σκεύη ... ‘κρεάγραν’,
ἣν καὶ ... ἐκάλουν ... καὶ ‘ἐξαυστῆρα’ ... ‖ ... ἐκ δὲ τῶν σκευῶν ...
καὶ ‘κρεάγρα’ ... καὶ ‘ἐξαυστήρ’ ...
13
Hesych. Lex. Α 1522. 1524 L. (aus Diogenian.): ‘ἄητοι’· ἀκόρεστοι,
ἄπληστοι παρὰ τὴν τροφήν. ‖ ‘ἀήτους’· μεγάλας. <Αἰσχύλος Ἀθά-
μαντι.>
14a
Hesych. Lex. Α 5815 L. (aus Diogenian.) ~ Συναγ. λέξ. χρησ.
An. Gr. Bekker. 418, 12 ~ Λέξ. ῥητ. An. Gr. Bekker. 210, 23: ‘ἀπαρτί’·
ἀπηρτισμένως, ἀκριβῶς. <Αἰσχύλος Ἀθάμαντι.>
14b
Erotian. Τῶν παρ' Ἱπποκρ. λέξ. συναγ. Α 12 p. 13, 19 Nachm.:
‘ἀπαρτί’· ἀντὶ τοῦ ἀπηρτισμένως, καὶ παντελείως καὶ ὁλοκλήρως.
D
t
{Θεωροὶ ἢ Ἰσθμιασταὶ σάτυροι}
15
Κατάλογ. 23: <Θε{οδ}ωροὶ ἢ Ἰσθμι〈α〉σταί> (sc. die Satyrn als Teil-
nehmer an den von Sisyphos aus Anlab der Anschwemmung des toten
Melikertes zu Ehren des Poseidon gestifteten Isthmischen Spielen).
16
Pap. Ox. 2250
16a
(oberer Rand){×?} ἄ]γε δή, βασιλεῦ, ⁝ [⏑ ⏑ – ⏑ ⏑ –
καὶ ξύμπασαν ⁝ μ[⏑ ⏑ – ⏑ ⏑ –
τοῦ βαθυπλούτο[υ ⁝ ⏑ ⏑ – ἔξω
π?ενίας ναίων ⁝ κ[αὶ – ⏑ ⏑ –
παλ?]ι?κὴν σκήπτρ?[ωι ⁝ ⏑ ⏑ – ⏑ ⏑ –,
δέξ]α?[ι?] με?[!!!] ⁝ φ?ι?[λίας χώρας
τῆσ]δε προ?[θύμως ⁝ ⏑ ⏑ – ⏑ ⏑ –.
γυμ]ν?άζομ?' [ἐγὼ ⁝ ⏑ ⏑ – ⏑ ⏑ –
[ ]ο?σ?[ ]σ[
[ ]δ' α[
[ ]ο?υ[
(unterer Rand fehlt)
16b
(oberer Rand fehlt)]ἐπωιδο?[
]ειανο?κ?λε[
(unterer Rand fehlt)
17
Pap. Ox. 2162
(oberer Rand){〈Α〉} ............................. ὁρῶντες ε?ἰκοὺ[ς] οὐ κατ' ἀνθρώπους [ἰδεῖν.
⸏ὅπη〈ι〉 δ' ἂν ἔ?[ρ]δη〈ι〉ς, πάντα σοι τάδ' εὐσεβῆ.(tritt in das Innere des Poseidontempels zurück)
⸏{〈ΣΕΙΛ.〉} ἦ κάρτ' ὀφείλω τῶνδέ σοι· πρόφρων γ?ὰρ εἶ.
{〈ΣΑΤ.〉} ἄκουε δὴ πᾶς σῖγα, δ?εῖ θ?' ἑ?λ?εῖν? [τάδ]ε.
ἄθ?ρη?σ?ον, εἴ τ?[ι?ς ε]ἴ?κ?ε?λ?[ον
εἴδωλον ε?ἶναι? τ?οῦτ' ἐμῆι μορφῆι πλέον
〈ἐρεῖ ποτ' ἢ τῆι Κύπριδι〉
τὸ Δαιδάλου μ{ε?}[ί]μ?ημα· φω?ν?ῆς δεῖ μόνον.
τάδ' [ἄθρ?]ει·
ὅρα, θ?[ε]ώ?ρε?[ι]· ⸏χωρεῖ μά?λα.
εὐκταῖα κόσμον ταῦ?τ?[α τ?]ῶι θεῶι φέρω,
καλλίγραπτ?ον εὐχάν.
⸏τῆι μ?ητρὶ τῆι 'μῆ?ι πρά?γμα?τ' ἂν παρασχέθοι·
ἰδοῦσα γάρ νιν? ἂ?ν σαφῶς
τρέποιτ' ἂν {αξι} ἅζοιτό θ' ὡς
δ?οκοῦς' ἔμ' εἶναι τὸν ἐξ-
έθρ?εψεν· ο?ὕτως ἐμφερὴς ὅδ' ἐστίν.
{〈ΣΕΙΛ.〉} εἶα δή, σκοπεῖτε δ?ῶμα Ποντίου Σεισίχθο[νος,
κἀπιπασσάλευ' ἕ?κ?αστος τῆς κ[α]λ?ῆς μορφῆς? τ?[ύπον,
ἄ?γγελον, κήρυκ' ἄ?ν?α?υ?δον, ἐμπόρων κω?λ?ύτορ[α,
ὅ?[ς γ?'] ἐπισχήσει κε?λεύθου τοὺς ξένο[υς] φ?ό?[βον βλέπων.
⸏χαῖρ', ἄναξ, χαῖρ', ὦ Π?όσειδον, ἐπίτροπό?[ς θ' ἡμῖν γενοῦ.(Dionysos tritt auf:)
{〈ΔΙΟΝ.〉} ἔμελλον εὑρήσειν ἄρ' ὑμᾶς, ὠγαθο[ί.
οὔτοὑτέρως', οὔ, δῆλος ἦσθ' ὁδοιπο[ρῶν.
αὐ[τὴ κ?]έλευθος τ?αῦτά μοι προδ?είκ?[νυται,
στείλας'] ὁ?ρῶντα τούσδε πλησι?οσφ[ύους
ἴχνη τε] τ?αῦτα, καὶ σαφῶς ἡγεῖτό μοι.
ἔγνων—μαχ]η?τὰ[ς] δ' ὠ[ιό]μ?η?ν? [ὁ]δῶι πατ?[εῖν,
ὁ?ρ?ῶν? μύουρα καὶ βραχέα τὰ? [φ?αλλί]α?—,
ὡς ἐξέτριβες Ἰσθμιαστικὴν? [πάλη]ν,
κοὐκ ἠμέλησας, ἀλλ' ἐγυμνάζ[ου κα]λῶς.
εἰ δ' οὖν ἐσώζου τὴν πάλαι παρο?[ιμία]ν?,
τοὔρχημα μᾶλλον εἰκὸς ἦν ς' ἐ[πισκοπ]ε?ῖν.
σὺ δ' <ἰσθμ?ιάζεις> καὶ τρόπους και[νοὺς μ]α?θὼν?
βραχ{ε?}[ί?ο?ν' ἀ]σκεῖς, χρήματα φθείρων ἐμὰ
κτεά[νων δόσιν τ]ε· ταῦτ' ἐπηράνωι πόνων?;
ἀλλ' εἴ γ'] ἔ?ν?[ο]ρκόν ἐστί σο[ι] κα[κῶς] φ?ρ?ονεῖν
⸏ἐμοί,] κ?α?κῶς ὄλοιο, καὶ πεύ?σ?η?[ι] τ?[όδ?]ε.
{〈ΣΕΙΛ.〉} οὔποτε, οὐδὲ ἐ]ά?ν? [μ?ε?] χ?ρῆι σοι πρ[ο?σ?π?ολεῖν ξυνε]ύ?νεσ?ι?ν,
οὔ με πείσεις δύσ]π?ο?νον τὼς ἧ〈ι〉π?[ερ οὐδὲ δεσπότης
ἐξέτριβεν ἂν δίδ]ο?υ?λον ἢ τρίδουλ[ον οὐδένα.
κοὔποτ' ἦσθ' ἄν]αξ δ?ίκα[ιος] ὥ?[σ]θ' ἓν ἀ[πονεῖ]μ?[αι μόνον.
τειρόμην κακ]ῶι τε κο?[ί?τ]ω?ι? καὶ κακαῖς δ[υσ]αυ?λ?ί?α?ι?ς?
τοῦ βίου τ' αἰ]εὶ παλαιο?ῦ? το?ῦ?δ?' ἐν οἰκτ{ε?}ι?σ?[τῶι νομῶ]ι?,
σοὶ πονῶν· ἐγ]ὼ? δὲ τ?[αύ?τ]ας π?ο?λύπ?[ο?]δ?ο[ς? δειλὰς τριβὰ]ς?
⸏ξὺν τέκνοις φ]ε?ύγων [μεθ]ῆ?κ?α? τ?ό?ν?δ?' [ἀπό]π?[τυστον βίον.
{〈ΔΙΟΝ.〉} π]ό?τερα παθών τι δε[ινόν, ὦ πονηρὲ σύ,
⸏κο]ὐ πολλὰ δράσας ὧ[ν δίκην δώσεις τάχα;
{〈ΣΑΤ.〉} ε]ἶα θαρσῶν λέξ[ον· ἐν
τ]ῶι ἱερῶι μ?εν[ῶ 'γώ.
]![ ]σ?τ[!]!![ | ]φ?![
]ν?![ | ]τ?ι του[× – ⏑ ×
{〈ΣΕΙΛ.〉} × – ⏑ – × ⁝ ὡ]ς ἐλευθ?[έρωι πρέπει
× – ⏑ – × ⁝ ο]ὐδαμῶς [× – ⏑ ×
× – ⏑ – × ⁝ πά]γ?χυ πως κα?[κῶς ἔχει,
καὶ τἄλλα τοιαῦθ' ⁝] ὅσσα δὴ μ?[αθεῖν μ' ἔδει·
μόνον χορῶν στρο]φ?[εῖ]α ⁝ συντ?ά?[σσεις ἐμοί,
γύννις δ' ἄναλκις ⁝ εἴ τι]ς ἄλλος? [αἰὲν εἶ.
τὴν σὴν πανήγυριν δὲ ⁝ τ]ίς φιλ?[εῖ νέων
ἢ καὶ παλαιῶν; ⁝ !<!!!><–⏑>!!!]!ο?υκε[– ⏑ ×
<!!!!!><×–⏑–>!!!]!ου[ !!<–>!|!!<⏑>!]ρωντ !<×> [– ⏑ ×
<!!!!!><×–⏑–>!!!!]ντο[ | ]![
{〈ΔΙΟΝ.〉} ο?ὔ?κ?ο?[υν] ἀ?ν?α?[ι]δῆ ⁝ δ[ρᾶις με κοὐκ ἀνέκτ' ἐμοί;
σάκει καλύψας ⁝ [αὐχ]έν[α × – ⏑ ×
σπείρεις δὲ μῦθο?ν τ?[ό]νδε ⁝ ![– × – ⏑ ×
καὶ ῥηματίζεις ⁝ ε?ἰ?ς ἔμ' ἐ?κ?τρέ?[π?ων ψόγους,
ὡς οὐδ[έ]ν εἰμι ⁝ τὴν σιδηρῖτι?[ν τέχνην,
γύννις δ' ἄναλκις, ⁝ οὐδέν? ε?ἰμ' ἐ?[ν ἀνδράσιν.
καὶ νῦν τάδ' ἄλλα ⁝ καὶ ποταί?ν?[ι' αὖ κακά,
ἔχθιστα πάντων ⁝ τῶ[ν ἀκουσμάτων ἐμοί·
πλύνεις τ' ἔμ' αὐτὸν ⁝ [τήν τ' ἐμὴν πανήγυριν,
ἐφ' ἣν ἀγείρω ⁝ πλ[ῆθος ἀνθρώπων τόσον,
κοὐδεὶς παλαιῶν οὐδὲ τῶν νεωτέρω[ν
ἑκὼν ἄπεστι τῶνδε διστοίχω[ν χορῶν.
σὺ δ' <ἰσθμιάζεις,> καὶ πίτυος ἐστ[εμμένος
κλάδοισι?, κισσοῦ δ' οὐδ[α]μοῦ τιμὴ[ν σέβεις.
ταῦτ' οὖν δακρύσεις οὐ καπνῶ[ι δηχθεὶς μόνον.
⸏παρόντα δ' ἐγγὺς οὐχ ὁρᾶις τὰ [δάιδια;
{〈ΣΑΤ.〉} ἀλλ' οὔποτ' ἔξειμ' ἐ[γὼ
τοῦ ἱεροῦ, καὶ τί μοι?[
ταῦτ' ἀπειλεῖς ἔχ?[ων;
Ἴσθμιον ἀντε[ισέρχομαι
Ποσειδᾶνος ο[ἶκον.
⸏σὺ δ' ἄλλοις ταῦτ[α π]έμπε [δῶρα.
(Die Person A kehrt zurück:){〈Α〉} ἐπεὶ τ]ὰ? καινὰ ταῦτα μα?[νθά]νειν φιλεῖ[ς,
ἐγὼ [φέ]ρω σοι νεοχμὰ [τῆιδ'] ἀ?θύρματα?
ἀπὸ [σκε]πάρνου κἄκμ[ονος ν]ε?όκτ[ιτα.
⸏τουτ[ὶ τὸ] πρῶτόν ἐστί σοι τ[ῶ]ν [π]αι[γ?νίω]ν.
{〈ΚΟΡ.〉} ⸏ἐμοὶ μὲν οὐχί· τῶν φίλων ν〈ε〉ῖμόν τι?νι.
{〈Α〉} ⸏μὴ ἄπειπε μηδ' ὄρν{ε}ιθος οὕνεκ', ὦγαθέ.
{〈ΚΟΡ.〉} ⸏τί δὴ γανοῦσθαι τοῦτο; καὶ τί χρήσομαι;
{〈Α〉} ⸏ἥν περ μεθεῖλ[ες τὴ]ν τέχνην ταύτη?ι? πρέπ?[ειν.
{〈ΚΟΡ.〉} ⸏τί δ' [ἀ?]ντιποιεῖν [!!!]!ιπλουν μου[!]ανδάν[ ;
{〈Α〉} ⸏<ξυνισθμιάζειν,> [ἔργον ἐ?]μμελέστατον.
{〈ΚΟΡ.〉} ⸏φέρ' ὦ?[γάθ' εἰπέ· πῶς τις ὧδ'] ἐμβήσεται;
{〈Α〉} ἐ?πισ?[χερὼ μέν· εἰ δὲ μή,] βάδην ἐλ[ᾶ]ι?ς.
!!]ει?[⏑ – × – ⏑ –] φέ?ρ?ων σφυρά.
!!]σε[
(10 Zeilen der Kolumne fehlen)
18
Pap. Ox. 2162 fr. 3
(oberer Rand fehlt)[ ]δε![
ἀδ]ελφ[
[ ]τιπ?[
[ ]δ![
(unterer Rand fehlt)
19
Pap. Ox. 2255 fr. 4
(oberer Rand)]τοῦθ' ο?[
(unterer Rand fehlt)
20a
Athen. Δειπνοσοφ. XIV 27: ... σχήματα δέ ἐστιν ὀρχήσεως
ξιφισμός, καλαθισμός, καλλαβίδες, σκώψ, σκώπευμα. ἦν δὲ ὁ ‘σκὼψ’ τῶν
‘ἀποσκοπούντων’ τι σχῆμα, ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτω-
κότων. μνημονεύει <Αἰσχύλος ἐν Θεωροῖς·>
‘καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων ...’ ...
20b
Hesych. Lex. IV 55, 5; 216, 23 Schm.: ‘σκωπευμάτων’· σχῆμα
τῆς χειρὸς πρὸς τὸ μέτωπον τιθεμένης ὥσπερ ‘ἀποσκοπούντων’. ‖ ‘ὑπό-
σκοπον χέρα’· <Αἰσχύλος.> ὥσπερ οἱ ‘ἀποσκοποῦντες’, οὕτω κελεύει
σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι ...
20c
Συναγ. λέξ. χρησίμ. Phot. II 168, 1 Nab.: ‘σκώπευμα’· σχῆμα σατυ-
ρικόν, ὡς καὶ ὁ σκωπος (so!). οὕτως <Αἰσχύλος.>
21
Ailios Dionysios ψ 4 Erbse in Συναγ. λέξ. χρησίμ. Phot. II 269, 12
Nab.: ‘ψό’· ἐπὶ τοῦ σαπροῦ καὶ μὴ συναρέσκοντος. 〈Σοφοκλῆς Ποιμέσιν
(F 521 Pears.)〉. ἔστι δὲ 〈‘ψόθος’ τὸ πλῆρες τοῦ〉 ἀποκομματικοῦ λεξιδίου.
‘ψόθον’ γὰρ καλοῦσιν Ἀριστοφάνης (F 892 K.)
‘πλέωι γράσου 〈τε〉 καὶ ψόθ{οι}ου 〈× – ⏑ ×〉,
καὶ
’〈× – ⏑ –〉 ῥύπου τε ⁝ καὶ ψόθου 〈πλέως〉‘
<Αἰσχύλος Θεωροῖς.>
22
Hesych. Lex. Α 6654 L. (aus Diogenian.): ’ἀποστάς‘· φυγών. <Αἰσχύ-
λος Ἰσθ〈μι〉ασταῖς> καὶ Ἀλκμήνηι (F 34).
23
Hesych. Lex. II 337, 16 Schm. (aus Diogenian.): ’ἰαμβίς‘· <Αἰσχύ-
λος Θεωροῖς ἢ Ἰσθμιασταῖς.> τοῖς κιθαρίζουσιν ὁ αὐλὸς συνήιει, καὶ αἱ
τοιαῦται κιθαρίσεις ἐλέγοντο ’παριαμβίδες‘.
3
t
1
{ΑΙΤΝΑΙΑΙ}
A
24a
Κατάλογ. 4: <Αἰτναῖαι> γνήσιοι.
24b
—5: <Αἰτναῖαι> νόθοι.
25
Anon. Γένος Αἰσχύλου 9 p. 4, 17 Wil.:... ἐλθὼν (sc. Aischylos) τοίνυν
εἰς Σικελίαν Ἱέρωνός τε τὴν Αἴτνην κτίζοντος (a. 476/5: Diod. XI 49)
ἐπεδείξατο τὰς <Αἴτνας> οἰωνιζόμενος βίον ἀγαθὸν τοῖς συνοικίζουσι τὴν πόλιν.
26
Pap. Ox. 2257 fr. 1
]!!![!!!]! φ?[ ]· !!!ωναφ? [!!!]!!!!!![ ]!![!!]·
τατ́!![!!]!α?ρ?!!παζ· [ ]![!!] παυτ· [!!]!!ρα !!!![ ]!![!!!]!μ?#?#?[!]!!
ε?τ?!ι?τε <Αἰσχύ(λ)> [ ]!![εἰς] Ἀ?θή?ν[α?]ς? ἐ?κ? [Δ?ε?λ?]φῶν μ(ε)τ(α)[βι]β?άζε?[ι?!!![!
!!]δ?υ?μ? ( )!! Τρωϊ!!!!φα?λ?() [!]!ι ’Ἀχιλ(λέως) Ἐρα[σ](τ?αί)‘ !κ(ατὰ) μ(ὲν)
γ(ὰρ) τὸ πρῶτον μ[έρος] αὐ?τοῦ ἡ σκην?ὴ ὑ(πό)κε[ι]τ?(αι) Αἴτνη?, κ(ατὰ) δ(ὲ) τὸ
δεύτ(ερον) Ξουθεία, κ(α)τ(ὰ) δὲ [τ]ὸ? τρίτο?ν πάλιν? Αἴτνη, εἶτ' ἀπὸ
ταύτης εἰ[ς Λε]ο?ν?τίνους μ(ε)τ(α)βάλλει καὶ γί(νεται) ἡ σκηνὴ Λεον[!!!],
μ(ε)τ(ὰ) δ' αὐτὸν Συρακοῦσσαι, καὶ τὰ λοιπὰ [ἐν Τεμενίτ?]ηι δ(ια)περαί-
νετ(αι), ὅς (ἐστι) τοπ?( ).
27a
Macrob. Saturn. V 19, 17f. 24: (17) ... et Di Palici in Sicilia
coluntur, quos primus omnium <Aeschylus tragicus,> vir utique Si-
culus, in litteras dedit; interpretationem quoque nominis eorum ... ex-
pressit versibus suis. sed priusquam versus <Aeschyli> ponam, paucis
explananda est historia Palicorum. (18) in Sicilia Symaethus fluvius
est. iuxta hunc nympha Thalia conpressu Iovis qravida metu Iunonis
optavit, ut sibi terra dehisceret. factum est. sed ubi venit tempus maturi-
tatis infantum, quos alvo illa gestaverat, reclusa terra est et duo infantes
de alvo Thaliae progressi emerserunt appellatique sunt ’Palici‘ ἀπὸ τοῦ
’πάλιν ἱκέσθαι‘, quoniam prius in terram mersi denuo inde reversi
sunt. ..... (24) <Aeschyli> tragoedia est quae inscribitur <’Aet{h}na‘.> in
hac cum de Palicis loqueretur, sic ait:
{’〈Α〉} τί δῆτ' ἐπ' αὐτοῖς ὄνομα θήσονται βροτοί;
{〈Β〉} σεμνοὺς ‘Παλικοὺς’ Ζεὺς ἐφίεται καλεῖν.
{〈Α〉} ἦ καὶ ‘Παλικῶν’ εὐλόγως μένει φάτις;
{〈Β〉} ‘πάλιν’ γὰρ ‘ἵκους'’ ἐκ σ〈κό〉του{ς} τόδ' εἰς φάος‘.
haec <Aeschylus> ... (es folgt Kallias v. Syrakus, Π. Σικελικῶν 7,
564 F 1 Jac.; Polemon, Π. τῶν ἐν Σικελίαι θαυμαζομένων ποταμῶν F 83
[III 140f.] Müll.; Xenagoras, Χρόνοι 3, 240 F 21 Jac.).
27b
Serv. Comment. in Vergil. Aen. IX 581: Symaethos fluvius est
Siciliae ... haud longe ab urbe Catinensi, circa quem sunt Palici Dei,
quorum talis est fabula: ⟦Aetnam⟧ nympham ⟦vel ut quidam volunt⟧
Thaliam Iuppiter cum vitiasset et fecisset gravidam, timens Iunonem
⟦secundum alios ipsam⟧ puellam Terrae commendavit, et illic enixa est
⟦secundum alios partum eius⟧. postea cum de Terra erupissent duo pueri,
’Palici‘ dicti sunt quasi ’iterum venientes‘: nam ’πάλιν ἵκειν‘ est
’iterum venire‘.
28
Steph. v. Byz. p. 496, 7 Mein.: ’Παλική‘· πόλις Σικελίας. Θεόφιλος
δ' ἐν {ιω} Περιηγήσει Σικελίας (573, 1 Jac.) Παλικίνην κρήνην φησὶν
εἶναι. πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες, οὓς <Αἰ-
σχύλος ἐν Αἴτναις> γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σιλη-
νὸς δὲ ἐν β̅ (der Σικελικά, 175 F 3 Jac.) Αἴτνης τῆς Ὠκεανοῦ καὶ
Ἡφαίστου· κληθῆναι δὲ αὐτοὺς ’Παλικοὺς‘ διὰ τὸ ἀποθανόντας ’πάλιν‘ εἰς
ἀνθρώπους ’ἱκέσθαι‘.
29
Ioann. Laurent. Lyd. Π. μηνῶν IV 154: ... καὶ π[ό]λιν κτίσαι
(sc. τὸν Κρόνον ἡ ἱστορία παραδίδωσιν), ὡς ὁ Χάραξ (103 F 32 Jac.)
φησί, τ[ὴν τότε μὲν λεγ]ομένην ’Κρονίαν‘, νῦν δὲ ’Ἱερὰν Πόλιν‘, ὡς Ἰσί-
γονος 〈ἐν τῶι〉 [Περὶ Παλ]ικῶν θεῶν (F 20 [IV 437] Müll.) καὶ Πολέμων
(F 102 [III 148] Müll.) καὶ <Αἰσχύλος ἐν τῆι Αἴτνηι> π[αραδιδόασιν ...].
30a
Schol. T Homer. Il. Π 183: ’Ἀρτέμιδος χρυσηλακάτου‘] χρυσοῖς
βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν τινες ’ἠλακάτην‘ φασίν.
καὶ <Αἰσχύλος ἐν Αἴτναις> τοὺς ποταμοὺς ’πολυηλακάτους‘ φησίν.
30b
Hesych. Lex. II 272, 25 Schm. (aus Diogenian.): ’ἠλακάτη‘· δόναξ.
ὁμοίως καὶ ’πολυηλάκατα‘ τὰ τῶν ’ποταμῶν χείλη‘. ἔνιοι δὲ κοινῶς τὰ
γόνατα ἔχοντα, ὡς στάχυν, ὡς κάλαμον.
31a
Hesych. Lex. Α 1955 L. (aus Diogenian.): ’αἱμοί‘· δρυμοί. <Αἰ-
σχύλος Αἰτ{ι}ναίαις.>
31b
Ailios Dionysios α 54 Erbse in Συναγ. λέξ. χρησίμ. (An. Gr.
Bekker. I 360, 30 [≌ Eustath. Hom. Od. σ 358] ~ Phot. p. 51, 19
Reitz.): ’αἱμοὺς‘ τοὺς δρυμοὺς <Αἰσχύλος,> ἴσως ἀπὸ τοῦ αὐτοῦ, ἀφ' οὗ
καὶ ἡ ’αἱμασιὰ‘ κέκληται.
32
Hesych. Α 4471 L. (aus Diogenian.) ≌ Συναγ. λέξ. χρησίμ. Phot.
p. 117, 6 Reitz.: ’ἀναξίαν‘· βασιλείαν. <Αἰσχύλος Αἰτναίαις.>
33
Hesych. Lex. II 533, 13 Schm. (aus Diogenian.) ~ Συναγ. λέξ.
χρησίμ. Phot. I 350, 16 Nab.: ’κρείττονας‘· τοὺς ἥρωας οὕτω λέγουσιν.
δοκοῦσι δὲ κακωτικοί τινες εἶναι· διὰ τοῦτο καὶ οἱ παριόντες τὰ ἡρῶια
σιγὴν ἔχουσι, μή τι βλαβῶσι. καὶ οἱ θεοὶ δέ· <Αἰσχύλος Αἰτναία〈ι〉ς.>
4
t
1
{ΑΛΚΜΗΝΗ}
A
34
Hesych. Lex. Α 6654 L. (aus Diogenian.): ’ἀποστάς‘· φυγών. <Αἰσχύ-
λος> Ἰσθ〈μι〉ασταῖς (F 22) καὶ <Ἀλκμήνηι.>
5
t
1
{DIE ARGONAUTEN—TETRALOGIE}
A
t
{Ἀργώ}
35
Κατάλογ. 8: <Ἀργὼ ἢ Κωπ〈ηλ〉ά{σ}ται.>
36a
«Hygin.» De astrol. II 37 p. 75, 3 Bunte: ... Homerus hunc
eundem locum (wo das Schiff ’Argo‘ erbaut wurde) in Thessaliae
finibus esse demonstrat (?); <Aeschylus> autem et nonnulli aiunt a Mi-
nerva quandam materiam loquentem eodem esse coniunctam.
36b
Philon v. Alex. Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι 143:
... οὐδ' ἡ Ἀργὼ ναυαρχοῦντος Ἰάσονος ἐπέτρεπεν ἐπιβαίνειν οἰκέταις,
μεμοιραμένη ψυχῆς καὶ λογισμοῦ, φύσις οὖσα φιλελεύθερος. ὅθεν καὶ
ὁ <Αἰσχύλος> ἐπ' αὐτῆς εἶπε·
’ποῦ δ' ἐστὶν Ἀργοῦς ἱερὸν αὐδᾶεν ξύλον;‘ ...
37
Schol. Apoll. Rhod. Argon. I 105/08a: ... Φερεκύδης (3 F 107
Jac.) δὲ Ποντέως ἱστορεῖ τὸν Τῖφυν· ὁ δὲ <Αἰσχύλος ἐν τῆι Ἀργοῖ>
τὸν Τῖφυν ’Ἶφυν‘ καλεῖ.
B
t
{Λήμνιοι}
38
Κατάλογ. 36: <Λήμνιοι.>
C
t
{Ὑψιπύλη}
39
Κατάλογ. 66: <Ὑψιπύλη.>
40
Schol. Apoll. Rhod. Argon. I 769/73: ὅτι δὲ ἐμίγησαν οἱ Ἀρ-
γοναῦται ταῖς Λημνίαις, Ἡρόδωρος ἱστορεῖ ἐν τοῖς Ἀργοναυτικοῖς (31 F 6
Jac.). <Αἰσχύλος> δὲ <ἐν Ὑψιπύληι> ἐν ὅπλοις φησὶν αὐτὰς ἐπελθούσας
χειμαζομένοις ἀπείργειν, μέχρι λαβεῖν ὅρκον παρ' αὐτῶν †ἀποβᾶσι† μι-
γήσεσθαι αὐταῖς. Σοφοκλῆς δὲ ἐν ταῖς Λημνίαις (II p. 52 Pears.) καὶ
μάχην ἰσχυρὰν αὐτοῖς συνάψαι φησίν.
41
Hesych. Lex. Α 6404 L. (aus Diogenian.): ’ἀποκορσωσαμέναις‘,
ἀποκειραμέναις· ’κόρσας‘ γὰρ τρίχας. <Αἰσχύλος Ὑψιπύληι.>
42
Verwendung der Kurzform ’Ὑψώ‘ für ’Ὑψιπύλη‘: s. F 5b—d.
D
t
{Κάβειροι}
43
Κατάλογ. 27: <Κάβειροι.>
44a
Poll. Ὀνομαστ. VI 23: ... καὶ ’οἰνηρός‘ ... καὶ <Αἰσχύλος·>
’μήποτε κρωσσοὺς ˈ μήτ' οἰνηροὺς ˈ μήθ' †ὑδατηροὺς† ˈ
λ〈ε〉ίπειν ἀφνεοῖσι δόμοισιν‘ ...
44b
Der Antiatt. p. 115, 3 Bekk.: ’ὑδρηλοὺς‘ πίθους καὶ ’οἰνηροὺς‘
<Αἰσχύλος Κα〈β〉είροις.>
45
Plutarch. Συμποσ. προβλήμ. II 1, 7: ποιεῖ δ' εὔχαρι σκῶμμα καὶ
μέμψις ἐμφαίνουσα χάριν ..... καὶ εἴ τις ἀντιστρέψας αἰτιῶιτο <τοὺς
Αἰσχύλου Καβείρους>
’ὄξους σπανίζειν δῶμα‘
ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν.
46
Athen. Δειπνοσοφ. X 33: ... ἐπεὶ καὶ <τὸν Αἰσχύλον> ἐγὼ φαίην ἂν
τοῦτο διαμαρτάνειν. πρῶτος γὰρ ἐκεῖνος, καὶ οὐχ ὡς ἔνιοί φασιν Εὐριπίδης,
παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγωιδίαν· <ἐν> γὰρ <τοῖς Καβ〈ε〉ί-
ροις> εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. ἃ δ' αὐτὸς ὁ τραγωιδο-
ποιὸς ἐποίει, ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγ-
ωιδίας (aus Chamaileon, Π. Αἰσχύλου F 40 a Wehrli).
47
Schol. BDEGQ Pindar. Pyth. 4, 171b: πάντας Σοφοκλῆς ἐν ταῖς
Λημνιάσι τῶι δράματι (F 385 Pears.) καταλέγει τοὺς εἰς τὸ Ἀργῶιον
εἰσελθόντας σκάφος, καὶ ὁ <Αἰσχύλος ἐν Καβείροις> ...
48
Athen. Δειπνοσοφ. IX 15: ... ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ’ὄρνιν‘,
ἀλλὰ καὶ ’ὄρνιθα‘ ..... <Αἰσχύλος Καβ〈ε〉ίροις·>
’ὄρνιθα δ' οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ‘.
49
Kyrill. Lex. Messan. p. 5 ed. R. Reitzenstein (Ind. lect. Rostoch.
1890/91) ~ Hesych. Lex. III 172, 13 Schm.: ’ξυμφορά‘· συντυχία. καὶ
ἐπὶ ἀγαθοῦ τάσσεται, ὡς <παρ' Αἰσχύλωι ἐν Καβείροις·> καὶ ἐπὶ
κακοῦ, παρὰ Σοφοκλεῖ (fehlt bei Pearson).
6
t
1
{ΑΤΑΛΑΝΤΗ}
A
50
Κατάλογ. 9: <Ἀταλάντη.>
7
t
1
{ΒΑΚΧΑΙ}
A
51
Κατάλογ. 10: <Βάκχαι.>
52
Ioann. v. Stob. Ἐκλ. I 3, 26f. Wachsm. [Theophil. Πρὸς Αὐτό-
λυκον II 37]: <Αἰσχύλου Βακχῶν·>
’τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς
κα{ι}τ' ἀμπλάκημα τῶι περῶντι τὴν θέμιν‘.
8
t
1
{ΓΛΑΥΚΟΣ ΠΟΝΤΙΟΣ}
A
53
Κατάλογ. 12: <Γλαῦκος Πόντιος.>
54a
Pausan. Περιήγησ. τῆς Ἑλλάδος IX 22, 5—7: (5) ... τῆς δὲ Βοιω-
τίας τὰ ἐν ἀριστερᾶι τοῦ Εὐρίπου Μεσ〈σ〉άπιον ὄρος καλούμενον καὶ ὑπ'
αὐτῶι Βοιωτῶν ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀνθηδών ... (6) ... τούτων
τε δή ἐστι τῆι Ἀνθηδόνι μνήματα, καὶ ἐπὶ τῆι θαλάσσηι 〈τὸ〉 καλούμενον
’Γλαύκου Πήδημα‘. (7) εἶναι δὲ αὐτὸν ἁλιέα καί, ἐπεὶ τῆς ’πόας ἔφαγε‘
(s. F 60), δαίμονα ἐν θαλάσσηι γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε
προλέγειν οἵ τε ἄλλοι πιστὰ ἥγηνται, καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα
ἀνθρώπων ἐς τὴν Γλαύκου μαντικὴν κατὰ ἔτος ἕκαστον λέγουσι. Πινδάρωι
(F 263 Snell) δὲ καὶ <Αἰσχύλωι> πυνθανομένοις παρὰ Ἀνθηδονίων τῶι
μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ἆισαι τὰ ἐς Γλαῦκον, <Αἰσχύλωι> δὲ καὶ ἐς
ποίησιν δράματος ἐξήρκεσε.
54b
Athen. Δειπνοσοφ. XV 23: ... ἐπειδὴ οὖν ἤδη καὶ σὺ 〈ἐ〉μπεπλή-
ρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων, ἀλλὰ καὶ τῆς ’ἀειζώου‘
(s. F 60) βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος {δαίμων} ἐμφορηθεὶς 〈δαίμων〉
ἀθάνατος †πάλιν ητις† γέγονε ....
55
Pap. Ox. 2159
(oberer Rand)πάρ?]αυτα μῶρο?[ν? ⁝ – ⏑ – × – ⏑ ×
<!!!><×–>!]τ?ιν η θύελ[λα – × – ⏑ ×
<!!!><×–>!!]υ παύρ?ους ⁝ [– ⏑ – × – ⏑ ×
{〈Α?〉} ἐμὸ]ν μὲν ἴσθι ⁝ σ[ῶμ' ὂν οὐκέτ' ἐγκρατές,
ἐμ]ῶ?ν δ' ἔτ' ἐστὶ π?[ί]σ?τ?ις ὀμμ[άτων σαφής,
οὐδ' ἀ]μβλυώσ〈σ〉ων οὐδὲ μάψ' αὔ[τως βλέπων
ἤθρη]σα δεῖμα καὶ περισπεύ?σ?[ας ⏑ ×.
οἶσθ'] ὡ?ς ἄγραυλός τ' εἰμὶ κἀπιχ[ώριος,
ἀεὶ θ]αμίζων τῆι?δε Χαλκίδ[ο?ς πέραι
Μεσσ]απίου τ' ἄφυλλον ὑψηλὸ[ν λέπας
νέμω]ν ἀπ' α?ὐ?λ?[ῆς] β?ου?σὶ φορ[βάσιν μέτα·
ἔνθ]ε?ν κατεῖδον θ?α?ῦμα π?[ροσιὸν ἐξ ἁλὸς
Εὐβο⸥ΐδα καμπήν, ἀμφὶ Κηνα⸤ίου Διὸς
ἀκτή⸥ν, κατ' αὐτὸν τύμβον ἀθ⸤λίου Λίχα,
θορυβοῦ]ν θ' ἅπερ? τέθριππ?ον? [– × – ⏑ ×
(unterer Rand fehlt)
56
Pap. Ox. 2255 fr. 12/13
(oberer Rand){〈Α〉} [ | ]
![ | ]!σα?λ?!!![
φοιτ?[ | σὺ] δ?' εἰ π?λ?[
⸏ἔνισπ' [ἐ|μ]ῶ?ν τίς? σ?[οι λόγων ψευδὴς δοκεῖ (sim.);]
{〈Β〉} στῆ?σον [τ|ὸ] ῥ?[ῆ?]μα προ?[
οὐ γὰ[ρ μ|ύ]ω?πες οὐδ[
⸏ἀνδρ[ῶν | γε]ρ?αιῶ?ν ε?ἰ?[σιν ὀφθαλμοί, φίλε (sim.)⁝]
{〈ΣΑΤΥΡΟΙ〉} χ<ο>[ | ]πον? ν?!![
[ | ]ησ?[
[ | ]!ε?[
[ |
] οὔθ' ἱππ?[|
] !τη![ |
(unterer Rand fehlt)
Am linken Rande von fr. 12 Z. 5 steht, zur vorangehenden Kolumne
gehörig, das Scholion:
] Εὔρειπο?(ς) ὁ μ[ε(τα)]ξὺ? Βο?[ι]ω?τίας κ(αὶ) Εὐβοία?ς πορθμ(ός)
57
Phrynich. Σοφιστ. προπαρασκ. p. 6, 1 v. Borries (Συναγ. λέξ. χρη-
σίμ. Phot. p. 140, 22 Reitz.): 〈’....‘〉 ἀνθρωποειδὲς θηρίον ὕδατι συζῶν·
ἐπὶ τοῦ Γλαύκου τοῦ ἀναφανέντος ἐκ τῆς θαλάσσης <Αἰσχύλος.>
58a
Etym. Genuin. p. 82, 5 Mill. (Etym. Magn. p. 250, 1 Gaisf.):
’Δαυλίς‘· ... εἴρηται δὲ διὰ τὸ πολὺ δάσος ἔχειν· ’δαῦλον‘ γὰρ τὸ δασύ.
<Αἰσχύλος·>
’δαῦλος 〈δ'〉 ὑπήνη καὶ γενειάδος πυθμήν ...‘.
58b
Pausan. Περιήγησ. τῆς Ἑλλάδος X 4, 7: ... τοῖς δέ ἐστιν εἰρη-
μένον, ὡς τὸ χωρίον, ἔνθα ἡ πόλις (scil. Δαυλίς) ὠικίσθη, παρείχετο
συνεχῆ δένδρα, καλεῖσθαι δὲ τὰ δασέα ὑπὸ τῶν πάλαι ’δαῦλ{ιδ}α‘· ἐπὶ
τούτωι δὲ καὶ <Αἰσχύλον> τὰ Γλαύκου τοῦ Ἀνθηδονίου γένεια ’ὑπήνην‘
ὠνομακέναι ’δαῦλον‘.
58c
Pausan. d. Attiz. δ 5 Erbse [Eustath. Hom. Il. Β 520]: ’δαῦλον‘
τὸ δασύ· ἡ προτέρα περισπᾶται. <Αἰσχύλος·>
’δαῦλος δ' ὑπήνη ....‘.
59a
Athen. Δειπνοσοφ. III 33: ... ἀρσενικῶς δ' <Αἰσχύλος> (scil. die
Glosse ’κόγχαι‘) <ἐν Ποντίωι Γλαύκωι·>
’κόγχοι μύες κὤστρεια 〈– × – ⏑ ×〉‘.
59b
Plat. Πολιτεία X p. 611 c 7: ... ὥσπερ οἱ τὸν θαλάττιον Γλαῦ-
κον ὁρῶντες οὐκ ἂν ἔτι ῥαιδίως αὐτοῦ ἴδοιεν τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ
τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι
καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων, ἄλλα δὲ προσπεφυκέναι, ’ὄσ-
τρεά‘ τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίωι ἐοικέναι ἢ οἷος
ἦν φύσει ...
60a
Συναγ. λέξ. χρησίμ. Anecd. Gr. Bekker. 347, 16 = Phot. p. 36, 7
Reitz.: ’ἀείζων‘· ... ἀπὸ τῆς ’ζώς‘ εὐθείας μονοσυλλάβου ... γίνεται ἡ
αἰτιατικὴ ’ζών‘, καὶ κατὰ σύνθεσιν ’ἀείζων‘, ὡς <Αἰσχύλος Γλαύκωι
Ποντίωι·>
’ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών ...‘ ...
ἀπὸ δὲ τῆς ’ζωός‘ δισυλλάβου εὐθείας ... ἡ γενικὴ ’ζωοῦ‘, ἣν <Αἰσχύλος>
κατὰ σύνθεσιν προάγει εἰπών·
{〈ΓΛΑΥΚ.〉} ’καὶ γεύομαί πως τῆς ἀειζώου πόας‘.
60b
Hesych. Lex. Α 1267 L. (aus Diogenian.): ’ἀείζων‘· φυτὸν ἀει-
θαλές.
61
Anon. Γένος Ἀράτου καὶ βίος p. 77, 3 Maab: καὶ πάλιν Ἀθῆναι μέν
εἰσι τῆς Ἀττικῆς, εἰσὶ δὲ καὶ τῆς Εὐβοίας Ἀθῆναι 〈αἱ Διάδες〉, ὧν {δαι-
δαις} μέμνηται <ἐν Γλαύκωι Ποντίωι Αἰσχύλος·>
{〈ΓΛΑΥΚ.〉} ’κἄπειτ' Ἀθήνας Διάδας παρεκπερ{σ}ῶν ...‘.
62
Hesych. Lex. III 170, 27 Schm. (aus Diogenian.):
{〈ΓΛΑΥΚ.〉} 〈’× – ⏑ – × – ⏑〉 Ξιφίρου λιμήν‘·
<Αἰσχύλος Γλαύκωι Ποντίωι.> ὁ πορθμός· ταῦτα γὰρ πάντα {τὰ}
περὶ Ῥήγιον.
63(?)
Strab. Γεωγραφ. VI 1, 6: ... ὠνομάσθη δὲ Ῥήγιον εἴθ' ὥς φησιν
<Αἰσχύλος> διὰ τὸ συμβὰν πάθος τῆι χώραι ταύτηι· ’ἀπορραγῆναι‘ γὰρ ἀπὸ
τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισμῶν ἄλλοι τε κἀκεῖνος εἴρηκεν·
{〈ΓΛΑΥΚ.〉} ’〈× –〉 ἀφ' οὗ δὴ ‘Ῥήγιον’ κικλήσκεται‘.
64
Schol. DEFGQ Pindar. Pyth. 1, 79: Ἱμέρας ποταμὸς ἐν Σικελίαι,
περὶ οὗ καὶ <Αἰσχύλος> φησὶν <ἐν Γλαύκωι·>
{〈ΓΛΑΥΚ.〉} ’καλοῖσι λουτροῖς †ἐκλέλουμαι† δέμας·
εἰς ὑψίκρημνον Ἱμέραν δ' ἀφικόμην‘.
65a
Schol. KGUEA Theokr. 4, 62/63d: τοὺς Πᾶνας {οἱ} πλείους
φασὶν ὡς καὶ τοὺς Σειληνοὺς καὶ σατύρους, ὡς <Αἰσχύλος> μὲν <ἐν
Γλαύκωι,> Σοφοκλῆς δὲ ἐν Ἀνδρομέδαι (F 136 Pears.).
65b
Schol. V Euripid. Rhes. 36: ’Κρονίου Πανός‘] ... <Αἰσχύλος> δὲ
δύο Πᾶνας, τὸν μὲν Διός, ὃν καὶ 〈Ἀρκάδος〉 δίδυμον, τὸν δὲ Κρόνου.
65c
Ioann. Laurent. Lyd. Π. μηνῶν IV 117: δύο Πᾶνάς φασι.
9
t
1
{ΕΠΙΓΟΝΟΙ}
A
66
Κατάλογ. 17: <Ἐπίγονοι.>
67
Schol. BD(a) Pindar. Isthm. 6, 7: ’εἴη δὲ τρίτον Σωτῆρι πορσαί-
νοντας Ὀλυμπίωι Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς‘] ... τὸν
δὲ τρίτον κρατῆρα Διὸς Σωτῆρος ἔλεγον, καθὰ καὶ Σοφοκλῆς ἐν Ναυ-
πλίωι (F 425 Pears.)·
’Ζεῦ παυσίλυπε, καὶ Διὸς Σωτηρίου
σπονδὴ τρίτου κρατῆρος‘.
τὸν μὲν γὰρ πρῶτον Διὸς Ὀλυμπίου ἐκίρνασαν, τὸν δὲ δεύτερον ἡρώων,
τὸν δὲ τρίτον Διὸς Σωτῆρος, καθὰ καὶ <Αἰσχύλος ἐν Ἐπιγόνοις·>
’λοιβὰς Διὸς μὲν πρῶτον ὡραίου γάμου
Ἥρας τε 〈– × – ⏑ – × – ⏑ ×〉‘,
εἶτα
’τὴν δευτέραν τε κρᾶσιν ἥρωσιν νέμω‘,
εἶτα
’τρίτον Διὸς Σωτῆρος εὐκταίαν λίβα‘.
68
Hesych. Lex. IV 157, 18 Schm. (aus Diogenian.): ’τιμαλφής‘· ..
τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη. Ἴων Φοίνικι δευτέρωι (F 84 Blum.).
τινὲς μὲν τὴν †ἰώνιον†. <Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις> ἐπὶ τοῦ ἐντίμου.
10
t
1
{DIE LYKURGOS—TETRALOGIE}
A
t
{Ἠδωνοί}
69
Κατάλογ. 20: <Ἠδωνοί.>
70
Demetr. v. Byzant. Περὶ ποιημάτων ed. Th. Gomperz, Rhein.
Mus. 32, 1877, 477 (dazu v. Wilamowitz, Aisch.—Interpret. 245, 1):
... ὁ γὰρ δὴ Κράτης κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς <Αἰσχύλωι>
τούτου διὰ <τῶν Ἠδωνῶν> εὐδοκιμήσαντος ...
71a
Strab. Γεωγραφ. X 3, 16: τούτοις (den Φρυγιακά) δ' ἔοικε καὶ
τὰ παρὰ τοῖς Θραιξὶ τά τε Κοτύτ〈ε〉ια καὶ τὰ Βενδίδεια, παρ' οἷς καὶ τὰ
Ὀρφικὰ τὴν καταρχὴν ἔσχε. τῆς μὲν οὖν Κοτυ〈τ〉ο〈ῦ〉ς {τῆς} <ἐν τοῖς Ἠδω-
νοῖς Αἰσχύλος> μέμνηται καὶ τῶν περὶ αὐτὴν ὀργάνων. εἰπὼν γὰρ
’σεμνὰ Κοτ〈υ〉τοῦς 〈δ'〉 ˈ ὄρ〈γ〉ια {δ' ὄργαν'} ἔχοντες ˈ‘,
τοὺς περὶ τὸν Διόνυσον εὐθέως ἐπιφέρει·
’... ὁ μὲν ἐν χερσὶν ˈ βόμβυκας ἔχων, ˈ τόρνου κάματον, ˈ
δακτυλόδεικτον ˈ πίμπλησι μέλος, ˈ μανίας ἐπαγωγὸν ὁμο-
κλάν,
ὁ δὲ χαλκοδέτοις ˈ κοτύλαις ὀτοβεῖ ˈ ...‘,
καὶ πάλιν·
’... ψαλμὸς δ' ἀλαλάζει·
ταυρόφθογγοι δ' ˈ ὑπομυκῶνται ˈ ποθὲν ἐξ ἀφανοῦς ˈ
φοβεροὶ μῖμοι· ˈ τυ{μ}πάνου δ' εἰκὼν ˈ ὥσθ' ὑπογαίου ˈ βρον-
τῆς φέρεται ˈ βαρυταρβής‘.
ταῦτα γὰρ ἔοικε τοῖς Φρυγίοις· καὶ οὐκ ἀπεικός γε, ὥσπερ αὐτοὶ οἱ Φρύγες
Θραικῶν ἄποικοί εἰσιν, οὕτω καὶ τὰ ἱερὰ ἐκεῖθεν μετενηνέχθαι. καὶ τὸν
Διόνυσον δὲ καὶ τὸν ’Ἠδωνὸν Λυκοῦργον‘ συνάγοντες εἰς ἓν τὴν ὁμοιο-
τροπίαν τῶν ἱερῶν αἰνίττονται.
71b1
Athen. Δειπνοσοφ. XI 57 [Eustath. Hom. Il. Χ 494]: καὶ τὰ
κύμβαλα δ' <Αἰσχύλος ἐν Ἠδωνοῖς> ’κοτύλας‘ εἴρηκεν· (v. 3)
’ὁ δὲ χαλκοδέτοις ˈ κοτύλαις ὀτοβεῖ‘.
71b2
Schol. BT Hom. Il. Ψ 34: ... καθόλου δὲ ’κοτύλας‘ ἐκάλουν
πάντα τὰ κοῖλα· καὶ <Αἰσχύλος ἐν Ἠδωνοῖς> τὰ κύμβαλα· (v. 3)
’ὁ δὲ χαλκοδέτοις ˈ κοτύλαις ὀτοβεῖ‘.
71c
Hesych. Lex. IV 133, 16 Schm.: ’ταυρόφθογγοι‘ (v. 5)· παρα-
πλήσια βουσὶ φθεγγόμενοι.
72
Schol. Aristoph. Thesmoph. 134: ’(Mnesilochos zu Agathon) ...
καί ς', ὦ νεανίσκ', εἴ τις εἶ, <κατ' Αἰσχύλον> ˈ ἐκ τῆς <Λυκουργ〈ε〉ίας>
ἐρέσθαι βούλομαι· ˈ ‘ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή; ˈ τίς ἡ
τάραξις τοῦ βίου; τί βάρβιτος ˈ λαλεῖ κροκωτῶι;’ ...‘] <τὴν τετραλογίαν>
λέγει <〈τὴν〉 Λυκούργ〈ε〉ιαν· Ἠδωνούς, Βασσαρίδας, Νεανίσκους,
Λυκοῦργον τὸν σατυρικόν.> λέγει δὲ 〈Λυκοῦργος〉 <ἐν τοῖς Ἠδωνοῖς>
πρὸς τὸν συλληφθέντα Διόνυσον·
’ποδαπὸς ὁ γύννις; ......‘.
73
Etym. Genuin. p. 62, 2 Mill. [Et. Magn. p. 191, 5 Gaisf.]; ~ Lex.
Rhetor. An. Gr. Bekker. 222, 26 (Hesych. Lex. Β 305 L. 〈aus Dio-
genian.〉): λέγονται ’βασσάραι‘ χιτῶνες οὓς ἐφόρουν αἱ Θράικιαι βάκχαι,
καλούμενοι οὕτως ἀπὸ τοῦ ’Βασσαρέως‘ Διονύσου· ἦσαν δὲ ποικίλοι καὶ
ποδήρεις. <Αἰσχύλος ἐν Ἠδωνοῖς·>
’ὅστις χιτῶνας βασσάρας τε Λυδίας
ἔχει ποδήρεις‘.
ἐκ τοῦ Ῥητορικοῦ.
74a
Schol. B Hom. Il. Ι 539: ’χλούνην‘] οἱ μὲν ἀφριστήν· ’χλουδεῖν‘
γὰρ τὸ ἀφρίζειν τινὲς Δωριέων ἔλεγον. ἄλλοι δὲ κακοῦργον· καὶ γὰρ τῶν
ἀρχαίων ἰαμβοποιῶν τινα φάναι (Hippon. F 64 D.3)
’〈× –〉 ἀνὴρ ὅδ' ἑσπέρης καθεύδοντα
ἄπουν (?) ἔδησε 〈– ⏑ – × –〉 χλούνην‘.
Ξενοφῶντα δὲ γένος τι Ἰνδῶν φάναι τὸν ’χλούνην‘ εἶναι, καθάπερ καὶ
<παρ' Αἰσχύλωι ἐν Ἠδωνοῖς·>
’μακροσκελὴς μέν. ἆρα μὴ χλούνης τις ἦι;‘ ...
74b
Eustath. Hom. Il. Ι 539: ὅτι δὲ καὶ ἐντομίαν ὁ ’χλούνης‘ δηλοῖ, οὐ
μόνον <Αἰσχύλος> δίδωσι χρῆσιν, ἀλλὰ καὶ ...
75
Schol. Aristoph. Ornith. 276 (Sud. Lex. Μ 1301 Adl.): ’τίς ποτ'
ἔσθ' ὁ μουσόμαντις, ἄτοπος ὄρνις, ὀρειβάτης;‘] ... παρὰ τὰ <ἐξ Ἠδω-
νῶν Αἰσχύλου·>
’τίς ποτ' ἐστ{α}ὶ ὁ μουσόμαντις, ἄλαλος 〈– ⏑〉 ἁβρ〈οβ〉ατής;
ὃν σθένει ....................‘.
76a
Anon. Περὶ ὕψους 15, 6: καὶ <παρὰ> μὲν <Αἰσχύλωι> παραδόξως τὰ
τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου θεοφορεῖται,
’ἐνθουσιᾶι δὴ δῶμα, βακχεύει στέγη‘.
ὁ δ' Εὐριπίδης τὸ αὐτὸ τοῦθ' ἑτέρως ἐφηδύνας ἐξεφώνησε (Bakch. 726)
’πᾶν δὲ συνεβάκχευε{ν} ὄρος‘.
76b
Συναγ. λέξ. χρησίμ. An. Gr. Bachmann. I 222, 7: ’ἐνθουσιᾶι‘·
ὑπὸ ἐνθέου κατέχεται πνεύματος.
77a
Hesych. Lex. Α 1016L. (aus Diogenian.): ’ἄδασμος‘· οὐδένα δασμὸν
ἐκτελοῦσα {οἷον τελοῦσα ἐνοίκιον}. <Αἰσχύλος Ἠδωνοῖς.>
77b
Συναγ. λέξ. χρησίμ. Phot. p. 29, 1 Reitz. ≌ An. Gr. Bekker.
342, 24: ’ἄδασμος‘· οὐδένα δασμὸν ἐκτ{ε}ίνουσα, οὐδὲ μερίζουσα δασμὸν
τῆς οἰκήσεως. οὕτως <Αἰσχύλος.>
78
Hesych. Lex. Α 1709 L. (aus Diogenian.) = Sud. Αι 44 Adl.:
’αἰγίζειν‘· διασπᾶν, ἐκ μεταφορᾶς. παρ' ὃ καὶ τὸ ’αἰγίζεσθαι‘. ἀπὸ τῶν
’καταιγίδων‘. 〈’αἰγίδες‘, ’καταιγίδες‘ οἱ ἄνεμοι.〉 <Αἰσχύλος> (Choëph.
593). ὁ δ' <αὐτὸς ἐν Ἠδωνοῖς> καὶ τὰς νεβρίδας οὕτω (sc. ’αἰγίδας‘) λέγει.
79
Hesych. Lex. Α 3996 L. (aus Diogenian.): ’ἀμφίδρομος‘· Αἰσχύλος
Σεμέληι (F 360) ἔπλασε δαίμονα (καὶ περὶ τὰ Ἀμφιδρόμια ὠιδή), 〈οἱονεὶ〉
ἔλεγες τὸν ’Γενέθλιον‘· δηλοῖ δὲ καὶ ἐξ ἑκατέρου μέρους †θεόμενον†, ἢ
προηγούμενον, ἢ ὁρμᾶν δυνάμενον, ὡς <Αἰσχύλος Ἠδωνοῖς.>
80
Hesych. Lex. Α 7799 L. (aus Diogenian.) ≌ Συναγ. λέξ. χρησίμ. An.
Gr. Bekker. 453, 25: ’ἄσσιστα‘· ἔγγιστα. <Αἰσχύλος Ἠδωνοῖς.>
81
Erotian. Τῶν παρ' Ἱπποκράτει λέξεων συναγωγή Ι 20 p. 46, 19
Nachm.: ’ἴκταρ‘· ἐγγύς. παρὰ τοῖς Ἀττικοῖς. ὡς καὶ <Αἰσχύλος> ἐν
Εὐμενίσι φησί· (998f.)
’χαίρετε, Ἀττικὸς λεώς, ˈ ἴκταρ ἥμενοι{ο} Διός‘.
μέμνηται ὁ <αὐτὸς> τῆς λέξεως καὶ <ἐν Ἠδωνοῖς.>
B
t
{Βασσάραι}
82
Κατάλογ. 11: <Βασσάραι.>
83a
«Eratosth.» Ἀστροθεσίαι ζωιδίων 24 p. 29, 6 Olivieri: ... τὸν
μὲν Διόνυσον οὐκ ἐτίμα (sc. Orpheus) ..., τὸν δὲ Ἥλιον μέγιστον τῶν θεῶν
ἐνόμιζεν εἶναι, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τῆς
νυκτὸς κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον 〈ἀνιὼν〉
προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδηι τὸν Ἥλιον πρῶτον. ὅθεν ὁ Διόνυσος
ὀργισθεὶς αὐτῶι ἔπεμψε <τὰς Βασσαρίδας,> ὥς φησιν <Αἰσχύλος ὁ τῶν
τραγωιδιῶν ποιητής,> αἵτινες αὐτὸν διέσπασαν καὶ τὰ μέλη διέρριψαν
χωρὶς ἕκαστον. αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς λεγομένοις
Λειβήθροις ...
83b1
Schol. AP Germanic. Arat. p. 84, 8 Breysig: ... neglegentius
Liberum colere coepit (sc. Orpheus), Solemque Apollinem dicit esse
〈.....〉 †eis† adsidu{a}e nocte in Pangaeo monte ascendens, ut orientem
solem videret unde surgeret. Liber indignatus misit Bacchas, ut <Aeschy-
lus> scribit, quae eum membratim discerpere〈nt〉. recollectis membris
sepelierunt in †Lezbiis† montibus ...
83b2,1
—SV——p. 151, 10 Br.: ... qui (sc. Orpheus) cum Apollinem
maximum deorum honoraret, Liberum autem Patrem ... minime glori-
ficaret, sedens in Pang〈a〉eo monte expectans solis ortum unde surgeret,
Liber indignatus misit Bacchas, ut <〈A〉eschylus> scribit, quae eum mem-
bratim discerperent. collectisque membris sepelierunt in †Lesbiis† mon-
tibus ...
83b2,2
—G——p. 151, 19 Br.: ... qui cum Solem ... maximum
deorum honoraret, Liberum autem Patrem ... minime glorificaret, sedens
in monte Pagg〈a〉eo expectans solis ortum, missis a Libero Patre <Bas-
sari〈di〉bus> membratim discerptus et in inferioribus sepultus est ...
84
Schol. V Eurip. Rhes. 916. 922 (ed. H. Rabe, Rhein. Mus. 63, 1908,
420f.): ’Φιλάμμονος παῖ‘· τὸν Θάμυ[ριν] λέγει Φιλάμμονος γεγενῆσθαι
παῖδα, [καθά]περ καὶ Σοφοκλῆς (fehlt bei Pearson). εἰσὶ δὲ οἳ διττούς
φασι Θ[αμύριδ]ας γεγονέναι, καθάπερ ἄλλοι τε ἱστοροῦσι καὶ Ἀπολλό-
δωρος ἐν ζ̅ Καταλόγου γράφων οὕτως· (folgt 244 F 162 Jac.).
<[παρ' Αἰ]σχύλωι> δὲ τὰ περὶ τὸν Θάμυριν καὶ [τὰς Μούσας ξενικώ]-
τερον ἀφήγηνται· ὁ γοῦν Ἀσκληπιάδης ἐν Τ?ρ?α?[γωιδουμένοις] περὶ αὐ-
τῶν φησι τὸν τρόπον τοῦτον· (12 F 10 Jac.) “τὸν μὲν Θάμυριν περὶ τὸ
εἶδός φασι θαυμαστόν, τῶν δὲ ὀφθαλμῶν τὸν μὲν δεξιὸν λευκὸν εἶναι, τὸν
δὲ ἀριστερὸν μέλανα, περὶ δὲ τὴν ὠιδὴν οἴεσθαι διαφέρειν τῶν ἄλλων
ἁπάντων. ἀφικομένων δὲ τῶν Μουσῶν εἰς Θράικην τὸν μὲν Θάμυριν μνείαν
ποιήσασθαι πρὸς αὐτὰς ὑπὲρ τοῦ συνοικεῖν ἁπάσα〈ι〉ς, φάσκοντα τοῖς
Θραιξὶ νόμιμον εἶναι πολλαῖς τὸν ἕνα συνεῖναι· τὰς δὲ προκαλεσαμένου ἐπὶ
τούτωι ποι[εῖσ]θαι τὴν δι' ὠιδῆς ἅμιλλαν ἐφ' ὧι, ἐὰν μὲν αὐταὶ νικήσωσιν,
ὅτι ἂν θέλωσιν αὐτὸν ποιεῖν, εἰ δὲ ἐκεῖνος, ὅσας ἂν αὐτὸς βούληται, το-
σαύτας λήψεσθαι γυναῖκας. συγχωρηθέντων δὲ τούτων νικῆσαι τὰς Μού-
σας καὶ τοὺς ὀφθαλμοὺς ἐξελεῖν [αὐ]τόν”.
Ὅμηρος δὲ [πε]ρὶ Δώ[ριόν φησι] συστῆναι τὰ κατὰ Θάμυριν· (Il. Β
594f.)
’.. καὶ Στελεὸν 〈καὶ Ἕλος〉 καὶ Δώριον, ἔνθα τε Μοῦσαι
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα π[αῦ]σαν [ἀοιδῆς]‘. ‖
’.. Πάγγαιον ὀργάνοισιν‘. †Πάγγαιον ὄργα οὔτε†. περὶ τὸ{ν} Πάγ-
γαιόν φησι διαμιλλ[ᾶσ]θαι τὰς Μούσας τῶι Θαμύριδι· Ὅμηρος περὶ τὸ
Δώριον [!!]π[!!!]ο?υ?σαι?.
’χρυσόβωλον‘ [δὲ τ]ὸ Πάγγαιον [εἴ]ρη?κ[εν] (v. 921) ὡς χρυσοῦ μετάλ-
λων ἐν[ταῦ]θα ὄντων. <Αἰσχύλος> δὲ <ἐν Βασσάραις> ἀργύρου φησὶν
ἐκεῖ μέταλλα. ὁμοίως καὶ αὐτὸς ὁ Εὐριπίδης μικρὸν ὑποβὰς λέγει (v. 970)
’κρυπτὸς δ' ἐν ἄντροις τοῖσδ' ὑπαργύρου χθονός ...‘.
ὁ δὲ <Αἰσχύλος> οὕτως·
’〈× – ⏑〉 Παγγαίου γὰρ ⁝ ἀργυρήλατον
πρῶν' {ες τὸ τῆς} ἀστραπῆς 〈ἔλαμψε〉 ⁝ πευκᾶεν σέλας‘.
85a
Georg. Choirob. Comment. in Heph. Ἐγχειρ. περὶ μέτρων 13
(Περὶ παιωνικοῦ), 8 p. 249, 4 Consbr.: ’τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν,
ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον ‘ὁ ταῦρος δ'
ἔοικεν κυρίξειν· τίν' ἀρχάν ...’, ‘φθάσαντος δ' ἐπ' ἔργοις προπηδήσεταί
νιν ...’.‘] ’ὁ ταῦρος δ' ἔοικε〈ν〉 κυρίξειν ...‘· <Βασ〈σ〉αρῶν Αἰσχύ-
λου> ἡ χρῆσις.
85b
Hesych. Lex. II 558, 2 Schm. (aus Diogenian.): ’κυρίξει〈ν〉‘ ἢ
’κυρίζει〈ν〉‘· κέρασι μάχεσθαι.
86
Macrob. Saturn. I 18, 6: ... idem Euripides in Licymnio (F 477 N.2)
Apollinem Liberumque unum eundemque deum esse significans scri-
bit: ...; ad eandem sententiam <Aeschylus>
’ὁ κισσεὺς Ἀπόλλων, ὁ βακχ〈ε〉ι{οσ}όμαντις ...‘.
87
Mar. Victor. Art. grammat. II 10 p. 98, 7 H. Keil: quod autem
post tres bacchios postremo paeone concluditur metrum, <’Bassaricum‘>
appellatur, ut est
’ab Euro sonorum quis Aetnae per maria ...‘.
88
Schol. Nikandr. Theriak. 288: ... ’ψολόεις‘· τρία σημαίνει ἡ λέξις·
ἔστι γὰρ ’ψολόεν‘ τὸ μέλαν, σποδοειδές, λαμπρόν. Εὐφορίων· (F 62, 11;
184 Scheidw.) ..., καὶ <Αἰσχύλος ἐν Βασσαρίσιν·>
’σκάρφει παλαιῶι κἀπιβωμίωι ψόλωι‘.
89a
Hesych. Lex. II 29, 11 Schm. (aus Diogenian.): ’εἰλλόμενον‘·
εἰργόμενον. <Αἰσχύλος Βασσάραις.>
89b
Simplik. Comment. in Aristot. Π. οὐρανοῦ Β 13 p. 517, 13 Hei-
berg: τὸ δὲ ’ἰλλομένην‘ εἴτε διὰ τοῦ ἰῶτα γράφοιτο, τὸ ’δεδεσμένην‘ δηλοῖ
..., εἴτε διὰ τῆς ’ει‘ διφθόγγου γράφοιτο, καὶ οὕτως ’εἰργομένην‘ δηλοῖ,
ὡς καὶ <Αἰσχύλος ἐν Βασσάραις.>
C
t
{Νεανίσκοι}
90
Κατάλογ. 41: <Νεανίσκοι.>
91
Συναγ. λέξ. χρησίμ. Phot. p. 102, 13 Reitz.: ’ἀμφιλαφῆ κακά‘· ξένως
εἴρηται <Αἰσχύλωι Νεανίσκοις·>
’πρὸς δ' ἐπὶ τοῖς ˈ ἀμφιλαφῆ ˈ πήματ' ἔχων ˈ ἀθανάτων ˈ ...‘.
92
Athen. Δειπνοσοφ. XI 109: ... Νίκανδρος δ' ὁ Θυατειρηνὸς καλεῖ-
σθαί φησι ’ψυκτήρ〈ι〉α‘ καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους τοὺς τοῖς
θεοῖς ἀνειμένους, ἐν οἷς ἔστιν ’ἀναψῦξαι‘. <Αἰσχύλος Νεανίσκοις·>
’σαύρας †ὑπηκόοισιν† ἐν ψυκτηρίοις {ι}‘.
93a
Hesych. Lex. Α 7117 L. (aus Diogenian.): ’ἀρείφατον λῆμα‘·
ἰσχυρόν, ἀντὶ 〈τοῦ〉 Ἄρει ἐοικός. <Αἰσχύλος Νεανίσκοις.>
93b
Etym. Genuin. p. 41, 27 Mill.: ... ἔχομεν δὲ τὴν χρῆσιν (des
Wortes ’ἀρείφατος‘) <παρ' Αἰσχύλωι ἐν Νεανίσκοις.> καὶ καρτερικὸς
καὶ πολεμικὸς ’ἀρείφατος‘.
94
Hes…
The complete text is available when the reading interface loads.