Meteorologica
Author namesAristote · Aristotle · Aristoteles · Aristotélès · Αριστοτελης
- Scientific editors
- Francis H. Fobes
- Edition reference
- Aristotelis Meteorologicorum Libri Quattuor · Cambridge, MA · Harvard University Press · 1919
- CTS identifier
urn:cts:greekLit:tlg0086.tlg026.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ Α
Chapter 1
1 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης 338a κινήσεως φυσικῆς, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσ μημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον. λοιπὸν δʼ ἐστὶ μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότεροι μετεωρολογίαν ἐκάλουν· ταῦτα δʼ ἐστὶν ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι 338b τῆς τοῦ πρώου στοιχείου τῶν σωμάτων, περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῇ τῶν ἄστρων, οἷον περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων, ὅσα τε θείημεν ἄν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος, ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἄν τὰς αἰτίας καὶ περὶ πάντων τῶν γιγνομένων κατὰ τὰς κινήσεις τὰς τούτων· 339a ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον· ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρηστήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν σωμάτων τούτων. διελθόντες δὲ Adhibiti codices J F𝔐 𝔄 (in quo initium usque ad p. 339 b V. 13 desideratur) H Ν E 𝔚 fragmentum Escorialense (350 b 22 — 351 b 25). Inscriptio: ἀριστοτέλους, μετεωρολογικῶν ᾱ J; ἀριστοτελου μετεωρολογικῶν, ᾱ F; αριστο μετεώρων ᾱ H; ἀριστοτέλους μετεώρων: — ᾱ Ν; αριστοτελους φιλοσοφουσ·] μετεωρολοκων των εἰς δ τὸ ᾱ E; Ἀριστοτέλους μετεωρολογικῶν, πρῶτον 𝔚; inscriptione caret 𝔐 ‖ p. 338a, v. 200 αἰτίων] αἰτίων (ut videtur) αἰτίων E1 ‖ 21 περὶ τῶν κατά] τῶν περί E1 𝔚: τῶν περὶ τῶν κατὰ Ecorr. ‖ 23 τῆς] περὶ τῆς 𝔐, probat Graux 26 πρὸτεροι] Pl: πρότερον Ol ‖ μετεωρολόγον Ν 338 b 21 τῆς Ap Pc PIV: om. Ecorr. 𝔚 Op PlM σωμάτων] Ac Ol PcM: σωμάτων κινήσεως Ecorr. H N PcV ‖ 22 τῆ φορᾷ τῆ] Pl: τῇ φορᾷ F H Ap Ol Pc: διαφορὰ N1: φορᾶ Ncorr. ‖ 24 πάθη] (-η in ras. E1) ‖ 25 μέρη καὶ εἴδη] Acp Olp Pl: εἴδη καὶ μέρη E 𝔚 ‖ 26 ἂν τάς] πάντας J ‖ 339 a 2 τά μὲν supra add. N ‖ 4 πρηστήρων] (ante ω in J ras. unius litt.) ‖ πῆξιν τὴν πῆξιν 𝔚 ‖ 5 συμβαίνει om. Ν ‖ πάθη om. Ν αὐτῶν om. περὶ τούτων, θεωρήσωμεν εἵ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἄν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως πάσης. δʼ οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον.
Chapter 2
2 ἐπειδὴ γὰρ διώρισται πρότερον ἡμῖν μία μὲν ἀρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς, ὧν διπλῆν εἶναί φαμεν τὴν κίνησιν, τὴν μὲν ἀπὸ τοῦ μέσου τὴν δʼ ἐπὶ τὸ μέσον· τεττάρων δʼ ὄντων τούτων, πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, τὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ, τὸ δʼ ὑφιστάμενον γῆν· δύο δὲ ἃ πρὸς αὐτὰ τούτοις ἀνάλογον ἔχει (ἀὴρ μὲν γὰρ πυρὸς ἐγγυτάτω τῶν ἄλλων, ὕδωρ δὲ γῆς)· ὁ δὴ περὶ τὴν γῆν ὅλος κόσμος ἐκ τούτων συνέστηκε τῶν σωμάτων· περὶ οὗ τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον. ἔστιν δʼ ἐξ ἀνάγκης συνεχὴς οὗτος ταῖς ἄνω φοραῖς, ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην αἰτίαν νομιστέον πρώτην. πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἀλλʼ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀλλήλων. ὥστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆν καὶ τὰ συγγενῇ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γιγνομένων αἴτια χρὴ νομίζ ειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν τὸν τρόπον), τὸ 6 δυνάμεθα] δυνάμεθα εἰπεῖν Ecorr. 𝔚‖ 7 τρόπον] μέθοδον d. ‖ ἀποδοῦναι om E 𝔚 Pl ‖ π προαιρέσεως πάσης marg. J1 ‖ 1Ο τούτων d. πρῶτον C1 ‖ 11 ὑπειδὴ] Pl: ἑπεὶ E 𝔚 ‖ 12 ἐγκυκλίως] PIV: ἐν κύκλῳ 𝔚 Ac PIM: ἐγκύκλῳ Ε1: ἐγκυκλίων N1 Ap 13 τέσσαρα . . . τὲσσαρας H 14 φαμὲν εἶναι F H OI 15 τεσσάρων H Ν 16 καὶ (post ἀέρος) om. 𝔐 ‖ 16—17 τούτοις πᾶσιν] 0lG: τούτοις ἄπασιν OIV: πᾶσι(ν) τούτοις F Ν 18—19 interp. Vatable ‖ 19 ἐγγύτατα Ε 𝔚 ‖ apodosis initium post γῆς stat. Vatable, post ἀλλήλων (27) demum Th. ‖ 20 ὅλος Ap: ὅλην J F corr. E 𝔚 AIW Ol: τὴν ὅλην AlI οὗ] Ac: ὃν Ecorr. 𝔐 Oc OIV: ὧν OlG Ald. 22 συνεχὴς οὖτος] Acl Pc PIV: συνεχής πως οὗτος E 𝔚 Frec. H Ν Ac Pcp PIM: συνεχὴς οὖτος πῶς Ol Ald ἄνω] AIW OIV: ἄνωθεν E 𝔚 AlI OlC Pl 24 αἰτίαν νομιστέον Ac: αἰτίαν εἶναι νομιστέον H Ν: νομιστέον αἰτίαν Pcl ‖ 26 πάντα om. Ε1 26—27 πεπερασμένα διέστηκε τόπους 𝔚: πεπερασμένοις τόποις διέστηκεν F ‖ 28 αὐτῶν Ν δʼ οὕτως αἴτιον ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν.
Chapter 3
3 ἀναλαβόντες οὖν τὰς ἐξ ἀρχῆς θέσεις καὶ τοὺς εἰρημένους πρέτερον διορισμούς, λέγωμεν περί τε τῆς τοῦ γάλακτος φαντασίας καὶ περὶ κομητῶν καὶ τῶν ἄλλων ὅσα τυγχάνει τούτοις ὄντα συγγενῆ. φαμὲν δὴ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίγνεσθαι ἐξ ἀλλήλων, καὶ ἕκαστον ἐν ἑκάστῳ ὑπάρχειν τούτων δυνάμει, ὥσπερ καὶ τῶν ἄλλων οἶς ἕν τι καὶ 339b ταὐτὸν ὑπόκειται, εἰς ὃ δὴ ἀναλύονται ἔσχατον. πρῶτον μὲν οὖν ἀπορήσειεν· ἄν τις περὶ τὸν καλούμενον ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τἆλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων. ὁ μὲν γὰρ δὴ τῆς γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ περιέχοντα μεγέθη, οὐκ ἄδηλον· ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάττων ἐστίν. ὕδατος δὲ φύσιν συνεστηκυῖαν καὶ ἀφωρισμένην οὔθ᾿ ὁρῶμεν οὔτʼ ἐνδέχεται κεχωρισ μένην εἶναι τοῦ περὶ τὴν γὴν ἰδρυμένου σώματος, οἷον τῶν τε φανερῶν, θαλάττης καὶ ποταμῶν, κἂν εἴ τι κατὰ βάθους ἄδηλον ἡμῖν ἐστιν. τὸ δὲ δὴ μεταξὺ τῆς γῆς τε καὶ τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, κἂν εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις; ἡμῖν μὲν οὖν εἴρηται πρότερον περὶ τοῦ πρώτου στοιχείου, ποῖόν τι τὴν δύναμίν ἐστιν, καὶ διότι πᾶς ὁ περὶ τὰς ἄρω φορὰς κόσμος ἐκείνου τοῦ σώματος πλήρης ἐστί. καὶ ταύτην τὴν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, φαίνεται δὲ ἀρχαία τις ὑπόληψις αὕτη καὶ τῶν πρότερον ἀνθρώπων· ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε 31 ὅθεν] Pl: ὡς ὅθεν E 𝔚F corr. Ap ‖ 38 ὡρισμένους J F ‖ 36 συγγενπη ὅντα H N ‖ δὲ E 𝔚 AcW Ol: om. Ac I ‖ καὶ ἀέρα om. E1 ‖ 37 γενέσθαι E ‖ 339 b 2 εἰς] καὶ εἰς E rec. ‖ ὃ δὴ] ὃ E Pc: ἃ 𝔚 ‖ ἔσχατα 𝔚 3 τοῦ καλουμένου J1 ‖ 4 ἐν — γῆν post σωμάτων (6) coll. Th. ‖ 5 τῇ τάξει] Pl: τάξει Ε 𝔚: τάξιν Olp ‖ 6 δὴ] Ol Pl: om. Ε 𝔚 ‖ τις Pl: om. F Ol ‖ ἤδη—θεωρημάτων (8) marg. 1 ‖ 8 ἡμῖν om. 𝔐 ‖ 10 καὶ in ras. E1 ‖ 11—12 τε τῶν E 13 ἡμῖν ἐστὶν ἄδηλον N a voc. τὸ incipit ‖ τε om. Ol Pl ‖ 16 περὶ] καὶ περὶ H Ν 17 τι om. J ‖ διότι (δι —in ras. E1): ὅτι 𝔚 F ‖ 20 ὑπόλειψις J ‖ πρώτερον F1: προτέρων τὴν προσηγορίαν, ἥν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι, κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισεν, τοῦτο μὲν ὀρθῶς νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρʼ ἡμῖν τὸ αὐτὸ· οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδʼ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γιγνομένας ἐν τοῖς ἀνθρώποις, ἀλλʼ ἀπειράκις. ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸ δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἀπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως. εἴρηται μὲν οὖν καὶ πρότερον ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασι· λέγωμεν δὲ τὸν αὐτὸν λόγον καὶ νῦν, 340a εἰ γὰρ τὰ τε διαστήματα πλήρη πυρὸς καὶ τὰ σώματα συνέστηκεν ἐκ πυρός, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων στοιχείων. ἀλλὰ μὴν οὐδʼ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρὸς τὰ σύστοιχα σώματα, κἃν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν συνείληπται πᾶν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος. ὁρῶμεν δʼ οὐκ ἐν τοσούτῳ μεγέθει γιγνομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται διακριθέντος ἢ πῦρ ἐξ ἀέρος· 22 ἣν] ἣν καὶ H N: ὂν Pl 24 κἀκείνους ci. Th. ‖ 25 μὲν μὴ Ν1 ‖ φέον σῶμα 𝔐, probat Graux καὶ] Pl: τε Ald.: om. E 𝔚 26 τι τὸν φύσιν] PlV: τε τὴν φύσιν 𝔚: τὴν φυσιν, γε E1: τὴν φύσιν corr. PlM Ald. ‖ 27 οὐδὲν 1 28 ἅπαξ] οὐδʼ ἅπαξ Id. ‖ 30 post ὅσοι in E ras. unius litt. ‖ 31 φαινόμενα Id. ‖ 32 νῦν] Ac 0l Pl: om. 𝔄 H Ν 33 ταύτης τῆς παιδικῆς ] Pc PlM: τῆς παιδικῆς ταύτης F Ol PlV: τῆς παιδικῆς E1, Ν ‖ 34 τοῖς om. F ‖ 35—36 ἐντεῦθεν ἡμῖν] Pc: ἡμῖν ἀντεῦθεν 𝔚 H Ν Pl 36 μὲν om. 𝔚 36—37 τῶν ἄνω τόπων H Ol Pp 37 λέγομεν J H Ν ‖ 340 a 2 ἦν ἔκαστον ἂν Ν 3 οὐδʼ] ουδεν μην ὀδʼ (οὐδ᾿ corr. m. 1) E1 ‖ γε] τε F ‖ 4 ὑπερβάλοι 𝔐 ‖ 5 σώματα τὰ σώματα Ν 6 τε] Ol PIV: om. E1. 𝔚 Ap PlM Pp ‖ 8 πρὸς] εἰς E περιέχον] περιεχόμενον J F1 ‖ 10 ὕδατος ἀὴρ] ἀέρος ὕδωρ Id. γένηται] PIM: γίνηται J 𝔐 𝔄 H N PlV ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἔχει τὸ τοσονδὶ καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γιγνόμενον ἀέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ. διαφέρει δʼ οὐδὲν οὐδʼ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι· κατὰ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κὰν εἰ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρχεν. ὅτι μὲν οὖν οὔτʼ ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὴ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν, λέγω δὲ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίνʼ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίγνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρῶτον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν. εἰ δὴ γίγνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτʼ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερον ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος, διὰ τὸ μήθʼ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς γὴς συνίστασθαι, διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις· γίγνονται γὰρ αἱ τῶν νεφῶν ἀθροίσεις, οὗ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανὲς αἱ ἀκτῖνες. ἢ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίγνεσθαι, εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλʼ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται 11 ἔχειν λόγον ὃν] Ap Pl: λόγον ἔχειν ὅσον J F 𝔐 N: in vocc. λόγον ἔχεν cadit Ol τὸ om. H Ν τοσόνδε 𝔐 Ap Pl 12 μικρὸν] μὴ Ν1 ‖ 12—13 τὸν πάντα πρὸς τὸ πᾶν] Ap Pl: πρὸς τὸν πάντα τὸ πᾶν Em. rec. in ras. 𝔚: τὸ πᾶν ὕδωρ πρὸς τὸν πάντα Ald. ‖ 13 ὕδωρ om. Ald. οὐδʼ εἴ] οὐδὲ E1 ‖ φήσει μὲν] AlAW Ol Pl: φησὶ μὲν J F Ε1: φαίη μὲν Ν: μὲν φησι AlI 15 γὰρ τοῦτον Ν: τοῦτον F1 τὸν om. Ν1 16 ὑπερέχειν 𝔐 19 διαπορήσαντες 𝔄1 F ‖ τὰ om. Ν1 ‖ 20 τε] Pl: om. Ecorr, 2𝔚 F‖ 23 πρῶτον] Pp: πρότερον Ol Pl λέγομεν E1 26 προσῆκε] AcA Pl: προσήκει AcIW Ol πορρώτερον] Ac; πορρωτέρω 𝔐 PlV: πορρώτερος PlMV var. Ol 26—27 -ς τῆς γθς in ras. Erec. 27 οὕτως Ε 𝔚 ‖ 28 θερινῶν 𝔚 ‖ τῶν τῶν ὅντων E1 29 αἳ] αἳ καὶ 𝔚 30 αἱ] καὶ Ε1 𝔚 ‖ 32 οὖν] γοῦν corr. E1 ‖ ἐξ] (=ξ in ras. E1; sequitur rasura |unius litt.) ‖ τοῦ] (τ- in ras. E1) 32—33 πέφυκεν ὕδωρ] Pl: ὕδωρ πέφυκε Ε 𝔚: πέφυκε Ol 33 εἰ] ἀεὶ N cor.: om. F1 ‖ 34 γῆν] γῆν κόσμος ci. Th.|| ἀτμίς (-τμις in ras. Erec.) εἰς ὕδωρ. ἀλλὰ μὴν εἰ τοσοῦτος ὥν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἂν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ 340b σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἂν τἆλλα πάντα, λείπεται δʼ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν πᾶσαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστιν. περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· ἡμεῖς δὲ λέγωμεν ἅμμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ πρὸς τὰ νῦν εἰρημένα. τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλʼ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι τὸ δʼ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσ μον. φερομέννου δὲ τοῦ πρώτου στοιχείου κύκλῳ καὶ τῶν ἐν αὐτῷ σωμάτων, τὸ προσεχὲς ἀεὶ τοῦ κάτω κόσμου καὶ σώματος τῇ κινήσει διακρινόμενον ἐκπυροῦται καὶ ποιεῖ τὴν θερμότητα. δεῖ δὲ νοεῖν οὕτως καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίγνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεως καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον. ἐπὶ μὲν οὖν τοῦ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστιν καὶ ψυχρότατον ἀποκεκριμένον, γῇ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων, ἀήρ 35 τοσοῦτος] Ac Pl: τοιοῦτος Ol Id. ‖ ὁ ἀὴρ ἅπας] Ac PlV: ἅπας ὁ ἀὴρ 𝔐, probat Graux: ἀὴρ ἅπας F1: in vocc. ὁ (om. V) ἀὴρ cadit Ol: ὁ ἀὴρ PlM 37 ἡ] PlV: om. PLM ‖ 340 b 1 ἀδίνατα 𝔄1 ‖ καταξηράνθαι Ν 2 τοῦ] Ol: τὸ J E Pl ‖ 3 ἅπασαν J F 𝔐 H Ν OlV Pl: ἁπλῶς ἂν OIG ‖ 4 ἀπορήσθω F1 ‖ 5 λέγωμεν] Evar. Ac PIV: λέγομεν E1 Ol PlM πρός in ras. Erec. 6 -ος τα ν- in ras. Erec. ‖ 7 εἶναι σῶμα ἕτερον F ‖ 8 εἰλικρινές] Erec. in ras, Ol Pl: εἰλικρινὲς εἶναι 𝔄: εἷναι εἰλικρινὲς Ac 1Ο -σ το- et -σ τὸν περὶ in ras. Erec. ‖ κόσμον] Ap Pl: τόπον 𝔐 PlVvar., probat Graux 12 τὸ] τέτε Ν: sequitur in H rasura 2 litt. 12—13 -σ τῆ κι-in ras. Erec. ‖ 15 ὑπὸ] Ap OlV Pcl: ὑπὲρ Ν1 OlG ‖ 16 θερμὲ καὶ ψυχρὰ καὶ ξηρὰ] Pl: θερμὴ καὶ ξηρὰ καὶ ψυπρὰ E 𝔚: θερμὴ καὶ ξηρὰ Ac: ψυχρὰ καὶ θερμὴ καὶ ξηρὰ Pc ‖ 18 κινήσεως ‖ Pc: κινήσεώς τε E 𝔚 Ap Ol Pl ἧς in ras. Erec.: ἧς καὶ H Ν 20 καὶ ψυχρότατόν ἐστιω Η N ‖ ἀποκεκρυμένον N: (-ι- in ras. Ε) 21 καὶ (2)] Ac PlM: καὶ τὰ E 𝔚 τὰ H N: om. PlV τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ. ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφʼ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δὲ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἔστιν γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀναθυμιάσεως δὲ θερμὸν καὶ ξηρόν· καὶ ἔστιν ἀτμὶς μὲν δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ. τοῦ μὲν οὖν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη ταύτην ὑποληπτέον αἰτίαν εἶναι, ὅτι οὐκ ἔνεστιν ἀὴρ μόνον ἀλλὰ μᾶλλον οἷον πῦρ. οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν· φαίνεται γὰρ καὶ νῦν ἡ τῶν ἀνέμων γένεσις ἐν τοῖς λιμνάζουσι τόποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύματα τῶν ὑψηλῶν ὀρῶν. ῥεῖ δὲ 341a κύκλῳ διὰ τὸ συνεφέλκεσθαι τῇ τοῦ ὅλου περιφορᾷ. τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ ἀὴρ συνεχής ἐστιν· ὥστε καὶ διὰ τὴν κίνησιν κωλύεται συγκρίνεσθαι εἰς ὕδωρ, ἀλλʼ ἀεὶ ὅ τι ἄν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δʼ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶς τὸ 22 δὲ] in E antecedit rasura 3 litt.: γὰρ J ‖ 23 θερμοῦ] ἀέρος θερμοῦ Ε H (ut videtur) 24 λεγομένου] καλουμένου Ap: λεγομένεου καὶ καλουμένου Ecoor. 𝔚 PcV: λεγομένου καὶ καλουμένου καὶ καλουμένου PcM: ἐχομένου Ol ‖ τὸ in ras. E; καὶ τὸ Ncorr. 25 θερμὸν supra add. E1; ψυκρὸν E1 in ras. (del. m. eadem) 𝔚 ‖ τε] Ac: om. Ν Pc 26 γῆς ἔχειν F: ἔχειν γῆν ci. Id. ‖ ἤδη in ras. Ε1 ‖ 27 ἔστιν γὰρ ἀτμίδος μὲμ] PI: ἔστιν. ἀτμίδος μὲν γάρ 𝔐 F H: ἔστιν. ἀτμίδος μὲν J: ἀτμίδος γὰρ N1: ἀτμίδος μὲν γὰρ ἐστι Ncorr. ‖ θερμὸν] ψυχρὸν Ε1 𝔚 ‖ 29 οἷον δυνάμει 𝔐 ‖ 30 μὴ supra add. J1 ‖ 31 ἔνεστιν] ἔστιν E 𝔚 𝔄 μό μόνον μᾶλλον 𝔚 ‖ 32 οἷον supra add. E1: om. 𝔚 33 συνίστασθαι κωλύεσθαι 𝔐: κωλύεσθαι συνιστάναι 𝔚: κωλύεσθαι (συνίστασθαι marg. m. 1) J ‖ ἀνωτέρω] Pl: ἄνω E 𝔚 ‖ 34—35 -ς τῆς πε-in ras. Erec. ‖ 35 -ειας in ras. Erec. ‖ 36 γὰρ om. E ‖ 37 τόποις in ras. Erec. ‖ 341 a 1 ὑπερβάλλειν] Pl: ὑπερβάλλει Br,, 𝔚 𝔄 𝔐 𝔄 F H Ν ὑψηλοτάτων Ε 𝔚 Pl ‖ ὀρέων Ecorr. m. 1 𝔚 F ‖ ῤεῖν Ecorr. 𝔚 2 διὰ τὸ ex διὰ τοῦ corr. E1 ‖ 5 ὅ τι postea add. J1 ‖ μόριον τὸ μόριον 𝔐 ‖ ἐκθλιβομένου ex ἐκ τοῦ θλβομένου corr. E1 ‖ 6 ἄλλο Ald. μὲν ἀέρος διατελεῖ πλῆρες ὂν τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίγνεται ἕκαστον αὐτῶν. περὶ μὲν οὖν τοῦ μὴ γίγνεσθαι νέφη μηδʼ εἰς ὕδωρ σύγκρισιν, καὶ πῶς δεῖ λαβεῖν περὶ τοῦ μεταξὺ τόπου· τῶν ἄστρων καὶ τῆς γῆς, καὶ τίνος ἐστὶν σώματος πλήρης, τοσαῦτα εἰρήσθω. περὶ δὲ τῆς γιγνομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος, μᾶλλον μὲν καθʼ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθήσεως προσήκει λέγειν (πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστιν), διὰ τίνα δʼ αἰτίαν γίγνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν, λεκτέον καὶ νῦν. ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. τὸ μὲν οὖν γίγνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα ἱκανή ἐστιν παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχεῖάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι. ἡ μὲν οὖν τῶν ἄστρων ταχεῖα μὲν πόρρω δέ, ἡ δὲ τῆς σελήνης κάτω μὲν βραδεῖα δέ· ἡ δὲ τοῦ ἡλίου ἄμφω ταῦτα ἔχει ἱκανῶς. τὸ δὲ μᾶλλον γίγνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερμότητα εὔλογον, λαμβάνοντας τὸ ὅμοιον ἐκ τῶν παρʼ ἡμῖν γιγνομένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίγνεται θερμός. καὶ τοῦτʼ εὐλόγως συμβαίνει· μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν. διὰ τε ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι τῇ κινήσει πολλάκις καὶ φέρεσθαι βίᾳ κάτω. σημεῖον δʼ ἱκανὸν ὅτι ὁ ἄνω τόπος οὐκ ἔστι θερμὸς οὐδʼ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων. ἐκεῖ μὲν γὰρ οὐ γίγνονται, 9 καὶ ἄλλο om. ‖ lemmata habet O περὶ μὲν οὖν τοὺς ἐν τῷ ἄνω τόπῳ et περὶ μὲν οὖν τοῦ ἄνω τόπου ‖ μὴ om. N1: μὴ εἰς τὸν ἄνω τόπον Ncorr. ‖ 1 καὶ (post γῆς) om. Ε1 𝔚 12 γενομὲνης 𝔄 F ‖ 14 προσῆκε N 15 τὸ om. E ‖ τίνα δʼ αἰτίαν να δʼ αἰτίαν E1: τίνʼ αἰτίαν δὲ Ald. 17 δὴ Pl: δὲ Ol ‖ 19 τὸ] Pl: τοῦ J F Ν1 E1 𝔚 ‖ τὴν (ante ἀλέαν) om. 𝔚 ‖ καὶ om. 𝔚 ‖ 20 καὶ del. Ε1 ‖ 21 τε supra add. J1 ‖ 24 μάλιστα E 𝔚 Ol Pl ‖ αὐτῷ] αὐτῷ φερομένῳ ci. Th. ‖ εὔλογον] εὔλογον νομίζειν ci, Th. ‖ 25 γενομένων F corr. N ‖ 27 μᾶλλον F 𝔚 28 στερροῦ 𝔐 ‖ 29 τὸν] τὸν αὐτὸν N ‖ 30 τὸ alterum om. F1 Ol Pl Ald. ‖ διαραίνεσθαι J F 𝔐 E1 𝔚: διακρίνεσθαι 𝔐 rec. var. Ald. ‖ 31 φέρεσθαι βίᾳ κάτω] φέρεσθαι κάτω βίᾳ Ecorr. Pl: φέρεσθαι κάτω φέρεσθαι κάτω βίᾳ E1: τὸ φέρεσθαι κάτω βίᾳ 𝔚 32 οὐδὲ πεπυρωμένος E ‖ 33 ἀστέρων] Pcl: ἄστρων Ε 𝔚 Ap γὰρ om. 𝔐 κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον, ἐκπυροῦται θᾶττον. πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλʼ οὐ πυρόδης ὤν.
Chapter 4
4 τούτων δὲ διωρισ μέφνων, λέγωμεν διὰ τίνʼ αἰτίαν αἵ τε 341b φλόγες αἱ καιόμεναι φαίνονται περὶ τὸν οὐρανὸν καὶ οἱ διαθέοντες ἀστέρες καὶ οἱ καλούμενοι ὑπό τινων δαλοὶ καὶ αἶγες· ταῦτα γὰρ πάντʼ ἐστὶν τὸ αὐτὸ καὶ διὰ τὴν αὐτὴν αἰτίαν, διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον. ἀρχὴ δέ ἐστιν καὶ τούτων καὶ πολλῶν ἄλλων ἥδε. θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίγνεσθαι μὴ ἀπλῆν, ὥς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν μὲν ἀτμιδωδεστέραν τὴν δὲ πνευματωδεστέραν, τὴν μὲν τοῦ ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δʼ αὐτῆς τῆς γῆς οὔσης ξηρᾶς καπνώδη· καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν διὰ τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος. καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσ μηται τὸ πέριξ· πρῶτον μὲν γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστιν τὸ θερμὸν καὶ ξηρόν, ὃ λέγομεν πῦρ (ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτονἐκ τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοῖς ὀνόμασιν), ὑπὸ δὲ ταύτην τὴν φύσιν ἀήρ. δεῖ δὴ νοῆσαι οἷον ὑπέκκαυμα τοῦτο ὃ νῦν εἴπομεν πῦρ περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. ᾗ ἄν οὖν μάλιστα εὐκαίρως ἔχη ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκάεται. 34—25 θᾶττον, ἐκπυροῦται θᾶττον] Pl: θᾶττον ἑκπυροῦται 𝔐 Ν Evar.: μᾶλλον ἐκπυροῦται E 𝔚: θᾶττον καὶ μᾶλλον ἐκπυροῦται Ald. ‖ 35 ὥσπερ J1 ‖ δοκεῖ supra add. Ν1 ‖ 341 b 1 διὰ τίν᾿ ] διὰ τίνα F Al Pl: δι᾿ ἣν E 𝔚: διὰ ποίαν Ol ‖ 2 καόμεναι E ‖ 4 καὶ om. E1 ‖ τὴν] (-η- in ras. E) ‖ αὑτὴν om. E1 ‖ 5 καὶ (post ἐστὶν)] PlV: om. Ol PlM Ald. 6 ἄλλων supra add. Ν1 ‖ 7 ἀναγκαίαν Ν ‖ 8 ἀτμιδωδέστραν 𝔚 ‖ 9 πνευματοδεστὲραν F ‖ 1Ο ἀτμίδα] ἀτμιδώδη ci. Schleiermacher ‖ ξηρᾶς οὔσης 𝔄 ‖ 11 θερμόν] κοῦφον ci. Id. 13 τὸ] Ap Pl: τὰ Ε1 𝔚: ὁ Ol ‖ 14 λέγομεν] Ol Pl: λέγωμεν E1 𝔐1 𝔄1 F ‖ 15 γάρ om. E1 ‖ τὸ om 𝔚: καὶ Ald. ‖ 16 ὁμοίως E1 ‖ ἐκκάσθαι Ε 18 δὴ] PIV1: δὲ Ε 𝔚 Ap PIMVvar. 19 ὁ om. E1 ‖ εἴπωμεν E1: εἷπε 𝔚 ‖ 20 ἐκκάεσθαι E1 ‖ 21 τὸν] Ap Pl: om. Ε 𝔚 ‖ 22 οὖν] Pl: om. Ol Id. 23 ἐκκαίεται Ecorr. m. 1 𝔚 𝔐 𝔄 F H N N διαφέρει δʼ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἂν μὲν γὰρ πλὰτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαιυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομέφνης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ αἶγες καὶ ἀστέρες. ἐὰν μὲν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἄμμα καιόμενον (τοῦτο δὲ γίγνεται διὰ τὸ παρεκπυροῦσθαι, κατὰ μικρὰ μέν, ἐπʼ ἀρχὴν δέ), αἲξ καλεῖται, ὅταν δʼ ἄνευ τούτου τοῦ πάθους, δαλός. ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ μικρά τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ βάθος, οἱ δοκοῦντες ἀστέρες διάττειν γίγνονται. ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά· ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψύξιν 342a συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλʼ οὐκ ἐκκαύσει. ἀπορήσειε γὰρ ἄν τις πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστιν καὶ ὁμοία ῥίψει, ἀλλʼ οὐχ ὡς ἄλλου καὶ ἄλλου γιγνομένου πυρός), ἢ ῥίψεις τοῦ αὐτοῦ τινος σώμματός εἰσιν αἱ διαὅρομαί. ἔοικε δὴ διʼ ἄμφω· καὶ γὰρ οὕτως ὡς ἡ ἀπὸ τοῦ λύχνου γίγνεται, καὶ ἔνια διὰ τὸ ἐκθλίβεσθαι ῥιπτεῖται, 24 δʼ ἤδη] OlV PlV: δὲ εἴδη OlG: δὲ δὴ PlM: οὖν (ο- in ras. E1) δὴ Ε 𝔚: δʼ ἤδη ἡ παρὰ θέσιν τοῦ πνεύματος F1 ‖ τοῦ supra add. F Ν1 ὑπεκαύματος N θέσις 𝔚 ‖ 25 τὸ πλῆθος κατὰ (κα- in ras. m. 1) τὸ πλῆθος αὐτοῦ F ‖ ὑπέκαυμα Ν passim 26 καομένη E1 ‖ ἀρούραις Frec, Ald. 27 καιομένης om. Id. ‖ ἐάν] Pl: ἂν Ε 𝔚 ‖ μῆκος] τὸ μῆκος N ‖ 28 ἐάν μὲν] ἐὰν μὲν οὖν N corr. m. PlV: ἃν μὲν οὖν Ν1: καὶ ἐὰν μὲν E 𝔚 Hcorr. m 1 PIM πλεῖον J F 𝔐 𝔄 H Ν 29 ἢ τὸ PI: καὶ τὸ J E1 𝔚: τὸ F1: ἢ N: ἢ τὸ 𝔐: ἢ κατὰ τὸ Ald. οἷον] οὗν N ‖ 30 ἀποσπινθηρίζει J Ν: ἀποσπινθηρίζοι F ‖ ἄμα] Ol Pl: ἄμα δὲ E 𝔚‖ 31 ἐπαρκεῖν 𝔄 Fcorr. ‖ 32 μήκη] Plp: μέρη Ecorr. m. 1 𝔚 N ‖ 33 πολλαχῆ] Evar. m. 1: πολλά ῆ E1: πολλʼ αρχῆ Ν1 ‖ 34 βάθος] PlM: κατά βάθος H N PlV: μέγεθος Ald. ‖ post οἱ in E ras. unius litt. 35 διάττειν om. F1 ‖ οὖν om. 𝔚 ‖ 36 τοῦ διὰ om. J ‖ 342 a 1 ἐκθλίβεται καὶ ἐκκρίνεται] Pl: ἐκκρούεται καὶ ἐκθλίεται E 𝔚: ἐκκρίνεται καὶ ἀκθλίβεται Ald. ‖ 3 γὰρ om. J ‖ 4 ἅπτει] ἐπὶ E ‖ 5 κάτωθεν] PI: κάτω J F 𝔐; 𝔄 H Ν ‖ 7 ῥίψεις] PlV: ῥίψις N PlM: ῥίψεις ἢ E1: ῥίψις ἢ 𝔚 ‖ τινος Ol: om. E F1 Pl ‖ 8 δὴ] δὲ δὴ Mor. ‖ ἡ om. J F1 Ecorr. 𝔚: εἰ Frec. 9 τὸ] τὸῦ F ὥσπερ οἱ ἐκ τῶν δακτύλων πυρῆνες, ὥστε καὶ εἰς τὴν γῆν καὶ εἰς τὴν θάλατταν φαίνεσθαι πίπτοντα, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν καὶ αἶθρίας οὔσης. κάτω δὲ ῥιπτεῖται διὰ τὸ τὴν πύκνωσιν εἰς τὸ κάτω ῥέπειν τὴν ἀπωθοῦσαν. διὸ καὶ οἱ κεραυνοὶ κάτω πίπτουσιν , τοῦ πυρὸς ἄνω φερομένου κατὰ φύσιν · πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλʼ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεώς ἐστιν, ἐπεὶ κατὰ φύσιν γε τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν. ὅσα μὲν οὖν μᾶλλον ἐν τῷ ἀνωτάτω τόπῳ συνίσταται, ἐκκαιομένης γίγνεται τῆς ἀναθυμιάσεως, ὅσα δὲ κατώτερον, ἐκκρινομένης διὰ τὸ συνιέναι καὶ ψύχεσθαι τὴν ὑγροτέραν ἀναθυμίασιν· αὕτη γὰρ συνιοῦσα καὶ κάτω ῥέπουσα ἀπωθεῖ πυκνουμένη καὶ κάτω ποιεῖ τοῦ θερμοῦ τὴν ῥῖψιν· διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἄν τύχη κειμένη τοῦ πλάτους καὶ τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον. τὰ πλεῖστα δʼ εἰς τὸ πλάγιον διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δʼ ἄνω· πάντα γὰρ κατὰ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίγνεται φορά. πάντων δὴ τούτων αἴτιον ὡς μὲν ὕλη ἡ ἀναθυμίασις, ὡς δὲ τὸ κινοῦν ὁτὲ μὲν ἡ ἄνω φορά, ὁτὲ δʼ ἡ τοῦ ἀέρος συγκρινομένου πῇξις. πάντα δὲ κάτω ταῦτα σελήνης γίγνεται. σημεῖον δʼ ἡ φαινομένη αὐτῶν ταχυτὴς ὁμοία οὖσα τοῖς ὑφʼ ἡμῶν ῥιπτουμένοις, ἃ διὰ τὸ πλησίον εἶναι ἡμῶν πολὺ δοκεῖ τῷ τάχει παραλλάττειν ἄστρα τε καὶ ἥλιον καὶ σελήνην.
Chapter 5
5 φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αἱματώδη χρώματα. αἴτιον δὲ ἐπὶ τούτων τὸ 342b αὐτὸ· ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστʼ ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίγνεσθαι ὥστε φλόγα δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστάμενος παντοδαπὰς χρόας· διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει, μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν, διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μειγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. καὶ τῇ ἀνακλάσει δὲ ποιήσει, ὅταν τὸ ἕνοπτρον ᾖ τοιοῦτον ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα δέχεσθαι. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις αἰτία ταχεῖα οὖσα. τὰ δὲ χάσματα ἀναρρηγνυμένου τοῦ φωτὸς ἐκ κυανοῦ καὶ μέλανος ποιεῖ τι βάθος ἔχειν δοκεῖν. πολλάκις δʼ ἐκ τῶν τοιούτων καὶ δαλοὶ ἐκπίπτουσιν, ὅταν συγκριθῇ μᾶλλον· συνιὸν δʼ ἔτι χάσμα δοκεῖ. ὅλως δʼ ἐν τῷ μέλανι τὸ λευκὸν πολλὰς ποιεῖ ποικιλίας, οἷον ἡ φλὸξ ἐν τῷ καπνῷ. ἡμέρας μὲν οὖν ὁ ἤλιος κωλύει, νυκτὸς δʼ ἔξω τοῦ φοινικοῦ τὰ ἄλλα διʼ ὁμόχροιαν οὐ φαίνεται. περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκπυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας.
Chapter 6
6 περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν, διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. Ἀναξαγόρας μὲν οὖν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανήτων ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων. τῶν δʼ Ἰταλικῶν τινες καλουμένων Πυθαγορείων ἕνα λέγουσιν αὐτὸν εἶναι τῶν πλανήτων ἀστέρων, ἀλλὰ διὰ πολλοῦ τε χρόνου τὴν φαντασίαν αὐτοῦ εἶναι καὶ τὴν ὑπερβολὴν ἐπὶ μικρόν, ὅπερ συμβαίνει καὶ περὶ τὸν τοῦ Ἑρμοῦ ἀστέρα· διὰ γὰρ τὸ μικρὸν ἐπαναβαίνειν πολλὰς ἐκλείπει φάσεις, ὥστε διὰ χρόνου φαίνεσθαι πολλοῦ, παραπλησίως δὲ τούτοις καὶ οἱ περὶ Ἱπποκράτην τὸν Χῖον καὶ τὸν μαθητὴν αὐτοῦ Αἰσχύλον ἀπεφήναντο, πλὴν τήν γε κόμην οὐκ ἐξ αὑτοῦ φασιν 343a ἔχειν, ἀλλὰ πλανώμενον διὰ τὸν τόπον ἐνίοτε λαμβάνειν ἀνακλωμένης τῆς ἡμετέρας ὄψεως ἀπὸ τῆς ἑλκομένης ὑγρότητος ὑπʼ αὐτοῦ πρὸς τὸν ἥλιον. διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων, ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον· ὑπολείπεσθαι δʼ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον. ἐν μὲν οὖν τῷ μεταξὺ τόπῳ τῶν τροπικῶν οὐχ ἕλκειν τὸ ὕδωρ πρὸς ἑαυτὸν διὰ τὸ κεκαῦσθαι ὑπὸ τῆς τοῦ ἡλίου φορᾶς· πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν μὲν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ τῆς γῆς τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι 25 λεγομένου HΝ 26 παρὰ τῶν] παρʼ 𝔐 𝔄 ΗΝ ‖ 30 τινες καλουμένων Πυθα- γορείων] τινες καὶ καλουμένων Πυθαγορείων E 𝔚: τινες καὶ τῶν καλουμένων Πυθαγορείων Ol PI: καλουμένων Πυθαγορείων τινὰς H Ν ‖ 31 εἶναι αὐτὸν 𝔚 ‖ ἀστέρων] Pl: ἄστρων E 𝔚 ‖ 34 πολλοὺς J1 ‖ ἐκλίπει post κ rasura unius litt.) J ‖ φάσεις (-σεις ex corr. J1) ‖ 35 φαίνεσθαι] Ol Pl: φαίνεται Ε 𝔚 ‖ 36 Ἱπποκράτην] Pl: τὸν Ἱπποκράτην 𝔚 Ol Pp ‖ 343 a 1 γε] τε 𝔄 ‖ 5 βραδύτατα τῷ] AlIA Pcl: βαρυτάτω E1: βαρύτατα corr. E1; βραδύτατα corr. Erec.: βραδύτητα τῷ AlW: βραδυτάτῳ Ol Pc ‖ 6 ὅταν ἐκ ταὐτοῦ φανῇ post ὅλον (7) coll. 𝔐 ‖ ὑπολελειμμένον] Al: ὑπολελειμμένος 𝔄rec. F OlPlp ‖ 9 αὑτὸν H: αὑτὸν J 𝔐 𝔄 Ν κεκαῦσθαι] διακεκαῦσθαι ‖ 1Ο τοῦ om. E ‖ δαψιλίαν J1 ‖ 11 ἔχειν ex ἔχει corr.E1 12 ὑπὲρ τῆς γῆς τμῆμα] ὑπὲρ τῆς γῆς in ras. 8 vel 4 litt., τμῆμα supra add. E1: ὑπὲρ γῆς τμῆμα 𝔐: ὑπὲρ τὴν γῆν τμῆμα Ap; ὑπὲρ γῆν τμῆμα Pl: ἄνω E1 (?) Ald. κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ τροπικῷ τόπῳ πλησιάζοντος οὔτʼ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλου· διόπερ ἐν τούτοις μὲν τοῖς τόποις οὐ γίγνεσθαι κομήτην αὐτόν· ὅταν δὲ πρὸς βορέαν ὑπολειφθεὶς τύχῃ, λαμβάνειν κόμην διὰ τὸ μεγάλην εἶναι τὴν περιφέρειαν τὴν ἄνωθεν τοῦ ὁρίζοντος, τὸ δὲ κάτω μέρος τοῦ κύκλου μικρόν· ῥᾳδίως γὰρ τὴν ὄψιν τῶν ἀνθρώπων ἀφικνεῖσθαι τότε πρὸς τὸν ἥλιον. πᾶσιν δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ χωρίς. πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἰς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς ἄμα γεγένηνται πολλάκις. πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἴσχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολείπεται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δʼ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας· οὗτοι δὲ πολλάκις ἅμμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος. καὶ φανερῶν δὲ ὄντων αὐτῶν ἀπάντων καὶ μὴ φαινομένων πάντων, ἀλλʼ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν ἧττον κομῆται φαίνονται γιγνόμενοι πολλάκις. ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὡς ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίγνεται κομήτης μόνον, ἅμα καὶ τοῦ ἡλίου 14 τροπικῷ τόπῳ] νότῳ E1 Hcorr.: τροπικῷ οὔτε τῷ νότῳ Erec: τροπικῷ οὔτε τῷ νότῳ 𝔚: τροσικῷ F: νότίῳ τόπῳ Pl: (νοτίου μέρους Ap) 15 θεριναῖς κειμεριναῖς ci. Th. ‖ 16 οὐ] οὐδὲ E 𝔚 ‖ 17 λαμβάνει F1 Ald. ‖ 18 τὸ] (-ο in ras. 2 vel 3 litt. E) 19 κύκλου ἡλίου F1 ‖ 21 κοινὰ 𝔚 ‖ συμπίπτει AlWΑ Ap 0lp Pl: συμπίπτειν Ecorr. m 1 N AlI τὰ (post ἀδύνατα) om. E1 ‖ δὲ] Op: δὲ καὶ E 𝔚 Alp Ol Plp ‖ 22 οὖν om. F ‖ 24 τῷ post ὑπολείπονται PlV: om. Ol PlM Id. ‖ 25 ἑωραμένοι PlV: ὠμμένοι E PlM ‖ κύκλου] (κύκλ- in ras. F1)|| 26 γεγένηνται ex γεγένηται corr. F1: (post έ in J ras. 3 litt.) 27 τὴν κόμ- in ras. J1 ‖ - ην ἔχουσι καθά- marg. J1 ‖ ἴσχουσι PlM: ἔχουσι J Fcorr. m. 1 𝔐 H N PlV Pp ‖ 28 κόμης] τῆς κόμης Ald. ‖ 32 ὄντων αὐτῶν] Ol PlV: αὐτῶν ὄντων E 𝔚: ὄντων PlM ‖ 33 typothetae incuria om. Id. ‖ πάντων] Pl: ἀπάντων E F1 ‖ 34—35 γιγνόμενοι πολλάκις] Pl: πολλάκις γινόμενοι 𝔐 𝔄 H Ν ‖ 35 ὡς] Al: ὅτι E 𝔚 Ol Pl ‖ 36 κομήτης] ὁ κομήτης Ecorr. 𝔚 ‖ ἄμα] AlA: ἀλλὰ 𝔚 Fcorr. m. 1 Hcorr. m.1 AlIW ApI Pl: om. ApWΑ ὄντος περὶ θερινὰς τροπάς· ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος 343b περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχεν, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν. ἐπὶ δʼ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς Γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασι. κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτʼ οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ, καίτοι κἀκεῖνοί φασιν, ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσιν μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγίγνετο τὸ φέγγος, παραβλέπουσι δʼ ἡρέμα τὴν ὄψιν πλέον. πρὸς δὲ τούτοις ἄπαντες οἱ καθʼ ἡμᾶς ὡμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως. ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων, ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὗ πρότερον ἐμνήσθημεν ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίαις ἀφʼ ἑσπέρας, ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δʼ ὑστεραίᾳ ὤφθη· ὅσον ἐνδέχεται γὰρ ἐλάχιστον ὑπελείφθη, καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα· διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, καὶ ἐνταυθοῖ 343 b 3 τῶν] Ap Plp: om. E 𝔚 ‖ ἀνίσχε 𝔚 ‖ 4 ἤδη ex δὴ corr. Ν1 ‖ πολλά Ν ‖ ἐπὶ ex ἐπεὶ corr. E1 ‖ εὐκλέους Fvar. Olp Pl (-κ- in ras. E1): εὐκλεοῦς 𝔄corr. m. 1 H Ncorr. 𝔚 AcIA: εὐκλέος J: εὐκλέος F1: εὐκλεᾶς AcW 5 μόλωνος] 0lV: ex μόνωνος corr. J1; σόλωνος 𝔚 AcWA: μέλωνος παιδὸς AcI; μήλωνος OlG PlV: μήλωνος τοῦ μετὰ διότιμον PlM ‖ γαμηλιῶνος (post α im E ras. unius itt.) 7 εἶναί] Ap Plp: om. E 𝔚 ‖ 8 καὶ τοῖς supra add. E1 ‖ τὴν] Al PI: om. E Ol ‖ 9 κομήτην 𝔄1 ‖ 11 ὄφη ἑωράκαμεν E1 ‖ 13 μὲν om.1 ἀμυδρὸς vel ἀμυδρὼς E1 ‖ τὸ om. E1 ‖ περιβλέπουσιν Ν 16 μιξὸν Ν: τὸ μικρὸν 𝔄 ‖ 17 μήτε (1)] μὴ τοῦ E ‖ 19 αἰθρίας F1 Pl ‖ ἀφ᾿] ἐφʼ Ν ‖ ἀστίου J 𝔐 H N1 E( post ι ras. unius litt.) Pl: ἀετίου 𝔚\ ἀειτίου Fvar.: ἀρισταίου F1: ἀριστοω Nrec. ‖ 2Ο προδεδηὼς N1: προδεδηκὼς Ncorr. : προβεβηκὼς Fvar. ‖ 21 ὑστερέᾳ ‖ γὰρ] καὶ γὰρ E(supra add.) 𝔚 𝔐 𝔄 H Ν Pl ‖ 22 ὑπελείφθει J ‖ ἀπέτεινε] (ε ultima in ras. Erec.) ‖ 23 ἅμμα E1 F1: ἅμα J ‖ 24 τοῦ ὠρίωνος τῆς ζώνης Ν ‖ ἐνταῦθα Ε 𝔚 Ap Pl διελύθη. καίτοι Δημόκριτός γε προσπεφιλονείκηκεν τῇ δόξῃ τῇ αὐτοῦ· φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν…
Chapter 7
7…
Chapter 8
8…
The complete text is available when the reading interface loads.