The Greek Library Author

Aristotle

Περὶ θαυμασίων ἀκουσμάτων

Author namesAristote · Aristotle · Aristoteles · Aristotélès · Αριστοτελης

Scientific editors
Immanuel Bekker
Edition reference
Aristotelis Opera · Oxford · Oxford University Press · 1837
CTS identifier
urn:cts:greekLit:tlg0086.tlg027.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Ἐν τῇ Παιονίᾳ φασὶν ἐν τῷ ὄρει τῷ Ἠσαίνῳ καλουμένῳ, ὃ τὴν Παιονικὴν καὶ τὴν Μαιδικὴν ὁρίζει, εἶναί τι θηρίον τὸ καλούμενον βόλινθον, ὑπὸ δὲ τῶν Παιόνων μόναιπον.

Τοῦτον λέγουσι τὴν μὲν ὅλην φύσιν παραπλήσιον εἶναι βοΐ, διαφέρειν δὲ τῷ μεγέθει καὶ τῇ εὐρωστίᾳ, προσέτι δὲ καὶ τῇ χαίτῃ· ἔχει γὰρ ἀπὸ τοῦ αὐχένος, ὥσπερ ὁ ἵππος, κατατείνουσαν βαθεῖαν σφόδρα, καὶ ἀπὸ τῆς κορυφῆς ἕως τῶν ὀφθαλμῶν.

Τὰ δὲ κέρατα οὐχ ὥσπερ οἱ βόες, ἀλλὰ κατεστραμμένα, καὶ τὸ ὀξὺ κάτω παρὰ τὰ ὦτα. χωρεῖν δὲ αὐτὰ ἡμιχόου πλεῖον ἑκάτερον αὐτῶν, καὶ μέλανα σφόδρα εἶναι, διαστίλβειν δὲ ὡσανεὶ λελεπισμένα. Ὅταν δὲ ἐκδαρῇ τὸ δέρμα, κατέχειν τόπον ὀκτακλίνου. Ἠνίκα δὲ πληγῇ, φεύγει, κἂν ἐξαδυνατοῦν μένει.

Ἔστι δὲ ἡδύκρεων. Ἀμύνεται δὲ λακτίζον καὶ προσαφοδεῦον ὡς ἐπὶ τέτταρας ὀργυιάς· ῥᾳδίως δὲ χρῆται τούτῳ καὶ πολλάκις τῷ εἴδει, καὶ ἐπικαίει δ᾽ ὥστ᾽ ἀποψήχεσθαι τὰς τρίχας τῶν κυνῶν.

Τεταραγμένου μὲν οὖν τοῦτο ποιεῖν φασὶ τὸν ἄφοδον, ἀταράχου δὲ μὴ ἐπικαίεν. Ὅταν δὲ τίκτωσι, πλείους γενόμενοι καὶ συναχθέντες ἅμα πάντες οἱ μέγιστοι τίκτουσι καὶ κύκλῳ προσαφοδεύουσι· πολὺ γάρ τι τούτου τοῦ περιττώματος τὸ θηρίον προΐεται.

Chapter 2

Τοὺς ἐν Ἀραβίᾳ φασὶ καμήλους μὴ ἀναβαίνειν ἐπὶ τὰς μητέρας, ἀλλὰ κἂν βιάσηταί τις, οὐ θέλουσι. Καὶ γάρ ποτε λέγεται, ἐπεὶ οὐκ ἦν ὀχεῖον, τὸν ἐπιμελητὴν καλύψαντα ἐφεῖναι τὸν πῶλον. Ὡς δ’ ὀχεύοντος ἐπέβη, τότε μέν, ὡς ἔοικε, συνετέλεσε, μικρῷ δ᾽ ὕστερον δάκνων τὸν καμηλίτην ἀπέκτεινεν.

Chapter 3

Τοὺς κόκκυγάς φασι τοὺς ἐν Ἐλίκῃ, ὅταν μέλλωσι τίκτειν, μὴ ποιεῖν νεοττιάν, ἀλλ᾽ ἐν ταῖς τῶν φαττῶν ἢ ταῖς τῶν τρυγόνων ἐντίκτειν, καὶ μήτ᾽ ἐπῳάζειν μήτ᾽ ἐκκολάπτειν μήτε τρέφειν αὐτούς· ἀλλ᾽ ὅταν γεννηθῇ ὁ νεοττὸς καὶ ἐκτραφῇ, μεθ᾽ ὦν ἂν οὖτος συνῇ, τούτους ἐκ τῆς νεοττιᾶς ἐκβάλλειν. Γίνεται δ᾽, ὡς ἔοικε, μέγας καὶ καλός, ὥστε ῥᾳδίως κατακρατεῖν τῶν λοιπῶν. Τούτῳ δὲ χαίρειν φασὶ καὶ τὰς φάττας οὕτως ὥστε καὶ αὐτὰς συνεκβάλλειν ἐκείνῳ τοὺς ἰδίους νεοττούς.

Chapter 4

Αἱ ἐν Κρήτῃ αἶγες ὅταν τοξευθῶσι, ζητοῦσιν, ὡς ἔοικε, τὸ δίκταμον τὸ ἐκεῖ φυόμενον. Ὄταν γὰρ φάγωσιν, εὐθὺς ἐκβάλλουσι τὰ τοξεύματα.

Chapter 5

Φασί τινας ἐν Ἀχαΐᾳ τῶν ἐλάφων, ὅταν ἀποβάλωσι τὰ κέρατα, εἰς τοιούτους τόπους ἔρχεσθαι ὥστε μὴ ῥᾳδίως εὑρεθῆναι. Τοῦτο δὲ ποιεῖν διὰ τὸ μὴ ἔχειν ᾧ ἀμυνοῦνται, καὶ διὰ τὸ πονεῖν τοὺς τόπους ὅθεν τὰ κέρατα ἀπέβαλον. Πολλαῖς δὲ καὶ κισσὸν ἐπιπεφυκότα ἐν τῷ τῶν κεράτων τόπῳ ὁρᾶσθαι.

Chapter 6

Ἐν Ἀρμενίᾳ φάρμακόν τί φασι φύεσθαι ὃ καλεῖται παρδάλειον. Τούτῳ οὖν, ὅταν ὀφθῇ πάρδαλις, χρίσαντες τὸ ἱερεῖον ἀφιᾶσιν. Ἡ δὲ ὅταν ἅψηται αὐτοῦ, ζητεῖ, ὡς ἔοικε, τὴν τοῦ ἀνθρώπου κόπρον. Διὸ καὶ οἱ κυνηγοὶ εἰς ἀγγεῖον αὐτὴν ἐμβαλόντες ἔκ τινος δένδρου κρεμῶσιν, ἵνα προσαλλομένη καὶ ὑπέρκοπος γενομένη ὑπ᾽ αὐτοῦ παραλυθῇ καὶ ὑποχείριος γένηται.

Chapter 7

Ἐν Αἰγύπτῳ δὲ τοὺς τροχίλους φασὶν εἰσπετομένους εἰς τὰ στόματα τῶν κροκοδείλων καθαίρειν αὐτῶν τοὺς ὀδόντας, τὰ σαρκία τὰ ἐνεχόμενα τοῖς ῥύγχεσιν ἐξέλκοντας· τοὺς δ᾽ ἥδεσθαι καὶ μηδὲν βλάπτειν αὐτούς.

Chapter 8

Τοὺς ἐν Βυζαντίῳ φασὶν ἐχίνους αἰσθάνεσθαι ὅτε βόρεια καὶ νότια πνεῖ πνεύματα, καὶ μεταβάλλειν εὐθὺς τὰς ὀπάς, καὶ ὅταν μὲν ᾖ νότια, ἐκ τοῦ ἐδάφους τὰς ὀπὰς ποιεῖσθαι, ὅταν δὲ βόρεια, ἐκ τῶν τοιχῶν.

Chapter 9

Αἱ ἐν Κεφαλληνίᾳ αἶγες οὐ πίνουσιν, ὡς ἔσικεν, ὥσπερ καὶ τἆλλα τετράποδα, καθ᾽ ἡμέραν δὲ πρὸς τὸ πέλαγος ἀντία τὰ πρόσωπα ποιήσασαι χάσκουσιν εἰσδεχόμεναι τὰ πνεύματα.

Chapter 10

Φασὶν ἐν Συρίᾳ τῶν ἀγρίων ὄνων ἕνα ἀφηγεῖσθαι τῆς ἀγέλης, ἐπειδὰν δέ τις νεώτερος ὢν τῶν πώλων ἐπί τινα θήλειαν ἀναβῇ, τὸν ἀφηγούμενον θυμοῦσθαι, καὶ διώκειν ἕως τούτου ἕως ἂν καταλάβῃ τὸν πῶλον, καὶ ὑποκύψας ἐπὶ τὰ ὀπίσθια σκέλη τῷ στόματι ἀποσπάσῃ τὰ αἰδοῖα.

Chapter 11

Τὰς χελώνας λέγουσιν, ὅταν ἔχεως φάγωσιν, ἐπεσθίειν τὴν ὀρίγανον, ἐὰν δὲ μὴ θᾶττον εὕρῃ, ἀποθνήσκειν. Πολλοὺς δ᾽ ἀποπειράζοντας τῶν ἀγραυλούντων εἰ τοῦτ᾽ ἀληθές ἐστιν, ὅταν ἴδωσιν αὐτὴν τοῦτο πράττουσαν, ἐκτίλλειν τὴν ὀρίγανον· τοῦτο δὲ ὅταν ποιήσωσι, μετὰ μικρὸν αὐτὴν ὁρᾶσθαι ἀποθνήσκουσαν.

Chapter 12

Τὸ τῆς ἰκτίδος λέγεται αἰδοῖον εἶναι οὐχ ὅμοιον τῇ φύσει τῶν λοιπῶν ζῴων, ἀλλὰ στερεὸν διὰ παντὸς οἷον ὀστοῦν, ὅπως ἄν ποτε διακειμένη τύχῃ. Φασὶ δὲ στραγγουρίας αὐτὸ φάρμακον εἶναι ἐν τοῖς ἀρίστοις, καὶ δίδοσθαι ἐπιξυόμενον.

Chapter 13

Τὸν δρυοκολάπτην φασὶ τὸ ὄρνεον ἐπὶ τῶν δένδρων βαδίζειν ὥσπερ τοὺς ἀσκαλαβώτας, καὶ ὕπτιον καὶ ἐπὶ τὴν γαστέρα. Νέμεσθαι δὲ λέγεται καὶ τοὺς ἐκ τῶν δένδρων σκώληκας, καὶ οὕτω σφόδρα κατὰ βάθους ὀρύττειν τὰ δένδρα ζητοῦντα τοὺς σκώληκας ὥστε καὶ καταβάλλειν αὐτά.

Chapter 14

Φασὶ τοὺς πελεκᾶνας τὰς ἐν τοῖς ποταμοῖς γινομένας κόγχας ὀρύττοντας καταπίνειν, ἔπειτα ὅταν πλῆθος εἰσφρήσωσιν αὐτῶν, ἐξεμεῖν, εἶθ᾽ οὕτως τὰ μὲν κρέα ἐσθίειν τῶν κογχῶν, τῶν δ᾽ ὀστράκων μὴ ἅπτεσθαι.

Chapter 15

Ἐν Κυλλήνῃ φασὶ τῆς Ἀρκαδίας τοὺς κοσσύφους λευκοὺς γίνεσθαι, ἄλλοθι δ᾽ οὐδαμῇ, καὶ φωνὰς ποικίλας. προΐεσθαι, ἐκπορεύεσθαί τε πρὸς τὴν σελήνην. Τὴν δ᾽ ἡμέραν εἴ τις ἐπιχειροίη, σφόδρα δυσθηράτους εἶναι.

Chapter 16

Λέγεται δ᾽ ὑπό τινων μέλι τὸ καλούμενον ἄνθινον περὶ Μῆλον καὶ Κνίδον γίνεσθαι εὐῶδες μὲν τῇ ὀσμῇ, ὀλιγοχρόνιον δέ, ἐν τούτῳ δὲ καὶ τὴν ἐριθάκην γίνεσθαι.

Chapter 17

Περὶ Καππαδοκίαν ἔν τισι τόποις ἄνευ κηρίον φασὶν ἐργάζεσθαι τὸ μέλι, γίνεσθαι δὲ τὸ πάχος ὅμοιον ἐλαίῳ.

Chapter 18

Ἐν Τραπεζοῦντι τῇ ἐν τῷ Πόντῳ γίνεται τὸ ἀπὸ τῆς πύξου μέλι βαρύοσμον· καί φασι τοῦτο τοὺς μὲν ὑγιαίνοντας ἐξιστάναι, τοὺς δ᾽ ἐπιλήπτους καὶ τελέως ἀπαλλάττειν.

Chapter 19

Φασὶ δὲ καὶ ἐν Λυδίᾳ ἀπὸ τῶν δένδρων τὸ μέλι συλλέγεσθαι πολύ, καὶ ποιεῖν ἐξ αὐτοῦ τοὺς ἐνοικοῦντας ἄνευ κηροῦ τροχίσκους, καὶ ἀποτέμνοντας χρῆσθαι διὰ τρίψεως σφοδροτέρας. Γίνεται μὲν οὖν καὶ ἐν Θρᾴκῃ, οὐχ οὕτω δὲ στερεόν, ἀλλ᾽ ὡσανεὶ ἀμμῶδες. Ἄπαν δὲ μέλι πηγνύμενον τὸν ἴσον ἔχειν ὄγκον φασίν, οὐχ ὥσπερ τὸ ὕδωρ καὶ τἆλλα ὑγρά.

Chapter 20

Ἡ Χαλκιδικὴ πόα καὶ τὰ ἀμύγδαλα χρησιμώτατα πρὸς τὸ μέλι ποιεῖν· πλεῖστον γὰρ γόνον φασὶν ἐξ αὐτῶν γίνεσθαι.

Chapter 21

Τὰς μελίττας λέγουσιν ὑπὸ μύρου καροῦσθαι καὶ οὐκ ἀνέχεσθαι τὴν ὀσμήν· ἔνιοι δὲ λέγουσι μάλιστα τοὺς μεμυρισμένους τύπτειν.

Chapter 22

Ἐν Ἰλλυριοῖς φασὶ τοὺς Ταυλαντίους καλουμένους ἐκ τοῦ μέλιτος ποιεῖν οἶνον. Ὅταν δὲ τὰ κηρία ἐκθλίψωσιν, ὕδωρ ἐπιχέοντες ἕψουσιν ἐν λέβητι ἕως ἂν ἐκλίπῃ τὸ ἥμισυ, ἔπειτα εἰς κεράμια ἐκχέαντες καὶ ἡμίσεα ποιήσαντες τιθέασιν εἰς σανίδας· ἐν ταύταις δέ φασι ζεῖν πολὺν χρόνον, καὶ γίνεσθαι οἰνῶδες καὶ ἄλλως ἡδὺ καὶ εὔτονον. Ἤδη δέ τισι καὶ τῶν ἐν Ἑλλάδι συμβεβηκέναι λέγουσι τοῦτο, ὥστε μηδὲν διαφέρειν οἴνου παλαιοῦ· καὶ ζητοῦντας ὕστερον τὴν κρᾶσιν μὴ δύνασθαι εὑρεῖν.

Chapter 23

Περὶ Θετταλίαν μνημονεύουσιν ὄφεις ζῳογονηθῆναι τοσούτους ὥστε, εἰ μὴ ὑπὸ τῶν πελαργῶν ἀνῃροῦντο, ἐκχωρῆσαι ἂν αὐτούς. Διὸ δὴ καὶ τιμῶσι τοὺς πελαργούς, καὶ κτείνειν οὐ νόμος· καὶ ἐάν τις κτείνῃ, ἔνοχος τοῖς αὐτοῖς γίνεται οἷσπερ καὶ ὁ ἀνδροφόνος.

Chapter 24

Ὡσαύτως καὶ ἐν Λακεδαίμονι κατά τινας χρόνους μνημονεύεται γενέσθαι τοσοῦτον πλῆθος ὄφεων ὥστε διὰ σπανοσιτίαν καὶ τροφῇ τοὺς Λάκωνας χρῆσθαι αὐτοῖς· ὅθεν καὶ τὴν Πυθίαν φασὶ προσαγορεῦσαι αὐτοὺς ὀφιοδείρους.

Chapter 25

Ἐν Κύπρῳ τῇ νήσῳ λέγεται τοὺς μῦς τὸν σίδηρον ἐσθίειν.

Chapter 26

Φασὶ δὲ καὶ τοὺς Χαλύβας ἔν τινι ὑπερκειμένῳ αὐτοῖς νησιδίῳ τὸ χρυσίον συμφορεῖσθαι παρὰ πλειόνων. Διὸ δὴ καὶ τοὺς ἐν τοῖς μετάλλοις ἀνασχίζουσιν, ὡς ἔοικεν.

Chapter 27

Λέγεται δὲ ἐκ Σούσων εἰς Μηδίαν ἰοῦσιν ἐν τῷ δευτέρῳ σταθμῷ σκορπίων ἄπλετόν τι πλῆθος γίνεσθαι. Διὸ καὶ ὁ βασιλεὺς ὁ Περσῶν, ὅτε διοδεύοι, τρεῖς ἡμέρας ἔμενε, πᾶσι τοῖς αὐτοῦ συντάσσων ἐκθηρεύειν· τῷ δὲ πλείστους θηρεύσαντι ἆθλον ἐδίδου.

Chapter 28

Ἐν Κυρήνῃ δέ φασιν οὐχ ἓν εἶναι μυῶν γένος, ἀλλὰ πλείω καὶ διάφορα καὶ ταῖς μορφαῖς καὶ ταῖς χρόαις· ἐνίους γὰρ πλατυπροσώπους, ὥσπερ αἱ γαλαῖ, γίνεσθαι, τινὰς δὲ ἐχινώδεις, οὓς καλοῦσιν ἐχῖνας.

Chapter 29

Περὶ Κιλικίαν δέ φασιν εἶναι ὕδατος συστρεμμάτιον, εἰς ὃ τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν λοιπῶν ζῴων ὅταν ἀποβαφῇ, πάλιν ἀναβιοῖ.

Chapter 30

Ἐν δὲ Σκύθαις τοῖς καλουμένοις Γελωνοῖς φασὶ θηρίον τι γίνεσθαι, σπάνιον μὲν ὑπερβολῇ, ὃ ὀνομάζεται τάρανδος· λέγεται δὲ τοῦτο μεταβάλλειν τὰς χρόας τῆς τριχὸς καθ᾽ ὃν ἂν καὶ τόπον ᾖ.

Διὰ δὲ τοῦτο εἶναι δυσθήρατον [καὶ διὰ τὴν μεταβολήν]· καὶ γὰρ δένδρεσι καὶ τόποις, καὶ ὅλως ἐν οἶς ἂν ᾖ, τοιοῦτον τῇ χροίᾳ γίνεσθαι. Θαυμασιώτατον δὲ τὸ τὴν τρίχα μεταβάλλειν· τὰ γὰρ λοιπὰ τὸν χρῶτα, οἶον ὅ τε χαμαιλέων καὶ ὁ πολύπους. Τὸ δὲ μέγεθος ὡσανεὶ βοῦς, Τοῦ δὲ προσώπου τὸν τύπον ὅμοιον ἔχει ἐλάφῳ.

Chapter 31

Λέγεται δέ τινα ἐν Ἀβύδῳ παρακόψαντα τῇ διανοίᾳ καὶ εἰς τὸ θέατρον ἐρχόμενον ἐπὶ πολλὰς ἡμέρας θεωρεῖν, ὡς ὑποκρινομένων τινῶν, καὶ ἐπισημαίνεσθαι· καὶ ὡς κατέστη τῆς παρακοπῆς, ἔφησεν ἐκεῖνον αὐτῷ τὸν χρόνον ἥδιστα βεβιῶσθαι.

Chapter 32

Καὶ ἐν Τάραντι δέ φασιν οἰνοπώλην τινὰ τὴν μὲν νύκτα μαίνεσθαι, τὴν δ᾽ ἡμέραν οἰνοπωλεῖν, Καὶ γὰρ τὸ κλειδίον τοῦ οἰκήματος πρὸς τῷ ζωνίῳ διεφύλαττε, πολλῶν δ᾽ ἐπιχειρούντων παρελέσθαι καὶ λαβεῖν οὐδέποτε ἀπώλεσεν.

Chapter 33

Ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκρα ἔχον, ἐξ οὖ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. Καὶ ἐν Βιθυνίᾳ δὲ τῆς Θρᾴκης ἐν τοῖς μετάλλοις γίνεται ὁ καλούμενος σπίνος, ἐξ οὗ φασὶ πῦρ ἀνάπτεσθαι.

Chapter 34

Ἐν δὲ Λιπάρᾳ τῇ λέγουσιν εἶναί τινα εἰσπνοήν, εἰς ἢν ἐὰν κρύψωσι χύτραν, ἐμβαλόντες ὃ ἂν ἐθέλωσιν ἕψουσιν.

Chapter 35

῎Εστι δὲ καὶ ἐν Μηδίᾳ καὶ ἐν Ψιττακηνῇ τῆς Περσίδος πυρὰ καιόμενα, τὸ μὲν ἐν Μηδίᾳ ὀλίγον, τὸ δ᾽ ἐν Ψιττακηνῇ πολὺ καὶ καθαρὸν τῇ φλογί· διὸ καὶ μαγειρεῖα πρὸς αὐτῷ κατεσκεύασεν ὁ Περσῶν βασιλεύς. Ἄμφω δ᾽ ἐν ὁμαλοῖς τόποις καὶ οὐκ ἐν ὑψηλοῖς, Ταῦτα δὲ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν φανερά, τὰ δὲ περὶ Παμφυλίαν νύκτωρ μόνον.

Chapter 36

Φασὶ δὲ καὶ περὶ Ατιτανίαν, πρὸς τοῖς ὁρίοις τῆς Ἀπολλωνιάτιδος, εἶναί τινα πέτραν ἐξ ἦς τὸ μὲν ἀνιὸν πῦρ οὐ φανερόν ἐστιν, ἐπειδὰν δὲ ἔλαιον ἐπιχυθῇ ἐπ᾽ αὐτήν, ἐκφλογοῦται.

Chapter 37

Λέγεται δὲ καὶ τὰ ἔξω στηλῶν Ἡρακλείων καίεσθαι, τὰ μὲν διὰ παντός, τὰ δὲ νύκτωρ μόνον, ὡς ὁ Ἄννωνος περίπλους ἱστορεῖ. Καὶ τὸ ἐν Λιπάρᾳ δὲ φανερὸν καὶ φλογῶδες, οὐ μὴν ἡμέρας, ἀλλὰ νύκτωρ μόνον. Εἶναι δὲ καὶ ἐν Πιθηκούσαις φασὶ πυρῶδες μὲν καὶ θερμὸν ἐκτόπως, οὐ μὴν καιὁμενον.

Chapter 38

Τὸ δ᾽ ἐν τῇ Λιπάρᾳ ποτὲ καὶ ἔκλιπεῖν φησὶ Ξενοφάνης ἐπ᾽ ἔτη ἑκκαίδεκα, τῷ δὲ ἑβδόμῳ ἐπανελθεῖν. Τὸν δ᾽ ἐν τῇ Αἴτνῃ ῥύακα οὔτε φλογώδη φασὶν οὔτε συνεχῆ, ἀλλὰ διὰ πολλῶν ἐτῶν γίνεσθαι.

Chapter 39

Λέγεται δὲ καὶ περὶ Λυδίαν ἀναζέσαι πῦρ πάμπληθες, καὶ καίεσθαι ἐφ᾽ ἡμέρας ἑπτά.

Chapter 40

Θαυμαστὸν δὲ τὸ ἐν Σικελίᾳ περὶ τὸν ῥύακα γινόμενον· τὸ γὰρ πλάτος ἐστὶ τὸ τῆς τοῦ πυρὸς ἀναζέσεως τεσσαράκοντα σταδίων, τὸ δὲ ὕψος δι᾽ οὗ φέρεται, τριῶν.

Chapter 41

Φασὶ δὲ τὸν ἐν τῇ Θρᾴκῃ λίθον τὸν καλούμενον σπίνον διακοπέντα καίεσθαι, καὶ συντεθέντα πρὸς ἑαυτόν, ὥσπερ τὴν σμαρίλην, οὕτως κἀκεῖνον εἰς ἑαυτὸν τεθέντα καὶ ἐπιρραινόμενον ὕδατι καίεσθαι. Τὸ δ᾽ αὐτὸ ποιεῖν καὶ τὸν μαριέα.

Chapter 42

Περὶ Φιλίππους τῆς Μακεδονίας εἶναι λέγουσι μέταλλα, ἐξ ὦν τὰ ἐκβαλλόμενα ἀποσύρματα αὐξάνεσθαί φασι καὶ φύειν χρυσίον, καὶ τοῦτ᾽ εἶναι φανερόν.

Chapter 43

Φαοὶ δὲ καὶ ἐν Κύπρῳ περὶ τὸν καλούμενον Τυρρίαν χαλκὸν ὅμοιον γίγνεσθαι. Κατακόψαντες γάρ, ὡς ἔοικεν, εἰς μικρὰ σπείρουσιν αὐτόν· εἶθ᾽ ὑδάτων ἐπιγενομένων αὐξάνεται καὶ ἐξανίησι καὶ οὕτως συνάγεται.

Chapter 44

Φασὶ δὲ καὶ ἐν Μήλῳ τῇ νήσῳ ἐν τοῖς ἐξορυσσομένοις τόποις τῆς γῆς πάλιν ἀναπληρώματα γίγνεσθαι.

Chapter 45

Περὶ Παιονίαν λέγουσιν, ὅταν συνεχεῖς ὄμβροι γένωνται, εὑρίσκεσθαι περιτηκομένης τῆς γῆς χρυσὸν τὸν καλούμενον ἄπυρον. Λέγουσι δ᾽ ἐν τῇ Παιονίᾳ οὕτω χρυσίζειν τὴν γῆν ὥστε πολλοὺς εὑρηκέναι καὶ ὑπὲρ μνᾶν χρυσίου ὁλκήν. Τῷ δὲ βασιλεῖ τινά φασιν εὑρόντα ἀνενεγκεῖν δύο βώλους, τὸν μὲν τρεῖς μνᾶς ἄγοντα, τὸν δὲ πέντε· οὕς φασιν ἐπὶ τῆς τραπέζης αὐτῷ παρακεῖσθαι, καὶ ἐπ᾽ ἐκείνων πρῶτον, εἴ τι ἐσθίε, ἀπάρχεσθαι.

Chapter 46

Φασὶ δὲ καὶ ἐν Βάκτροις τὸν ῏Ωξον ποταμὸν καταφέρειν βωλία χρυσίου πλήθει πολλά, καὶ ἐν Ἰβηρίᾳ δὲ τὸν καλούμενον Θεόδωρον ποταμὸν ἐκβράσσειν τε πολὺ περὶ τὰ χείλη χρυσίον, ὁμοίως δὲ καὶ καταφέρειν.

Chapter 47

Λέγουσι δὲ καὶ ἐν Πιερίᾳ τῆς Μακεδονίας ἄσημόν τι χρυσίον κατορωρυγμένον ὑπὸ τῶν ἀρχαίων βασιλέων, χασμάτων τεττάρων ὄντων, ἐξ ἑνὸς αὐτῶν ἀναφῦναι χρυσίον τὸ μέγεθος σπιθαμιαῖον.

Chapter 48

Λέγεται δὲ ἰδιαιτάτην εἶναι γένεσιν σιδήρου τοῦ Χαλυβικοῦ καὶ τοῦ Ἀμισηνοῦ. Συμφύεται γάρ, ὥς γε λέγουσιν, ἐκ τῆς ἄμμου τῆς καταφερομένης ἐκ τῶν ποταμῶν. Ταύτην δ᾽ οἱ μὲν ἁπλῶς φασὶ πλύναντας καμινεύειν, οἱ δὲ τὴν ὑπόστασιν τὴν γενομένην ἐκ τῆς πλύσεως πολλάκις πλυθεῖσαν συγκαίειν, παρεμβάλλειν δὲ τὸν πυρίμαχον καλούμενον λίθον· εἶναι δ᾽ ἐν τῇ χώρᾳ πολύν. Οὖτος δ᾽ ὁ σίδηρος πολὺ τῶν ἄλλων γίνεται καλλίων. Εἰ δὲ μὴ ἐν μιᾷ καμίνῳ ἐκαίετο, οὐδὲν ἄν, ὡς ἔοικε, διέφερε τἀργυρίου. Μόνον δέ φασιν αὐτὸν ἀνίωτον εἶναι, οὐ πολὺν δὲ γίνεσθαι.

Chapter 49

Φασὶ δὲ καὶ ἐν Ἰνδοῖς τὸν χαλκὸν οὕτως εἶναι λαμπρὸν καὶ καθαρὸν καὶ ἀνίωτον, ὥστε μὴ διαγινώσκεσθαι τῇ χρόᾳ πρὸς τὸν χρυσόν, ἀλλ᾽ ἐν τοῖς Δαρείου ποτηρίοις βατιακὰς εἶναί τινας καὶ πλείους, ἃς εἰ μὴ τῇ ὀσμῇ, ἄλλως οὐκ ἦν διαγνῶναι πότερόν εἰσι χαλκαῖ ἢ χρυσαῖ.

Chapter 50

Τὸν κασσίτερον τὸν Κελτικὸν τήκεσθαί φασι πολὺ τάχιον μολύβδου. Σημεῖον δὲ τῆς εὐτηξίας, ὅτι τήκεσθαι δοκεῖ καὶ ἐν τῷ ὕδατι· χρώζει γοῦν, ὡς ἔοικε, ταχύ. Τήκεται δὲ καὶ ἐν τοῖς ψύχεσιν, ὅταν γένηται πάγη, ἐγκατακλειομένου ἐντός, ὡς φασί, καὶ συνωθουμένου τοῦ θερμοῦ τοῦ ἐνυπάρχοντος αὐτῷ διὰ τὴν ἀσθένειαν.

Chapter 51

Ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφανος. ταύτης πάντα τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις ἐναντία πέφυκεν· ἔξω γὰρ ἀλλ᾽ οὐκ ἐντὸς ἔχει τὰ χλωρά. Ἀφίησί τε τοὺς πτόρθους ὥσπερ ἡ μύρτος εἰς τοὺς στεφάνους συμμέτρως. Ἀπὸ ταύτης φυτὸν λαβῶν ὁ Ἠρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφ᾽ ἦς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται. ῎Εστι δὲ αὕτη παρὰ τὸν λισσὸν ποταμόν, σταδίους ἑξή κοντα τοῦ ποταμοῦ ἀπέχουσα. περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆς ἐστίν. Ἀπὸ ταύτης δὲ τὸ φυτὸν λαβόντες ἐφύτευσαν Ἠλεῖοι ἐν Ὀλυμπίᾳ, καὶ τοὺς στεφάνους ἀπ᾽ αὐτῆς ἔδωκαν.

Chapter 52

Ἐν τοῖς περὶ Λυδίαν μετάλλοις τοῖς περὶ Πέργαμον, ἃ δὴ καὶ Κροῖσος εἰργάσατο, πολέμου τινὸς γενομένου κατέφυγον οἱ ἐργαζόμενοι ἐπ᾽ αὐτά, τοῦ δὲ στομίου ἐποικοδομηθέντος ἀπεπνίγησαν· καὶ ὕστερον χρόνῳ πολλῷ τῶν μετάλλων ἀνακαθαρθέντων εὑρέθη οἷς ἐχρῶντο ἀγγείοις πρὸς τὰς ὑπὸ χεῖρα χρείας ἀπολελιθωμένα, οἷον ἀμφορεῖς καὶ τὰ τοιουτότροπα. Ταῦτα δὴ πεπληρωμένα οὗ τινὸς ἔτυχον ὑγροῦ ἐλελίθωτο, καὶ προσέτι τὰ ὀστᾶ τῶν ἀνθρώπων.

Chapter 53

Ἐν τῇ Ἀσκανίᾳ λίμνη οὕτω νιτρῶδές ἐστι τὸ ὕδωρ ὥστε τὰ ἱμάτια οὐδενὸς ἑτέρου ῥύμματος προσδεὶσθαι· κἂν πλείω χρόνον ἐν τῷ ὕδατι ἐάσῃ τις, διαπίπτει.

Chapter 54

Περὶ τὴν Ἀσκανίαν λίμνην Πυθόπολίς ἐστι κώμη ἀπέχουσα Κίου ὡς σταδίους ἑκατὸν εἴκοσι, ἐν ᾖ τοῦ χειμῶνος ἀναξηραίνεται πάντα τὰ φρέατα ὥστε μὴ ἐνδέχεσθαι βάψαι τὸ ἀγγεῖον, τοῦ δὲ θέρους πληροῦται ἕως τοῦ στόματος.

Chapter 55

Ὀ πορθμὸς ὁ μεταξὺ Σικελίας καὶ Ἰταλίας αὔξεται καὶ φθίνει ἅμα τῷ σεληνίῳ.

Chapter 56

Καὶ διότι ἐπὶ τῆς ὁδοῦ τῆς εἰς Συρακούσας κρήνη ἐστὶν ἐν λειμῶνι οὔτε μεγάλη οὔτε ὕδωρ ἕχουσα πολύ. συναπαντήσαντος δὲ εἰς τὸν τόπον ὄχλου πολλοῦ παρέσχεν ὕδωρ ἄφθονον.

Chapter 57

Ἔστι δὲ καὶ κρήνη τις ἐν Παλικοῖς τῆς Σικελίας, ὡς δεκάκλινος· αὕτη δ᾽ ἀναρρίπτει ὕδωρ εἰς ὕψος ἓξ πήχεις, ὥστε ὑπὸ τῶν ἰδόντων νομίζεσθαι κατακλυσθήσεσθαι τὸ πεδίον· καὶ πάλιν εἰς ταὐτὸ καθίσταται. Ἔστι δὲ καὶ ὅρκος, ὃς ἅγιος αὐτόθι δοκεῖ εἶναι· ὅσα γὰρ ὄμνυσί τις, γράψας εἰς πινακίδιον ἐμβάλλει εἰς τὸ ὕδωρ.

Ἐὰν μὲν οὖν εὐορκῇ, ἐπιπολάζει τὸ πινακίδιον· ἐὰν δὲ μὴ εὐορκῇ, τὸ μὲν πινακίδιον βαρὺ γενόμενον ἀφανίζεσθαί φασι, τὸν δ᾽ ἄνθρωπον πίμπρασθαι. Διὸ δὴ λαμβάνειν τὸν ἱερέα παρ᾽ αὐτοῦ ἐγγύας ὑπὲρ τοῦ καθαίρειν τινὰ τὸ ἱερόν.

Chapter 58

Δημόνησος ἡ Καρχηδονίων νῆσος ἀπὸ Δημονήσου τοῦ πρώτου ἐργασαμένου τὴν ἐπωνυμίαν εἴληφεν· ἔχει δ᾽ ὁ τόπος κυανοῦ τὸ μέταλλον καὶ χρυσοκόλλης. Ταύτης δ᾽ ἡ καλλίστη πρὸς χρυσίον εὑρίσκει τιμήν· καὶ γὰρ φάρμακον ὀφθαλμῶν ἐστίν.

Ἔστι δὲ αὐτόθι χαλκὸς κολυμβητὴς ἐν δυοῖν ὀργυιαῖς τῆς θαλάσσης· ὅθεν ὁ ἐν Σικυῶνί ἐστιν ἀνδριὰς ἐν τῷ ἀρχαίῳ νεῷ τοῦ Ἀπόλλωνος καὶ ἐν Φενεῷ οἱ ὀρείχαλκοι καλούμενοι. Ἐπιγέγραπται δ᾽ αὐτοῖς " Ἠρακλῆς Ἀμφιτρύωνος ῏Ηλιν ἑλὼν ἀνέθηκεν.

Ἀἱρεῖ δὲ τὴν ῏Ηλιν ἡγουμένης κατὰ χρησμὸν γυναικός, ἦς τὸν πατέρα Αὐγείαν ἀπέκτεινεν. Οἱ δὲ τὸν χαλκὸν ὀρύττοντες ὀξνδερκέστατοι γίνονται, καὶ οἱ βλεφαρίδας μὴ ἔχοντες φύουσι· παρὸ καὶ οἱ ἰατροὶ τῷ ἄνθει τοῦ χαλκοῦ καὶ τῇ τέφρᾳ τῇ Φρυγίᾳ χρῶνται πρὸς τοὺς ὀφθαλμούς.

Chapter 59

Ἔστι δὲ αὐτόθι σπήλαιον ὃ καλεῖται γλαφυρόν· ἐν δὲ τούτῳ κίονες πεπήνόταγασιν ἀπό τινων σταλαγμῶν. Ἀποδηλοῖ δὲ τοῦτο ἐν τῇ συναγωγῇ τῇ πρὸς τὸ ἔδαφος· ἔστι γὰρ ταύτῃ στενώἘκ τατον.

Chapter 60

τοῦ ζεύγους δὲ τῶν ἀετῶν θάτερον τῶν ἐγγόνων ἁλιαίετος γίνεται παραλλάξ, ἕως ἂν σύζυγα γένηται. Ἐκ δὲ ἁλιαιέτων φήνη γίνεται, ἐκ δὲ τούτων περκνοὶ καὶ γῦπες· οὗτοι δ᾽ οὐκέτι διορίζουσι περὶ τοὺς γῦπας, ἀλλὰ γεννῶσι τοὺς μεγάλους γῦπας· οὗτοι δ᾽ εἰσὶν ἄγονοι. Σημεῖον δὲ τοῦτο, διότι νεοττιὰν οὐδεὶς ἑώρακε γυπὸς μεγάλου.

Chapter 61

Θαυμαστὸν δέ τί φασιν ἐν Ἰνδοῖς περὶ τὸν ἐκεῖ μόλυβδον συμβαίνειν· ὅταν γὰρ τακεὶς εἰς ὕδωρ καταχυθῇ ψυχρόν, ἐκπηδᾶν ἐκ τοῦ ὕδατος.

Chapter 62

Φασὶ τὸν Μοσσύνοικον χαλκὸν λαμπρότατον καὶ λευκότατον εἶναι, οὐ παραμιγνυμένου αὐτῷ κασσιτέρου, ἀλλὰ γῆς τινὸς αὐτοῦ γινομένης καὶ συνεψομένης αὐτῷ. Λέγουσι δὲ τὸν εὑρόντα τὴν κρᾶσιν μηδένα διδάξαι· διὸ τὰ προγεγονότα ἐν τοῖς τόποις χαλκώματα διάφορα, τὰ δ᾽ ἐπιγιγνόμενα οὐκέτι.

Chapter 63

Ἐν τῷ Πόντῳ λέγουσι τοῦ χειμῶνος τῶν ὀρνέων τινὰ εὑρίσκεσθαι φωλεύοντα, οὔτε ἀφοδεύοντα, οὔτε δὲ ὅταν τὰ πτερὰ αὐτῶν τίλλωσιν, αἰσθάνεσθαι, οὔτε ὅταν ἐπὶ τὸν ὀβελίσκον ἀναπαρῇ, ἀλλ᾽ ὅταν ὑπὸ τοῦ πυρὸς διακαυθῇ. Πολλοὺς δὲ καὶ τῶν ἰχθύων λέγουσι περικοπέντας καὶ περιτμηθέντας μὴ αἰσθάνεσθαι, ἀλλ᾽ ὅταν ὑπὸ τοῦ πυρὸς διαθερμανθῶσιν.

Chapter 64

Ἡ μέλιττα δοκεῖ τὰς τροπὰς σημαίνειν τῷ ἐπὶ τὰ ἔργα βαδίζειν, ᾧ οἱ μελιττοπόλοι σημείῳ χρῶνται· ἠρεμία γὰρ αὐτῶν γίνεται. Δοσκοῦσι δὲ καὶ οἱ τέττιγες ᾄδειν μετὰ τροπάς.

Chapter 65

Φασὶ δὲ καὶ τὸν ἐχῖνον ἄσιτον διαμένειν ἄχρι ἐνιαυτοῦ.

Chapter 66

Τὸν δὲ γαλεώτην, ὅταν ἐκδύσηται τὸ δέρμα, καθάπερ οἱ ὄφεις, ἐπιστραφέντα καταπίνειν· τηρεῖσθαι γὰρ ὑπὸ τῶν ἰατρῶν διὰ τὸ χρήσιμον εἶναι τοῖς ἐπιληπτικοῖς.

Chapter 67

Λέγουσι δὲ καὶ τὸ τῆς ἄρκτου στέαρ, ὅταν διαπεπηγὸς ᾖ διὰ τὸν χειμῶνα, καθ᾽ ὃν ἂν χρόνον ἐκείνη φωλεύῃ, αὐξάνεσθαι καὶ ὑπεραίρειν τὰ ἀγγεῖα ἐν οἷς ἂν ᾖ.

Chapter 68

Ἐν Κυρήνῃ φασὶ τοὺς ὄντας βατράχους ἀφώνους τὸ παράπαν εἶναι. Καὶ ἐν Μακεδονίᾳ ἐν τῇ τῶν Ἠμαθιωτῶν χώρᾳ τοὺς σῦς εἶναι μώνυχας.

Chapter 69

Ἐν Καππαδοκίᾳ φασὶν ἡμιόνους εἶναι γονίμους καὶ ἐν Κρήτῃ αἰγείρους καρποφόρους.

Chapter 70

Φασὶ δὲ καὶ ἐν Σερίφῳ τοὺς βατράχους οὐκ ᾄδειν· ἐὰν δὲ εἰς ἄλλον τόπον μετενεχθῶσιν, ᾄδουσιν.

Chapter 71

Ἐν Ἰνδοῖς ἐν τῷ Κέρατι καλουμένῳ ἰχθύδιά φασι γίνεσθαι ἃ ἐν τῷ ξηρῷ πλανᾶται καὶ πάλιν ἀποτρέχει εἰς τὸν ποταμόν.

Chapter 72

Φασὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες ἰχθύας τινὰς μένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους ἐξιόντας ἐπὶ τὰς ἅλως νέμεσθαι, καὶ βαδίζειν ἐπὶ τῶν πτερύγων, καὶ ἀνακινεῖν τὴν οὐράν· καὶ ὅταν διώκωνται, φεύγειν καὶ εἰσδύντας ἀντιπροσώπως ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. Ἔχουσι δὲ τὴν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ, τὸ δὲ ἄλλο σῶμα κωβιῷ, βραγχία δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες.

Chapter 73

Ἐν Ἡρακλείᾳ δὲ τῇ ἐν τῷ Πόντῳ καὶ ἐν Ῥηγίῳ γίνεσθαί φασιν ὀρυκτοὺς ἰχθῦς, τούτους δὲ μάλιστα κατὰ τὰ ποτάμια καὶ τὰ ἔνυδρα χωρία. Συμβαίνεν δέ ποτε ἀναξηραινομένων τῶν χωρίων κατά τινας χρόνους συστέλλεσθαι κατὰ γῆς, εἶτα μᾶλλον ἀναξηραινομένης διώκοντας τὴν ὑγρότητα διίεσθαι εἰς τὴν ὕλην, εἶτα ξηραινομένης διαμένειν ἐν τῇ ἰκμάδι, ὥσπερ τὰ ἐν ταῖς φωλεαῖς διαρκοῦντα. Ὅταν δὲ ἀνασκάπτωνται πρὶν ἢ τὰ ὕδατα ἐπιγενέσθαι, τότε κινεῖσθαι.

Chapter 74

Φασὶ δὲ καὶ περὶ Παφλαγονίαν τοὺς ὀρυκτοὺς γίνεσθαι ἰχθῦς κατὰ βάθους, τούτους δὲ τῇ ἀρετῇ ἀγαθούς, οὔτε ὑδάτων φανερῶν πλησίον ὄντων οὔτε ποταμῶν ἐπιρρεόντων, ἀλλ᾽ αὐτῆς ζῳογονούσης τῆς γῆς.

Chapter 75

Τὰς ἐν Ἠπείρῳ ἐλάφους κατορύττειν φασὶ τὸ δεξιὸν κέρας, ὅταν ἀποβάλωσι, καὶ εἶναι πρὸς πολλὰ χρήσιμον.

Chapter 76

Καὶ τὴν λύγκα δέ φασι τὸ οὖρον κατακαλύπτειν διὰ τὸ πρὸς ἄλλα τε χρήσιμον εἶναι καὶ τὰς σφραγῖδας.

Chapter 77

Φασὶ δὲ καὶ τὴν φώκην ἐξεμεῖν τὴν πυτίαν, ὅταν ἁλίσκηται· εἶναι δὲ φαρμακῶδες καὶ τοῖς ἐπιλήπτοις χρήσιμον.

Chapter 78

Λέγεται δὲ περὶ τὴν Ἰταλίαν ἐν τῷ Κιρκαίῳ ὄρει φάρμακόν τι φύεσθαι θανάσιμον, ὃ τοιαύτην ἔχει τὴν δύναμιν ὥστε, ἂν προσρανθῇ τινί, παραχρῆμα πίπτειν ποιεῖ, καὶ τὰς τρίχας τὰς ἐν τῷ σώματι ἀπομαδᾶν, καὶ τὸ σύνολον τοῦ σώματος διαρρεῖν τὰ μέλη, ὥστε τὴν ἐπιφάνειαν τοῦ σώματος εἶναι τῶν ἀπολλυμένων ἐλεεινήν. Τοῦτο δέ φασι μέλλοντας διδόναι Κλεωνύμῳ τῷ Σπαρτιάτῃ Αὖλον τὸν Πευκέστιον καὶ Γάϊον φωραθῆναι, καὶ ἐξετασθέντας ὑπὸ Ταραντίνων θανατωθῆναι.

Chapter 79

Ἐν τῇ Διομηδείᾳ νήσῳ, ἣ κεῖται ἐν τῷ Ἀδρίᾳ, φασὶν ἱερόν τι εἶναι τοῦ Διομήδους θαυμαστόν τε καὶ ἅγιον, περὶ δὲ τὸ ἱερὸν κύκλῳ περικαθῆσθαι ὄρνιθας μεγάλους τοῖς μεγέθεσι, καὶ ῥύγχη ἔχοντας μεγάλα καὶ σκληρά.

Τούτους λέγουσιν, ἐὰν μὲν Ἕλληνες ἀποβαίνωσιν εἰς τὸν τόπον, ἡσυχίαν ἔχειν, ἐὰν δὲ τῶν βαρβάρων τινὲς τῶν περιοίκων, ἀνίπτασθαι καὶ αἰωρουμένους καταράσσειν αὑτοὺς εἰς τὰς κεφαλὰς αὐτῶν, καὶ τοῖς ῥύγχεσι τιτρώσκοντας ἀποκτείνειν.

Μυθεύεται δὲ τούτους γενέσθαι ἐκ τῶν ἑταίρων τῶν τοῦ Διομήδους, ναυαγησάντων μὲν αὐτῶν περὶ τὴν νῆσον, τοῦ δὲ Διομήδους δολοφονηθέντος ὑπὸ τοῦ Αἰνέου τοῦ τότε βασιλέως τῶν τόπων ἐκείνων γενομένου.

Chapter 80

Παρὰ τοῖς Ὀμβρικοῖς φασὶ τὰ βοσκήματα τίκτειν τρὶς τοῦ ἐνιαυτοῦ, καὶ τοὺς καρποὺς αὐτοῖς τὴν γῆν πολλαπλασίους ἀνίεσθαι τῶν καταβαλλομένων· εἶναι δὲ καὶ τὰς γυναῖκας πολυγόνους καὶ σπανίως ἓν τίκτειν, τὰς δὲ πλείστας δύο καὶ τρία.

Chapter 81

Ἐν ταῖς Ἠλεκτρίσι νήσοις, αἳ κεῖνται ἐν τῷ μυχῳ τοῦ Ἀδρίου, φασὶν εἶναι δύο ἀνδριάντας ἀνακειμένους, τὸν μὲν κασσιτέρινον τὸν δὲ χαλκοῦν, εἰργασμένους τὸν ἀρχαῖον τρόπον. Λέγεται δὲ τούτους Δαιδάλου εἶναι ἔργα, ὑπόμνημα τῶν πάλαι, ὅτε Μίνω φεύγων ἐκ Σικελίας καὶ Κρήτης εἰς τούτους τοὺς τόπους παρέβαλε,

Ταύτας δὲ τὰς νήσους φασὶ προκεχωκέναι τὸν Ἠριδανὸν ποταμόν. Ἔστι δὲ καὶ λίμνη, ὡς ἔοικε, πλησίον τοῦ ποταμοῦ, ὕδωρ ἔχουσα θερμόν· ὀσμὴ δ᾽ ἀπ᾽ αὐτῆς βαρεῖα καὶ χαλεπὴ ἀποπνεῖ, καὶ οὔτε ζῷον οὐδὲν πίνει ἐξ αὐτῆς οὔτε ὄρνεον ὑπερίπταται, ἀλλὰ πίπτει καὶ ἀποθνήσκει. Ἔχει δὲ τὸν μὲν κύκλον σταδίων διακοσίων, τὸ δὲ εὖρος ὡς δέκα.

Μυθεύουσι δὲ οἱ ἐγχώριοι Φαέθοντα κεραυνωθέντα πεσεῖν εἰς ταύτην τὴν λίμνην. Εἶναι δ’ ἐν αὐτῇ αἰγείρους πολλάς, ἐξ ὧν ἐκπίπτειν τὸ καλούμενον ἤλεκτρον. Τοῦτο δὲ λέγουσιν ὅμοιον εἶναι κόμμι, ἀποσκληρύνεσθαι δὲ ὡσανεὶ λίθον, καὶ συλλεγόμενον ὑπὸ τῶν ἐγχωρίων διαφέρεσθαι εἰς τοὺς Ἕλληνας.

Εἰς ταύτας οὖν τὰς νήσους Δαίδαλόν φασιν ἐλθεῖν, καὶ κατασχόντα αὐτὰς ἀναθεῖναι ἐν μιᾷ αὐτῶν τὴν αὑτοῦ εἰκόνα, καὶ τὴν τοῦ υἱοῦ Ἰκάρου ἐν τῇ ἑτέρᾳ. Ὕστερον δ᾽ ἐπιπλευσάντων ἐπ᾽ αὐτοὺς Πελασγῶν τῶν ἐκπεσόντων ἐξ Ἄργους φυγεῖν τὸν Δαίδαλον, καὶ ἀφικέσθαι εἰς Ἴκαρον τὴν νῆσον.

Chapter 82

Ἐν τῇ Σικελίᾳ περὶ τὴν καλουμένην Ἔνναν σπήλαιόν τι λέγεται εἶναι, περὶ ὃ κύκλῳ πεφυκέναι φασὶ τῶν τε ἄλλων ἀνθέων πλῆθος ἀνὰ πᾶσαν ὥραν, πολὺ δὲ μάλιστα τῶν ἴων ἀπέραντόν τινα τόπον συμπεπληρῶσθαι, ἃ τὴν σύνεγγυς χώραν εὐωδίας πληροῖ, ὥστε τοὺς κυνηγοῦντας, τῶν κυνῶν κρατουμένων ὑπὸ τὴς ὀδμῆς, ἐξαδυνατεῖν τοὺς λαγὼς ἰχνεύειν.

Διὰ δὲ τούτου τοῦ χάσματος ἀσυμφανής ἐστιν ὑπόνομος, καθ᾽ ὅν φασι τὴν ἁρπαγὴν ποιήσασθαι τὸν Πλούτωνα τῆς Κόρης. Εὑρίσκεσθαι δέ φασιν ἐν τούτῳ τῷ τόπῳ πυροὺς οὔτε τοῖς ἐγχωρίοις ὁμοίους οἷς χρῶνται οὔτε ἄλλοις ἐπεισάκτοις, ἀλλ᾽ ἰδιότητά τινα μεγάλην ἔχοντας. Καὶ τούτῳ σημειοῦνται τὸ πρώτως παρ᾽ αὑτοῖς φανῆναι πύρινον καρπόν. Ὅθεν καὶ τῆς Δήμητρος ἀντιποιοῦνται, φάμενοι παρ᾽ αὑτοῖς τὴν θεὸν γεγονέναι.

Chapter 83

Ἐν Κρήτῃ λύκους καὶ ἄρκτους τούς τ᾽ ἔχεις, ὁμοίως δὲ καὶ τὰ παραπλήσια τούτοις θηρία οὔ φασι γίνεσθαι διὰ τὸ τὸν Δία γενέσθαι ἐν αὐτῇ.

Chapter 84

Ἐν τῇ θαλάσσῃ τῇ ἔξω Ἡρακλείων στηλῶν φασὶν ὑπὸ Καρχηδονίων νῆσον εὑρεθῆναι ἐρήμην, ἔχουσαν ὕλην τε παντοδαπὴν καὶ ποταμοὺς πλωτούς, καὶ τοῖς λοιποῖς καρποῖς θαυμαστήν, ἀπέχουσαν δὲ πλειόνων ἡμερῶν πλοῦν· ἐν ᾗ ἐπιμισγομένων τῶν Καρχηδονίων πολλάκις διὰ τὴν εὐδαιμονίαν, ἐνίων γε μὴν καὶ οἰκούντων, τοὺς προεστῶτας τῶν Καρχηδονίων ἀπείπασθαι θανάτῳ ζημιοῦν τοὺς εἰς αὐτὴν πλευσομένους, καὶ τοὺς ἐνοικοῦντας πάντας ἀφανίσαι, ἵνα μὴ διαγγέλλωσι, μηδὲ πλῆθος συστραφὲν ἐπ᾽ αὐτῶν ἐπὶ τὴν νῆσον κυρίας τύχῃ καὶ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν ἀφέληται.

Chapter 85

Ἐκ τῆς Ἰταλίας φασὶν ἕως τῆς Κελτικῆς καὶ Κελτολιγύων καὶ Ἰβήρων εἶναί τινα ὁδὸν Ἡράκλειαν καλουμένην, δι᾽ ἧς ἐάν τε Ἕλλην ἐάν τε ἐγχώριός τις πορεύηται, τηρεῖσθαι ὑπὸ τῶν παροικούντων, ὅπως μηδὲν ἀδικηθῇ· τὴν γὰρ ζημίαν ἐκτίνειν καθ᾽ οὓς ἂν γένηται τὸ ἀδίκημα.

Chapter 86

Φασὶ δὲ παρὰ τοῖς Κελτοῖς φάρμακον ὑπάρχειν τὸ καλούμενον ὑπ᾽ αὐτῶν τοξικόν· ὃ λέγουσιν οὕτω ταχεῖαν ποιεῖν τὴν φθορὰν ὥστε τῶν Κελτῶν τοὺς κυνηγοῦντας, ὅταν ἔλαφον ἢ ἄλλο τι ζῷον τοξεύσωσιν, ἐπιτρέχοντας ἐκ σπουδῆς ἐκτέμνειν τῆς σαρκὸς τὸ τετρωμένον πρὸ τοῦ τὸ φάρμακον διαδῦναι, ἅμα μὲν τῆς προσφορᾶς ἕνεκα, ἅμα δὲ ὅπως μὴ σαπῇ τὸ ζῷον.

Εὑρῆσθαι δὲ τούτῳ λέγουσιν ἀντιφάρμακον τὸν τῆς δρυὸς φλοιόν· οἱ δ᾽ ἕτερόν τι φύλλον, ὃ καλοῦσι κοράκιον διὰ τὸ κατανοηθῆναι ὑπ᾽ αὐτῶν κόρακα, γευσάμενον τοῦ φαρμάκου καὶ κακῶς διατιθέμενον, ἐπὶ τὸ φύλλον ὁρμήσαντα τοῦτο καὶ καταπιόντα παύσασθαι τῆς ἀλγηδόνος.

Chapter 87

Ἐν τῇ Ἰβηρίᾳ λέγουσι τῶν δρυμῶν ἐμπρησθέντων ὑπό τινων ποιμένων, καὶ τῆς γῆς διαθερμανθείσης ὑπὸ τῆς ὕλης, φανερῶς ἀργύρῳ ῥεῦσαι τὴν χώραν, καὶ μετὰ χρόνον σεισμῶν ἐπιγενομένων καὶ τῶν τόπων ῥαγέντων πάμπληθες συναχθῆναι ἀργύριον, ὃ δὴ καὶ τοῖς Μασσαλιώταις πρόσοδον ἐποίησεν οὐ τὴν τυχοῦσαν.

Chapter 88

Ἐν ταῖς Γυμνησίαις ταῖς κειμέναις νήσοις κατὰ τὴν Ἰβηρίαν, ἃς μετὰ τὰς λεγομένας ἑπτὰ μεγίστας λέγουσιν εἶναι, φασὶν ἔλαιον μὴ γίνεσθαι ἐξ ἐλαιῶν, ἐκ δὲ τῆς τερμίνθου κομιδῇ πολὺ καὶ εἰς πάντα ἁρμόττον. Λέγουσι δὲ οὕτω τοὺς οἰκοῦντας αὐτὰς Ἴβηρας καταγύνους εἶναι ὥστε ἀντὶ ἑνὸς σώματος θηλυκοῦ διδόναι τοῖς ἐμπόροις τέτταρα καὶ πέντε σώματα ἄρρενα.

Στρατευόμενοι δὲ παρὰ Καρχηδονίοις τοὺς μισθοὺς ὅταν λάβωσιν, ἄλλο μέν, ὡς ἔοικεν, οὐδὲν ἀγοράζουσι, γυναῖκας δέ. Οὐ γὰρ χρυσίον οὐδὲ ἀργύριον ἔξεστι παρ᾽ αὐτοῖς οὐδένα ἔχειν. Ἐπιλέγεται δέ τι τοιοῦτον ἐπὶ τῷ κωλύειν χρήματα εἰσάγειν αὐτούς, ὅτι τὴν στρατείαν Ἡρακλῆς ἐποιήσατο ἐπὶ τὴν Ἰβηρίαν διὰ τοὺς τῶν ἐνοικούντων πλούτους.

Chapter 89

Ἐν τῇ τῶν Μασσαλιωτῶν χώρᾳ περὶ τὴν Λιγυστικήν φασιν εἶναί τινα λίμνην, ταύτην δὲ ἀναζεῖν καὶ ὑπερχεῖσθαι, καὶ τοσούτους ἰχθῦς ἐκβάλλειν τὸ πλῆθος ὥστε μὴ πιστεύειν. Ἐπειδὰν δὲ οἱ ἐτησίαι πνεύσωσιν, ἐπιχώννυσθαι τὸ ἔδαφος ἐπ᾽ αὐτὴν, καὶ τοιοῦτον κονιορτὸν γίνεσθαι αὐτόθι, καὶ ἀποστερεοῦσθαι τὴν ἐπιφάνειαν αὐτῆς ὡσανεὶ ἔδαφος. Τοῖς δὲ τριόδουσι διακόπτοντας τοὺς ἐγχωρίους ἑτοίμως ὅσους ἂν βούλωνται ἰχθύας ἐξαίρειν ἐξ αὐτῆς.

Chapter 90

Λέγεται δέ τινας τῶν Λιγύων οὕτω σφενδονᾶν εὖ ὥστε, ὅταν πλείους ἴδωσιν ὄρνιθας, διερεθίζεσθαι πρὸς ἀλλήλους ποῖον ἕκαστος παρα σκευάζεται βαλεῖν, ὡς ἑτοίμως ἁπάντων τευξομένων.

Chapter 91

Ἴδιον δέ φασι καὶ τοῦτο παρ᾽ αὐτοῖς εἶναι· αἱ γυναῖκες ἅμα ἐργαζὁμεναι τίκτουσιν, καὶ τὸ παιδίον ὕδατι περικλύσασαι παραχρῆμα σκάπτουσι καὶ σκάλλουσι καὶ τἆλλα οἰκονομοῦσιν ἃ καὶ μὴ τικτούσαις αὐταῖς ἦν πρακτέον.

Chapter 92

Θαῦμα δὲ καὶ τοῦτο παρὰ τοῖς Λίγυσι· φασὶ γὰρ παρ᾽ αὐτοῖς ποταμὸν εἶναι οὗ τὸ ῥεῦμα αἴρεται μετέωρον καὶ ῥεῖ, ὥστε τοὺς πέραν μὴ ὁρᾶσθαι.

Chapter 93

Ἐν δὲ τῇ Τυρρηνίᾳ λέγεταί τις νῆσος Αἰθάλεια ὀνομαζομένη, ἐν ᾗ ἐκ τοῦ αὐτοῦ μετάλλου πρότερον μὲν χαλκὸς ὠρύσσετο, ἐξ οὗ φασὶ πάντα κεχαλκευμένα παρ᾽ αὐτοῖς εἶναι, ἔπειτα μηκέτι εὑρίσκεσθαι, χρόνου δὲ διελθόντος πολλοῦ φανῆναι ἐκ τοῦ αὐτοῦ μετάλλου σίδηρον, ᾧ νῦν ἔτι χρῶνται Τυρρηνοὶ οἱ τὸ καλούμενον Ποπλώνιον οἰκοῦντες.

Chapter 94

Ἔστι δέ τις ἐν τῇ Τυρρηνίᾳ πόλις Οἰναρέα καλουμένη, ἣν ὑπερβολῇ φασὶν ὀχυρὰν εἶναι· ἐν γὰρ μέσῃ αὐτῇ λόφος ἐστὶν ὑψηλός, τριάκοντα σταδίους ἀνέχων ἄνω, καὶ κάτω ὕλην παντοδαπὴν καὶ ὕδατα, Φοβουμένους οὖν τοὺς ἐνοικοῦντας λέγουσι μή τις τύραννος γένηται, προΐστασθαι αὑτῶν τοὺς ἐκ τῶν οἰκετῶν ἠλευθερωμένους· καὶ οὗτοι ἄρχουσιν αὐτῶν, κατ᾽ ἐνιαυτὸν δ᾽ ἄλλους ἀντικαθιστάναι τοιούτους.

Chapter 95

Ἐν τῇ Κύμῃ τῇ περὶ τὴν Ἰταλίαν δείκνυταί τις, ὡς ἔοικε, θάλαμος κατάγειος Σιβύλλης τῆς χρησμολόγου, ἣν πολυχρονιωτάτην γενομένην παρθένον διαμεῖναί φασιν, οὖσαν μὲν Ἐρυθραίαν, ὑπό τινων δὲ τὴν Ἰταλίαν κατοικούνδρων, των Κυμαίαν, ὑπὸ δέ τινων Μελάγκραιραν καλουμένην. Τοῦτον δὲ τὸν τόπον λέγεται κυριεύεσθαι ὑπὸ Λευκανῶν.

Εἶναι δὲ λέγουσιν ἐν ἐκείνοις τοῖς τόποις περὶ τὴν Κύμην ποταμόν τινα Κετὸν ὀνομαζόμενον, εἰς ὅν φασι τὸν πλείω χρόνον τὸ ἐμβληθὲν πρῶτον περιφύεσθαι καὶ τέλος ἀπολιθοῦσθαι.

Chapter 96

Ἀλκιμένει τῷ Συβαρίτῃ φασὶ κατασκευασθῆναι ἱμάτιον τοιοῦτον τῇ πολυτελείᾳ, ὥστε προτίθεσθαι αὐτὸ ἐπὶ Λακινίῳ τῇ πανηγύρει τῆς Ἥρας, εἰς ἣν συμπορεύονται πάντες Ἰταλιῶται, τῶν τε δεικνυμένων μάλιστα πάντων ἐκεῖνο θαυμάζεσθαι· οὗ φασὶ κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ἑκατὸν καὶ εἴκοσι ταλάντων.

Ἧν δ᾽ αὐτὸ μὲν ἁλουργές, τῷ δὲ μεγέθει πεντεκαιδεκάπηχυ, ἑκατέρωθεν δὲ διείληπτο ζῳδίοις ἐνυφασμένοις, ἄνωθεν μὲν Σούσοις, κάτωθεν δὲ Πέρσαις· ἀνὰ μέσον δὲ ἦν Ζεύς, Ἥρα, Θέμις, Ἀθηνᾶ, Ἀπόλλων, Ἀφροδίτη. Παρὰ δ᾽ ἑκάτερον πέρας Ἀλκιμένης ἦν, ἑκατέρωθεν δὲ Σύβαρις.

Chapter 97

Περὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν φασὶν ἔκ τινος τόπου, ἐν ᾧ συνέβη γενέσθαι, ὡς μυθολογοῦσιν, Ἡρακλεῖ πρὸς γίγαντας μάχην, ῥεῖν ἰχῶρα πολὺν καὶ τοιοῦτον ὥστε διὰ τὸ βάρος τῆς ὀσμῆς ἄπλουν εἶναι τὴν κατὰ τὸν τόπον θάλασσαν. Λέγουσι δὲ πολλαχοῦ τῆς Ἰταλίας Ἡρακλέους εἶναι πολλὰ μνημόσυνα ἐν ταῖς ὁδοῖς ἃς ἐκεῖνος ἐπορεύθη. Περὶ δὲ Πανδοσίαν τῆς Ἰαπυγίας ἴχνη τοῦ θεοῦ δείκνυται, ἐφ᾽ ἃ οὐδενὶ ἐπιβατέον.

Chapter 98

Ἔστι καὶ περὶ ἄκραν Ἰαπυγίαν λίθος ἁμαξιαῖος, ὃν ὑπ᾽ ἐκείνου ἀρθέντα μετατεθῆναί φασιν, ἀφ᾽ ἑνὸς δὲ δακτύλου κινεῖσθαι συμβέβηκεν.

Chapter 99

Ἐν τῇ τῶν Ὀρχομενίων πόλει τῇ ἐν Βοιωτοῖς φανῆναί φασιν ἀλώπεκα, ἣν κυνὸς διώκοντος εἰσδῦναι εἴς τινα ὑπόνομον, καὶ τὸν κύνα συνεισδῦναι αὐτῇ, καὶ ὑλακτοῦντα ἦχον μέγαν ποιεῖν ὡσανεὶ εὐρυχωρίας τινὸς ὑπαρχούσης αὐτῷ· τοὺς δὲ κυνηγέτας ἔννοιαν λαβόντας δαιμονίαν, ἀναρρήξαντας τὴν εἴσδυσιν συνῶσαι καὶ αὐτούς· ἰδόντας δὲ διά τινων ὀπῶν εἰσερχόμενον ἔσω τὸ φῶς, εὐσυνόπτως τὰ λοιπὰ θεάσασθαι, καὶ ἐλθόντας ἀπαγγεῖλαι τοῖς ἄρχουσιν.

Chapter 100

Ἐν τῇ Σαρδοῖ τῇ νήσῳ κατασκευάσματά φασιν εἶναι εἰς τὸν Ἑλληνικὸν τρόπον διακείμενα τὸν ἀρχαῖον, ἀλλα τε πολλὰ καὶ καλὰ καὶ θόλους περισσοῖς τοῖς ῥυθμοῖς κατεξεσμένους· τούτους δ᾽ ὑπὸ Ἰολάου τοῦ Ἰφικλέους κατασκευασθῆναι, ὅτε τοὺς Θεσπιάδας τοὺς ἐξ Ἡρακλέους παραλαβὼν ἔπλευσεν εἰς ἐκείνους τοὺς τόπους ἐποικήσων, ὡς κατὰ συγγένειαν αὑτῷ τὴν Ἡρακλέους προσήκοντας διὰ τὸ πάσης τῆς πρὸς ἑσπέραν κύριον

Ἡρακλέα γενέσθαι. Αὕτη δὲ ἡ νῆσος, ὡς ἔοικεν, ἐκαλεῖτο μὲν πρότερον Ἰχνοῦσσα διὰ τὸ ἐσχηματίσθαι τῇ περιμέτρῳ ὁμοιότατα ἀνθρωπίνῳ ἴχνει, εὐδαίμων δὲ καὶ πάμφορος ἔμπροσθεν λέγεται εἶναι· τὸν γὰρ Ἀρισταῖον, ὅν φασι γεωργικώτατον εἶναι ἐπὶ τῶν ἀρχαίων, τοῦτον αὐτῶν ἄρξαι μυθολογοῦσιν, ὑπὸ μεγάλων ὀρνέων ἔμπροσθεν καὶ πολλῶν κατεχομένων.

Νῦν μὲν οὖν οὐκέτι φέρει τοιοῦτον οὐδὲν διὰ τὸ κυριευθεῖσαν ὑπὸ Καρχηδονίων ἐκκοπῆναι πάντας τοὺς χρησίμους εἰς προσφορὰν καρπούς, καὶ θάνατον τὴν ζημίαν τοῖς ἐγχωρίοις τετάχθαι, ἐάν τις τῶν τοιούτων τι ἀναφυτεύῃ.

Chapter 101

Ἐν μιᾷ τῶν ἑπτὰ νήσων τῶν Αἰόλου καλουμένων, ἣ καλεῖται Λιπάρα, τάφον εἶναι μυθολογοῦσι, περὶ οὗ καὶ ἄλλα μὲν πολλὰ καὶ τερατώδη λέγουσι, τοῦτο δ᾽ ὅτι οὐκ ἀσφαλές ἐστι προσελθεῖν πρὸς ἐκεῖνον τὸν τόπον τῆς νυκτός, συμφωνοῦσιν· ἐξακούεσθαι γὰρ τυμπάνων καὶ κυμβάλων ἦχον γέλωτά τε μετὰ θορύβου καὶ κροτάλων ἐναργῶς.

Λέγουσι δέ τι τερατωδέστερον γεγονέναι περὶ τὸ σπήλαιον· πρὸ ἡμέρας γὰρ ἐγκοιμηθῆναί τινα ἐν αὐτῷ οἰνωμένον, καὶ τοῦτον ὑπὸ τῶν οἰκετῶν ζητούμενον ἐφ᾽ ἡμέρας τρεῖς διατελέσαι, τῇ δὲ τετάρτῃ εὑρεθέντα ὡς νεκρὸν ἀποκομισθῆναι ὑπὸ τῶν οἰκείων εἰς τὸν ἴδιον τάφον, καὶ τῶν νομιζομένων τυχόντα πάντων ἐξαίφνης ἀναστῆναι, καὶ διηγεῖσθαι τὰ καθ᾽ ἑαυτὸν συμβεβηκότα.

Τοῦτο μὲν οὖν ἡμῖν φαίνεται μυθωδέστερον· ὅμως μέντοι ἔδει μὴ παραλιπεῖν ἀμνημόνευτον αὐτό, τῶν περὶ τὸν τόπον ἐκεῖνον τὴν ἀναγραφὴν ποιούμενον.

Chapter 102

Περὶ τὴν Κύμην τὴν ἐν Ἰταλίᾳ λίμνη ἐστὶν ἡ προσαγορευομένη ἄορνος, αὐτὴ μέν, ὡς ἔοικεν, οὐκ ἔχουσά τι θαυμαστόν· περικεῖσθαι γὰρ λέγουσι περὶ αὐτὴν λόφους κύκλῳ, τὸ ὕψος οὐκ ἐλάσσους τριῶν σταδίων, καὶ αὐτὴν εἶναι τῷ σχήματι κυκλοτερῆ, τὸ τὸ βάθος ἔχουσαν ἀνυπέρβλητον.

Ἐκεῖνο δὲ θαυμάσιον φαίνεται· ὑπερκειμένων γὰρ αὐτῇ πυκνῶν δένδρων, καί τινων ἐν αὐτῇ κατακεκλιμένων, οὐδὲν ἔστιν ἰδεῖν φύλλον ἐπὶ τοῦ ὕδατος ἐφεστηκός, ἀλλ᾽ οὕτω καθαρώτατόν ἐστι τὸ ὕδωρ ὥστε τοὺς θεωμένους θαυμάζειν.

Περὶ δὲ τὴν ἀπέχουσαν ἤπειρον αὐτῆς οὐ πολὺ θερμὸν ὕδωρ πολλαχόθεν ἐκπίπτει, καὶ ὁ τόπος ἅπας καλεῖται Πυριφλεγέθων. Ὅτι δὲ οὐδὲν διίπταται ὄρνεον αὐτήν, ψεῦδος· οἱ γὰρ παραγενόμενοι λέγουσι πλῆθός τι κύκνων ἐν αὐτῇ γίνεσθαι.

Chapter 103

Φασὶ τὰς Σειρηνούσας νήσους κεῖσθαι μὲν ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπ᾽ αὐτῆς τῆς ἄκρας, ὃς κεῖται πρὸ τοῦ προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοῖς κόλποις τόν τε περιέχοντα τὴν Κύμην καὶ τὸν διειληφότα τὴν Ποσειδωνίαν καλουμένην· ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται, καὶ τιμῶνται καθ᾽ ὑπερβολὴν ὑπὸ τῶν περιοίκων θυσίαις ἐπιμελῶς· ὧν καὶ τὰ ὀνόματα μνημονεύοντες καλοῦσι τὴν μὲν Παρθενόπην, τὴν δὲ Λευκωσίαν, τὴν δὲ τρίτην Λίγειαν.

Chapter 104

Λέγεται δὲ μεταξὺ τῆς Μεντορικῆς καὶ τῆς Ἰστριανῆς ὄρος τι εἶναι τὸ καλούμενον Δέλφιον, ἔχον λόφον ὑψηλόν. Ἐπὶ τοῦτον τὸν λόφον ὅταν ἀναβαίνωσιν οἱ Μέντορες οἱ ἐπὶ τοῦ Ἀδρίου οἰκοῦντες, ἀποθεωροῦσιν, ὡς ἔοικε, τὰ εἰς τὸν Πόντον εἰσπλέοντα πλοῖα.

Εἶναι δὲ καί τινα τόπον ἐν τοῖς ἀνὰ μέσον διαστήμασιν, εἰς ὃν ἀγορᾶς κοινῆς γινομένης πωλεῖσθαι παρὰ μὲν τῶν ἐκ τοῦ Πόντου ἐμπόρων ἀναβαινόντων τὰ Λέσβια καὶ Χῖα καὶ Θάσια, παρὰ δὲ τῶν ἐκ τοῦ Ἀδρίου τοὺς Κερκυραϊκοὺς ἀμφορεῖς.

Chapter 105

Φασὶ δὲ καὶ τὸν Ἴστρον ῥέοντα ἐκ τῶν Ἑρκυνίων καλουμένων δρυμῶν σχίζεσθαι, καὶ τῇ μὲν εἰς τὸν Πόντον ῥεῖν,

τῇ δὲ εἰς τὸν Ἀδρίαν ἐκβάλλειν. Σημεῖον δὲ οὐ μόνον ἐν τοῖς νῦν καιροῖς ἑωράκαμεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀρχαίων μᾶλλον, οἷον τὰ ἐκεῖ ἄπλωτα εἶναι· καὶ γὰρ Ἰάσονα τὸν μὲν εἴσπλουν κατὰ Κυανέας, τὸν δὲ ἐκ τοῦ Πόντου ἔκπλουν κατὰ τὸν Ἴστρον ποιήσασθαί φασι· καὶ φέρουσιν ἄλλα τε τεκμήρια οὐκ ὀλίγα, καὶ κατὰ μὲν τὴν χώραν βωμοὺς ὑπὸ τοῦ Ἰάσονος ἀνακειμένους δεικνύουσιν, ἐν δὲ μιᾷ τῶν νήσων τῶν ἐν τῷ Ἀδρίᾳ ἱερὸν Ἀρτέμιδος ὑπὸ Μηδείας ἱδρυμένον.

Ἔτι δὲ λέγουσιν ὡς οὐκ ἂν παρέπλευσε τὰς Πλαγκτὰς καλουμένας, εἰ μὴ ἐκεῖθεν ἀπέπλει. Καὶ ἐν τῇ Αἰθαλείᾳ δὲ νήσῳ, τῇ κειμένῃ ἐν τῷ Τυρρηνικῷ πελάγει, ἄλλα τε δεικνύουσι μνημεῖα τῶν ἀριστέων καὶ τὸ ἐπὶ τῶν ψήφων δὲ λεγόμενον· παρὰ γὰρ τὸν αἰγιαλὸν ψήφους φασὶν εἶναι ποικίλας, ταύτας δ᾽ οἱ Ἕλληνες οἱ τὴν νῆσον οἰκοῦντες λέγουσι τὴν χροιὰν λαβεῖν ἀπὸ τῶν στλεγγισμάτων ὧν ἐποιοῦντο ἀλειφόμενοι· ἀπὸ ἐκείνων γὰρ τῶν χρόνων οὔτε πρότερον ἑωρᾶσθαι μυθολογοῦσι τοιαύτας ψήφους οὔθ᾽ ὕστερον ἐπιγενομένας.

Ἔτι δὲ τούτων φανερώτερα σημεῖα λέγουσιν, ὅτι οὐ διὰ τῶν Συμπληγάδων ἐγένετο ὁ ἔκπλους, αὐτῷ τῷ ποιητῇ ἐν ἐκείνοις τοῖς τόποις μάρτυρι χρώμενοι. Τὴν γὰρ δυσχέρειαν τοῦ κινδύνου ἐμφανίζοντα λέγειν ὅτι οὐκ ἔστι παραπλεῦσαι τὸν τόπον, ἀλλά θ᾽ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύμαθ᾽ ἁλὸς φορέουσι πυρός τ᾽ ὀλοοῖο θύελλαι.

Περὶ μὲν οὖν τὰς Κυανέας οὐ λέγεται πῦρ ἀναπέμπειν, περὶ δὲ τὸν πορθμὸν τὸν διαλαμβάνοντα τὴν Σικελίαν, ἐφ᾽ ἑκάτερα κειμένων τῶν τοῦ πυρὸς ἀναφυσημάτων, καὶ τῆς τε νήσου συνεχῶς καιομένης, καὶ τοῦ περὶ τὴν Αἴτνην ῥεύματος πολλάκις τὴν χώραν ἐπιδεδραμηκότος.

Chapter 106

Ἐν Τάραντι ἐναγίζειν κατά τινας χρόνους φασὶν Ἀτρείδαις καὶ Τυδείδαις καὶ Αἰακίδαις καὶ Λαερτιάδαις, καὶ Ἀγαμεμνονίδαις δὲ χωρὶς θυσίαν ἐπιτελεῖν ἐν ἄλλῃ ἡμέρᾳ ἰδίᾳ, ἐν ᾗ νόμιμον εἶναι ταῖς γυναιξὶ μὴ γεύσασθαι τῶν ἐκείνοις θυομένων. Ἔστι δὲ καὶ Ἀχιλλέως νεὼς παρ᾽ αὐτοῖς.

Λέγεται δὲ μετὰ τὸ παραλαβεῖν τοὺς Ταραντίνους Ἡράκλειαν τὸν τόπον καλεῖσθαι ὃν νῦν κατοικοῦσιν, ἐν δὲ τοῖς ἄνω χρόνοις τῶν Ἰώνων κατεχόντων Πλεῖον· ἔτι δὲ ἐκείνων ἔμπροσθεν ὑπὸ τῶν Τρώων τῶν κατασχόντων αὐτὴν Σίγεον ὠνομάσθαι.

Chapter 107

Παρὰ δὲ τοῖς Συβαρίταις λέγεται Φιλοκτήτην τιμᾶσθαι. Κατοικῆσαι γὰρ αὐτὸν ἐκ Τροίας ἀνακομισθέντα τὰ καλούμενα Μύκαλλα τῆς Κροτωνιάτιδος, ἅ φασιν ἀπέχειν ἑκατὸν εἴκοσι σταδίων, καὶ ἀναθεῖναι ἱστοροῦσι τὰ τόξα τὰ Ἡράκλεια αὐτὸν εἰς τὸ τοῦ Ἀπόλλωνος τοῦ ἁλίου.

Ἐκεῖθεν δέ φασι τοὺς Κροτωνιάτας κατὰ τὴν ἐπικράτειαν ἀναθεῖναι αὐτὰ εἰς τὸ Ἀπολλώνιον τὸ παρ᾽ αὑτοῖς. Λέγεται δὲ καὶ τελευτήσαντα ἐκεῖ κεῖσθαι αὐτὸν παρὰ τὸν ποταμὸν τὸν Σύβαριν, βοηθήσαντα…

Chapter 108

Περὶ…

Chapter 109

Λέ…

The complete text is available when the reading interface loads.