The Greek Library Author

Aristotle

Οἰκονομικά

Author namesAristote · Aristotle · Aristoteles · Aristotélès · Αριστοτελης

Scientific editors
George Cyril Armstrong
Edition reference
The Metaphysics; The Oeconomica and The Magna Moralia · London · William Heinemann Ltd. · 1935
CTS identifier
urn:cts:greekLit:tlg0086.tlg029.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Subsection 1

ἡ οἰκονομικὴ καὶ πολιτικὴ διαφέρει οὐ μόνον τοσοῦτον ὅσον οἰκία καὶ πόλις ʽταῦτα μὲν γὰρ αὐταῖς ἐστι τὰ ὑποκείμενἀ, ἀλλὰ καὶ ὅτι ἡ μὲν πολιτικὴ ἐκ πολλῶν ἀρχόντων ἐστίν, ἡ οἰκονομικὴ δὲ μοναρχία.

ἔνιαι μὲν οὖν τῶν τεχνῶν διῄρηνται, καὶ οὐ τῆς αὐτῆς ἐστι ποιῆσαι καὶ χρήσασθαι τῷ ποιηθέντι, ὥσπερ λύρᾳ καὶ αὐλοῖς· τῆς δὲ πολιτικῆς ἐστι καὶ πόλιν ἐξ ἀρχῆς συστήσασθαι καὶ ὑπαρχούσῃ χρήσασθαι καλῶς· ὥστε δῆλον ὅτι καὶ τῆς οἰκονομικῆς ἂν εἴη καὶ κτήσασθαι οἶκον καὶ χρήσασθαι αὐτῷ.

Subsection 2

πόλις μὲν οὖν οἰκιῶν πλῆθός ἐστι καὶ χώρας καὶ κτημάτων αὔταρκες πρὸς τὸ εὖ ζῆν. φανερὸν δέ· ὅταν γὰρ μὴ δυνατοὶ ὦσι τούτου τυγχάνειν, διαλύεται καὶ ἡ κοινωνία. ἔτι δὲ ἕνεκα τούτου συνέρχονται. οὗ δὲ ἕνεκα ἕκαστόν ἐστι καὶ γέγονε, καὶ ἡ οὐσία αὐτοῦ τυγχάνει αὕτη οὖσα.

ὥστε δῆλον ὅτι πρότερον γενέσει ἡ οἰκονομικὴ πολιτικῆς ἐστι. καὶ γὰρ τὸ ἔργον. μόριον γὰρ οἰκία πόλεώς ἐστιν.

σκεπτέον οὖν περὶ τῆς οἰκονομικῆς καὶ τί τὸ ἔργον αὐτῆς.

Subsection 1

μέρη δὲ οἰκίας ἄνθρωπός τε καὶ κτῆσίς ἐστιν. ἐπεὶ δὲ πρῶτον ἐν τοῖς ἐλαχίστοις ἡ φύσιςἑκάστου θεωρεῖται, καὶ περὶ οἰκίας ἂν ὁμοίως ἔχοι. ὥστε καθʼ Ἡσίοδον δέοι ἂν ὑπάρχειν οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα. Hes. WD 405 τὸ μὲν γὰρ τῆς τροφῆς πρῶτον, τὸ δὲ τῶν ἐλευθέρων. ὥστε δέοι ἂν τὰ περὶ τὴν τῆς γυναικὸς ὁμιλίαν οἰκονομήσασθαι καλῶς· τοῦτο δέ ἐστι τὸ ποίαν τινὰ δεῖ ταύτην εἶναι παρασκευάσαι.

Subsection 2

κτήσεως δὲ πρώτη ἐπιμέλεια ἡ κατὰ φύσιν. κατὰ φύσιν δὲ γεωργικὴ προτέρα, καὶ δεύτεραι ὅσαι ἀπὸ τῆς γῆς, οἷον μεταλλευτικὴ καὶ εἴ τις ἄλλη τοιαύτη. ἡ δὲ γεωργικὴ μάλιστα, ὅτι δικαία· οὐ γὰρ ἀπʼ ἀνθρώπων, οὔθʼ ἑκόντων, ὥσπερ καπηλεία καὶ αἱ μισθαρνικαί, οὔτʼ ἀκόντων, ὥσπερ αἱ πολεμικαί. ἔτι δὲ καὶ τῶν κατὰ φύσιν· φύσει γὰρ ἀπὸ τῆς μητρὸς ἡ τροφὴ πᾶσίν ἐστιν, ὥστε καὶ τοῖς ἀνθρώποις ἀπὸ τῆς γῆς.

Subsection 3

πρὸς δὲ τούτοις καὶ πρὸς ἀνδρίαν συμβάλλεται μεγάλα· οὐ γὰρ ὥσπερ αἱ βάναυσοι τὰ σώματα ἀχρεῖα ποιοῦσιν, ἀλλὰ δυνάμενα θυραυλεῖν καὶ πονεῖν, ἔτι δὲ δυνάμενα κινδυνεύειν πρὸς τοὺς πολεμίους· μόνων γὰρ τούτων τὰ κτήματα ἔξω τῶν ἐρυμάτων ἐστίν.

Subsection 1

τῶν δὲ περὶ τοὺς ἀνθρώπους ἡ περὶ γυναῖκα πρώτη ἐπιμέλεια· κοινωνία γὰρ φύσει τῷ θήλει καὶ τῷ ἄρρενι μάλιστά ἐστιν. ὑπόκειται γὰρ ἡμῖν ἐν ἄλλοις ὅτι πολλὰ τοιαῦτα ἡ φύσις ἐφίεται ἀπεργάζεσθαι, ὥσπερ καὶ τῶν ζῴων ἕκαστον· ἀδύνατον δὲ τὸ θῆλυ ἄνευ τοῦ ἄρρενος ἢ τὸ ἄρρεν ἄνευ τοῦ θήλεος ἀποτελεῖν τοῦτο· ὥστʼ ἐξ ἀνάγκης αὐτῶν ἡ κοινωνία συνέστηκεν.

Subsection 2

ἐν μὲν οὖν τοῖς ἄλλοις ζῴοις ἀλόγως τοῦτο ὑπάρχει, καὶ ἐφʼ ὅσον μετέχουσι τῆς φύσεως, ἐπὶ τοσοῦτον, καὶ τεκνοποιίας μόνον χάριν· ἐν δὲ τοῖς ἡμέροις καὶ φρονιμωτέροις διήρθρωται μᾶλλον (φαίνονται γὰρ μᾶλλον βοήθειαι γινόμεναι καὶ εὔνοιαι καὶ συνεργίαι ἀλλήλοις),

Subsection 3

ἐν ἀνθρώπῳ δὲ μάλιστα, ὅτι οὐ μόνον τοῦ εἶναι ἀλλὰ καὶ τοῦ εὖ εἶναι συνεργὰ ἀλλήλοις τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐστί. καὶ ἡ τῶν τέκνων κτῆσις οὐ λειτουργίας ἕνεκεν τῇ φύσει μόνον οὖσα τυγχάνει ἀλλὰ καὶ ὠφελείας· ἃ γὰρ ἂν δυνάμενοι εἰς ἀδυνάτους πονήσωσι, πάλιν κομίζονται παρὰ δυναμένων ἀδυνατοῦντες ἐν τῷ γήρᾳ.

Subsection 4

ἅμα δὲ καὶ ἡ φύσις ἀναπληροῖ ταύτῃ τῇ περιόδῳ τὸ ἀεὶ εἶναι, ἐπεὶ κατʼ ἀριθμὸν οὐ δύναται, ἀλλὰ κατὰ τὸ εἶδος. οὕτω προῳκονόμηται ὑπὸ τοῦ θείου ἑκατέρου ἡ φύσις, τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικός, πρὸς τὴν κοινωνίαν. διείληπται γὰρ τῷ μὴ ἐπὶ ταὐτὰ πάντα χρήσιμον ἔχειν τὴν δύναμιν, ἀλλʼ ἔνια μὲν ἐπὶ τἀναντία, εἰς ταὐτὸν δὲ συντείνοντα· τὸ μὲν γὰρ ἰσχυρότερον τὸ δʼ ἀσθενέστερον ἐποίησεν, ἵνα τὸ μὲν φυλακτικώτερον ᾖ διὰ τὸν φόβον, τὸ δʼ ἀμυντικώτερον διὰ τὴν ἀνδρίαν, καὶ τὸ μὲν πορίζῃ τὰ ἔξωθεν, τὸ δὲ σῴζῃ τὰ ἔνδον· καὶ πρὸς τὴν ἐργασίαν τὸ μὲν δυνάμενον ἑδραῖον εἶναι, πρὸς δὲ τὰς ἔξωθεν θυραυλίας ἀσθενές, τὸ δὲ πρὸς μὲν τὰς ἡσυχίας χεῖρον, πρὸς δὲ τὰς κινήσεις ὑγιεινόν· καὶ περὶ τέκνων τὴν μὲν γένεσιν κοινήν, τὴν δὲ ὠφέλειαν ἴδιον· τῶν μὲν γὰρ τὸ θρέψαι, τῶν δὲ τὸ παιδεῦσαί ἐστιν.

Subsection 1

πρῶτον μὲν οὖν νόμοι πρὸς γυναῖκα, καὶ τὸ μὴ ἀδικεῖν· οὕτως γὰρ ἂν οὐδʼ αὐτὸς ἀδικοῖτο. τοῦθʼ ὑφηγεῖται δὲ ὃ καὶ ὁ κοινὸς νόμος, καθάπερ οἱ Πυθαγόρειοι λέγουσιν, ὥσπερ ἱκέτιν καὶ ἀφʼ ἑστίας ἠγμένην ὡς ἥκιστα δεῖν δοκεῖν ἀδικεῖν· ἀδικία δὲ ἀνδρὸς αἱ θύραζε συνουσίαι γιγνόμεναι.

Subsection 2

περὶ δὲ ὁμιλίας μήθʼ ὥστε δεῖσθαι μηθὲν μήθʼ ὡς ἀπόντος ἀδυνατεῖν ἡσυχάζειν, ἀλλʼ οὕτως ἐθίζειν ὥστε ἱκανῶς ἔχειν παρόντος καὶ μὴ παρόντος. εὖ δʼ ἔχει καὶ τὸ τοῦ Ἡσιόδου. παρθενικὴν δὲ γαμεῖν, ἵνα ἤθεα κεδνὰ διδάξῃς. Hes. WD 699 αἱ γὰρ ἀνομοιότητες τῶν ἠθῶν ἥκιστα φιλικόν.

Subsection 3

περὶ δὲ κοσμήσεως, ὥσπερ οὐδὲ τὰ ἤθη δεῖἀλαζονευομένους ἀλλήλοις πλησιάζειν, οὕτως οὐδὲ τὰ σώματα. ἡ δὲ διὰ τῆς κοσμήσεως οὐδὲν διαφέρουσά ἐστι τῆς τῶν τραγῳδῶν ἐν τῇ σκευῇ πρὸς ἀλλήλους ὁμιλία.

Subsection 1

τῶν δὲ κτημάτων πρῶτον μὲν καὶ ἀναγκαιότατον τὸ βέλτιστον καὶ οἰκονομικώτατον· τοῦτο δὲ ἦν ἄνθρωπος. διὸ δεῖ πρῶτον δούλους παρασκευάζεσθαι σπουδαίους. δούλων δὲ εἴδη δύο, ἐπίτροπος καὶ ἐργάτης. ἐπεὶ δὲ ὁρῶμεν ὅτι αἱ παιδεῖαι ποιούς τινας ποιοῦσι τοὺς νέους, ἀναγκαῖον καὶ παρασκευασάμενον τρέφειν οἷς τὰ ἐλευθέρια τῶν ἔργων προστακτέον.

Subsection 2

ὁμιλία δὲ πρὸς δούλους ὡς μήτε ὑβρίζειν ἐᾶν μήτε ἀνιᾶν, καὶ τοῖς μὲν ἐλευθεριωτέροις τιμῆς μεταδιδόναι, τοῖς δʼ ἐργάταις τροφῆς πλῆθος. καὶ ἐπειδὴ ἡ τοῦ οἴνου πόσις καὶ τοὺς ἐλευθέρους ὑβριστὰς ποιεῖ, καὶ πολλὰ ἔθνη ἀπέχεται καὶ τῶν ἐλευθέρων, οἷον Καρχηδόνιοι ἐπὶ στρατιᾶς, φανερὸν ὅτι τούτου ἢ μηδὲν ἢ ὀλιγάκις μεταδοτέον.

Subsection 3

ὄντων δὲ τριῶν, ἔργου καὶ κολάσεως καὶ τροφῆς, τὸ μὲν μήτε κολάζεσθαι, μήτʼ ἐργάζεσθαι, τροφὴν δʼ ἔχειν, ὕβριν ἐμποιεῖ· τὸ δὲ ἔργα μὲν ἔχειν καὶ κολάσεις, τροφὴν δὲ μή, βίαιον καὶ ἀδυναμίαν ποιεῖ. λείπεται δὴ ἔργα παρέχειν καὶ τροφὴν ἱκανήν· ἀμίσθων γὰρ οὐχ οἷόν τε ἄρχειν, δούλῳ δὲ μισθὸς τροφή.

ὥσπερ δὲ καὶ τοῖς ἄλλοις ὅταν μὴ γίγνηται τοῖς βελτίοσι βέλτιον μηδὲ ἆθλα ᾖ ἀρετῆς καὶ κακίας, γίγνονται χείρους, οὕτω καὶ περὶ οἰκέτας.

Subsection 4

διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατʼ ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις, λόγῳ καὶ ἔργῳ μιμουμένους τὴν τῶν ἰατρῶν δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές.

Subsection 5

γένη δὲ ἂν εἴη πρὸς τὰ ἔργα βέλτιστα μήτε δειλὰ μήτε ἀνδρῖα ἄγαν. ἀμφότερα γὰρ ἀδικοῦσι. καὶ γὰρ οἱ ἄγαν δειλοὶ οὐχ ὑπομένουσι καὶ οἱ θυμοειδεῖς οὐκ εὔαρχοι.

Subsection 6

χρὴ δὲ καὶ τέλος ὡρίσθαι πᾶσιν· δίκαιον γὰρ καὶ συμφέρον τὴν ἐλευθερίαν κεῖσθαι ἆθλον· βούλονται γὰρ πονεῖν, ὅταν ᾖ ἆθλον καὶ ὁ χρόνος ὡρισμένος. δεῖ δὲ καὶ ἐξομηρεύειν ταῖς τεκνοποιίαις· καὶ μὴ κτᾶσθαι ὁμοεθνεῖς πολλούς, ὥσπερ καὶ ἐν ταῖς πόλεσιν· καὶ τὰς θυσίας καὶ τὰς ἀπολαύσεις μᾶλλον τῶν δούλων ἕνεκα ποιεῖσθαι ἢ τῶν ἐλευθέρων·πλείονα γὰρ ἔχουσιν οὗτοι οὗπερ ἕνεκα τὰ τοιαῦτα ἐνομίσθη.

Subsection 1

εἴδη δὲ τοῦ οἰκονόμου τέτταρα ἃ δεῖ ἔχειν περὶ τὰ χρήματα. καὶ γὰρ τὸ κτᾶσθαι δυνατὸν χρὴ εἶναι καὶ φυλάττειν· εἰ δὲ μή, οὐδὲν ὄφελος τοῦ κτᾶσθαι· τῷ γὰρ ἠθμῷ ἀντλεῖν τοῦτʼ ἔστιν, καὶ ὁ λεγόμενος τετρημένος πίθος. ἔτι δὲ καὶ εἶναι κοσμητικὸν τῶν ὑπαρχόντων καὶ χρηστικόν· τούτων γὰρ ἕνεκα κἀκείνων δεόμεθα.

Subsection 2

διῃρῆσθαι δὲ δεῖ τούτων ἕκαστον, καὶ πλείω τὰ κάρπιμα εἶναι τῶν ἀκάρπων, καὶ τὰς ἐργασίας οὕτω νενεμῆσθαι, ὅπως μὴ ἅμα κινδυνεύσωσιν ἅπασιν. πρὸς δὲ φυλακὴν τοῖς τε Περσικοῖς συμφέρει χρῆσθαι καὶ τοῖς Λακωνικοῖς. καὶ ἡ Ἀττικὴ δὲ οἰκονομία χρήσιμος· ἀποδιδόμενοι γὰρ ὠνοῦνται, καὶ ἡ τοῦ ταμιείου θέσις οὐκ ἔστιν ἐν ταῖς μικροτέραις οἰκονομίαις.

Subsection 3

Περσικὰ δὲ ἦν τὸ πάντα τετάχθαι, καὶ πάντʼ ἐφορᾶν αὐτόν, καθʼ ὃ ἔλεγε Δίων περὶ Διονυσίου· οὐδεὶς γὰρ ἐπιμελεῖται ὁμοίως τῶν ἀλλοτρίων καὶ τῶν οἰκείων, ὥστε ὅσα ἐνδέχεται, διʼ ἑαυτοῦ ποιεῖσθαι χρὴ τὴν ἐπιμέλειαν. καὶ τὸ τοῦ Πέρσου καὶ τὸ τοῦ Λίβυος ἀπόφθεγμα εὖ ἂν ἔχοι. ὁ μὲν γὰρ ἐρωτηθεὶς τί μάλιστα ἵππον πιαίνει, ὁ τοῦ δεσπότου ὀφθαλμός ἔφη· ὁ δὲ Λίβυς ἐρωτηθεὶς ποία κόπρος ἀρίστη, τὰ τοῦ δεσπότου ἴχνη ἔφη.

Subsection 4

ἐπισκεπτέον οὖν τὰ μὲν αὐτόν, τὰ δὲ τὴν γυναῖκα, ὡς ἑκατέροις διαιρεῖται τὰ ἔργα τῆς οἰκονομίας. καὶ τοῦτο ποιητέον ἐν μικραῖς οἰκονομίαις ὀλιγάκις, ἐν δʼ ἐπιτροπευομέναις πολλάκις. οὐ γὰρ οἷόν τε μὴ καλῶς ὑποδεικνύντος καλῶς μιμεῖσθαι, οὔτʼ ἐν τοῖς ἄλλοις, οὔτʼ ἐν ἐπιτροπείᾳ, ὡς ἀδύνατον μὴ ἐπιμελῶν δεσποτῶν ἐπιμελεῖς εἶναι τοὺς ἐφεστῶτας.

Subsection 5

ἐπεὶ δὲ ταῦτα καὶ καλὰ πρὸς ἀρετὴν καὶ ὠφέλιμα πρὸς οἰκονομίαν, ἐγείρεσθαι χρὴ πρότερον δεσπότας οἰκετῶν καὶ καθεύδειν ὕστερον· καὶ μηδέποτε ἀφύλακτον οἰκίαν εἶναι, ὥσπερ πόλιν· ὅσα τε δεῖ ποιεῖν μήτε νυκτὸς μήτε ἡμέρας παριέναι· τό τε διανίστασθαι νύκτωρ· τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ οἰκονομίαν καὶ φιλοσοφίαν χρήσιμον.

Subsection 6

ἐν μὲν οὖν ταῖς μικραῖς κτήσεσιν ὁ Ἀττικὸς τρόπος τῆς διαθέσεως τῶν ἐπικαρπιῶν χρήσιμος·ἐν δὲ ταῖς μεγάλαις, διαμερισθέντων καὶ τῶν πρὸς ἐνιαυτὸν καὶ τῶν κατὰ μῆνα δαπανωμένων, ὁμοίως δὲ καὶ περὶ σκευῶν χρήσεως τῶν καθʼ ἡμέραν καὶ τῶν ὀλιγάκις, ταῦτα παραδοτέον τοῖς ἐφεστῶσιν. ἐπὶ τούτοις καὶ τὴν ἐπίσκεψιν αὐτῶν διά τινος χρόνου ποιητέον, ἵνα μὴ λανθάνῃ τὸ σῳζόμενον καὶ τὸ ἐλλεῖπον.

Subsection 7

οἰκίαν δὲ πρός τε τὰ κτήματα ἀποβλέποντα κατασκευαστέον καὶ πρὸς ὑγίειαν καὶ πρὸς εὐημερίαν αὐτῶν· λέγω δὲ κτήματα μέν, οἷον καρποῖς καὶ ἐσθῆτι ποία συμφέρει, καὶ τῶν καρπῶν ποία ξηροῖς καὶ ποία ὑγροῖς, καὶ τῶν ἄλλων κτημάτων ποία ἐμψύχοις καὶ ποία ἀψύχοις, καὶ δούλοις καὶ ἐλευθέροις, καὶ γυναιξὶ καὶ ἀνδράσι, καὶ ξένοις καὶ ἀστοῖς. καὶ πρὸς εὐημερίαν δὲ καὶ πρὸς ὑγίειαν δεῖ εἶναι, εὔπνουν μὲν τοῦ θέρους, εὐήλιον δὲ τοῦ χειμῶνος.

Subsection 8

εἴη δʼ ἂν ἡ τοιαύτη κατάβορρος οὖσα καὶ μὴ ἰσοπλατής. δοκεῖ δὲ καὶ ἐν ταῖς μεγάλαις οἰκονομίαις χρήσιμος εἶναι θυρωρός, ὃς ἂν ᾖ ἄχρηστος τῶν ἄλλων ἔργων, πρὸς τὴν σωτηρίαν τῶν εἰσφερομένων καὶ ἐκφερομένων. πρὸς εὐχρηστίαν δὲ σκευῶν τὸ Λακωνικόν· χρὴ γὰρ ἓν ἕκαστον ἐν τῇ αὑτοῦ χώρᾳ κεῖσθαι· οὕτω γὰρ ἂν ἕτοιμον ὂν οὐ ζητοῖτο.

Book 2

Subsection 1

τὸν οἰκονομεῖν μέλλοντά τι κατὰ τρόπον τῶν τε τόπων, περὶ οὓς ἂν πραγματεύηται, μὴ ἀπείρως ἔχειν, καὶ τῇ φύσει εὐφυῆ εἶναι καὶ τῇ προαιρέσει φιλόπονόν τε καὶ δίκαιον· ὅ τι γὰρ ἂν ἀπῇ τούτων τῶν μερῶν, πολλὰ διαμαρτήσεται περὶ τὴν πραγματείαν ἣν μεταχειρίζεται.

οἰκονομίαι δέ εἰσι τέσσαρες, ὡς ἐν τύπῳ διελέσθαι ʽτὰς γὰρ ἄλλας εἰς τοῦτο ἐμπιπτούσας εὑρήσομεν̓, βασιλική σατραπική πολιτική ἰδιωτική.

Subsection 2

τούτων δὲ μεγίστη μὲν καὶ ἁπλουστάτη ἡ βασιλική, , ποικιλωτάτη δὲ καὶ ῥᾴστη ἡ πολιτική, ἐλαχίστη δὲ καὶ ποικιλωτάτη ἡ ἰδιωτική. ἐπικοινωνεῖν μὲν τὰ πολλὰ ἀλλήλαις ἀναγκαῖόν ἐστιν· ὅσα δὲ μάλιστα διʼ αὐτῶν ἑκάστῃ συμβαίνει, ταῦτα ἐπισκεπτέον ἡμῖν ἐστιν.

πρῶτον μὲν τοίνυν τὴν βασιλικὴν ἴδωμεν. ἔστι δὲ αὕτη δυναμένη μὲν τὸ καθόλου,εἴδη δὲ ἔχουσα τέσσαρα· περὶ νόμισμα, περὶ τὰ ἐξαγώγιμα, περὶ τὰ εἰσαγώγιμα, περὶ τὰ ἀναλώματα.

Subsection 3

τούτων δὲ ἕκαστον μὲν περὶ τὸ νόμισμα λέγω ποῖον καὶ πότε τίμιον ἢ εὔωνον ποιητέον, περὶ δὲ τὰ ἐξαγώγιμα καὶ εἰσαγώγιμα πότε καὶ τίνα παρὰ τῶν σατραπῶν ἐν τῇ ταγῇ ἐκλαβόντι αὐτῷ λυσιτελήσει διατίθεσθαι, περὶ δὲ τὰ ἀναλώματα τίνα περιαιρετέον καὶ πότε, καὶ πότερον δοτέον νόμισμα εἰς τὰς δαπάνας ἢ ἃ τῷ νομίσματι ὤνια.

Subsection 4

δεύτερον δὲ τὴν σατραπικήν. ἔστι δὲ ταύτης εἴδη ἓξ τῶν προσόδων ἀπὸ γῆς, ἀπὸ τῶν ἐν τῇ χώρᾳ ἰδίων γινομένων, ἀπὸ ἐμπορίων, ἀπὸ τελῶν, ἀπὸ βοσκημάτων, ἀπὸ τῶν ἄλλων.

αὐτῶν δὲ τούτων πρώτη μὲν καὶ κρατίστη ἡ ἀπὸ τῆς γῆς ʽαὕτη δέ ἐστιν ἣν οἱ μὲν ἐκφόριον, οἱ δὲ δεκάτην προσαγορεύουσιν̓, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἰδίων γινομένη, οὗ μὲν χρυσίον, οὗ δὲ ἀργύριον, οὗ δὲ χαλκός, οὗ δὲ ὁπόσα δύναται γίνεσθαι, τρίτη δὲ καὶ ἡ ἀπὸ τῶν ἐμπορίων τετάρτη δὲ καὶ ἡ ἀπὸ τῶν κατὰ γῆν τε καὶ ἀγοραίων τελῶν γινομένη, πέμπτη δὲ ἡ ἀπὸ τῶν βοσκημάτων, ἐπικαρπία τε καὶ δεκάτη καλουμένη, ἕκτη δὲ ἡ ἀπὸ τῶν ἄλλων, ἐπικεφάλαιόν τε καὶ χειρωνάξιον προσαγορευομένη.

Subsection 5

τρίτον δὲ τὴν πολιτικήν. ταύτης δὲ κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ τῶν ἰδίων ἐν τῇ χώρᾳ γινομένων, εἶτα ἡ ἀπὸ τῶν ἐμπορίων καὶ διαγωγῶν, εἶτα ἡ ἀπὸ τῶν ἐγκυκλίων.

Subsection 6

τέταρτον δὲ καὶ τελευταῖον τὴν ἰδιωτικήν. αὕτη δέ ἐστιν ἀνώμαλος μὲν διὰ τὸ δεῖν μὴ πρὸς ἕνα σκοπὸν οἰκονομεῖν, ἐλαχίστη δὲ διὰ τὸ καὶ τὰς προσόδους καὶ τὰ ἀναλώματα βραχέα γίνεσθαι. αὐτῆς δὲ ταύτης κρατίστη μὲν πρόσοδος ἡ ἀπὸ γῆς γινομένη, δευτέρα δὲ ἡ ἀπὸ τῶν ἄλλων ἐγκλημάτων, τρίτη δὲ ἡ ἀπὸ ἀργυρίου. χωρὶς δὲ τούτων ὃ πάσαις μὲν ἐπικοινωνεῖται ταῖς οἰκονομίαις καὶ προσήκει σκοπεῖν αὐτὸ μὴ παρέργως, μάλιστα δὲ ταύτῃ, τὸ τἀναλώματα μὴ μείζω τῶν προσόδων γίνεσθαι.

Subsection 7

ἐπεὶ τοίνυν τὰς διαιρέσεις εἰρήκαμεν, μετὰ τοῦτο πάλιν νοητέον ἡμῖν, ἡ σατραπεία, περὶ ἣν ἂν πραγματευώμεθα, ἢ πόλις, πότερον ἃ πάντα ἄρτι διειλόμεθαἢ τὰ μέγιστα τούτων εἰ δυνατὴ φέρειν ἐστί, τούτοις χρηστέον· μετὰ δὲ τοῦτο ποῖαι τῶν προσόδων ἢ τὸ παράπαν οὐκ εἰσί, δυναταὶ δʼ εἰσὶ γενέσθαι, ἢ μικραὶ νῦν οὖσαι μείζους οἷαί τινες κατασκευασθῆναι, ἢ τῶν ἀναλωμάτων τῶν νῦν ἀναλουμένων, τίνα τε καὶ πόσα περιαιρεθέντα τὰ ὅλα μηθὲν βλάψει.

Subsection 8

τὰ μὲν οὖν περὶ τὰς οἰκονομίας τε καὶ τὰ μέρη τὰ τούτων εἰρήκαμεν· ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων ἢ τεχνικῶς τι διῴκησαν, ἃ ὑπελαμβάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν. οὐδὲ γὰρ ταύτην τὴν ἱστορίαν ἀχρεῖον ὑπολαμβάνομεν εἶναι. ἔστι γὰρ ὅτε τούτων ἐφαρμόσει τοῖς οἷα ἂν αὐτὸς πραγματεύηται.

Subsection 1

Κύψελος ὁ Κορίνθιος εὐξάμενος τῷ Διί, ἐὰν κύριος γένηται τῆς πόλεως, τὰ ὄντα Κορινθίοις πάντα ἀναθήσειν, ἐκέλευσεν αὐτοὺς ἀπογράψασθαι. ἀπογραψαμένων δὲ τούτων τὸ δέκατον μέρος παρʼ ἑκάστου ἔλαβε, τοῖς δὲ λοιποῖς ἐκέλευσεν ἐργάζεσθαι. περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ τὸ αὐτὸ τοῦτο ἐποίησεν, ὥστε συνέβαινεν ἐν δέκα ἔτεσι κεῖνόν τε ἅπαντα ἔχειν, ἅπερ ἀνιέρωσεν, τούς τε Κορινθίους ἕτερα κεκτῆσθαι.

Subsection 2

Λύγδαμις Νάξιος ἐκβαλὼν φυγάδας, ἐπειδὴ τὰ κτήματα αὐτῶν οὐθεὶς ἠθέλησεν ἀλλʼ ἢ βραχέος ἀγοράζειν, αὐτοῖς τοῖς φυγάσιν ἀπέδοτο. τά τε ἀναθήματα, ὅσα ἦν αὐτῶν ἔν τισιν ἐργαστηρίοις ἡμίεργα ἀνακείμενα, ἐπώλει τοῖς τε φυγάσι καὶ τῶν ἄλλων τῷ βουλομένῳ ὥστʼ ἐπιγραφῆναι τὸ τοῦ πριαμένου ὄνομα.

Subsection 3

Βυζάντιοι δὲ δεηθέντες χρημάτων τὰ τεμένη τὰ δημόσια ἀπέδοντο, τὰ μὲν κάρπιμα χρόνον τινά, τὰ δὲ ἄκαρπα ἀεννάως· τά τε θιασωτικὰ καὶ τὰ πατριωτικὰ ὡσαύτως, καὶ ὅσα ἐν χωρίοις ἰδιωτικοῖς ἦν· ὠνοῦντο γὰρ πολλοῦ ὧν ἦν καὶ τὸ ἄλλο κτῆμα. τοῖς δὲ θιασώταις ἕτερα χωρία, τὰ δημόσια, ὅσα ἦν περὶ τὸ γυμνάσιον ἢ τὴν ἀγορὰν ἢ τὸν λιμένα,τούς τε τόπους τοὺς ἀγοραίους, ἐν οἷς ἐπώλει τίς τι· καὶ τῆς θαλάττης τὴν ἁλιείαν, καὶ τὴν τῶν ἁλῶν ἁλατοπωλίαν, τῶν τʼ ἐργαζομένων θαυματοποιῶν καὶ μάντεων καὶ φαρμακοπωλῶν καὶ τῶν ἄλλων τῶν τοιουτοτρόπων · τὸ τρίτον δὲ μέρος τοῦ ἐργαζομένου ἀποτελεῖν ἔταξαν. τῶν τε νομισμάτων τὴν καταλλαγὴν ἀπέδοντο μιᾷ τραπέζῃ, ἑτέρῳ δὲ οὐκ ἦν οὐθενὶ οὔτε ἀποδόσθαι ἑτέρῳ οὔτε πρίασθαι παρʼ ἑτέρου· εἰ δὲ μή, στέρησις ἦν.

ὄντος δὲ νόμου αὐτοῖς μὴ εἶναι πολίτην ὃς ἂν μὴ ἐξ ἀστῶν ἀμφοτέρων ᾖ, χρημάτων δεηθέντες ἐψηφίσαντο τὸν ἐξ ἑνὸς ὄντα ἀστοῦ καταβαλόντα μνᾶς τριάκοντα εἶναι πολίτην.

ἐν σιτοδείᾳ δὲ γενόμενοι καὶ ἀποροῦντες χρημάτων κατήγαγον τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου· χρόνου δὲ γενομένου, τῶν ἐμπόρων ἀγανακτούντων, ἐτέλουν αὐτοῖς τόκους ἐπιδεκάτους, τοῖς δʼ ὠνουμένοις τι ἔταξαν χωρὶς τῆς τιμῆς διδόναι τὸ ἐπιδέκατον.

μετοίκων δέ τινων ἐπιδεδανεικότων ἐπὶ κτήμασιν, οὐκ οὔσης αὐτοῖς ἐγκτήσεως ἐψηφίσαντο τὸ τρίτον μέρος εἰσφέροντα τοῦ δανείου τὸν βουλόμενον κυρίως ἔχειν τὸ κτῆμα.

Subsection 4

Ἱππίας ὁ Ἀθηναῖος τὰ ὑπερέχοντα τῶν ὑπερῴων εἰς τὰς δημοσίας ὁδοὺς καὶ τοὺς ἀναβαθμοὺς καὶ τὰ προφράγματα καὶ τὰς θύρας τὰς ἀνοιγομένας ἔξω ἐπώλησεν· ὠνοῦντο οὖν ὧν ἦν τὰ κτήματα, καὶ συνελέγη χρήματα οὕτω συχνά.

τό τε νόμισμα τὸ ὂν Ἀθηναίοις ἀδόκιμον ἐποίησε, τάξας δὲ τιμὴν ἐκέλευσε πρὸς αὑτὸν ἀνακομίζειν· συνελθόντων δὲ ἐπὶ τῷ κόψαι ἕτερον χαρακτῆρα, ἐξέδωκε τὸ αὐτὸ ἀργύριον.

ὅσοι τε τριηραρχεῖν ἢ φυλαρχεῖν ἢ χορηγεῖν ἤ τινα εἰς ἑτέραν λειτουργίαν τοιαύτην ἤμελλον δαπανᾶν, τίμημα τάξας μέτριον ἐκέλευσε τὸν βουλόμενον ἀποτίσαντα τοῦτο ἐγγράφεσθαι εἰς τοὺς λελειτουργηκότας.

τῇ τε ἱερείᾳ τῇ τῆς Ἀθηνᾶς τῆς ἐν ἀκροπόλει ὑπὲρ τοῦ ἀποθανόντος φέρειν χοίνικα κριθῶν καὶ πυρῶν ἑτέραν καὶ ὀβολόν, καὶ ὅτῳ ἂν παιδάριον γένηται, τὸ αὐτὸ τοῦτο.

Subsection 5

Ἀθηναῖοι δὲ οἱ ἐν Ποτιδαίᾳ οἰκοῦντες δεόμενοι χρημάτων εἰς τὸν πόλεμον ἀπογράψασθαι ἅπασι συνέταξαν τὰς οὐσίας,μὴ ἁθρόας εἰς τὸν αὑτοῦ δῆμον ἕκαστον, ἀλλὰ κατὰ κτῆμα ἐν ᾧ τόπῳ ἕκαστον εἴη, ἵνα οἱ πένητες δύνωνται ὑποτιμᾶσθαι· ὅτῳ δὲ μὴ ἦν κτῆμα μηθέν, τὸ σῶμα διμναῖον τιμήσασθαι. ἀπὸ τούτων οὖν εἰσέφερον τὸ ἐπιγραφὲν ἕκαστος σῷον τῇ πόλει.

Subsection 6

Σωσίπολις Ἀντισσαῖος δέ, δεηθείσης τῆς πόλεως χρημάτων, εἰθισμένων δὲ αὐτῶν λαμπρῶς ἄγειν Διονύσια, ἐν οἷς ἄλλα τε πολλὰ ἀνήλισκον ἐξ ἐνιαυτοῦ παρασκευάζοντες καὶ ἱερεῖα πολυτελῆ, ὑπογύου δὲ οὔσης ταύτης τῆς ἑορτῆς, ἔπεισεν αὐτοὺς τῷ μὲν Διονύσῳ εὔξασθαι ἐς νέωτα ἀποδώσειν διπλάσια, ταῦτα δὲ συναγαγόντας ἀποδόσθαι. συνελέγη οὖν αὐτοῖς χρήματα οὐκ ὀλίγα πρὸς τὴν χρείαν.

Subsection 7

Λαμψακηνοὶ δὲ προσδοκίμων οὐσῶν τριηρῶν πολλῶν πρὸς αὐτούς, ὄντος μεδίμνου τῶν ἀλφίτων τετραδράχμου, προσέταξαν τοῖς ἀγοραίοις πωλεῖν ἑξάδραχμον, καὶ τοῦ ἐλαίου τὸν χοᾶ ὄντα δραχμῶν τριῶν, τεττάρων καὶ τριωβόλου, τοῦ τε οἴνου καὶ τῶν ἄλλων ὡσαύτως. τὴν μὲν οὖν ἀρχαίαν τιμὴν ἐλάμβανεν ὁ ἰδιώτης, τὸ δὲ πλέον ἡ πόλις, καὶ εὐπόρησε χρημάτων.

Subsection 8

Ἡρακλεῶται πέμποντες ναῦς τετταράκοντα ἐπὶ τοὺς ἐν Βοσπόρῳ τυράννους, οὐκ εὐπορούμενοι χρημάτων παρὰ τῶν ἐμπόρων συνηγόρασαν τόν τε σῖτον πάντα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον καὶ τὴν ἄλλην ἀγοράν χρόνου διισταμένου ἐν ᾧ ἔμελλον ἀποδώσειν τὴν τιμήν. τοῖς δὲ δὴ ἐμπόροις καλῶς εἶχε μὴ κοτυλίζειν, ἀλλʼ ἁθρόα τὰ φορτία πεπρᾶσθαι, ἐκεῖνοί τε διδόντες διʼ ἄλλην οὐ μισθὸν παρῆγον ἀλλὰ τὴν ἀγορὰν ἐν ὁλκάσι, καὶ ἄνδρα ταμίαν ἐπέστησαν ἐφʼ ἑκάστῃ τῶν νεῶν. ἀφικομένων δʼ εἰς τὴν πολεμίαν αὐτῶν ἠγόραζον οἱ στρατιῶται παρὰ τούτων ἅπαντα. πρότερον οὖν συνελέγη ἀργύριον ἤ ἐδίδοσαν οἱ στρατηγοὶ πάλιν τὸν μισθόν, ὥστε συνέβαινε ταὐτὸ τὸ ἀργύριον δίδοσθαι ἕως εἰς οἶκον ἀπῆλθον.

Subsection 9

Λακεδαιμόνιοι Σαμίων δεηθέντων χρήματα αὐτοῖς εἰς τὴν κάθοδον δοῦναι, ἐψηφίσαντο μίαν ἡμέραν καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ τὰ ὑποζύγια νηστεῦσαι, ὅσον δὲ ἐδαπάνα ἕκαστος, τοσοῦτον δοῦναι τοῖς Σαμίοις.

Subsection 10

Χαλκηδόνιοι δέ, ξένων ἐν τῇ πόλει συχνῶν παρʼ αὐτοῖς γινομένων, ὀφείλοντες αὐτοῖς μισθὸν οὐκ ἠδύναντο διαλῦσαι. ἀνήγγειλαν οὖν, εἴ τις τῶν πολιτῶν ἢ μετοίκων σῦλον ἔχει κατὰ πόλεως ἢ ἰδιώτου καὶ βούλεται λαβεῖν, ἀπογράψασθαι. ἀπογραψαμένων δὲ συχνῶν, τὰ πλοῖα τὰ πλέοντα εἰς τὸν Πόντον ἐσύλων μετὰ προφάσεως εὐλόγου. ἔταξαν δὲ χρόνον ἐν ᾧ λόγον ὑπὲρ αὐτῶν ἔφασαν ποιήσασθαι. συλλεγέντων δὲ χρημάτων συχνῶν, τοὺς μὲν στρατιώτας ἀπήλλαξαν, ὑπὲρ δὲ τῶν σύλων διεδικάσαντο. τοῖς δὲ μὴ δικαίως συληθεῖσιν ἡ πόλις ἀπὸ τῶν προσόδων ἀπεδίδου.

Subsection 11

Κυζικηνοὶ δὲ στασιάσαντες πρὸς ἀλλήλους, ἐπικρατήσαντος τοῦ δήμου, τῶν δὲ πλουσίων συνειλημμένων, ὀφείλοντες χρήματα στρατιώταις ἐψηφίσαντο μὴ θανατῶσαι τοὺς συνειλημμένους, ἀλλὰ χρήματα πραξαμένους φυγαδεῦσαι.

Subsection 12

Χῖοι δέ, νόμου ὄντος αὐτοῖς ἀπογράφεσθαι τὰ χρέα εἰς τὸ δημόσιον, δεηθέντες χρημάτων ἐψηφίσαντο τοὺς ὀφείλοντας μὲν ἀποδοῦναι τῇ πόλει τὰ δάνεια, τὴν δὲ πόλιν ἐκ τῶν προσόδων τοὺς τόκους τοῖς δεδανεικόσι καταφέρειν, ἕως ἂν καὶ τὸ ἀρχαῖον εὐπορήσωσιν.

Subsection 13

Μαύσωλος ὁ Καρίας τύραννος, πέμποντος βασιλέως πρὸς αὐτὸν ἐπὶ τῷ τοὺς φόρους δοῦναι, συναγαγὼν τοὺς εὐπορωτάτους ἐν τῇ χώρᾳ ἔλεγεν ὅτι ὁ βασιλεὺς αἰτεῖ τοὺς φόρους, αὐτὸς δὲ οὐκ εὐπορεῖται. κατασκευαστοὶ δʼ ἄνδρες αὐτῷ εὐθέως ἐπηγγέλλοντο ὅσον εἰσοίσει ἕκαστος. τούτων δὲ τοῦτο πραξάντων, οἱ εὐπορώτεροι τὰ μὲν αἰσχυνόμενοι τὰ δὲ φοβούμενοι πολλῷ τούτων πλείω ἐπηγγέλλοντο καὶ εἰσέφερον.

πάλιν δεηθεὶς χρημάτων ἐξεκκλησιάσας τοῖς Μυλασσεῦσιν ἔλεγεν ὅτι μητρόπολις οὖσα ἡ πόλις αὐτοῦ αὕτη ἀτείχιστός ἐστιν, ὁ δὲ βασιλεὺς ἐπʼ αὐτὸν στρατεύει. ἐκέλευσεν οὖν τοὺς Μυλασσεῖς φέρειν ἕκαστον ὅτι πλεῖστα χρήματα, φάσκων αὐτοὺς τοῖς νῦν εἰσενεχθεῖσι καὶ τὰ λοιπὰ σῴζειν. εἰσενεχθέντων δὲ πολλῶν τὰ μὲν χρήματα εἶχε, τὸ δὲ τεῖχος οὐκ ἔφη τὸν θεὸν ἐᾶν ἐν τῷ παρόντι οἰκοδομεῖν.

Subsection 14

Κόνδαλος Μαυσώλου ὕπαρχος, ὁπότε διαπορευομένῳ αὐτῷ διὰ τῆς χώρας προσενέγκοι τις πρόβατονἢ ὗν ἢ μόσχον, ἀπογραψάμενος τὸν δόντα καὶ τὸν χρόνον, ἀπαγαγόντα εἰς οἶκον ἐκέλευε τρέφειν ἕως ἂν ἐπανέλθοι· ὁπότε δὲ δοκοίη χρόνος ἱκανὸς εἶναι, αὐτό τε τὸ τραφὲν καὶ τὴν ἐπικαρπίαν λογισάμενος ἀπῄτει. τῶν τε δένδρων τὰ ὑπερέχοντα ἢ πίπτοντα εἰς τὰς ὁδοὺς τὰς βασιλικὰς ἐπώλει ὡς τὰς ἐπικαρπίας.

τῶν δὲ στρατιωτῶν εἴ τις τελευτήσειε, διαπύλιον ἀπῄτει δραχμὴν τοῦ σώματος· ἅμα τε οὖν ἐντεῦθεν καὶ ἀργύριον ἐλάμβανεν, ἅμα τε οἱ ἡγεμόνες οὐ παρεκρούοντο αὐτόν, πότε τετελεύτηκεν ὁ στρατιώτης.

τούς τε Λυκίους ὁρῶν ἀγαπῶντας τὸ τρίχωμα φορεῖν, ἔφησε γράμματα ἥκειν παρὰ βασιλέως, κόμας ἀποστεῖλαι εἰς προκόμια, προστετάχθαι οὖν αὐτῷ ὑπὸ Μαυσώλου ἀποκεῖραι αὐτούς. ἔφησεν οὖν, εἰ βούλονται ἐπικεφάλαιον τακτὸν αὐτῷ δοῦναι, μεταπέμψασθαι ἐκ τῆς Ἑλλάδος κόμην, οἱ δὲ ἀσμένως ἔδοσαν ὃ ᾔτει, καὶ συνελέγη χρήματα πολλὰ ἀπὸ ὄχλου πολλοῦ.

Subsection 15

Ἀριστοτέλης Ῥόδιος ἄρχων Φωκαίας, ἀπορῶν χρημάτων, ὁρῶν στάσεις οὔσας δύο τῶν Φωκαίων, λόγους ἐποιήσατο πρὸς τὴν ἑτέραν στάσιν ἐν ἀπορρήτοις, φάσκων αὑτῷ διδόναι χρήματα τοὺς ἑτέρους ἐφʼ ᾧ αὐτοῖς τὰ πράγματα ἐγκλῖναι, αὐτὸς δὲ μᾶλλον βούλεσθαι παρὰ τούτων λαβεῖν καὶ τὰ περὶ τὴν πόλιν τούτοις διοικεῖν παραδοῦναι. ἀκούσαντες δὲ ταῦτα εὐθέως τὰ χρήματα οἱ παρόντες πορίσαντες ὅσα ἐκέλευσεν ἔδωκαν. ὁ δὲ τοῖς ἑτέροις πάλιν ἔδειξεν ἃ εἰληφὼς εἴη παρὰ τῶν ἑτέρων· οἱ δὲ καὶ αὐτοὶ ἔφασαν οὐκ ἐλάττω δώσειν. λαβὼν δὲ παρʼ ἀμφοτέρων κατήλλαξεν αὐτοὺς πρὸς ἀλλήλους.

τοῖς τε πολίταις κατιδὼν οὔσας δίκας πολλὰς, καὶ μεγάλας ἐκ πολλοῦ χρόνου ἀδικίας τουτοῖς διὰ πολέμου, δικαστήριον καθίσας προεῖπεν, ὅσοι ἂν μὴ δικάσωνται χρόνῷ ὃν ἐθηκε, μηκέτι εἶναι ὑπὲρ τῶν προτέρων ἐγκλημάτων κρίσεις. τότε δὴ παραβόλιον πολλῶν δικῶν καὶ τὰς ἐκκλήτους μετʼ ἐπιτιμίων ἐφʼ αὑτὸν ποιούμενος καὶ παρʼ ἑκατέρων ἀργύριον διʼ ἑτέρων λαμβάνων, συνήγαγεν οὐκ ὀλίγα χρήματα.

Subsection 16

Κλαζομένιοι δʼ ἐν σιτοδείᾳ ὄντες χρημάτων τε ἀποροῦντες ἐψηφίσαντο, παρʼ οἷς ἔλαιόν ἐστι τῶν ἰδιωτῶν, δανεῖσαι τῇ πόλει ἐπὶ τόκῳ· γίνεται δὲ πολὺς οὗτος ὁ καρπὸς ἐν τῇ χώρᾳ αὐτῶν.δανεισάντων δὲ μισθωσάμενοι πλοῖα ἀπέστειλαν εἰς τὰ ἐμπόρια, ὅθεν αὐτοῖς ἧκε σῖτος, ὑποθήκης γενομένης τῆς τοῦ ἐλαίου τιμῆς.

ὀφείλοντές στρατιώταις μισθὸν εἴκοσι τάλαντα καὶ οὐ δοῦναι δυνάμενοι τόκον ἔφερον τοῖς ἡγεμόσι τέτταρα τάλαντα τοῦ ἐνιαυτοῦ· ἐπεὶ δὲ τοῦ μὲν ἀρχαίου ἀπέκοπτον οὐθέν, ἀεὶ δὲ μάτην ἐδαπάνων, νόμισμα ἔκοψαν σιδηροῦν εἰς ἀργυρίου λόγον εἴκοσι ταλάντων, εἶτα διδόντες τοῖς εὐπορωτάτοις ἐν τῇ πόλει κατὰ λόγον ἑκάστῳ ἀργύριον παρʼ ἐκείνων ἔλαβον ἴσον. οἵ τε οὖν ἰδιῶται εἶχον εἰς τὰς καθʼ ἡμέραν χρείας ἀναλίσκειν καὶ ἡ πόλις τοῦ χρέους ἀπηλλάγη. δεύτερον δὲ ἐκ τῶν προσόδων ἐκείνοις τόν τε τόκον κατέφερον καὶ ἀεὶ διαιροῦντες ἑκάστῳ πρὸς μέρος διεδίδοσαν, τοὺς δὲ σιδηροῦς ἐκομίζοντο.

Subsection 17

Σηλυβριανοὶ δὲ δεηθέντες χρημάτων, νόμου ὄντος αὐτοῖς σίτου μὴ ἐξάγειν ἐν λιμῷ γενομένοις, ἐκείνοις δὲ ὑπάρχοντος σίτου παλαιοῦ, ἐψηφίσαντο τῇ πόλει παραδοῦναι τοὺς ἰδιώτας τὸν σῖτον τῆς τεταγμένης τιμῆς, ὑπολειπόμενον ἕκαστον ἐνιαυτοῦ τροφήν· εἶτα ἐξαγωγὴν ἔδωκαν τῷ βουλομένῳ, τάξαντες τιμὴν ἣν ἐδόκει καλῶς ἔχειν αὐτοῖς.

Subsection 18

Ἀβυδηνοὶ δέ, διὰ στασιασμὸν τῆς χώρας ἀργοῦ γενομένης, καὶ τῶν μετοίκων οὐ προϊεμένων αὐτοῖς οὐδὲν διὰ τὸ καὶ ἔτι ὀφείλειν, ἐψηφίσαντο τὸν βουλόμενον τοῖς γεωργοῖς δανείζειν, ὡς ἐργάσωνται, ὡς πρώτοις αὐτοῖς ἐσομένης τῆς κομιδῆς ἐκ τοῦ καρποῦ, τοῖς δὲ ἄλλοις ἐκ τῶν λειπομένων.

Subsection 19

Ἐφέσιοι δεηθέντες χρημάτων νόμον ἔθεντο μὴ φορεῖν χρυσὸν τὰς γυναῖκας, ὅσον δὲ νῦν ἔχουσι δανεῖσαι τῇ πόλει.

τῶν τε κιόνων τισὶ τῶν ἐν τῷ νεῷ τάξαντες ἀργύριον ὃ δεῖ καταβαλεῖν εἴων ἐπιγράφεσθαι τὸ ὄνομα τοῦ δόντος τὸ ἀργύριον ὡς ἀνατεθεικότος.

Subsection 20

Διονύσιος Συρακούσιος βουλόμενος χρήματα συναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν. αὐτὸς μὲν οὖν τῶν παρʼ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι.ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ διʼ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.

τριηρεῖς τε ναυπηγεῖσθαι μέλλων ᾔδει ὅτι δεήσοιτο χρημάτων. ἐκκλησίαν οὖν συναγαγὼν ἔφη πόλιν αὑτῷ τινα προδίδοσθαι, εἰς ἣν δεῖσθαι χρημάτων, ἠξίου τε αὑτῷ τοὺς πολίτας εἰσενέγκαι δύο στατῆρας ἕκαστον· οἳ δʼ εἰσήνεγκαν. διαλιπὼν δὲ δύο ἢ τρεῖς ἡμέρας, ὡς διημαρτηκὼς τῆς πράξεως, ἐπαινέσας αὐτοὺς ἀπέδωκεν ἑκάστῳ ὃ εἰσήνεγκαν. ποιήσας δὲ τοῦτο ἀνεκτήσατο τοὺς πολίτας. εἶτα πάλιν οἰόμενοι ἀπολήψεσθαι εἰσήνεγκαν· ὃ δὲ λαβὼν εἶχεν εἰς τὴν ναυπηγίαν.

οὐκ εὐπορῶν δὲ ἀργυρίου νόμισμα ἔκοψε καττιτέρου, καὶ συναγαγὼν ἐκκλησίαν πολλὰ τοῦ κεκομμένου νομίσματος ὑπερεῖπεν· οἳ δὲ ἐψηφίσαντο καὶ μὴ βουλόμενοι ἕκαστος ὃ ἂν εἵλετο ἔχειν ὡς ἀργυροῦν ἀλλὰ μὴ καττιτέρινον.

πάλιν τε δεηθεὶς χρημάτων ἠξίου τοὺς πολίτας εἰσενεγκεῖν αὑτῷ· οἳ δʼ οὐκ ἔφασαν ἔχειν. ἐξενέγκας οὖν τὰ σκεύη τὰ παρʼ αὑτοῦ ἐπώλει, ὡς δὴ διʼ ἀπορίαν τοῦτο ποιῶν· ἀγοραζόντων δὲ Συρακουσίων ἀπεγράφετο τί ἕκαστος ἀγοράσειεν· ἐπεὶ δὲ τὴν τιμὴν κατέβαλον, ἐκέλευσε τὸ σκεῦος ἀναφέρειν ἕκαστον ὃ ἠγόρασεν.

τῶν τε πολιτῶν διὰ τὰς εἰσφορὰς οὐ τρεφόντων βοσκήματα, εἶπεν ὅτι ἱκανὰ ἦν αὑτῷ πρὸς τοσοῦτον· τοὺς οὖν νῦν τι κτησαμένους ἀτελεῖς ἔσεσθαι. πολλῶν δὲ ταχὺ κτησαμένων πολλὰ βοσκήματα, ὡς ἀτελῆ ἑξόντων, ἐπεὶ καιρὸν ᾤετο εἶναι, τιμήσασθαι κελεύσας ἐπέβαλε τέλος. οἱ οὖν πολῖται ἀγανακτήσαντες ἐπὶ τῷ ἐξηπατῆσθαι, σφάζοντες ἐπώλουν. ὡς δὲ πρὸς τοῦτο ἔταξε σφάζεσθαι ὅσα δεῖ τῆς ἡμέρας, οἱ δὲ πάλιν ἱερόθυτα ἐποίουν· ὁ δὲ ἀπεῖπε θῆλυ μὴ θύειν.

πάλιν τε δεηθεὶς χρημάτων ἐκέλευσεν ἀπογράψασθαι χρημάτων πρὸς αὑτὸν ὅσοι οἶκοί εἰσιν ὀρφανικοί. ἀπογραψαμένων δὲ ἄλλων τὰ τούτων χρήματα ἀπεχρᾶτο, ἕως ἕκαστος εἰς ἡλικίαν ἔλθοι.

Ῥήγιόν τε καταλαβών, ἐκκλησίαν συναγαγὼν εἶπε διότι δικαίως μὲν ἂν ἐξανδραποδισθεῖεν ὑπʼ αὐτοῦ,νῦν μέντοι τὰ εἰς τὸν πόλεμον ἀνηλωμένα χρήματα κομισάμενος καὶ ὑπὲρ ἑκάστου σώματος τρεῖς μνᾶς ἀφήσειν αὐτούς. οἱ δὲ Ῥηγῖνοι ὅσα ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένα ἐμφανῆ ἐποίουν καὶ οἱ ἄποροι παρὰ τῶν εὐπορωτέρων καὶ παρὰ τῶν ξένων δανειζόμενοι ἐπόρισαν ἃ ἐκέλευσε χρήματα. λαβὼν δὲ ταῦτα παρʼ αὐτῶν τά τε σώματα πάντα οὐδὲν ἧττον ἀπέδοτο τά τε σκεύη, ἃ τότε ἦν ἀποκεκρυμμένα, ἐμφανῆ ἅπαντα ἔλαβε.

δανεισάμενός τε παρὰ τῶν πολιτῶν χρήματα ἐπʼ ἀποδόσει, ὡς ἀπῄτουν αὐτόν, ἐκέλευσεν ἀναφέρειν ὅσον ἔχει τις ἀργύριον πρὸς αὐτόν· εἰ δὲ μή, θάνατον ἔταξε τὸ ἐπιτίμιον. ἀνενεχθέντος δὲ τοῦ ἀργυρίου, ἐπικόψας χαρακτῆρα ἐξέδωκε τὴν δραχμὴν δύο δυναμένην δραχμὰς καὶ τό τε ὀφειλόμενον πρότερον ἀνήνεγκαν πρὸς αὐτόν.

εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατόν, ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον. εἰδὼς δὲ ὅτι καὶ οἱ ναῦται πολλὰ ἔχουσι, κήρυγμα ἐποιήσατο τὰ ἡμίσεα ὧν ἔχει ἕκαστος ἀναφέρειν πρὸς αὑτόν, τὰ δʼ ἡμίσεα ἔχειν τὸν λαβόντα· τῷ δὲ μὴ ἀνενέγκαντι θάνατον ἔταξε τὸ ἐπιτίμιον. ὑπολαβόντες δὲ οἱ ναῦται ἀνενεγκόντες τὰ ἡμίσεα τὰ κατάλοιπα ἔχειν, ἀδεῶς ἀνήνεγκαν· ὃ δʼ ἐπείπερ ἐκεῖνα ἔλαβεν, ἐκέλευσε πάλιν τὰ ἡμίσεα ἀναφέρειν.

Subsection 21

Μενδαῖοι δὲ τὰ μὲν ἀπὸ λιμένων καὶ τῶν ἄλλων τελῶν αὐτοῖς προσπορευόμενα ἐχρῶντο εἰς διοίκησιν τῆς πόλεως, τὰ δὲ ἀπὸ τῆς γῆς καὶ οἰκιῶν τέλη οὐκ ἔπραττον, ἀλλʼ ἀνέγραφον τοὺς ἔχοντας· ὁπότε δὲ δεηθεῖεν χρημάτων, ἀπεδίδοσαν οι ὀφείλοντες· ἐκέρδαινον οὖν τὸν παρεληλυθότα χρόνον ἀτόκοις τοῖς χρήμασιν ἀποκεχρημένοι.

πολεμοῦντες τὲ πρὸς Ὀλυνθίους καὶ δεόμενοι χρημάτων, ὄντων αὐτοῖς ἀνδραπόδων, ἐψηφίσαντο καταλειπομένων ἑνὶ ἑκάστῳ θήλεος καὶ ἄρρενος τὰ ἄλλα ἀποδόσθαι τῇ πόλει, ὡς ἐκδανεῖσαι τοὺς ἰδιώτας χρήματα.

Subsection 22

Καλλίστρατος ἐν Μακεδονίᾳ πωλουμένου τοῦ ἐλλιμενίου ὡς ἐπὶ τὸ πολὺ εἴκοσι ταλάντων, ἐποίησεν εὑρεῖν τὸ διπλάσιον· κατιδὼν γὰρ ὠνουμένους τοὺς εὐπορωτέρους ἀεὶ διὰ τὸ δεῖν ταλαντιαίους καθιστάναι τοὺς ἐγγύους τῶν εἴκοσι ταλάντων,προεκήρυξεν ὠνεῖσθαι τὸν βουλόμενον καὶ τοὺς ἐγγύους καθιστάναι τοῦ τρίτου μέρους καὶ καθʼ ὁπόσον ἕκαστος δύνηται πείθειν.

Subsection 23

Τιμόθεος Ἀθηναῖος πολεμῶν πρὸς Ὀλυνθίους καὶ ἀπορούμενος ἀργυρίου, κόψας χαλκὸν διεδίδου τοῖς στρατιώταις. ἀγανακτούντων δὲ τῶν στρατιωτῶν ἔφη αὐτοῖς τοὺς ἐμπόρους τε καὶ ἀγοραίους ἅπαντα ὡσαύτως πωλήσειν. τοῖς δʼ ἐμπόροις προεῖπεν, ὃν ἄν τις λάβῃ χαλκόν, τούτου πάλιν ἀγοράζειν τά τʼ ἐκ τῆς χώρας ὤνια καὶ τὰ ἐκ τῶν λειῶν ἀγόμενα· ὃς δʼ ἂν περιλειφθῇ αὐτοῖς χαλκός, πρὸς αὐτὸν ἀναφέροντας ἀργύριον λαμβάνειν.

περὶ Κέρκυραν δὲ πολεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούντων τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπεναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι· οἱ δὲ ὑπολαβόντες οὐκ ἄν ποτε προέσθαι τοσαῦτα χρήματα τὸν Τιμόθεον αὐτοῖς, εἰ μὴ τῇ ἀληθείᾳ προσδόκιμα ἦν τὰ χρήματα πρὸς αὐτόν, ἡσυχίαν εἶχον ὑπὲρ τῶν μισθῶν ἕως ἐκεῖνος διῳκήσατο ἃ ἐβούλετο.

Σάμον δὲ πολιορκῶν τοὺς καρποὺς καὶ τὰ ἐπὶ τῶν ἀγρῶν ἀπεδίδοτο αὐτοῖς τοῖς Σαμίοις, ὥστε εὐπόρησε χρημάτων εἰς μισθοὺς τοῖς στρατιώταις. τῶν τε ἐπιτηδείων ἐπεὶ σπάνις ἦν ἐν τῷ στρατοπέδῳ διὰ τοὺς ἀφικνουμένους, ἀπηγόρευσε μὴ πωλεῖν σῖτον ἀληλεσμένον μηδὲ μέτρον ἔλασσον ἢ μέδιμνον, μηδὲ τῶν ὑγρῶν μηθὲν ἔλαττον ἢ μετρητήν. οἱ μὲν οὖν ταξίαρχοί τε καὶ λοχαγοὶ ἀγοράζοντες ἀθρόα διεδίδοσαν τοῖς στρατιώταις, οἱ δὲ εἰσαφικνούμενοι ἦγον αὑτοῖς τὰ ἐπιτήδεια· ὁπότε δὲ ἀπαλλάττοιντο, εἴ τι περίλοιπον εἴη αὐτοῖς, ἐπώλουν. ὥστε συνέβαινεν εὐπορεῖσθαι τοὺς στρατιώτας τῶν ἐπιτηδείων.

Subsection 24

Διδάλης Πέρσης ἔχων στρατιώτας τὰ μὲν καθʼ ἡμέραν πορίζειν ἐδύνατο ἐκ τῆς πολεμίας αὐτοῖς, νόμισμα δὲ οὐκ ἔχων διδόναι, ἀπαιτούμενος δέ, χρόνου γενομένου οὗ ὤφειλε, τεχνάζει τοιόνδε.ἐκκλησίαν συναγαγὼν ἔφη οὐκ ἀπορεῖσθαι χρημάτων, ἀλλʼ εἶναι αὑτῷ ἐν χωρίῳ τινί, λέγων ἐν ᾧ εἴη. καὶ ἀναζεύξας ἐβάδιζεν ἐπʼ αὐτό· εἶτα, ὡς ἐγγὺς τοῦ χωρίου ἐγένετο, προελθὼν εἰς αὐτὸ ἔλαβεν ἐκ τῶν ἐνόντων ἱερῶν ὅσος ἐνῆν κοῖλος ἄργυρος· εἶτʼ ἐπισκευάσας τὰς ἡμιόνους ὡς ἀγούσας ἀργύριον παραφαινούσας τε ταῦτα ἐβάδιζεν. ἰδόντες δὲ οἱ στρατιῶται καὶ νομίσαντες ἅπαντα εἶναι ἄργυρον τὰ ἀγόμενα, ἐθάρρησαν ὡς κομιούμενοι τὸν μισθόν. ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἐλθόντας ἐπισημήνασθαι· ἦν δʼ εἰς τὴν Ἀμισὸν ὁδὸς πολλῶν τε ἡμερῶν καὶ χειμέριος· τὸν δὴ χρόνον τοῦτον ἀπεχρᾶτο τῷ στρατοπέδῳ τὰ ἐπιτήδεια μόνον διδούς.

τούς τε τεχνίτας τοὺς ἐν τῷ στρατοπέδῳ αὐτὸς εἶχε καὶ τοὺς καπήλους τοὺς μεταβαλλομένους τι· ἄλλῳ δὲ οὐκ ἦν οὐθενὶ οὐθὲν τούτων ποιεῖν.

Subsection 25

Χαβρίας Ἀθηναῖος Ταῲ τῷ Αἰγυπτίων βασιλεῖ ἐκστρατεύοντι καὶ δεομένῳ χρημάτων συνεβούλευε τῶν τε ἱερῶν τινα καὶ τῶν ἱερέων τὸ πλῆθος φάναι πρὸς τοὺς ἱερεῖς δεῖν παραλυθῆναι διὰ τὴν δαπάνην. ἀκούσαντες δὲ οἱ ἱερεῖς καὶ τὸ ἱερὸν παρʼ αὑτοῖς ἕκαστοι βουλόμενοι εἶναι, καὶ ἴδια αὐτοῖς οἱ ἱερεῖς ἐδίδοσαν χρήματα. ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι, ἕως ὁ πόλεμος ὁ πρὸς βασιλέα διαλυθῇ.

ἀπʼ οἰκίας δὲ ἑκάστης κελεῦσαι ἅπαντας εἰσενέγκαι τάξαντα ὃ δεῖ, καὶ ἀπὸ τοῦ σώματος ὡσαύτως· τοῦ σίτου τε πωλουμένου χωρὶς τῆς τιμῆς διδόναι τὸν πωλοῦντα καὶ ὠνούμενον ἀπὸ τῆς ἀρτάβης τὸν ὀβολόν· ἀπό τῶν πλοίων τε καὶ ἐργαστηρίων καὶ τῶν ἄλλην τινὰ ἐργασίαν εχόντων τῆς ἐργασίας μέρος τὸ δέκατον κελεῦσαι ἀποτελεῖν.

ἐκστρατεύειν δʼ αὐτῷ μέλλοντι ἐκ τῆς χώρας, εἴ τίς τι ἔχει ἄσημον ἀργύριον ἢ χρυσίον, κελεῦσαι ἐνέγκαι πρὸς αὑτόν· ἐνεγκάντων δὲ τῶν πλείστων, ἐκέλευσε τούτῳ μὲν ἐκεῖνον χρῆσθαι, τοὺς δὲ δανείσαντας συστῆσαι τοῖς νομάρχαις, ὥστʼ ἐκ τῶν φόρων αὐτοῖς ἀποδοῦναι.

Subsection 26

Ἰφικράτης Ἀθηναῖος, Κότυος συναγαγόντος στρατιώτας, ἐπόρισεν αὐτῷ χρήματα τρόπον τοιοῦτον.ἐκέλευσε τῶν ἀνθρώπων ὧν ἦρχε προστάξαι κατασπεῖραι αὐτῷ γῆν τριῶν μεδίμνων· τούτου δὲ πραχθέντος συνελέγη σίτου πολὺ πλῆθος. καταγαγὼν οὖν ἐπὶ τὰ ἐμπόρια ἀπέδοτο, καὶ εὐπόρησε χρημάτων.

Subsection 27

Κότυς Θρᾷξ παρὰ Περινθίων ἐδανείζετο χρήματα εἰς τοὺς στρατιώτας συναγαγεῖν· οἱ δὲ Περίνθιοι οὐκ ἐδίδοσαν αὐτῷ. ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι. οἱ δὲ τοῦτο ταχέως ἐποίησαν, οἰόμενοι τῶν χωρίων κύριοι ἔσεσθαι. ὁ δὲ Κότυς τοὺς ἀποσταλέντας εἰς φυλακὴν ποιήσας τὰ χρήματα αὐτοὺς ἐκέλευσεν ἀποστείλαντας, ἃ ἐδανείζετο παρʼ αὐτῶν, κομίσασθαι.

Subsection 28

Μέντωρ Ῥόδιος Ἑρμείαν συλλαβὼν καὶ τὰ χωρία αὐτοῦ κατασχὼν τοὺς ἐπιμελητὰς εἴασε κατὰ χώραν τοὺς ὑπὸ τοῦ Ἑρμείου καθεστηκότας. ἐπεὶ δὲ ἐθάρρησάν τε ἅπαντες καί, εἴ τί ποτʼ ἦν αὐτοῖς ἀποκεκρυμμένον ἢ ὑπεκκείμενον, μεθʼ αὑτῶν εἶχον, συλλαβὼν αὐτοὺς πάντα παρείλετο ἃ εἶχον.

Subsection 29

Μέμνων Ῥόδιος κυριεύσας Λαμψάκου δεηθεὶς χρημάτων ἐπέγραψε τοῖς πλουσιωτάτοις αὐτῶν πλῆθός τι ἀργυρίου, τούτοις δὲ τὴν κομιδὴν ἔσεσθαι παρὰ τῶν ἄλλων πολιτῶν ἔφησεν· ἐπεὶ δὲ οἱ ἄλλοι πολῖται εἰσήνεγκαν, ἐκέλευσε καὶ ταῦτα αὑτῷ δανεῖσαι ἐν χρόνῳ διειπάμενος ἐν ᾧ πάλιν αὐτοῖς ἀποδώσει.

πάλιν τε δεηθεὶς χρημάτων ἠξίωσεν αὐτοὺς εἰσενέγκαι, κομίσασθαι δὲ ἐκ τῶν προσόδων· οἳ δʼ εἰσήνεγκαν ὡς διὰ ταχέων αὐτοῖς ἐσομένης τῆς κομιδῆς· ἐπεὶ δὲ καὶ αἱ καταβολαὶ τῶν προσόδων παρῆσαν, ἔφησεν ἐπʼ αὐτῷ χρείαν εἶναι καὶ τούτων, ἐκείνοις δὲ ὕστερον ἀποδώσειν σὺν τόκῳ.

τῶν τε στρατευομένων παρʼ αὐτῷ παρῃρεῖτο τὰς σιταρχίας καὶ τοὺς μισθοὺς ἓξ ἡμερῶν τὸν ἐνιαυτόν, φάσκων ταύταις ταῖς ἡμέραις οὔτε φυλακὴν αὐτοῖς οὐδεμίαν οὔτε πορείαν οὔτε δαπάνην ποιεῖσθαι, τὰς ἐξαιρεσίμους λέγων.

τόν τε πρὸ τοῦ χρόνον διδοὺς τοῖς στρατιώταις τῇ δευτέρᾳ τῆς νουμηνίας τὴν σιταρχίαν, τῷ μὲν πρώτῳ μηνὶ παρέβη τρεῖς ἡμέρας, τῷ δʼ ἐχομένῳ πέντε. τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.

Subsection 30

Χαρίδημος Ὠρείτης ἔχων τῆς Αἰολίδος τινὰ χωρία, ἐπιστρατεύοντος ἐπʼ αὐτὸν Ἀρταβάζου χρημάτων ἐδεῖτο εἰς τοὺς στρατιώτας. τὸ μὲν οὖν πρῶτον εἰσέφερον αὐτῷ, εἶτα οὐκέτι ἔφασαν ἔχειν· ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν καὶ εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν· ἅμα δὲ καὶ αὐτὸς τοῦτο ποιῶν φανερὸς ἦν. πεισθέντων δὲ τῶν ἀνθρώπων, προαγαγὼν αὐτοὺς τῆς πόλεως μικρὸν καὶ ἐρευνήσας ἃ εἶχον, ἔλαβεν ὅσων ἐδεῖτο, ἐκείνους δὲ πάλιν εἰς τὸ χωρίον ἀπῆγεν.

κήρυγμά τε ποιησάμενος ἐν ταῖς πόλεσιν, ὧν ἦρχε, μηδένα μηδὲν ὅπλον κεκτῆσθαι ἐν τῇ οἰκίᾳ, εἰ δὲ μή, ἀποτείσειν ἀργύριον ὃ ἐπεκήρυξεν, ἠμέλει καὶ οὐδεμίαν ἐπιστροφὴν ἐποιεῖτο. τῶν δὲ ἀνθρώπων οἰομένων τὸ κήρυγμα μάτην αὐτὸν πεποιῆσθαι, εἶχον ἃ ἔτυχον ἕκαστοι κεκτημένοι κατὰ χώραν. ὁ δʼ ἔρευναν ἐξαίφνης ποιησάμενος τῶν οἰκιῶν, παρʼ οἷς εὗρεν ὅπλον τι, ἐπράττετο τὸ ἐπιτίμιον.

Subsection 31

Φιλόξενός τις Μακεδὼν Καρίας σατραπεύων δεηθεὶς χρημάτων Διονύσια ἔφασκε μέλλειν ἄγειν, καὶ χοραγοὺς προέγραψε τῶν Καρῶν τοὺς εὐπορωτάτους καὶ προσέταττεν αὐτοῖς ἃ δεῖ παρασκευάζειν. ὁρῶν δʼ αὐτοὺς δυσχεραίνοντας, ὑποπέμπων τινὰς ἠρώτα, τί βούλονται δόντες ἀπαλλαγῆναι τῆς λειτουργίας. οἱ δὲ πολλῷ πλέον ἢ ὅσον ᾤοντο ἀναλώσειν ἔφασαν δώσειν τοῦ μὴ ὀχλεῖσθαι καὶ ἀπὸ τῶν ἰδίων ἀπεῖναι. ὁ δὲ παρὰ τούτων λαβὼν ὃ ἐδίδοσαν ἑτέρους κατέγραψεν, ἕως ἔλαβε παρὰ τούτων ἃ ἐβούλετο καὶ προσῆν παρʼ ἑκάστοις.

Subsection 32

Εὐαίσης Σύρος Αἰγύπτου σατραπεύων, ἀφίστασθαι μελλόντων τῶν νομαρχῶν ἀπʼ αὐτοῦ αἰσθόμενος, καλέσας αὐτοὺς εἰς τὰ βασίλεια ἐκρέμα ἅπαντας· πρὸς δὲ τοὺς οἰκείους ἐκέλευσε λέγειν ὅτι ἐν φυλακῇ εἰσιν. ἕκαστος οὖν τῶν οἰκείων ἔπραττον ὑπὲρ ἑκάστου, καὶ χρημάτων ἐξεωνοῦντο τοὺς συνειλημμένους. ὁ δὲ διομολογησάμενος ὑπὲρ ἑκάστου καὶ λαβὼν τὰ ὁμολογηθέντα ἀπέδωκεν ἑκάστοις τὸν νεκρόν.

Subsection 33

Κλεομένης Ἀλεξανδρεὺς Αἰγύπτου σατραπεύων, λιμοῦ γενομένου ἐν μὲν τοῖς ἄλλοις τόποις σφόδρα, ἐν Αἰγύπτῳ δὲ μετρίως,…

διαπ…

The complete text is available when the reading interface loads.