The Greek Library Author

Anonymous

Fragmenta varia

Authority group
Aristotle (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta varia, ed. V. Rose, Aristotelis qui ferebantur librorum fragmenta, Leipzig: Teubner, 1886 (repr. Stuttgart: Teubner, 1967): 23–425.
CTS identifier
urn:cts:greekLit:tlg0086.tlg051.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1

3

Πυθίου φράζοντι εἶναι παράγγελμα, χρησθῆναι δὲ Χίλωνι

τὸ ἄριστον ἀνθρώποις μαθεῖν πυνθανομένῳ· εἴτε καὶ πρὸ

Χίλωνος ἦν ἔτι ἀνάγραπτον ἐν τῷ ἱδρυθέντι νεῷ μετὰ τὸν

πτέρινόν τε καὶ χαλκοῦν, καθάπερ <Ἀριστοτέλης> ἐν τοῖς

περὶ φιλοσοφίας εἴρηκε.

Clem. Alex. strom. 1, 14, 60 p. 129 Sylb.: τὸ μὲν οὖν

γνῶθι σαυτὸν οἱ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ

ἐν τῷ περὶ θεῶν Θαλοῦ, <Ἀριστοτέλης> δὲ τῆς Πυθίας.

4

Clem. Alex. strom. 1, 14, 61 p. 129: πάλιν αὖ Χίλωνι

τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν· Στράτων

δὲ ... Δίδυμος δὲ ... τὸ δ' ἐγγύα πάρα δ' ἄτα Κλεομένης

μὲν ἐν τῷ περὶ Ἡσιόδου ... οἱ δὲ περὶ <Ἀριστοτέλην>

Χίλωνος αὐτὸ νομίζουσι, Δίδυμος δὲ Θαλοῦ φησὶν εἶναι

τὴν παραίνεσιν.

5

Etymolog. M. p. 722, 16 Sylb. s. σοφιστής: κυρίως

ὁ σοφιζόμενος· ὁ δὲ <Ἀριστοτέλης> σοφιστὰς λέγει τοὺς

ἑπτὰ σοφούς.

6

Diog. L. 1, 8: <Ἀριστοτέλης δ' ἐν πρώτῳ περὶ φιλο-

σοφίας> καὶ πρεσβυτέρους εἶναι (τοὺς μάγους) τῶν Αἰγυπτίων·

καὶ δύο κατ' αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν

δαίμονα, καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῷ

δὲ Ἅιδης καὶ Ἀρειμάνιος.

7

Io. Philopon. ad Ar. de anima (1, 5. 1410b 28 ἐν

τοῖς Ὀρφικοῖς καλουμένοις ἔπεσι) f. F 3a sup.: λεγομένοις

εἶπεν ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ <αὐτὸς>

ἐν τοῖς περὶ φιλοσοφίας λέγει· αὐτοῦ μὲν γάρ εἰσι τὰ

δόγματα, ταῦτα δέ φησιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι.

Cic. de nat. deor. 1, 38: Orpheum poetam docet <Ari-

stoteles> numquam fuisse et hoc Orphicum carmen Pytha-

gorei ferunt cuiusdam fuisse Cercopis.

8

Proclus (ἐν τῷ λόγῳ ὃν ἐπέγραψεν ἐπίσκεψις τῶν πρὸς

τὸν Πλάτωνος Τίμαιον ὑπ' Ἀρ. ἀντειρημένων) apud Ioann.

gramm. de mundi aetern. 2, 2 Ven. 1535 f. B 2: „καὶ

κινδυνεύει μηδὲν οὕτως ὁ ἀνὴρ ἐκεῖνος (ὁ <Ἀριστοτέλης>)

ἀποποιήσασθαι τῶν Πλάτωνος ὡς τὴν τῶν ἰδεῶν ὑπόθεσιν,

οὐ μόνον ἐν λογικοῖς ... ἀλλὰ καὶ ἐν ἠθικοῖς ... καὶ ἐν

φυσικοῖς ... καὶ ἐν τῇ μετὰ τὰ φυσικὰ πολλῷ πλέον ...

καὶ ἐν <τοῖς διαλόγοις> σαφέστατα κεκραγὼς μὴ δύνασθαι

τῷ δόγματι τούτῳ συμπαθεῖν <κἄν τις αὐτὸν οἴηται διὰ

φιλονεικίαν ἀντιλέγειν>.“

Plutarchus adv. Colot. 14: τάς γε μὴν ἰδέας περὶ ὧν

ἐγκαλεῖ τῷ Πλάτωνι πανταχοῦ κινῶν ὁ <Ἀριστοτέλης> καὶ

πᾶσαν ἐπάγων ἀπορίαν αὐταῖς ἐν τοῖς ἠθικοῖς ὑπομνήμασιν,

ἐν τοῖς 〈μετὰ τὰ φυσικά, ἐν τοῖς〉 φυσικοῖς, διὰ τῶν ἐξωτε-

ρικῶν διαλόγων, <φιλονεικότερον ἐνίοις ἔδοξεν> ἢ φιλο-

σοφώτερον ἔχειν τῷ δόγματι τούτῳ, ὡς προθέμενος τὴν Πλά-

τωνος ὑπεριδεῖν φιλοσοφίαν· οὕτω μακρὰν ἦν τοῦ ἀκολουθεῖν.

9

Syrian. in Ar. metaph. (12, 9) p. 922, 6 Usener: ἐπεὶ

ὅτι καὶ <αὐτὸς> (Ar.) ὁμολογεῖ μηδὲν εἰρηκέναι πρὸς τὰς

ἐκείνων (Platonicorum ante Xenocratem) ὑποθέσεις μηδ'

ὅλως παρακολουθεῖν τοῖς εἰδητικοῖς ἀριθμοῖς, εἴπερ ἕτεροι τῶν

μαθηματικῶν εἶεν, μαρτυρεῖ τὰ <ἐν τῷ β̅ τῶν περὶ τῆς

φιλοσοφίας> ἔχοντα τοῦτον τὸν τρόπον ”ὥστε εἰ ἄλλος

ἀριθμὸς αἱ ἰδέαι, μὴ μαθηματικὸς δέ, οὐδεμίαν περὶ αὐτοῦ

σύνεσιν ἔχοιμεν ἄν. τίς γὰρ τῶν γε πλείστων ἡμῶν συνίησιν

ἄλλον ἀριθμόν;” ὥστε καὶ νῦν ὡς πρὸς τοὺς πολλοὺς τοὺς οὐκ

εἰδότας ἄλλον ἢ τὸν μοναδικὸν ἀριθμὸν πεποίηται τοὺς ἐλέγχους,

τῆς δὲ τῶν θείων ἀνδρῶν διανοίας οὐδὲ τὴν ἀρχὴν ἐφήψατο.

10

Sextus Empir. adv. dogm. 3, 20—22 (p. 395 Bekk.):

<Ἀριστοτέλης> δὲ ἀπὸ δυοῖν ἀρχῶν ἔννοιαν θεῶν ἔλεγε

γεγονέναι ἐν τοῖς ἀνθρώποις, ἀπό τε τῶν περὶ ψυχὴν

συμβαινόντων καὶ ἀπὸ τῶν μετεώρων. ἀλλ' ἀπὸ μὲν τῶν

περὶ τὴν ψυχὴν συμβαινόντων διὰ τοὺς ἐν τοῖς ὕπνοις γι-

νομένους ταύτης ἐνθουσιασμοὺς καὶ τὰς μαντείας. ὅταν γάρ,

φησιν, ἐν τῷ ὑπνοῦν καθ' ἑαυτὴν γένηται ἡ ψυχή, τότε

τὴν ἴδιον ἀπολαβοῦσα φύσιν προμαντεύεταί τε καὶ προαγο-

ρεύει τὰ μέλλοντα. τοιαύτη δέ ἐστι καὶ ἐν τῷ κατὰ τὸν

θάνατον χωρίζεσθαι τῶν σωμάτων. ἀποδέχεται γοῦν καὶ

τὸν ποιητὴν Ὅμηρον ὡς τοῦτο παρατηρήσαντα· πεποίηκε γὰρ

τὸν μὲν Πάτροκλον ἐν τῷ ἀναιρεῖσθαι προαγορεύοντα περὶ

τῆς Ἕκτορος ἀναιρέσεως, τὸν δ' Ἕκτορα περὶ τῆς Ἀχιλλέως

τελευτῆς. ἐκ τούτων οὖν, φησίν, ὑπενόησαν οἱ ἄνθρωποι

εἶναί τι θεόν, τὸ καθ' ἑαυτὸ ἐοικὸς τῇ ψυχῇ καὶ πάντων

ἐπιστημονικώτατον. ἀλλὰ δὴ καὶ ἀπὸ τῶν μετεώρων· θεα-

σάμενοι γὰρ μεθ' ἡμέραν μὲν ἥλιον περιπολοῦντα, νύκτωρ

δὲ τὴν εὔτακτον τῶν ἄλλων ἀστέρων κίνησιν, ἐνόμισαν εἶναί

τινα θεὸν τὸν τῆς τοιαύτης κινήσεως καὶ εὐταξίας αἴτιον.

τοιοῦτος μὲν καὶ ὁ <Ἀριστοτέλης>.

11

Sextus adv. dogm. 3, 26—27 p. 396: ἔνιοι δὲ ἐπὶ τὴν

ἀπαράβατον καὶ εὔτακτον τῶν οὐρανίων κίνησιν παραγενό-

μενοι φασὶ τὴν ἀρχὴν ταῖς τῶν θεῶν ἐπινοίαις ἀπὸ ταύτης

γεγονέναι πρῶτον· ὥσπερ γὰρ εἴ τις ἐπὶ τῆς Τρωικῆς καθεζό-

μενος Ἴδης ἑώρα τὴν τῶν Ἑλλήνων στρατείαν μετὰ πολλοῦ

κόσμου καὶ τάξεως τοῖς πεδίοις προσιοῦσαν „ἱππῆας μὲν

πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν, πεζοὺς δ' ἐξόπιθεν“, πάντως

ἂν ὁ τοιοῦτος εἰς ἔννοιαν ἦλθε τοῦ ὅτι ἔστι τις ὁ διατάσσων

τὴν τοιαύτην τάξιν καὶ ἐγκελευόμενος τοῖς ὑπ' αὐτὸν κοσμου-

μένοις στρατιώταις, οἷον Νέστωρ ἢ ἄλλος τις τῶν ἡρώων

ὃς ᾔδει ”κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας”· καὶ

ὃν τρόπον ὁ ἔμπειρος νεὼς ἅμα τῷ θεάσασθαι πόρρωθεν

ναῦν οὐρίῳ διωκομένην πνεύματι καὶ πᾶσι τοῖς ἱστίοις

εὐτρεπιζομένην συνίησιν ὅτι ἔστι τις ὁ κατευθύνων ταύτην

καὶ εἰς τοὺς προκειμένους λιμένας καταντῶν, οὕτως οἱ

πρῶτον εἰς οὐρανὸν ἀναβλέψαντες καὶ θεασάμενοι ἥλιον

μὲν τοὺς ἀπὸ ἀνατολῆς μέχρι δύσεως δρόμους σταδιεύοντα,

ἀστέρων δὲ εὐτάκτους τινὰς χορείας, ἐπεζήτουν τὸν δημιουργὸν

τῆς περικαλλοῦς ταύτης διακοσμήσεως, οὐκ ἐκ ταὐτομάτου

στοχαζόμενοι συμβαίνειν αὐτὴν ἀλλ' ὑπό τινος κρείττονος

καὶ ἀφθάρτου φύσεως, ἥτις ἦν θεός.

12

Cicero de natura deorum 2, 37: praeclare ergo <Ari-

stoteles> si essent, inquit, qui sub terra semper habitavissent

bonis et inlustribus domiciliis quae essent ornata signis at-

que picturis intructaque rebus iis omnibus quibus abundant

ii qui beati putantur, nec tamen exissent unquam supra

terram, accepissent autem fama et auditione esse quoddam

numen et vim deorum, deinde aliquo tempore patefactis

terrae faucibus ex illis abditis sedibus evadere in haec loca

quae nos incolimus atque exire potuissent, cum repente terram

et maria caelumque vidissent, nubium magnitudinem ven-

torumque vim cognovissent aspexissentque solem eiusque cum

magnitudinem pulcritudinemque tum etiam efficientiam cogno-

vissent quod is diem efficeret toto caelo luce diffusa, cum

autem terras nox opacasset tum caelum totum cernerent

astris distinctum et ornatum lunaeque luminum varietatem

tum crescentis tum senescentis eorumque omnium ortus et

occasus atque in omni aeternitate ratos inmutabilesque cursus:

quae cum viderent, profecto et esse deos et haec tanta opera

deorum esse arbitrarentur. atque haec quidem ille.

Philo (cf. Bywater: Journ. of phil. VII, 83) leg. alleg.

3, 32 p. 107 Mangey: ἐζήτησαν οἱ πρῶτοι πῶς ἐνοήσαμεν

τὸ θεῖον. εἶθ' <οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν> ἔφασαν

ὅτι ἀπὸ τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρ-

χουσῶν τούτοις δυνάμεων ἀντίληψιν ἐποιησάμεθα τοῦ αἰτίου.

ὥσπερ γὰρ εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν ἐπιμελῶς

προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκο-

δομήμασιν, ἔννοιαν λήψεται τοῦ τεχνίτου, οὐ γὰρ ἄνευ τέχνης

καὶ δημιουργοῦ νομιεῖ τὴν οἰκίαν ἀποτελεσθῆναι, τὸν αὐτὸν

δὲ τρόπον καὶ ἐπὶ πόλεως καὶ νεὼς καὶ παντὸς ἐλάττονος ἢ

μείζονος κατασκευάσματος, οὕτω δὴ καὶ εἰσελθών τις ὥσπερ

εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος

οὐρανὸν ἐν κύκλῳ περιπολοῦντα καὶ πάντα ἐντὸς συνειλη-

φότα, πλάνητας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ καὶ

ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ

παντὶ ὠφελίμως, γῆν δὲ τὸν μεσαίτατον χῶρον λαχοῦσαν

ὕδατός τε καὶ ἀέρος χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ

ζῷα θνητά τε αὖ καὶ ἀθάνατα καὶ φυτῶν καὶ καρπῶν δια-

φοράς, λογιεῖται δή που ὅτι ταῦτα οὐκ ἄνευ τέχνης παντε-

λοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ

παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ

σκιᾶς τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην

κατανοοῦντες (cf. Philo de praem. et poenis 7 p. 414 sq.

de spec. leg. 1, 34 p. 330 sq. M.).

13

Synesius calvit. encom. 22 (p. 234 Krab. 1850): εἰ

δὲ καὶ ἡ παροιμία σοφόν· πῶς δ' οὐχὶ σοφὸν περὶ ὧν

<Ἀριστοτέλης> φησὶν ὅτι παλαιᾶς εἰσι φιλοσοφίας ἐν ταῖς

μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκαταλείμματα

περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα (cf. Ar. metaph. λ, 8).

14

Seneca quaest. nat. 7, 30, 1 (cf. Plutarch. de tranq. 20):

egregie <Aristoteles> ait numquam nos verecundiores esse

debere quam cum de dis agitur. si intramus templa com-

positi ... quanto hoc magis facere debemus, cum de side-

ribus, de eorum natura, de stellis disputamus, ne quid temere,

ne quid imprudenter aut ignorantes adfirmemus aut scientes

mentiamur.

15

Synesius Dion. 10 p. 271 Krab. (cf. Dio Chrys. or.

12, 33 sq.): καθάπερ Ἀριστοτέλης ἀξιοῖ τοὺς τελουμένους

οὐ μαθεῖν τι δεῖν ἀλλὰ παθεῖν καὶ διατεθῆναι, δηλονότι

γενομένους ἐπιτηδείους.

16

Simplicius in Ar. de caelo (1, 9. 279, 30: καὶ γὰρ

καθάπερ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι περὶ τὰ θεῖα

πολλάκις προφαίνεται τοῖς λόγοις ὅτι τὸ θεῖον ἀμετάβλητον

ἀναγκαῖον εἶναι πᾶν τὸ πρῶτον καὶ ἀκρότατον· ὃ οὕτως

ἔχον μαρτυρεῖ τοῖς εἰρημένοις. οὔτε γὰρ ἄλλο κρεῖττόν ἐστιν

ὅ τι κινήσει, ἐκεῖνο γὰρ ἂν εἴη θειότερον, οὔτ' ἔχει φαῦλον

οὐθέν, οὔτ' ἐνδεὲς τῶν αὑτοῦ καλῶν οὐδενός ἐστιν) p. 487, 6

Br. (p. 130, 45 Karsten): <λέγει> δὲ περὶ τούτου ἐν τοῖς

περὶ φιλοσοφίας. [καθόλου γὰρ ἐν οἷς ἐστί τι βέλτιον, ἐν

τούτοις ἐστί τι καὶ ἄριστον. ἐπεὶ οὖν ἐστὶν ἐν τοῖς οὖσιν

ἄλλο ἄλλου βέλτιον, ἔστιν ἄρα τι καὶ ἄριστον, ὅπερ εἴη ἂν

τὸ θεῖον. εἰ οὖν τὸ μεταβάλλον ἢ ὑπ' ἄλλου μεταβάλλει ἢ

ὑφ' ἑαυτοῦ, καὶ εἰ ὑπ' ἄλλου ἢ κρείττονος ἢ χείρονος, εἰ δὲ

ὑφ' ἑαυτοῦ ἢ ὡς πρός τι χεῖρον ἢ ὡς καλλίονός τινος ἐφιέ-

μενον, τὸ δὲ θεῖον οὐδὲ κρεῖττόν τι ἔχει ἑαυτοῦ ὑφ' οὗ

μεταβληθήσεται, ἐκεῖνο γὰρ ἂν ἦν θειότερον, οὔτε ὑπὸ χεί-

ρονος τὸ κρεῖττον πάσχειν θέμις ἐστί· καὶ μέντοι εἰ ὑπὸ

χείρονος, φαῦλον ἄν τι προσελάμβανεν, οὐδὲν δὲ ἐν ἐκείνῳ

φαῦλον. ἀλλ' οὐδὲ ἑαυτὸ μεταβάλλει ὡς καλλίονός τινος

ἐφιέμενον, οὐδὲ γὰρ ἐνδεές ἐστι τῶν αὑτοῦ καλῶν οὐδενός·

οὐ μέντοι οὐδὲ πρὸς τὸ χεῖρον, ὅτε μηδὲ ἄνθρωπος ἑκὼν

ἑαυτὸν χείρω ποιεῖ, μήτε δὲ ἔχει τι φαῦλον μηδὲν ὅπερ ἂν

ἐκ τῆς πρὸς τὸ χεῖρον μεταβολῆς προσέλαβεν. καὶ ταύτην

δὲ ἀπὸ τοῦ δευτέρου τῆς Πλάτωνος πολιτείας <Ἀριστοτέλης>

μετέλαβε τὴν ἀπόδειξιν.]

17

Schol. in Proverbia Salomonis (cod. Paris gr. 174 cf.

A. P. p. 185) f. 46a: <Ἀριστοτέλους>· ἡ ἀρχὴ ἢ μία ἢ

πολλαί. καὶ εἰ μὲν μία, ἔχομεν τὸ ζητούμενον· εἰ δὲ πολλαί,

ἢ τεταγμέναι ἢ ἄτακτοι. ἀλλ' εἰ μὲν ἄτακτοι, ἀτακτότερα

τὰ ἐξ αὐτῶν, καὶ οὐκ ἐστὶ κόσμος ὁ κόσμος ἀλλ' ἀκοσμία,

καὶ ἔστι τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν μὴ ὄντος. εἰ δὲ

τεταγμέναι, ἢ ἐξ ἑαυτῶν ἐτάχθησαν ἢ ὑπὸ ἔξωθεν τινὸς

αἰτίας. ἀλλ' εἰ μὲν ὑφ' ἑαυτῶν ἐτάχθησαν, ἔχουσί τι κοινὸν

τὸ συνάπτον αὐτὰς κἀκεῖνο ἡ ἀρχή.

18

Pseudo—Philo περὶ ἀφθαρσίας κόσμου p. 222, 12

Bernays (t. II p. 489 Mangey): <Ἀριστοτέλης> δὲ μήποτ'

εὐσεβῶς καὶ ὁσίως ἐνιστάμενος ἀγένητον καὶ ἄφθαρτον ἔφη

τὸν κόσμον εἶναι, δεινὴν δὲ ἀθεότητα κατεγίνωσκε τῶν τὰ

ἐναντία διεξιόντων, οἳ τῶν χειροκμήτων οὐδὲν ᾠήθησαν δια-

φέρειν <τοσοῦτον ὁρατὸν θεὸν> ἥλιον καὶ σελήνην καὶ τὸ

ἄλλο τῶν πλανήτων καὶ ἀπλανῶν ὡς ἀληθῶς περιέχοντα

πάνθειον· ἔλεγέ τε, ὡς ἔστιν ἀκούειν, κατακερτομῶν ὅτι

πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας μὴ βιαίοις πνεύμασιν ἢ

χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης

ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικεκρεμάσθαι μείζονα

πρὸς τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων.

19

Pseudo—Philo π. ἀφθ. κόσμου p. 226 Bern. (491 + 497

M.): τοὺς δὲ <ἀγένητον καὶ ἄφθαρτον> κατασκευάζοντας

λόγους (τὸν κόσμον) ἕνεκα τῆς πρὸς <τὸν ὁρατὸν θεὸν>

αἰδοῦς προτέρους τακτέον οἰκείαν ἀρχὴν λαβόντας. ἅπασι

τοῖς φθορὰν ἐνδεχομένοις αἰτίαι διτταὶ τῆς ἀπωλείας ἡ μὲν

ἐντὸς ἡ δὲ ἐκτὸς προυπόκεινται. σίδηρον γοῦν καὶ χαλκὸν

καὶ τὰς τοιουτοτρόπους οὐσίας εὕροις ἂν ἀφανιζομένας ἐξ

ἑαυτῶν μὲν ὅταν ἑρπηνώδους νοσήματος τρόπον ἰὸς ἐπι-

δραμὼν διαφάγῃ, πρὸς δὲ τῶν ἐκτὸς ὅταν ἐμπιπραμένης

οἰκίας ἢ πόλεως συναναφλεχθεῖσαι τῇ πυρὸς βιαίῳ ῥιπῇ δια-

λυθῶσιν· ὁμοιοτρόπως δὲ καὶ ζῴοις ἐπιγίνεται τελευτὴ νοσή-

σασι μὲν ἐξ ἑαυτῶν, ὑπὸ δὲ τῶν ἐκτὸς σφαττομένοις ἢ

καταλευομένοις ἢ ἐμπιπραμένοις ἢ θάνατον οὐ καθαρὸν τὸν

δι' ἀγχόνης ὑπομένουσιν. εἰ δὲ φθείρεται καὶ κόσμος, ἐξ

ἀνάγκης ἤτοι ὑπό τινος τῶν ἐκτὸς ἢ πρός τινος τῶν ἐν

αὐτῷ διαφθαρήσεται δυνάμεων. ἀμήχανον δὲ ἑκάτερον. <ἐκ-

τὸς> μὲν γὰρ οὐδέν ἐστι τοῦ κόσμου, πάντων εἰς τὴν συμ-

πλήρωσιν αὐτοῦ συνερανισθέντων. οὕτως γὰρ εἷς τε ἔσται

καὶ ὅλος καὶ ἀγήρως, <εἷς> μὲν διὰ τὸ ἀπολειφθέντων τινῶν

ἕτερον ἂν τῷ νῦν ὄντι γενέσθαι ὅμοιον, <ὅλος> δὲ ἕνεκα τοῦ

σύμπασαν τὴν οὐσίαν εἰς αὐτὸν ἐξανηλῶσθαι, <ἀγήρως> δὲ

καὶ <ἄνοσος> ἐπειδὴ τὰ νόσοις καὶ γήρᾳ σώματα ἁλωτὰ

θερμότησι καὶ ψύξεσι καὶ ταῖς ἄλλαις ἐναντιότησι προσεπι-

πιπτούσαις ἔξωθεν ἰσχυρῶς ἀνατρέπεται, ὧν οὐδεμία δύναμις

ἀποδρᾶσα κυκλοῦται καὶ ἐπιτίθεται, πασῶν, μηδενὸς ἀπο-

στατοῦντος μέρους, ὁλοκλήρων ἐγκατειλημμένων εἴσω. εἰ δ'

ἄρα τι ἔστιν ἐκτός, πάντως ἂν εἴη κενὸν ἢ ἀπαθὴς φύσις,

ἣν ἀδύνατον παθεῖν τι ἢ δρᾶσαι. καὶ μὴν οὐδὲ ὑπό τινος

αἰτίας διαλυθήσεται τῶν <ἐντὸς> αὐτοῦ. πρῶτον μὲν ἐπειδὴ

τοῦ ὅλου τὸ μέρος καὶ μεῖζον ἔσται καὶ κραταιότερον, ὅπερ

ἐστὶν ἀτοπώτατον· ὁ γὰρ κόσμος ἀνυπερβλήτῳ κράτει χρώ-

μενος ἄγει τὰ πάντα μέρη πρὸς μηδενὸς αὐτῶν ἀγόμενος.

ἔπειτα διότι διττῶν οὐσῶν φθορᾶς αἰτιῶν, τῆς μὲν ἐντὸς

τῆς δὲ ἐκτός, ἃ τὴν ἑτέραν οἷά τε ὑπομένειν, δεκτικὰ καὶ

τῆς ἑτέρας ἐστὶ πάντως. σημεῖον δέ· βοῦς καὶ ἵππος καὶ

ἄνθρωπος καὶ τὰ παραπλήσια ζῷα διότι πέφυκεν ἀναιρεῖσθαι

ὑπὸ σιδήρου, καὶ νόσῳ τελευτήσει. χαλεπὸν γὰρ μᾶλλον δὲ

ἀδύνατον εὑρεῖν ὃ τὴν ἔξωθεν αἰτίαν πεφυκὸς ὑπομένειν

τῆς φθορᾶς ἄδεκτον ἔσται κατὰ τὸ παντελὲς τῆς ἔνδοθεν.

ἐπειδὴ τοίνυν ὑπ' οὐδενὸς τῶν ἐκτὸς φθαρησόμενος ἐδείχθη

ὁ κόσμος, τῷ μηδὲν ἔξω καταλελεῖφθαι πάντως, οὐδ' ὑπό

τινος τῶν ἐν αὐτῷ, διὰ τὴν προεπιλογισθεῖσαν ἀπόδειξιν

καθ' ἣν τὸ ἁλωτὸν τῇ ἑτέρᾳ τῶν αἰτιῶν καὶ τὴν ἑτέραν

ἐπεφύκει δέχεσθαι.

20

Pseudo—Philo ubi supra (p. 229 Bern.): ἑτέρως δέ ἐστι

τοιόνδε. πάνθ' ὅσα τῶν συνθέτων φθείρεται, διάλυσιν εἰς

τὰ ἐξ ὧν συνετέθη λαμβάνει· διάλυσις δ' οὐδὲν ἦν ἄρα ἢ

πρὸς τὰ κατὰ φύσιν ἑκάστων ἐπάνοδος, ὥστε κατὰ τοὐναν-

τίον ᾗ σύνθεσις, εἰς τὸ παρὰ φύσιν τὰ συνελθόντα βεβίασται.

καὶ δῆτα οὕτως ἔοικεν ἀψευδέστατα ἔχειν. ἄνθρωποι γὰρ

ἀπὸ τῶν τεττάρων στοιχείων, ἃ δὴ ὅλα τοῦ παντός ἐστιν

οὐρανοῦ, γῆς 〈ὕδατος〉 ἀέρος τε καὶ πυρός, βραχέα τὰ μέρη

δανεισάμενοι συνεκράθημεν. τὰ δ' ἀνακραθέντα τῆς κατὰ

φύσιν θέσεως ἐστέρηται, θερμότητος μὲν τῆς ἀνωφοίτου κάτω

〈βιασθείσης〉, τῆς δὲ γεώδους καὶ βάρος ἐχούσης οὐσίας

ἐπελαφρισθείσης καὶ τὸν ἄνω τόπον ἀντιλαβούσης, ὃν τὸ

γεωδέστατον τῶν ἐν ἡμῖν ἐπέσχηκεν κεφαλή. δεσμῶν δὲ φαυ-

λότατος ὃν ἔσφιγξε βία, βίαιος καὶ ὀλιγοχρόνιος· ῥήγνυται γὰρ

θᾶττον ὑπὸ τῶν δεθέντων ἅτε ἀπαυχενιζόντων διὰ πόθον τῆς

κατὰ φύσιν κινήσεως, πρὸς ἣν σπεύδοντα μετανίσταται. κατὰ

γὰρ τὸν τραγικὸν „χωρεῖ δ' ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ' ἐς

γαῖαν τὰ δ' ἀπ' αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πόλον

ἦλθε πάλιν, θνήσκει δ' οὐδὲν τῶν γιγνομένων, διακρινό-

μενον δ' ἄλλο πρὸς ἄλλῳ μορφὴν ἰδίαν ἀπέδειξεν“. τοῖς μὲν

δὴ φθειρομένοις ἅπασι νόμος ἀναγέγραπται καὶ θεσμὸς οὗτος,

ὁπότε μὲν ὑφέστηκε τὰ συνεληλυθότα ἐν τῇ κράσει, πρὸ τῆς

κατὰ φύσιν τάξεως ἀταξίας ἀντιμετειληφέναι καὶ πρὸς τοὺς

ἐναντίους τόπους μετανίστασθαι, ὡς τρόπον τινὰ ξενιτεύειν

δοκεῖν, ὁπότε δὲ διαλύοιτο, πρὸς τὴν οἰκείαν τῆς φύσεως

λῆξιν ἀνακάμπτειν. ὁ δὲ κόσμος ἀμέτοχος τῆς ἐν τοῖς

λεχθεῖσιν ἀταξίας ἐστίν. ἐπεὶ φέρε θεασώμεθα. φθειρο-

μένου τὰ μέρη νυνὶ μὲν ἀνάγκη τετάχθαι τὴν παρὰ φύσιν

ἕκαστα χώραν. τοῦτο δὲ ὑπονοεῖν οὐκ εὐαγές· ἀρίστην γὰρ

θέσιν καὶ τάξιν ἐναρμόνιον τὰ τοῦ κόσμου μέρη εἴληχε πάντα,

ὡς ἕκαστον καθάπερ πατρίδι <φιλοχωροῦν> μὴ ζητεῖν εἰς

ἀμείνω μεταβολήν. διὰ τοῦτο γῇ μὲν ὁ μεσαίτατος ἀπενε-

μήθη τόπος, ἐφ' ἣν πάντα τὰ γεώδη κἂν ἀναρρίψῃς κατα-

φέρεται. τὸ δ' ἐστὶ σημεῖον χώρας τῆς κατὰ φύσιν· ἔνθα

γὰρ μὴ ὑπὸ βίας ὁτιοῦν ἐνεχθὲν ἵσταται καὶ ἠρεμεῖ, τὸν

οἰκεῖον εἴληχε χῶρον. ὕδωρ δὲ ἐπὶ γῆν ἀνακέχυται δεύτερον,

ἀὴρ δὲ καὶ πῦρ ἀπὸ τοῦ μέσου πρὸς τὸν ἄνω κεχώρηκεν,

ἀὴρ μὲν τὸν μεθόριον ὕδατος καὶ πυρὸς κληρωσάμενος τόπον,

πῦρ δὲ τὸν ἀνωτάτω. διὸ κἂν ἀναψάμενος δᾷδα πρὸς γῆν

καταφέρῃς, ἡ φλὸξ οὐδὲν ἧττον ἀντιβιάσεται καὶ πρὸς τὴν

φυσικὴν τοῦ πυρὸς κίνησιν ἐπικουφίσασα αὑτὴν ἀναδρα-

μεῖται. εἰ δὴ φθορᾶς μὲν αἴτιον ἡ παρὰ φύσιν κατὰ τῶν

ἄλλων ἔχει ζῴων, ἐν δὲ τῷ κόσμῳ κατὰ φύσιν ἕκαστα τῶν

μερῶν διατέτακται τὰς οἰκείας διακληρωσάμενα χώρας, ἐν-

δίκως ἂν λέγοιτο ὁ κόσμος ἄφθαρτος.

21

Pseudo—Philo ubi supra (p. 233 Bern.): ἀποδεικτικώ-

τατός γε μὴν κἀκεῖνος ὁ λόγος ἐστίν, ἐφ' ᾧ μυρίους οἶδα

σεμνυνομένους ὡς ἠκριβωμένῳ καὶ πάνυ ἀνεξελέγκτῳ. πυνθά-

νονται γάρ, τίνος ἕνεκα τὸν κόσμον φθείρει ὁ θεός; ἤτοι

γὰρ ὑπὲρ τοῦ μηκέτι κοσμοποιῆσαι, ἢ ὑπὲρ τοῦ ἕτερον κατα-

σκευάσαι. τὸ μὲν δὴ πρότερον ἀλλότριον θεοῦ· πρὸς τάξιν

γὰρ ἀταξίαν μεταβάλλειν δέον, οὐ πρὸς ἀταξίαν τάξιν· εἶτα

δ' ὅτι καὶ <μετάνοιαν>, πάθος καὶ νόσημα δέξεται ψυχῆς.

ἔδει γὰρ μὴ κοσμοποιῆσαι τὸ παράπαν ἢ κρίνοντα πρέπον

αὐτῷ τὸ ἔργον χαίρειν τῷ γενομένῳ. τὸ δὲ δεύτερον ἄξιον

οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος

κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ

κρείττων ἀποτελεσθήσεται, ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν

γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός· ἀμώμητα

δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπόρθωτα τὰ τοῦ θεοῦ, ἅτε τελειο-

τάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα. ”οὐδὲ γὰρ γυνή”

φασι „τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ, ὥστε χέρειον ἑλέσθαι

ἀμεινοτέρων.“ ἐμπρεπὲς δὲ θεῷ τὰ ἄμορφα μορφοῦν καὶ

τοῖς αἰσχίστοις περιτιθέναι θαυμαστὰ κάλλη. εἰ δ' ὅμοιος,

ματαιοπόνος ὁ τεχνίτης, οὐδὲν κομιδῆ νηπίων παίδων δια-

φέρων, οἳ πολλάκις παρ' αἰγιαλοῖς ἀθύροντες ψάμμου γεω-

λόγους ἀνιστᾶσι κἄπειθ' ὑφαιροῦντες ταῖς χερσὶ πάλιν ἐρεί-

πουσι. πολὺ γὰρ ἄμεινον τοῦ κατασκευάζειν ὅμοιον, μηδὲν

μήτε ἀφαιροῦντα μήτε προστιθέντα μηδ' αὖ πρὸς τὸ ἄμεινον

ἢ χεῖρον μεταβάλλοντα, τὸν ἐξ ἀρχῆς ἅπαξ γενόμενον κατὰ

χώραν ἐᾶν. εἰ δὲ κρείττονα δημιουργήσει, γενήσεται τότε

κρείττων καὶ ὁ δημιουργός, ὥσθ' ἡνίκα τὸν πρότερον κατ-

εσκεύαζε καὶ τὴν τέχνην καὶ τὴν διάνοιαν ἦν ἀτελέστερος,

ὅπερ οὐδὲ θέμις ὑπονοεῖν ἐστιν. ἴσος γὰρ αὐτὸς ἑαυτῷ καὶ

ὅμοιος ὁ θεός, μήτε ἄνεσιν πρὸς τὸ χεῖρον μήτ' ἐπίτασιν

πρὸς τὸ βέλτιον δεχόμενος ...

22

Cicero acad. pr. 2, 38, 119 (Halm): cum enim tuus

iste Stoicus sapiens syllabatim tibi ista dixerit, veniet flumen

orationis aureum fundens <Aristoteles> qui illum desipere

dicat: neque enim ortum esse unquam mundum, quod nulla

fuerit novo consilio inito tam praeclari operis inceptio, et

ita esse eum undique aptum ut nulla vis tantos queat motus

mutationemque moliri, nulla senectus diuturnitate temporum

existere, ut hic ornatus unquam dilapsus occidat.

23

Cic. de nat. deor. 2, 15: cum igitur aliorum animan-

tium ortus in terra sit, aliorum in aqua, in aere alio-

rum, absurdum esse <Aristoteli> videtur in ea parte quae

sit ad gignenda animantia aptissima, animal gigni nullum

putare. sidera autem aetherium locum obtinent. qui quo-

niam tenuissimus est et semper agitatur et viget, necesse

est quod animal in eo gignatur id et sensu acerrimo et

mobilitate celerrima esse. quare cum in aethere astra gignan-

tur, consentaneum est in iis sensum inesse et intellegentiam.

ex quo efficitur in deorum numero astra esse ducenda.

24

Cicero de nat. deor. 2, 16: nec vero <Aristoteles>

non laudandus in eo quod omnia quae moventur aut natura

moveri censuit aut vi aut voluntate, moveri autem solem et

lunam et sidera omnia: quae autem natura moverentur,

haec aut pondere deorsum aut levitate in sublime ferri,

quorum neutrum astris contingeret, propterea quod eorum

motus in orbem circumque ferretur. nec vero dici potest vi

quadam maiore fieri ut contra naturam astra moveantur.

quae enim potest maior esse? restat igitur ut motus astrorum

sit voluntarius. quae qui videat, non indocte solum verum

etiam impie faciat, si deos esse neget.

25

Censorinus de die natali c. 18, 11: est praeterea annus

quem <Aristoteles> maximum potius quam magnum appellat,

quem solis et lunae vagarumque quinque stellarum orbes

conficiunt, cum ad idem signum, ubi quondam simul fuerunt,

una referuntur.

Cicero de nat. deor. 2, 20: maxime vero sunt admi-

rabiles motus earum quinque stellarum quae falso vocantur

errantes ... quarum ex disparibus motionibus magnum

annum mathematici nominaverunt, qui tum efficitur cum

solis et lunae et quinque errantium ad eandem inter se

comparationem confectis omnium spatiis est facta conversio.

quae quam longa sit magna quaestio est, esse vero certam

et definitam necesse est (cf. Cic. Hortens. fr. 35 Müll.).

26

Philodemus περὶ εὐσεβείας (Hercul. vol. coll. alt. t. II, 7

fr. 22, ed. Gomperz 1866 p. 72): παρ' Ἀριστοτέλει δ' ἐν

τῶι τρίτωι περὶ φιλοσοφίας ...

Cicero de nat. deor. 1, 13 (ex persona Epicurei): <Ari-

stotelesque in tertio de philosophia> libro multa turbat

a magistro suo Platone non dissentiens. modo enim menti

tribuit omnem divinitatem, modo mundum ipsum deum dicit

esse, modo alium quendam praeficit mundo eique eas partes

tribuit ut replicatione quadam mundi motum regat atque

tueatur. tum caeli ardorem deum dicit esse, non intellegens

caelum mundi esse partem, quem alio loco ipse designarit

deum. quo modo autem caeli divinus ille sensus in celeri-

tate tanta conservari potest? ubi deinde illi tot dii, si nume-

ramus etiam caelum deum? cum autem sine corpore idem

vult esse deum, omni illum sensu privat, etiam prudentia.

quo porro modo moveri carens corpore, aut quo modo semper

se movens esse quietus et beatus potest?

2

t

{ΠΕΡΙ ΤΑΓΑΘΟΥ.}

n

Simplicius de an. Ven. 1527 f. 6b fin.: περὶ φιλοσοφίας νῦν

λέγει τὰ περὶ τοῦ ἀγαθοῦ αὐτῷ ἐκ τῆς Πλάτωνος ἀναγεγραμμένα

συνουσίας, ἐν οἷς ἱστορεῖ τάς τε Πυθαγορείους καὶ Πλατωνικὰς

περὶ τῶν ὄντων δόξας.

Io. Philop. de an. Ven. 1535 f. C 1b: τὰ περὶ τἀγαθοῦ ἐπι-

γραφόμενα περὶ φιλοσοφίας λέγει. ἐν ἐκείνοις δὲ τὰς ἀγράφους

συνουσίας τοῦ Πλάτωνος ἱστορεῖ ὁ <Ἀριστοτέλης>. ἔστι δὲ γνή-

σιον αὐτοῦ τὸ βιβλίον· ἱστορεῖ οὖν ἐκεῖ τὴν Πλάτωνος καὶ τῶν

Πυθαγορείων περὶ τῶν ὄντων καὶ τῶν ἀρχῶν αὐτῶν δόξαν.

27

Vita Aristot. Marc. cod. 257 f. 276b: κα〈ὶ μάλα〉 δὲ

ὁ <Ἀριστοτέλης> τὸ ἦθ〈ος μέτριος〉 γέγονεν, εἰ ἐν μὲν

ταῖς κατηγορίαις φησὶ μὴ δεῖν προχείρως ἀποφαίνεσθαι ἀλλὰ

πολλάκις ἐπεσκεμμένον, καὶ μὴ〈ν οὐδὲ διαπορ〉εῖν μόνον

ἄχρηστον εἶναι· καὶ ἐν τοῖς περὶ τοῦ ἀγαθοῦ ”δε〈ῖ μεμν〉ῆ-

σθαι ἄνθρωπον ὄντα οὐ μόνον τὸν εὐ〈τυχοῦντα ἀλλ〉ὰ καὶ

τὸν ἀποδεικνύντα”.

Vers. lat. vet. (sec. ed. Ven. et codd. a me collatos):

multum autem <Aristoteles> moderatus fuit moribus, unde

in predicamentis ait „non oportet prompte diffinire sed qui-

dem multociens considerare“ et dubitare de singulis non esse

inutile. et in hiis que de bono ”oportet reminisci hominem

existentem non solum bene fortunatum sed et demonstrantem”.

28

Alexander in Ar. metaph. (1, 6. 987b 38) p. 42, 22

(Bonitz): καὶ διὰ τοιαῦτα μέν τινα ἀρχὰς τῶν τε ἀριθμῶν

καὶ τῶν ὄντων ἁπάντων ἐτίθετο Πλάτων τό τε ἓν καὶ τὴν

δυάδα, ὡς ἐν τοῖς περὶ τἀγαθοῦ <Ἀριστοτέλης> λέγει.

Alex. ad metaph. (1, 9. 990b 17) p. 63, 18: ἀρχαὶ

δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε

εἴρηκε καὶ ἱστόρηκεν <αὐτὸς> ἐν τοῖς περὶ τἀγαθοῦ.

Simplicius in phys. f. 32b (p. 334b 25 Br.): λέγει δὲ ὁ

Ἀλέξανδρος ὅτι κατὰ Πλάτωνα πάντων ἀρχὴ καὶ αὐτῶν τῶν

ἰδεῶν τό τε ἕν ἐστι καὶ ἡ ἀόριστος δυάς, ἣν μέγα καὶ μικρὸν

ἔλεγεν, ὡς καὶ ἐν τοῖς περὶ τἀγαθοῦ <Ἀριστοτέλης> μνημονεύει.

λάβοι δ' ἄν τις καὶ παρὰ Σπευσίππου καὶ παρὰ Ξενοκράτους

καὶ τῶν ἄλλων, οἳ παρεγένοντο ἐν τῇ περὶ τἀγαθοῦ τοῦ Πλά-

τωνος ἀκροάσει· πάντες γὰρ συνέγραψαν καὶ διεσώσαντο τὴν

δόξαν αὐτοῦ καὶ ταύταις αὐτὸν ἀρχαῖς χρῆσθαι λέγουσι.

Simplic. in phys. f. 104b (A. P. p. 30): τὸ μέντοι ἄπειρον

καὶ ἐν τοῖς αἰσθητοῖς εἶναί φησι (phys. 3, 4. 203, 9) καὶ ἐν ταῖς

ἰδέαις. ἀρχὰς γὰρ καὶ τῶν αἰσθητῶν τὸ ἓν καὶ τὴν ἀόρι-

στόν φασι δυάδα λέγειν τὸν Πλάτωνα. τὴν δὲ ἀόριστον

δυάδα καὶ ἐν τοῖς νοητοῖς τιθεὶς ἄπειρον εἶναι ἔλεγεν, καὶ

τὸ μέγα δὲ καὶ τὸ μικρὸν ἀρχὰς τιθεὶς ἄπειρα εἶναι ἔλεγεν

ἐν τοῖς περὶ τἀγαθοῦ λόγοις, οἷς ὁ <Ἀριστοτέλης> καὶ

Ἡρακλείδης καὶ Ἑστιαῖος καὶ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι

παραγενόμενοι ἀνεγράψαντο τὰ ῥηθέντα αἰνιγματωδῶς ὡς

ἐρρήθη. Πορφύριος δὲ διαρθροῦν αὐτὰ ἐπαγγελλόμενος τάδε

περὶ αὐτῶν γέγραφεν ἐν τῷ Φιλήβῳ ... ταῦτα ὁ Πορφύριος

εἶπεν αὐτῇ σχεδὸν τῇ λέξει, διαρθροῦν ἐπαγγειλάμενος τὰ

ἐν τῇ περὶ τἀγαθοῦ συνουσίᾳ αἰνιγματωδῶς ῥηθέντα. καὶ

ἴσως ὅτι σύμφωνα ἦν τοῖς ἐν Φιλήβῳ γεγραμμένοις. καὶ

ὁ Ἀλέξανδρος δὲ καὶ αὐτὸς ἐκ τῶν περὶ τἀγαθοῦ λόγων

τοῦ Πλάτωνος ὁμολογῶν λέγειν οὓς ἱστόρησαν <Ἀριστοτέλης>

τε καὶ οἱ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι, ταδὶ γέγραφεν ...

29

Sextus Emp. adv. math. 3, 57: ἀλλ' ὅ γε <Ἀριστο-

τέλης> ... φησὶ μὴ ἀδιανόητον εἶναι τὸ ὑπὸ τούτων (τῶν

γεωμετρῶν) λεγόμενον μῆκος ἀπλατές, ἀλλὰ δύνασθαι χωρὶς

πάσης περισκελείας εἰς ἔννοιαν ἡμῖν ἐλθεῖν. ἵστησι δὲ τὸν

λόγον ἐπί τινος ἐναργεστέρου ὑποδείγματος καὶ σαφοῦς. τὸ

γοῦν τοῦ τοίχου μῆκος, φησί, λαμβάνομεν μὴ συνεπιβάλ-

λοντες αὐτοῦ τῷ πλάτει, διόπερ ἐνέσται καὶ τὸ παρὰ τοῖς

γεωμέτραις λεγόμενον μῆκος χωρὶς πλάτους τινὸς ἐπινοεῖν.

Sext. Emp. adv. dogm. 3, 412: ἀλλ' ὅγε <Ἀριστοτέλης>

οὐκ ἀδιανόητον ἔλεγεν εἶναι τὸ παρὰ τοῖς γεωμέτραις ἀπλατὲς

μῆκος· τό γέ τοι τοῦ τοίχου μῆκος λαμβάνομεν χωρὶς τοῦ

ἐπιβάλλειν τῷ πλάτει τοῦ τοίχου.

30

Alex. in metaph. (1, 6. 988, 11) p. 45, 8: ζητήσαι

δ' ἄν τις πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον ἐν

οἷς λέγει „τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς

εὑρεῖν τε καὶ δεῖξαι ἔργον“, ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ τέλος

δι' ὧν πάλιν λέγει ”περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ

κἀκείνου ἕνεκα πάντα”, οὐδετέρου τούτων τῶν αἰτίων ἐμνη-

μόνευσεν ὁ <Ἀριστοτέλης> ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι

ἐν οἷς περὶ αἰτίων ἔλεγεν οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν

τοῖς περὶ τἀγαθοῦ δέδειχεν. ἢ ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ

οὐ τίθεται ταῦτα αἴτια, ἀλλ' οὐδὲ ἐξειργάσατό τι περὶ αὐτῶν.

31

Alex. in met. (3, 2. 1004, 2: τεθεωρήσθω δ' ἡμῖν ταῦτα

ἐν τῇ ἐκλογῇ τῶν ἐναντίων) p. 206, 19: ἀναπέμπει δὲ ἡμᾶς

περὶ τοῦ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν

ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος εἰς τὴν ἐκλογὴν τῶν ἐναν-

τίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ

τῆς τοιαύτης ἐκλογῆς καὶ <ἐν τῷ δευτέρῳ> περὶ τἀγαθοῦ.

Alex. in metaph. (3, 2. 1004b 34: πάντα δὲ καὶ τἆλλα

ἀναγόμενα φαίνεται εἰς τὸ ἓν καὶ πλῆθος· εἰλήφθω γὰρ ἡ

ἀναγωγὴ ἡμῖν) p. 218, 10: διὰ δὲ τοῦ „εἰλήφθω γὰρ ἡ

ἀναγωγὴ ἡμῖν“ ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ β̅ περὶ

τἀγαθοῦ δεδειγμένα. ”φανερὸν οὖν ... (1005, 2): εἰπὼν

ὅτι πως τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ πλῆθος ἀνάγεται

καὶ τοῦτο δι' ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ

β̅ περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσάμενος ... δῆλόν φησι ...

3

t

{ΜΑΓΙΚΟΣ}

n

{(Ἀριστοτέλους ἢ Ἀντισθένους).}

32

Diog. L. 2, 45 (Cobet): φησὶ δ' <Ἀριστοτέλης> μάγον

τινὰ ἐλθόντα ἐκ Συρίας εἰς Ἀθήνας τά τε ἄλλα καταγνῶναι

τοῦ Σωκράτους καὶ δὴ καὶ βίαιον ἔσεσθαι τὴν τελευτὴν αὐτῷ.

33

Suidas s. Ἀντισθένης: Ἀθηναῖος ... οὗτος συνέγραψε

τόμους δέκα, πρῶτον μαγικόν· ἀφηγεῖται δὲ περὶ Ζωροάστρου

τινὸς μάγου εὑρόντος τὴν σοφίαν. τοῦτο δέ τινες <Ἀριστο-

τέλει>, οἱ δὲ Ῥοδίῳ τινὶ ἀνατιθέασιν.

34

Plinius n. h. 30, 3 (Sillig): Eudoxus qui inter sapientiae

sectas clarissimam utilissimamque eam (magicam) intellegi

voluit, Zoroastren hunc sex milibus annorum ante Platonis

mortem fuisse prodidit. sic et <Aristoteles>.

35

Diog. L. 1, 1: Τὸ τῆς φιλοσοφίας ἔργον ἔνιοί φασιν ἀπὸ

βαρβάρων ἄρξαι. γεγενῆσθαι γὰρ παρὰ μὲν Πέρσαις μάγους,

παρὰ δὲ Βαβυλωνίοις ἢ Ἀσσυρίοις Χαλδαίους, καὶ γυμνο-

σοφιστὰς παρ' Ἰνδοῖς, παρά τε Κελτοῖς καὶ Γαλάταις τοὺς

καλουμένους δρυίδας καὶ σεμνοθέους, καθά φησιν <Ἀριστο-

τέλης> ἐν τῷ μαγικῷ καὶ Σωτίων ἐν εἰκοστῷ τρίτῳ τῆς δια-

δοχῆς. Φοίνικά τε γενέσθαι Ὦχον καὶ Θρᾷκα Ζάμολξιν καὶ

Λίβυν Ἄτλαντα.

36

Diog. L. 1, 6—8: τοὺς δὲ μάγους περί τε θεραπείας

θεῶν διατρίβειν καὶ θυσίας καὶ εὐχάς, ὡς αὐτοὺς μόνους

ἀκουομένους. ἀποφαίνεσθαί τε περί τε οὐσίας θεῶν καὶ

γενέσεως, οὓς καὶ πῦρ εἶναι καὶ γῆν καὶ ὕδωρ· τῶν δὲ

ξοάνων καταγινώσκειν καὶ μάλιστα τῶν λεγόντων ἄρρενας

εἶναι θεοὺς καὶ θηλείας. περί τε δικαιοσύνης λόγους ποι-

εῖσθαι, καὶ ἀνόσιον ἡγεῖσθαι πυρὶ θάπτειν καὶ ὅσιον νομίζειν

μητρὶ ἢ θυγατρὶ μίγνυσθαι, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ φησὶν

ὁ Σωτίων· ἀσκεῖν τε μαντικὴν καὶ πρόρρησιν, καὶ θεοὺς

αὑτοῖς ἐμφανίζεσθαι λέγοντας. ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι

τὸν ἀέρα κατ' ἀπόρροιαν ὑπ' ἀναθυμιάσεως εἰσκρινομένων

ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφο-

ρίας ἀπαγορεύειν. τούτων δὲ ἐσθὴς μὲν λευκή, στιβὰς δὲ

εὐνή, καὶ λάχανον τροφὴ τυρός τε καὶ ἄρτος εὐτελής, καὶ

κάλαμος ἡ βακτηρία, ᾧ κεντοῦντες, φασί, τοῦ τυροῦ ἀνῃροῦντο

καὶ ἀπήσθιον. τὴν δὲ γοητικὴν μαγείαν οὐδ' ἔγνωσαν, φησὶν

ὁ <Ἀριστοτέλης> ἐν τῷ μαγικῷ καὶ Δείνων ἐν τῇ πέμπτῃ

τῶν ἱστοριῶν· ὃς καὶ μεθερμηνευόμενόν φησι τὸν Ζωροά-

στρην ἀστροθύτην εἶναι· φησὶ δὲ τοῦτο καὶ ὁ Ἐρμόδωρος.

4

t

{ΕΥΔΗΜΟΣ Η ΠΕΡΙ ΨΥΧΗΣ.}

n

Plutarch. de aud. poet. 1: ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγο-

μένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδὲ ἀπὸ

σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους

ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν· οὐ γὰρ μόνον τὰ

Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις καὶ τὸν Ἄβαριν

τοῦ Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι ἀλλὰ

καὶ τὰ περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθ'

ἡδονῆς ἐνθουσιῶσι.

37

Cicero de divinat. 1, 25: quid? singulari vir ingenio

<Aristoteles> et paene divino ipsene errat an alios vult

errare, cum scribit Eudemum Cyprium familiarem suum

iter in Macedoniam facientem Pheras venisse, quae erat

urbs in Thessalia tum admodum nobilis, ab Alexandro

autem tyranno crudeli dominatu tenebatur. in eo igitur

oppido ita graviter aegrum Eudemum fuisse ut omnes me-

dici diffiderent. ei visum in quiete egregia facie iuvenem

dicere fore ut perbrevi convalesceret paucisque diebus inter-

iturum Alexandrum tyrannum, ipsum autem Eudemum quin-

quennio post domum esse rediturum. atque ita quidem

prima statim scribit <Aristoteles> consecuta et convaluisse

Eudemum et ab uxoris fratribus interfectum tyrannum.

quinto autem anno exeunte cum esset spes ex illo somnio in

Cyprum illum ex Sicilia esse rediturum, proeliantem eum

ad Syracusas occidisse. ex quo ita illud somnium esse

interpretatum ut cum animus Eudemi e corpore excesserit,

tum domum revertisse videatur.

Plut. Dion. 22: συνέπραττον δὲ (τῷ Δίωνι) καὶ τῶν

πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων ὅ τε Κύπριος Εὔδημος,

εἰς ὃν <Ἀριστοτέλης> ἀποθανόντα (Ol. 106, 4 A. P. p. 59. 56)

τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος.

38

Themist. de anima (opp. ed. Ven. 1534) f. 90b (t. II

p. 196, 21 Spengel): καὶ οἱ λόγοι δὲ οὓς ἠρώτησε (Plato

in Phaedone) περὶ ψυχῆς ἀθανασίας εἰς τὸν νοῦν ἀνάγονται

σχεδόν τι οἱ πλεῖστοι καὶ ἐμβριθέστατοι, ὅ τε ἐκ τῆς αὐτο-

κινησίας· ἐδείχθη γὰρ ὡς αὐτοκίνητος μόνος ὁ νοῦς, εἰ τὴν

κίνησιν ἀντὶ τῆς ἐνεργείας νοοίημεν· καὶ ὁ τὰς μαθήσεις

ἀναμνήσεις εἶναι λαμβάνων καὶ ὁ τὴν πρὸς τὸν θεὸν ὁμοιό-

τητα. καὶ τῶν ἄλλων δὲ τοὺς ἀξιοπιστοτέρους δοκοῦντας

οὐ χαλεπῶς ἄν τις τῷ νῷ προσβιβάσειεν, ὥσπερ γε καὶ τῶν

ὑπ' αὐτοῦ <Ἀριστοτέλους> ἐξειργασμένων ἐν τῷ Εὐδήμῳ.

ἐξ ὧν δῆλον ὅτι καὶ Πλάτων τὸν νοῦν ἀθάνατον μόνον

ὑπολαμβάνει.

39

Elias proleg. in Ar. categ. p. 24b Br.: κατασκευάζων

δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς κἀν τοῖς ἀκροαματικοῖς δι'

ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς

διὰ πιθανῶν εἰκότως. φησὶ γὰρ ἐν τοῖς περὶ ψυχῆς

ἀκροαματικοῖς ... ἐν δὲ τοῖς διαλογικοῖς φησὶν οὕτως,

ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς πάντες οἱ ἄνθρω-

ποι καὶ σπένδομεν χοὰς τοῖς κατοιχομένοις καὶ ὄμνυμεν

κατ' αὐτῶν, οὐδεὶς δὲ τῷ μηδαμῇ μηδαμῶς ὄντι σπένδει

ποτὲ ἢ ὄμνυσι κατ' αὐτοῦ ... ὁ δὲ <Ἀριστοτέλης> ἐν τοῖς

διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς.

Cf. Porphyr. in Theologia (Die sogen. Theologie des Ar.

a. d. Arab. übers. v. Fr. Dieterici. Leipz. 1883) l. I p. 8

= Plotin. IV, 7, 15.

40

Proclus in Plat. Tim V p. 338d (823 Schn.): τὴν

ψυχὴν τῷ σώματι συνῆψεν ἀμέσως πάντα τὰ περὶ καθόδου

ψυχῆς ὑπεκτεμὼν προβλήματα ... ἀλλ' οὐδὲ τὰ μετὰ τὴν

ἔξοδον αὐτῆς ἐν τούτοις παραδώσει ... ὅτι φήσω τὸ πρέπον

διασώζει τῇ τοῦ διαλόγου προθέσει καὶ τῆς περὶ ψυχῆς θεω-

ρίας ὅσον φυσικὸν ἐν τούτοις παραλαμβάνει τὴν πρὸς τὸ

σῶμα τῆς ψυχῆς ὁμιλίαν παραδιδούς. ὃ δὴ καὶ <Ἀριστο-

τέλης> ζηλώσας ἐν τῇ περὶ ψυχῆς πραγματείᾳ φυσικῶς

αὐτὴν μεταχειριζόμενος οὔτε περὶ καθόδου ψυχῆς οὔτε

περὶ λήξεων ἐμνημόνευσεν, ἀλλ' ἐν τοῖς διαλόγοις χωρὶς

ἐπραγματεύσατο περὶ αὐτῶν καὶ τὸν προηγούμενον κατεβάλ-

λετο λόγον.

41

Proclus in Plat. remp. (diss. XII) apud Maium Spicileg.

Rom. t. VIII Rom. 1842 p. 705: λέγει δὲ καὶ ὁ δαιμόνιος

<Ἀριστοτέλης> αἰτίαν δι' ἣν ἐκεῖθεν μὲν ἰοῦσα ἡ ψυχὴ

δεῦρο ἐπιλανθάνεται τῶν ἐκεῖ θεαμάτων, ἐντεῦθεν δὲ ἐξιοῦσα

μέμνηται ἐκεῖ τῶν ἐνταῦθα παθημάτων. καὶ ἀποδεικτέον

τοῦ λόγου· φησὶ γὰρ οὖν καὶ αὐτὸς ἐκ μὲν ὑγείας εἰς νόσον

ὁδεύοντας λήθην ἴσχειν τινὰς καὶ αὐτῶν τῶν γραμμάτων

ὧν ἐμεμαθήκεισαν, ἐκ νόσου δὲ εἰς ὑγείαν ἰόντα μηδένα

πώποτε τοῦτο πάσχειν· ἐοικέναι δὲ τὴν μὲν ἄνευ σώματος

ζωὴν ταῖς ψυχαῖς κατὰ φύσιν οὖσαν 〈ὑγείᾳ, νόσῳ δὲ τὴν

ἐν σώματι. ὅθεν〉 σημαίνει τὰς μὲν ἐκεῖθεν ἰούσας ἐπι-

λανθάνεσθαι τῶν ἐκεῖ, τὰς δὲ ἐντεῦθεν ἐκεῖσε τῶν ἐνταῦθα

διαμνημονεύειν.

42

Schol. (Olympiodori et al.) in Plat. Phaed. (p. 111)

p. 165 (Finckh): ὅτι δὲ δεῖ τι καὶ ὅλον γένος ἀνθρώπων

εἶναι οὕτω τρεφόμενον, δηλοῖ καὶ ὁ τῇδε ταῖς ἡλιακαῖς

ἀκτῖσι μόναις τρεφόμενος, ὃν ἱστόρησεν <Ἀριστοτέλης>

ἰδὼν αὐτός.

Schol. al. ad eundem locum p. 203: εἰ ἐνταῦθα ἱστό-

ρησεν <Ἀριστοτέλης> ἄνθρωπον ἄυπνον καὶ μόνῳ τῷ ἡλιο-

ειδεῖ τρεφόμενον ἀέρι, τί χρὴ περὶ τῶν ἐκεῖ οἴεσθαι;

43

Plutarch. qu. conv. 8, 9, 3: τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ

τηθὴν <Ἀριστοτέλης> ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου

δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν ὅτι ζῇ διά-

δηλον οὖσαν.

44

Plutarch. consolat. ad Apoll. 27 (cf. Cic. Tusc. 1, 48,

114): πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ,

οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα τιμωρίαν ἡγου-

μένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον

συμφορὰν τὴν μεγίστην. τοῦτο δέ φησιν <Ἀριστοτέλης>

καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι.

βέλτιον δ' αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι.

φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ περὶ ψυχῆς ταυτί·

„διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, καὶ πρὸς τῷ

μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν

καὶ τὸ ψεύσασθαί τι κατ' αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ

ὅσιον ἡγούμεθα ὡς κατὰ βελτιόνων καὶ κρειττόνων ἤδη

γεγονότων. καὶ ταῦθ' οὕτως ἀρχαῖα καὶ παλαιὰ διατελεῖ

νενομισμένα παρ' ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε

τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν

ἄπειρον αἰῶνα τυγχάνει διὰ τέλους οὕτω νενομισμένα. πρὸς

δὲ δὴ τούτοις διὰ στόματος ὂν τοῖς ἀνθρώποις ὁρᾷς ὃ ἐκ

πάλαι περιφέρεται θρυλούμενον. Τί τοῦτ'; ἔφη. Κἀκεῖνος

ὑπολαβών· ὡς ἄρα μὴ γίγνεσθαι μέν, ἔφη, ἄριστον πάντων,

τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς οὕτω

παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ

Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν

διερωτῶντι καὶ πυνθανομένῳ τί ποτέ ἐστι τὸ βέλτιστον τοῖς

ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον

οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήκτως· ἐπειδὴ δέ ποτε

μόλις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί

τι πρὸς αὐτόν, οὕτως ἀνακαγχάζοντα εἰπεῖν· δαίμονος ἐπι-

πόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε

λέγειν ἃ ὑμῖν ἄρειον μὴ γνῶναι; μετ' ἀγνοίας γὰρ τῶν

οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν

οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς

τοῦ βελτίστου φύσεως· ἄριστον γὰρ πᾶσι καὶ πάσαις τὸ μὴ

γενέσθαι, τὸ μέντοι μετὰ τοῦτο καὶ τὸ πρῶτον τῶν ἀνθρώπῳ

ἀνυστῶν τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα. δῆλον οὖν

ὡς οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς…

ἐ…

The complete text is available when the reading interface loads.