De anima
- Authority group
- Aristotle (catalogue association; authorship remains anonymous)
- Edition reference
- De anima (codicis P lectiones quae valde a lectionibus ceterorum codicum distant), ed. Ross, De anima, appendix 2 (412b10– 423b8).
- CTS identifier
urn:cts:greekLit:tlg0086.tlg053.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
413b
φαίνεται τὴν ἁπτικὴν αἴσθησιν· δι' ἣν δ' αἰτίαν ἑκάτερον
τούτων οὕτω συμβέβηκεν, ὕστερον ἐροῦμεν. νῦν δ' ἐπὶ το-
σοῦτον εἰρήσθω μόνον, ὅτι ἡ ψυχὴ τούτων ἐστὶν ἀρχὴ τῶν
εἰρημένων καὶ ὥρισται τούτοις θρεπτικῷ, αἰσθητικῷ, διανοη-
τικῷ, κινήσει. πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόρια
ψυχῆς, καὶ πότερον μόρια ψυχῆς οὕτως ὥστε εἶναι χωριστὰ
μόνῳ λόγῳ ἢ καὶ τόπῳ, περὶ μὲν οὖν τινῶν οὐ χαλεπὸν
ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει. ὥσπερ γὰρ ἐπὶ τῶν φυτῶν φαί-
νεται διαιρούμενα ἔνια ζῶντα καὶ χωριζόμενα δ' ἀπ' ἀλλήλων,
ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν μιᾶς ἐν τῷ ἑνὶ
ἑκάστῳ φυτῷ, δυνάμει δὲ πολλῶν, οὕτω καὶ περὶ τὰς ἄλλας
διαφορὰς ὁρῶμεν τῆς ψυχῆς συμβαῖνον ἐν τοῖς διατεμνο-
μένοις ζῴοις· καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει
καὶ κίνησιν τὴν κατὰ τόπον, εἰ δ' αἴσθησιν, καὶ φαντασίαν
καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, λύπη τε καὶ ἡδονὴ παρ-
ακολουθεῖ, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. περὶ δὲ
τοῦ νοῦ τῆς θεωρητικῆς δυνάμεως οὐδέ πω φανερόν, ἀλλ' ἔοικε
ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρί-
ζεσθαι, ὥσπερ τὸ ἀΐδιον τοῦ φθαρτοῦ. ὅτι μὲν οὖν οὐκ ἔστιν
οὕτω ταῦτα μέρος ψυχῆς ὥστ' εἶναι χωριστά, καθάπερ φασί
τινες, δῆλον ἐκ τούτων· τῷ δὲ λόγῳ ὅτι ἕτερον, φανερόν·
αἰσθητικὸν γὰρ εἶναι καὶ δοξαστικὸν ἕτερον, εἴπερ καὶ τὸ
αἰσθάνεσθαι τοῦ δοξάζειν. ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν
εἰρημένων ἕκαστον, ἔτι δ' ἐνίοις μὲν τῶν ζῴων ὑπάρχει
ἅπαντα, ἐνίοις δὲ ἐλάττω, τοῖς δὲ ἓν μόνον· τοῦτο δὲ ποιεῖ
414a
διαφορὰς τῶν ζώντων· δι' ἣν δ' αἰτίαν, σκεπτέον ὕστερον.
τὸ δ' αὐτὸ τοῦτο συμβαίνει καὶ περὶ τὰς αἰσθήσεις· τὰ
μὲν γὰρ ἔχει πάσας, τὰ δ' ἐλάττους, τὰ δὲ μίαν τὴν ἀναγ-
καιοτάτην, ἁφήν. ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα λέγεται
διχῶς, ὥσπερ ᾧ ἐπιστάμεθα· τὸ μὲν γὰρ ἐπιστήμην εἶναί
φαμεν, τὸ δὲ ψυχήν· καὶ γὰρ τῇ ψυχῇ καὶ τῇ ἐπιστήμῃ
ἐπίστασθαι λέγομεν· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν, τὸ μὲν
ὑγιείᾳ, τὸ δὲ τοῦ σώματός τινι μορίῳ ἢ ὅλῳ· τούτων δ' ἡ μὲν
ἐπιστήμη καὶ ἡ ὑγίεια εἶδός τι καὶ μορφὴ καὶ λόγος καὶ οἷον
ἐνέργεια τῶν δεκτικῶν, ἡ μὲν τοῦ ἐπιστημονικοῦ, ἡ δὲ τοῦ
ὑγιαστοῦ· ἐν τῷ πάσχοντι γὰρ καὶ διατιθεμένῳ δοκεῖ ἡ ἐνέρ-
γεια ἐνεῖναι ἡ τῶν ποιητικῶν· ἡ ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν
καὶ αἰσθανόμεθα καὶ κινούμεθα πρώτως· ὥστ' εἶδός τι καὶ
λόγος ἐστίν, ἀλλ' οὐχ ὡς ὕλη καὶ ὑποκείμενον ὥσπερ εἴρη-
ται.
3
420b
ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· οὐδὲν γὰρ
φωνεῖ ἄψυχον, ἀλλὰ καθ' ὁμοιότητα λέγεται φωνεῖν, οἷον
αὐλοὶ καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν καὶ
μέλος καὶ διάλεκτον ἔχει· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ'
ἔχει. οὐ πάντα δὲ τὰ ζῷα φωνὴν ἔχει· τῶν γὰρ ἀναίμων
οὐθὲν ἔχει· ἀλλ' οὐδὲ τὰ ἔναιμα πάντα, οἷον ἰχθύες.
4
421a
σημεῖον
δὲ τούτου· οὐθεὶς γὰρ δύναται ἅμα ἀναπνέων φωνεῖν ἢ ἐκ-
πνέων, ἀλλὰ κατέχων. τούτῳ κινεῖ, φανερὸν δὲ καὶ διότι
οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρυγγα. οὐκ ἔχουσι δὲ
τοῦτο τὸ μόριον, ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ' ἀναπνέουσιν.
δι' ἣν δ' αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος.
5
422b
ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ
ἀκοῇ ψόφος, οὕτως τῇ ἁφῇ, ἄδηλον δοκεῖ εἶναι. πότερον
δ' ἐστὶ τὸ αἰσθητήριον ἐντός, ἢ οὔ, ἀλλ' εὐθέως· ἡ σάρξ,
423a
οὐθὲν δοκεῖ σημεῖον εἶναι τὸ ἅμα θιγγάνοντος φαίνεσθαι
τὴν αἴσθησιν γινομένην. καὶ γὰρ νῦν εἴ τις παρατείνειε
περὶ τὴν σάρκα οἷον ὑμένα ποιήσας, ὁμοίως ποιήσει τὴν
αἴσθησιν εὐθὺς ἁψάμενον· καίτοι οὐ δήπου καὶ ἐν τούτῳ ἐστὶ
τὸ αἰσθητήριον· εἰ δὲ καὶ προσπεφυκὸς εἴη, θᾶττον ἔτι
διικνοῖτ' ἂν ἡ αἴσθησις. διὸ τὸ τοιοῦτον τοῦ σώματος μόριον
ἔοικεν οὕτως ἔχειν ὥσπερ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ
ἀήρ· ἐνὶ γὰρ ἂν ἐδοκοῦμεν αἰσθάνεσθαι ὀσμῆς καὶ ψόφου καὶ
χρώματος, καὶ μία τις αἴσθησις εἶναι ὄψις τε καὶ ἀκοὴ καὶ
ὄσφρησις. ἀλλὰ διὰ τὸ κεχωρισμένον εἶναι δι' οὗ γίνονται αἱ
κινήσεις, φανερὰ τὰ εἰρημένα αἰσθητήρια ἕτερα ὄντα. ἐπὶ
δὲ τῆς ἁφῆς τοῦτο νῦν ἄδηλον· ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος
ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα· δεῖ γὰρ στερεὸν εἶναι.
ἐκ γῆς δὲ λείπεται καὶ τούτων εἶναι μικτόν, οἷον βούλεται
εἶναι ἡ σὰρξ καὶ τὸ ἀνάλογον ὅσα μὴ ἔχει σάρκα τῶν ζῴων·
ὥστ' ἀνάγκη τὸ σῶμα μεταξὺ εἶναι τοῦ ἁπτοῦ καὶ προσ-
πεφυκός, δι' οὗ γίνονται αἱ αἰσθήσεις πλείους οὖσαι. δηλοῖ
δ' ὅτι πλείους εἰσὶν αἱ αἰσθήσεις ἡ ἐπὶ τῆς γλώττης ἁφή·
ἁπάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον
καὶ χυμοῦ. εἰ μὲν οὖν καὶ ἡ ἄλλη σὰρξ χυμοῦ ᾐσθάνετο,μία ἂν ἐδόκη εἶναι καὶ ἁφὴ καὶ ἡ γεῦσις, νῦν δὲ διὰ τὸ μὴ
ἀντιστρέφειν. ἔχει δὲ ἀπορίαν εἰ ἅπαν σῶμα βάθος ἔχει·
τοῦτο δ' ἐστὶ τὸ τρίτον μέγεθος· ὧν δ' ἐστὶ δύο σωμάτων
μεταξὺ σῶμα, ταῦτα δ' ἀδύνατον ἅπτεσθαι ἀλλήλων· τὸ δὲ
ὑγρὸν ἄνευ σώματος οὐκ ἔστιν οὐδὲ τὸ διερόν, ἀλλ' ἀναγκαῖον
ἢ ὕδωρ εἶναι ἢ ἔχειν ὕδωρ· τὰ δὲ ἁπτόμενα ἀλλήλων ἐν
τῷ ὕδατι, μὴ ξηρῶν τῶν ἄκρων ὄντων, ἀναγκαῖον ὕδωρ
ἔχειν μεταξύ, οὗ ἀνάπλεω τὰ ἔσχατα· εἰ δὲ τοῦτ' ἀληθές,
ἀδύνατον ἂν εἴη ἅψασθαι ἄλλο ἄλλου ἐν ὕδατι. τὸν αὐτὸν
δὲ τρόπον καὶ ἐν ἀέρι· ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν
αὐτῷ ὥσπερ ὕδωρ πρὸς τὰ ἐν αὐτῷ τῷ ὕδατι. λανθάνει
δὲ μᾶλλον ἡμᾶς, ὥσπερ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα, εἰ διερὸν
423b
ἅπτεται διεροῦ. πότερον οὖν ἐστι πάντων ὁμοίως ἡ αἴσθη-
σις; νῦν γὰρ οὐ δοκεῖ, ἀλλὰ τῷ ἅπτεσθαι ἡ γεῦσις καὶ ἡ
ἁφή, αἱ δὲ ἄλλαι ἄποθεν. τὸ δ' οὐκ ἔστιν, ἀλλὰ καὶ τὸ
σκληρὸν καὶ τὸ μαλακὸν δι' ἑτέρου αἰσθανόμεθα, ὥσπερ καὶ
τὸ ὁρατὸν καὶ τὸ ἔχον ψόφον καὶ τὸ ὀσφραντόν· ἀλλὰ τὰ
μὲν πόρρωθεν, τὰ δὲ διὰ τὸ λίαν ἐγγὺς λανθάνει. ἐπεὶ
πάντα γε διὰ τοῦ μέσου αἰσθανόμεθα· ἀλλ' ἐπὶ τούτων
λανθάνει.
{Η (textus alter)} Ἅπαν τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι. εἰ μὲν οὖνἐν αὑτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ'ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ' ἐν αὑτῷ, εἰλή-φθω ἐφ' οὗ τὸ ΑΒ, ὃ κινεῖται μὴ τῷ τῶν τούτου τι κινεῖσθαι.πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' αὑτοῦ κινεῖσθαι διὰτὸ ὅλον τε κινεῖσθαι καὶ ὑπὸ μηθενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστινὥσπερ ἂν εἴ τις τοῦ ΔΕ κινοῦντος τὸ ΕΖ καὶ αὐτοῦ κινου-μένου ὑπολαμβάνοι τὸ ΔΕΖ ὑφ' αὑτοῦ κινεῖσθαι, διὰ τὸμὴ συνορᾶν πότερον ὑπὸ ποτέρου κινεῖται, πότερον τὸ ΔΕὑπὸ τοῦ ΕΖ ἢ τὸ ΕΖ ὑπὸ τοῦ ΔΕ. ἔτι τὸ ὑφ' αὑτοῦ κι-νούμενον οὐδέποτε παύσεται κινούμενον τῷ ἕτερόν τι στῆναικινούμενον. ἀνάγκη τοίνυν, εἴ τι παύεται κινούμενον τῷ ἕτε-ρόν τι στῆναι, αὐτὸ ὑφ' ἑτέρου κινεῖσθαι. τούτου δὲ φα-νεροῦ γενομένου ἀνάγκη πᾶν τὸ κινούμενον κινεῖσθαι ὑπό τι-νος. ἐπεὶ γὰρ εἴληπται τὸ ΑΒ κινούμενον, διαιρετὸν ἔσται·πᾶν γὰρ τὸ κινούμενον διαιρετὸν ἦν. διῃρήσθω τοίνυν ᾗ τὸ Γ.ἀνάγκη δὴ τοῦ ΓΒ ἠρεμοῦντος ἠρεμεῖν καὶ τὸ ΑΒ. εἰ γὰρμή, εἰλήφθω κινούμενον. τοῦ τοίνυν ΓΒ ἠρεμοῦντος κινοῖτο ἂντὸ ΓΑ. οὐκ ἄρα καθ' αὑτὸ κινεῖται τὸ ΑΒ. ἀλλ' ὑπέκειτοκαθ' αὑτὸ κινεῖσθαι πρῶτον. δῆλον τοίνυν ὅτι τοῦ ΓΒ ἠρε-μοῦντος ἠρεμήσει καὶ τὸ ΒΑ, καὶ τότε παύσεται κινούμε-