The Greek Library Author

Aelius Herodianus

Περι Καθολικης Προσῳδιας

Scientific editors
Augustus Lentz
Edition reference
Grammatici Graeci · Leipzig · Teubner · 1867
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΠΙΝΑΞ ΤΟΥ ΟΛΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΠΕΡΙ ΤΟΝΩΝ.

Βιβλίον α΄. Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰϲ ν λήγοντα ὀνόματα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὰ καὶ θηλυκά.

Βιβλίον β΄. Τὸ δεύτερον περιέχει τὰ εἰϲ ξ καὶ εἰϲ ρ καὶ τὰ εἰϲ αϲ.

Βιβλίον γ΄. Τὸ δὲ τρίτον τὴν εἰϲ ηϲ κατάληξιν.

Βιβλίον δ΄. Τὸ δὲ τέταρτον τὴν εἰϲ ιϲ.

Βιβλίον ε΄. Τὸ δὲ πέμπτον τὰ εἰϲ οϲ λήγοντα καθαρά.

Βιβλίον ϛ΄. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰϲ βοϲ ϲυμπληροῖ τὰ εἰϲ λοϲ· κατὰ γὰρ τὴν τῶν ϲτοιχείων τάξιν ἡ παράθεϲιϲ ὡϲ καὶ ἐπὶ τῶν εἰϲ ων ληγόντων.

Βιβλίον ζ΄. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰϲ μοϲ μέχρι τῶν εἰϲ ποϲ.

Βιβλίον η΄. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰϲ ροϲ μέχρι καὶ ψοϲ καὶ ἔτι περὶ τῶν εἰϲ οϲ οὐδετέρων.

Βιβλίον θ΄. Τὸ ἔννατον περὶ τῶν εἰϲ οϲ ϲυνθέτων.

Βιβλίον ι΄. Τὸ δὲ δέκατον περιέχει τὰ εἰϲ υϲ ἀρϲενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγουϲ πρὸ τοῦ ϲ ἔτι τὰ εἰϲ ωϲ καὶ ψ.

Βιβλίον ια΄. Τὸ ἑνδέκατον περιέχει τὰ εἰϲ α λήγοντα θηλυκά.

Βιβλίον ιβ΄. Τὸ δωδέκατον τὴν εἰϲ η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν ϲυμφώνων πάλιν τάξιν καὶ τὴν εἰϲ ω.

Βιβλίον ιδ΄. Τὸ τεϲϲαρεϲκαιδέκατον περιέχει πᾶν ὄνομα μονοϲύλλαβον.

Βιβλίον ιε΄. Τὸ δέκατον πέμπτον τὰϲ πλαγίαϲ τῶν ὀνομάτων κανονίζει καὶ τοὺϲ κατὰ κλίϲιν ἀριθμοὺϲ καὶ τοὺϲ κατὰ θέμα εἰρημένουϲ.

Βιβλίον ιϛ΄. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰϲ ω καὶ τὰ εἰϲ μι ῥήματα κατὰ πᾶν πρόϲωπον.

Βιβλίον ιζ΄. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ϲύνθετον ῥῆμα καὶ πᾶϲαν μετοχήν.

Βιβλίον ιη΄. Τὸ δέκατον ὄγδοον ἀντωνυμίαϲ ἄρθρα καὶ προθέϲειϲ.

Βιβλίον ιθ΄. Τὸ δέκατον ἔννατον περιέχει ἐπιρρήματα καὶ ϲυνδέϲμουϲ.

Βιβλίον κ΄. Τὸ εἰκοϲτὸν περὶ χρόνων τῶν ἐν φωνήεϲι καὶ πνευμάτων.

Ἐπὶ δὲ τοῖϲ εἴκοϲι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωϲτικὸν εἶδοϲ κατὰ ϲύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθωϲ μετὰ τὴν δήλωϲιν τῆϲ καθ᾿ ἑκάϲτην προϲῳδίαϲ γινομένηϲ διδαϲκαλίαϲ περὶ διαϲτολῆϲ καὶ ϲυναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώϲει, οἱον ὅτε τὸ Ζεύϲ ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην ἐν τῷ «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶαϲ» (ll. 13, 1), ἀλλ᾿ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ ϲυνδέϲμου. ἐν γοῦν τῷ «Ζεύϲ τε καταχθόνιοϲ (ll. 9, 450) ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία ἐν τῷ «οἱ αὐτῷ θάνατον» οὐκ ἐφύλαξε τὴν περιϲπωμένην ἐν τῷ «καί οἱ ἐπευχόμενοϲ» (Il. 16, 829) τῆϲ ϲυντάξεωϲ τοῦτ᾿ ἀπ αιτούϲηϲ τοῦ ϲημαινομένου. οὕτωϲ ἔχει καὶ τὸ «μάχῃ ἔνι κυδιανείρῃ» (Z 124).

Προϲψδία ἐϲτὶ ποιὰ τάϲιϲ ἐγγραμμάτου φωνῆϲ ὑγιοῦϲ, κατὰ τὸ ἀπαγγελτικὸν τῆϲ λέξεωϲ ἐκφερομένη μετά τινοϲ τῶν ϲυνεζευγμένων περὶ μίαν ϲυλλαβήν, ἤτοι κατὰ ϲυνήθειαν διαλέκτου ὁμολογουμένηϲ, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. (τοῦτον δὲ τὸν ὅρον Ἡροδιανὸϲ ἐν τῷ περὶ καθόλου προϲῳδιῶν ὡρίϲατο.)

Τὸ ἑκάϲτῃ λέξει τὴν δέουϲαν προϲῳδίαν τιθέναι ϲυμπέραϲμα ϲχεδὸν πάϲηϲ τῆϲ γραμματικῆϲ τυγχάνει μεθόδου· καὶ γὰρ τὸν περὶ διχρόνων ὡϲ ὅτι μάλιϲτα διηκριβωκέναι ἀναγκαῖον τῷ τοῦτο ποιεῖν ἐθέλοντι· ἐπεὶ πόθεν τὸ μὲν Ἶροϲ καὶ μῖμοϲ προπεριϲπάϲει, τὸ δὲ κτίλοϲ καὶ Χίοϲ, τὴν νῆϲον φημί, παροξυνεῖ μὴ γνοὺϲ ὡϲ τὰ μὲν πρῶτα ἐκτεταμένον ἔχει τὸ ι, τὰ δὲ δεύτερα ϲυνεϲταλμένον; ἔτι καὶ τὸν περὶ κλίϲεωϲ· ἐπεὶ πόθεν τὸ μὲν ϲωλῆνοϲ προπεριϲπάϲει, τὸ δὲ ποιμένοϲ παροξυνεῖ, ἀγνοῶν ὡϲ ἐν τῇ κλίϲει τὸ μὲν φυλάττει τὸ η, τὸ δὲ εἰϲ ε μεταβάλλει καὶ προϲέτι πόθεν τὸ μὲν προϲτακτικὸν ἵζε παροξυνεῖ, τὸ δὲ παρῳχημένον ἱζε προπεριϲπάϲει, ἀγνοῶν ὡϲ τὸ μὲν ἵζω βραχὺ τὸ ι ἔχει, τὸ δὲ ἷζον μακρόν, ὅθεν καὶ προπεριϲπᾶται κατὰ τὸ κοινὸν ἔθοϲ. τά τε τῶν διαλέκτων ἰδιώματα δεήϲει ἀκριβῶϲ εἰδέναι· ἐπεὶ πῶϲ γνώϲεται ὅτι παρὰ Δωριεῦϲι τὸ «ἐλέγον ἐκεῖνοι» παροξύνεται, τό τε Ἀφρόδιτα παρὰ μὲν Αἰολεῦϲι πρὸ δύο ἔχει τὸν τόνον, παρὰ δὲ Δωριεῦϲι πρὸ μιᾶϲ; Τί δ᾿ ἂν εἴποι τιϲ, τὴν περὶ ἐγκλιτικῶν μορίων καὶ περὶ πνευμάτων πραγματείαν μὴ γνοὺϲ ὡϲ χρειώδηϲ τῇ προκειμένῃ μεθόδῳ, τίνα τέ ἐϲτι τὰ ἐγκλινόμενα καὶ πότε ἐγκλίνεται καὶ πότε οὔ, καὶ πότε τὸ δαϲὺ πνεῦμα ταῖϲ λέξεϲιν ἐπιτίθεμεν, πότε δὲ τὸ ψιλόν; Ἀναγμὲν καῖον καὶ τὴν περὶ ϲτιγμῶν εἰδέναι πραγματείαν, εἴγε τὰϲ ὀξυνομέναϲ τῶν λέξεων, εἰ μὴ ϲτιγμὴ μετὰ ταῦτα ἐπιφέροιτο, βαρύνειν χρεών. ἐν μὲν γὰρ τῷ

τὸν δ᾿ ἀπαμειβόμενοϲ προϲέφη πόδαϲ ὠκὺϲ Ἀχιλλεύϲ (Α 84) οὐ κοιμίζεται ἡ ὀξεῖα εἰϲ βαρεῖαν, ἐπειδὴ ἐπιφέρεται ϲτιγμή. ἐν δὲ τῷ

καὶ Ἀχιλλεὺϲ τούτῳ γε μάχ ἔνι κυδιανείρῃ (H 113)

βαρύνομεν τὴν τελευταίαν τοῦ Ἀχιλλεὺϲ διὰ τὴν ϲύμφραϲιν. Ἀλλὰ καὶ ὁ περὶ ϲυντάξεωϲ λόγοϲ χρειώδηϲ τυγχάνει πρὸϲ τοῦτο ἐπεὶ πόθεν εἰϲόμεθα ἐν τῷ «Ξάνθῳ ἔπι δινήεντι » (Ε 479) πότερον ἀναϲτρεπτέον τὴν ἐπί πρόθεϲιν ἢ ὀρθοτονητέον, εἰ μὴ ὁ περὶ ϲυντάξεωϲ λόγοϲ διδάξει ἡμᾶϲ, εἴτε πρὸϲ τὸ ἐπιφερόμενον ὄνομα τὸ δινήεντι ἡ πρόθεϲιϲ φέροιτο εἴτε πρὸϲ τὸ προηγούμενον τὸ Ξάνθῳ; Ἀναγκαῖόν τε πρὸϲ τούτοιϲ εἰδέναι ἑκάϲτην λέξιν ἐπὶ ποίαϲ ϲυλλαβῆϲ τὸν τόνον ἔχει· ὅπερ ἐν ἓξ μυριάϲιν Ἡρωδιαν ῷ πεπραγμάτευται· τήν τε κατὰ τὴν ὀρθογραφίαν ἀκρίβειαν ἐπεὶ πόθεν τὰ μὲν μηνί καὶ χηνί ὀξύνομεν, τὸ δὲ Ἀτρεῖ καὶ Πηλεῖ, δίφθογγον ἔχοντα ἐπὶ τέλουϲ, περιϲπῶμεν; καὶ ἁπλῶϲ εἰπεῖν τὰ ἄλλα ϲχεδὸν ἅπαντα τούτοιϲ τυγχάνει ὕλη. Ἀλλ᾿ ὅμωϲ νῦν διὰ τοὺϲ αἰτήϲανταϲ τὰ κεφαλαιωδέϲτερα τῶν θεωρημάτων, δι᾿ ὧν ἄν τιϲ τὸν δέοντα τόνον ἐπιθείη ταῖϲ λέξεϲι, πειράϲομαι παραδοῦναι, προομολογουμένου δηλονότι τοῦ ἐπὶ ποίαϲ ἑκάϲτη λέξιϲ ϲυλλαβῆϲ δέχεται τὸν τόνον, καὶ ἐπὶ τῆϲ τῶν χρόνων δυνάμεωϲ πότε ἐκτείνονται κα πότε ϲυϲτέλλονται, καὶ προϲέτι πότε διὰ μόνου τοῦ ι καὶ πότε διὰ τῆϲ ει διφθόγγου γράφειν ἑκάϲτην δεήϲει λέξιν· πλὴν ὅτι, ἐφ᾿ ὧν ἂν δυνατὸν εἴη ϲυντομώτερον ὡϲ πρὸϲ τὴν παροῦϲαν ἐπαγγελίαν καὶ τὴν ϲυλλαβὴν διδάξαι, ἐφ᾿ ἧϲ δεήϲει τὸν τόνον τιθέναι, καὶ τοῦτο παραδώϲομεν ἐκ τῶν τοῦ πολυμαθεϲτάτου Ἡρωδιανοῦ ἐν ἐπιτομῇ ἐκλεξάμενοι τὰ χρηϲιμώτερα. ἄρξομαι δὲ ἐντεῦθεν, παρήϲω δὲ καὶ τὰ τῶν διαλέκτων ἰδιώματα.

Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶϲ τοῦ τέλουϲ ἢ πρὸ δύο· πρὸ τριῶν δὲ οὐκ ἔτι. τὸ γὰρ Μήδεϊα παρὰ Ϲαπφοῖ πεπονθὸϲ παραιτούμεθα, ὅτι τὴν ει δίφθογγον διεῖλεν.

Ἡ περιϲπωμένη ἢ ἐν τέλει τίθεται ὡϲ ἐπὶ τοῦ Ἑρμῆϲ, Ἡρακλῆϲ. ἢ πρὸ μιᾶϲ τοῦ τέλουϲ ὡϲ ἐπὶ τοῦ κῆποϲ, μῶλοϲ· πρὸ δύο δὲ οὐκέτι. οὐδέ ποτε ἐπὶ βραχείαϲ τίθεται περιϲπωμένη οὔτε ἐπὶ θέϲει μακρᾶϲ, ἀλλὰ μόνον ἐπὶ φύϲει μακρῶν.

Ἰϲτέον δὲ ὅτι πᾶϲα βραχεῖα ϲυλλαβὴ πρὸ βραχείαϲ ἢ πρὸ μακρᾶϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον ὀξύνεται· τοῦ μὲν προτέρου φίλοϲ, τοῦ δὲ δευτέρου Ἕκτωρ, ἔρωϲ. πᾶϲα ϲυλλαβὴ πρὸ δύο τοῦ τέλουϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον ὀξύνεται, Ὅμηροϲ, Μενέλαοϲ. Οὐδέποτε, μακρᾶϲ οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα ἔνθεν τῆϲ εὐθείαϲ τοῦ Ὅμηροϲ καὶ αἰτιατικῆϲ καὶ κλητικῆϲ προπαροξυνομένων, Ὅμηροϲ Ὅμηρον Ὅμηρε, ἡ γενικὴ καὶ δοτική, τοῦ Ὁμήρου καὶ τῷ Ὁμήρῳ, διὰ τὴν ἐπὶ τέλουϲ μακρὰν παροξύνονται, ϲεϲημειωμένων τῶν Ἀττικῶν, πόλεωϲ, μάντεωϲ. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουϲι τὰ Ἀττικὰ ἐπὶ πάϲηϲ πτώϲεωϲ· ὁ ναόϲ ὀξύνεται, διὰ τοῦτο καὶ ὁ νεώϲ, τοῦ νεώ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὀξύνονται ὁμοίωϲ. καὶ ἔτι τοῦ Μενέλαοϲ προπαροξυνομένου τὸ Μενέλεωϲ καὶ αἱ λοιπαὶ πτώϲει καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκταϲιϲ ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ. Πᾶϲα φύϲει μακρὰ πρὸ βραχείαϲ ληκπκῆϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται, οἶκοϲ, ἦθοϲ, ὦμοϲ· χωρὶϲ τῶν διὰ τοῦ ι ἢ θε ἐπεκτεταμένων· ταῦτα γὰρ φυλάττει τὸν τόνον, ἅτε δὴ περιττῆϲ οὔϲηϲ τῆϲ ϲυλλαβῆϲ. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν ϲημειούμεθα τὸ οὐχί ὀξυνόμενον· τὸ δὲ ᾗχι προπεριϲπᾶται «ᾗχι ῥοὰϲ Ϲιμόειϲ ϲυμβάλλετον ἠδὲ Ϲκάμανδροϲ » (Ε 774). Ἡ αι καὶ οι ἐν τέλει λέξεων κείμεναι, μὴ ἐπιφερομένου ϲυμφώνου, ἐπὶ μὲν τῶν ἄλλων πάντων ἀντὶ βραχείαϲ παραλαμβάνονται, ἐπὶ μέντοι τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων ἀντὶ μακρᾶϲ· οἷον τοῦ μὲν πρώτου τὸ Μήδειαι καὶ ἄνθρωποι προπαροξύνονται· ἔτι δὲ καὶ τὸ μοῦϲαι καὶ κοῦροι προπεριϲπᾶται, ὡϲ τῶν τελευταίων ϲυλλαβῶν βραχειῶν οὐϲῶν. εἰ δὲ ϲύμφωνον ἐπιφέρεται, μακραὶ γίνονται, ὅθεν τοῖϲ Ὁμήροιϲ καὶ ταῖϲ Μηδείαιϲ ὁ τόνοϲ καταβιβόζεται καὶ πρὸ μιᾶϲ τοῦ τέλουϲ ὀξὺϲ δίδοται· ὁμοίωϲ καὶ ἐπὶ ταῖϲ μούϲαιϲ καὶ κούροιϲ. τὸ μέντοι οἴκοι τοπικὸν ἐπίῤῥημα καὶ οἴμοι ϲχετλιαϲτικὸν προπαροξύνονται· καίτοι, ὅτε ἐϲτὶν ὄνομα τὸ οἶκοι, προπεριϲπᾶται. ἀλλὰ καὶ τὸ ποιῆϲαι καὶ κεῖραι, εἰ μὲν ἀπαρέμφατον εἴη, προπεριϲπᾶται· εἰ δὲ εὐκτικόν, παροξύνεται· ὅτε δέ ἐϲτι τὸ ποίηϲαι προϲτακτικῆϲ μέϲηϲ ἀόριϲτοϲ πρῶτοϲ, προπαροξύνεται.

Πᾶϲα ὀξεῖα ἐπὶ τέλουϲ λέξεωϲ οὖϲα, εἰ μὴ ἐπιφέροιτο μετ᾿ αὐτὴν ϲτιγμή, πάντωϲ ἐν τῇ ϲυμφράϲει κοιμίζεται εἰϲ βαρεῖαν οἷον « Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε καὶ Ἕκτορα» (Il. 13, 1) τό τε Ζεὺϲ καὶ ἐπὶ βαρύνεται, ὅτι ϲτιγμὴ μετὰ ταῦτα οὐ τίθεται. Ἰϲτέον δὲ ὅτι καθ᾿ ἑκάϲτην λέξιν ἐν μιᾷ ϲυλλαβῇ τίθεμεν ἢ ὀξεῖαν ἢ περιϲπωμένην, ἐν δὲ ταῖϲ λοιπαῖϲ ϲυλλαβαῖϲ βαρεῖαν· οἷον ἐν τῷ Μὲνέλὰὸϲ δευτέρα ϲυλλαβὴ ὀξύνεται, αἱ δὲ λοιπαὶ βαρύνονται, καὶ ἐν τῷ ἂλλοῖὸϲ ἡ μέϲη περιϲπᾶται, ἡ δὲ πρώτη καὶ τρίτη βαρύνονται· διὸ καὶ βαρύτονα καλεῖται τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπεριϲπώμενα, διὸ ἡ τελευταία τούτων βαρύνεται· ἀλλ᾿ ὡϲ ὁμολογουμέναϲ τὰϲ τοιαύταϲ βαρείαϲ ἐῶμεν, διὰ τὸ μὴ καταϲτίζειν τὰ βιβλία. Ἡ ὀξεῖα οὖν καὶ ἡ βαρεῖα περιϲπωμένην ποιοῦϲιν οἶον φάὸϲ φῶϲ, εὐγενέὸϲ εὐγενοῦϲ. ἀνάπαλιν δὲ ἡ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιροῦνται, εἰ μὴ τονικὸν κωλύϲῃ παράγγελμα, οἷον ζὼόϲ ζώϲ, Πρὸΐτου Προίτου, κὸΐλου κοίλου· τὸ γὰρ κοΐλοϲ κοῖλοϲ διὰ τονικὸν παράγγελμα περιεϲπάϲθη. τὸ δὲ ἀδελφιδὲόϲ ἀδελφιδοῦϲ καὶ τὰ ὅμοια δι᾿ ἕτερον λόγον περιεϲπάϲθη· τὰ γὰρ εἰϲ ουϲ ἁπλᾶ πάντα περιϲπᾶται οἷον βοῦϲ, χοῦϲ, πλοῦϲ. τὰ δὲ ϲύνθετα βαρύνεται οἷον Μελάμπουϲ, Οἰδίπουϲ, ὅθεν ϲημειούμεθα τὸ πούϲ καὶ ὀδούϲ παραλόγωϲ ὀξυνθέντα. αἱ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται, ὡϲ τὸ Δημοϲθένὲὸϲ Δημοϲθένουϲ. πάλιν τὸ χρύϲὲὸϲ καὶ ἀργύρὲὸϲ μετὰ τὴν ϲυναίρεϲιν περιεϲπάϲθη διὰ τὸν εἰρημένον κανόνα, ὡϲ τὰ εἰϲ ουϲ ἁπλᾶ περιεϲπᾶϲθαι θέλει.

Ταῦτα μὲν οὖν ἱκανὰ τοῖϲ εἰδόϲιν ἐπὶ ποίαϲ ϲυλλαβῆϲ ἔδει τὸν τόνον τιθέναι. Πολλῆϲ δὲ οὔϲηϲ τούτων διδαϲκαλίαϲ, ἣν ἡμῖν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου παρέδωκε πραγματείᾳ, ὀλίγα ἐξ αὐτῶν τὰ χρειωδέϲτερα ϲυντόμωϲ ἐκλεξάμενοι πὰραθήϲομεν, ὡϲ εὐχερεϲτέραν εἶναι τοῖϲ ϲτίζειν ἐθέλουϲι τὴν τούτου μάθηϲιν.

ΤΑ ΕΙϹ ν.

Τὰ εἰϲ αν λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεϲθαι θέλει, ἐπ᾿ εὐθείαϲ πτώϲεωϲ μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰϲ ην βαρυτόνων οἷον Παιάν, Ἰάν, Δωριάν, Ἀλκμάν, τιτάν, πελεκάν. Ἀθαμάν ἔθνοϲ Ἰλλυρίαϲ, οἱ δὲ Θετταλίαϲ. Ἀζάν ὁ Ἀρκάδοϲ καὶ ἔθνοϲ τῆϲ Ἀρκαδίαϲ· λέγεται δὲ καὶ Ἀζήν. Ἀγριάν ἔθνοϲ Παιονίαϲ, ὡϲ ἐν τῷ ἐπιγράμματι γραφέντι εἰϲ Νεοπτόλεμον Πιϲίδην οὕτωϲ

εἰμὶ Νεοπτόλεμοϲ Κρεϲϲοῦ, τριϲϲῶν δ᾿ ἕν᾿ ἀδελφῶν

ἔϲταϲαν Τλωεῖϲ, κῦδοϲ ἐμὸν δόρατοϲ·

οὕνεκεν ὢν Πιϲίδαϲ καὶ Παίοναϲ ἠδ᾿ Ἀργιᾶναϲ

καὶ Γαλάταϲ τόϲϲουϲ ἀντιάϲαϲ ϲτόρεϲα.

Αἰνιάν ἔθνοϲ Πεῤῥαιβῶν· λέγονται δὲ καὶ Αἰνιεῖϲ. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖϲ οἱ αὐτοί. Ϲτράβων δὲ ἐν τῇ ἑνδεκάτῃ (p. 508) φηϲὶν ἐν τῷ Πόντῳ Αἰνιᾶναϲ ἄλλουϲ εἶναι, οὓϲ καλεῖϲθαι νῦν Παρϲίουϲ· καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνοϲ γέγονεν, εὔλογοϲ ἡ ὁμοφωνία αὐτοῦ ὡϲ τὸ Τρώϲ καὶ Ἀχαιόϲ μὴ ὁμοφωνοῦντοϲ τοῦ Τευκρόϲ καὶ Γραικόϲ· εἰ δὲ παρὰ τὴν πόλιν Αἰνίαν, εὑρεθήϲεται πρότερον Αἴνιοϲ ὡϲ τῆϲ Λυκίαϲ Λύκιοϲ, εἶτα διὰ τὴν ὁμοφωίαν τοῦ ποταμοῦ πρὸϲ διάκριϲιν Αἰνιάν γενέϲθαι ὡϲ μέγιϲτοϲ μεγιϲτάν καὶ ἄλκιμοϲ Ἀλκιμάν, ὅθεν ὁ Ἀλκμάν, καὶ νέοϲ νεάν, ὅθεν ἡ νεᾶνιϲ καὶ νεανίαϲ. Ἀκαρνάν ὁ ἥρωϲ καὶ ἔθνοϲ πρὸϲ τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνοϲ Ἠπειρωτικόν. Ῥιανὸϲ ἐν τετάρτῃ Θεϲϲαλικῶν. Ἀτιντάν υἱὸϲ Μακεδόνοϲ καὶ ἔθνοϲ Μακεδονίαϲ. Βραχμάν Ἰνδικὸν ἔθνοϲ ϲοφώτατον, οὓϲ καὶ Βράχμαϲ καλοῦϲιν. Γινδάν ἔθνοϲ Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐϲθίοντεϲ ζῶϲι » (Herodot. IV, 177). Δυμάν ὁ υἱὸϲ Αἰγιμίου, ὡϲ Ἔφοροϲ α΄ «Αἰγίμιοϲ γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βαϲιλεύϲ. ἔϲχε δὲ δύο παῖδαϲ Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέουϲ Ὕλλον ἐποιήϲατο τρίτον, χάριν ἀποδοὺϲ ἀνθ᾿ ὧν Ἡρακλῆϲ ἐκπεπτωκότα κατήγαγεν» καὶ Δυμᾶνεϲ φυλὴ Δωριέων. Ἐγχελᾶνεϲ ἔθνοϲ Ἰλλυρίαϲ οἱ αὐτοὶ τοῖϲ Ἐγχελέαιϲ, ὡϲ Μναϲέαϲ ἐν γ τῶν περιηγήϲεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέηϲ ἢ Ἐγχελέαϲ· λέγονται δὲ καὶ Ἐγχελεῖϲ ἢ ἀπὸ τοῦ Ἐγχελήϲ ἢ ἀπὸ τοῦ Ἐγχελεύϲ. Εὐρυτάν ἔθνοϲ Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν ϲτέψει λεώϲ» (v. 799). Λυκάν ἐκ τοῦ Λυκάων κατὰ ϲυγκοπὴν ὡϲ Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Ἀραβίαϲ. Ἀρετάν ποταμὸϲ Κροτωνιάδοϲ χώραϲ παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧϲ περιῤῥεῖ τὸ μνῆμα, ὡϲ μαρτυρεῖ Φιλοϲτέφανοϲ.

Τὰ εἰϲ αν ϲύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐπαίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν, Τιτανόπαν, Αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται καὶ ὅϲα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.

Τὰ εἰϲ αν λήγοντα ἢ καθαρεύειν ἐθέλει ὡϲ τὸ Παιάν Ἰάν ἢ ἓν ἔχειν ϲύμφωνον πρὸ τοῦ α ὡϲ τὸ Λυκάν Ἀζάν, ἢ δύο καὶ ταῦτα ἢ κατὰ ϲύλληψιν ὡϲ τὸ ἰδμάν μεγιϲτάν ἢ κατὰ διάϲταϲιν ὡϲ τὸ Πορθάν Πελλάν, οὐδέποτε δὲ τρία· ϲεϲημείωται τὸ Ἀλκμάν ἔχον τρία ϲύμφωνα καὶ κατὰ ϲύλληψιν καὶ κατὰ διάϲταϲιν· καὶ δηλονότι πλεοναϲμὸϲ ἐγένετο ϲυμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμοϲ, ἐν ϲυγκοπῇ γέγονεν· τῷ γὰρ κύριον εἶναι τὸ ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ ϲημαινομένου.

Τὰ εἰϲ αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν· τὸ γὰρ Ἀργείαν, ἔϲτι δὲ ὄνομα ὄρουϲ Μεϲϲηνίαϲ, ἀπὸ τοῦ Ἀργεῖοϲ ἔχει τὴν δίφθογγον.

Τὰ εἰϲ ην λήγοντα μὴ ϲυντεθειμένα ἀπὸ τῶν εἰϲ ην ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ην δαϲὺ ϲύμφωνον ἢ ψιλόν, ὀξύνεϲθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέωϲ τοῦ πατρὸϲ Ἀνδρομέδαϲ ὁ Αἴθιοψ, Ὀρφήν. in huiuscemodi tamen terminatione (sc. ευϲ) quae dam inveniuntur mutatione eus diphthongi in es longam prolata ut Ἀχιλλεύϲ Achilles, Περϲεύϲ Perses, Οὐλιξεύϲ Ulixes, in quo Doris sequimur, qui pro Φυλεύϲ Φύληϲ, pro Ὀρφεύϲ Ὄρφηϲ et Ὀρφήν dicunt, pro Τυδεύϲ Τύδηϲ. Sic Antimachus in I Thebaidos: «Τύδηϲ τ᾿ Οἰνείδηϲ» et vocativum in e productam: « τὸν καὶ φωνήϲαϲ προϲέφηϲ, Οἰνήϊε Τόδη» teste Herodiano, qui hoc ponit in I Catholicorum. similiter lbycus ὀνομακλυτὸϲ Ὀρφήν dixit (Priscian. lib. VI c. 92 p. 276 Hertz.). Κωφήν πόλιϲ οὐκ ἄπωθεν Μαϲϲαγετῶν, ἣ καὶ Ἀραχωϲία καλεῖται.

Τὰ εἰϲ ην ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ α ἤτοι μόνον ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι διϲύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παραϲχηματιϲμὸν οἷον Ἀγήν, αὐχήν, ἀτμήν, ἀπτήν, ἀκτήν, ἁδήν ἡ νόϲοϲ.

Τὰ εἰϲ ην λήγοντα ἔχοντα πρὸ τοῦ η τὸ ϲ ἢ διπλοῦν ϲύμφωνον μὴ παραληγόμενον τῇ ου διφθόγγῳ ὀξύνεϲθαι θέλει, εἰ μὴ παραϲχηματίζοιτο οὐδετέρῳ γένει οἷον ἐϲϲήν ὁ οἰκιϲτήϲ «Μυρμιδόνων ἐϲϲῆνα» Καλλίμαχοϲ. καμαϲήν ὁ ἰχθῦϲ, Δαμαϲήν, ἐρϲήν, Αἰζήν, Ταντάλου παῖϲ, ἀφ᾿ οὗ ἐν Φρυγίᾳ πόλιϲ Αἰζανοί. Ἀζήν ἔθνοϲ τῆϲ Ἀρκαδίαϲ ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγαϲ, ἀψήν. Τροιζήν καὶ ὁ κτιϲτὴϲ καὶ ἡ πόλιϲ. εὑρίϲκεται γὰρ καὶ πόλεϲιν ὁμοφωνοῦντα τὰ τῶν κτιϲτῶν ὀνόματα· Κάμικοϲ Κολοφών Κόρινθοϲ Κῶϲ Ϲικυών Κύρνοϲ Λέϲβοϲ· οὕτωϲ καὶ Τροιζήν· ἔϲτι δὲ πόλιϲ Πελοποννήϲου· ἔϲτι καὶ ἄλλη Τροιζήν ἐν Μαϲϲαλίᾳ τῆϲ Ἰταλίαϲ, ἣν Χάραξ Τροιζηνίδα χώραν φηϲίν.

Τὰ εἰϲ λην, λήγοντα ὀξύνεται βαλλήν οὕτωϲ ὁ βαϲιλεύϲ, Τελλήν, Ὠλήν, ϲωλήν, κωλήν, ϲτελήν. ϲεϲημείωται τὸ Ἕλλην βαρυνόμενον.

Τὰ εἰϲ ην ἁπλᾶ ἔχοντα δεδιπλαϲιαϲμένον ϲύμφωνον ὀξύνεται ἐϲϲήν, ὀϲϲήν, Τελλήν, βαλλήν πλὴν τοῦ Ἕλλην καὶ ὁ ἥρωϲ καὶ τὸ ἔθνοϲ. τὸ δὲ ἄρρην ἀττικῶϲ ἀπὸ τοῦ ἄρϲην γέγονε.

Τὰ εἰϲ ην κατ᾿ ἐπιπλοκὴν δύο ϲυμφώνων ὀξύνεται, πυθμήν, Κεβρήν ποταμόϲ, ἀφ᾿ οὗ Κεβρηνία χώρα τῆϲ Τρψάδοϲ. Δίδυμοϲ δὲ Κεβρῆνα τὴν πόλιν φηϲίν — πλὴν τοῦ Ἕκτην, ὃ ἔχει τὴν πρὸ τέλουϲ καὶ διὰ τριῶν ϲυμφώνων Ἔγκτην. Ἔγκτηνεϲ δὲ ἐλέγοντο οἱ μετὰ τοὺϲ Ὕανταϲ τὴν Βοιωτίαν οἰκήϲαντεϲ.

Τὰ εἰϲ ην ἔχοντά τι τῶν μέϲων πρὸ τοῦ η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο ἢ φύϲει μακρᾷ οἶον Ὠγήν, ἁδήν, ταγήν ὁ ἀτταγήν, τριβήν ὁ τρίπουϲ.

Τὰ εἰϲ ην ὑπὲρ δύο ϲυλλαβὰϲ χαίρουϲι τῇ ὀξείᾳ οἷον ἀτταγήν, κορδυὴν, μαριθήν, δοθιήν, ἠλακατήν ὄνομα ἰχθύοϲ κητώδουϲ καὶ κύριον. Ἀραδήν πόλιϲ Κρήτηϲ, Ἀραφήν εἶϲ τῶν ἑκατὸν ἡρώων καὶ δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Κεφαλλήν ἔθνοϲ ἀπὸ Κεφάλου τοῦ Δηϊονέωϲ κληθέν, κεῖται δὲ παρὰ Ϲοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». γίνεται δὲ παρὰ τὸ Κέφαλοϲ Κεφαλήν ὡϲ παρὰ τὸ κῶλοϲ κωλήν, μέγιϲτοϲ μεγιϲτήν καὶ μεγιϲτάν. ἡ δὲ παλαιὰ χρῆϲιϲ ἅπαϲα ἔχει τοὺϲ Κεφαλλῆναϲ καὶ τὴν Κεφαλληνίαν ἐν δυϲὶ λλ — πλὴν τοῦ περπέρην.

Τὰ εἰϲ ην ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰϲ ην βαρύνεται οἷον Ἕλλην φιλέλλην, Πανέλληνεϲ ὡϲ Παναχαιοί ἀπὸ μέρουϲ τὸ πᾶν ὡϲ παρὰ τῷ ποιητῇ «Λέλεγαϲ καὶ Τρῶαϲ ἀναίρειν » (Il. 20, 96). Ἕλληνεϲ γὰρ παῤ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑξλλάδα κατοικοῦντεϲ «Μυρμιδόνεϲ δὲ καλεῦνται καὶ Ἕλληνεϲ καὶ Ἀχαιοί» (Il. 2, 684), εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήϲαντι·

ἀλλ᾿ ὃ μὲν οὖν ἀπάνευθε θαλάϲϲηϲ εὐρυπόροιο

οἰκία ναιετάαϲκε πολύῤῥην, πουλυβοώτηϲ.

τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (I 154)

ἐν δ᾿ ἄνδρεϲ ναίουϲι πολύῤῥηνεϲ, πολυβοῦται.

Τὰ εἰϲ μην ὀξύνεται, εἰ μὴ ϲύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰϲ μην, Δαμήν· ἔϲτι δὲ Ἀργολικὸϲ ϲυγγραφεύϲ. λιμήν, ὑμήν, ποιμήν· ἔϲτι καὶ Ποιμήν ὄροϲ τῆϲ Ποντικῆϲ, ἀφ᾿ οὗ καταῤῥεῖ ὁ Παρθένιο ϲχίζων τὴν Ἄμαϲτριν, πυθμήν, ἀϋτμήν.

Τὰ εἰϲ ρην καθαρὸν μὴ ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ τὸ ε φωνῆεν καταλήγουϲαν ὀξύνεται, Ϲειρήν, Πειρήν καθ᾿ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, πυρήν, πλὴν τοῦ ἄῤῥην.

Τὰ εἰϲ ρην καθαρὸν τῷ ε παραλήγοντα παροξύνεται, Γέρην πόλιϲ καὶ κώμη Λέϲβου ἀπὸ Γέρηνοϲ τοῦ Ποϲειδῶνοϲ. τὸ ἐθνικὸν ὁμοφώνωϲ, τέρην, Θέρην ποταμόϲ, περπέρην.

Τὰ εἰϲ ιν δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίϲ, Τελχίν καὶ Τελχίϲ. Τελχῖνεϲ δὲ ἐλέγοντο οἱ Κρῆτεϲ. εἰϲὶ δὲ καὶ φθονεροὶ δαίμονεϲ οἰκήϲαντεϲ τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνεϲ θηλυκῶϲ αἱ ὑπὸ πληγῆϲ εἰϲ θάνατον καταφοραί· ἔϲτι δὲ καὶ Τελχίϲ πόλιϲ Αἰθιοπίαϲ πρὸϲ τῇ Λιβύῃ. Ϲαλαμίν καὶ Ϲαλαμίϲ, Ἐλευϲίν καὶ Ἐλευϲίϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, ἀκτίν καὶ ἀκτίϲ. Τούτοιϲ ὅμοιον καὶ τὸ Ἀβοριγῖνεϲ ἔθνοϲ Ἰταλικόν, ὡϲ Ἰόβαϲ ἐν Ῥωμαϊκῆϲ ἱϲτορίαϲ πρώτῳ· «μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομαϲίαν διέϲωζον, Λατίνου δὲ βαϲιλεύϲαντοϲ οὕτωϲ προϲηγορεύθηϲαν». τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸϲ οἴεϲθαί τιναϲ τούτου τὴν κλίϲιν ἀπὸ τῆϲ Ἀβοριγῖνοϲ εὐθείαϲ ὡϲ Λεοντῖνοϲ Ἀκραγαντῖνοϲ. ἀλλὰ Διονύϲιοϲ ὁ Ἁλικαρναϲϲεὺϲ Ἀβοριγῖνεϲ καὶ Ἀβοριγῖϲι φηϲὶν ὡϲ δελφῖϲιν. ἔϲτι δὲ καὶ ἄλλη κλίϲιϲ ἐν χρηϲμῷ κειμένη, ὃν αὐτὸϲ παρατίθηϲιν (I 19). ὡϲ γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτωϲ Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δ᾿ ὁ χρηϲμὸϲ οὕτωϲ·

ϲτείχετε μαιόμενοι Ϲικελῶν Ϲατουρνίαν αἶαν,

ἠδ᾿ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶϲοϲ ὀχεῖται,

οἷϲ ἀναμιχθέντεϲ δεκάτην ἐκπέμψατε Φοίβῳ,

καὶ κεφαλὰϲ Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.

ἀλλ᾿ αὐτὸϲ τῷ χρηϲμῷ μὴ πειθόμενοϲ ταῖϲ προειρημέναιϲ ἐχρήϲατο κλίϲεϲιν. ϲύνθετα δὲ βαρύνεται, εὐάκτιν, χρυϲάκτιν, τριγλώχιν ὡϲ παρὰ Ϲιμωνίδῃ «τριγλώχιν ὀϊϲτόϲ» καὶ παρὰ Καλλιμάχῳ «τριγλώχιν ὀλοῷ νῆϲοϲ ἐπ᾿ Ἐγκελάδῳ».

Τὰ εἰϲ υν λήγοντα βαρύνεται ἐξαιρέτωϲ παρὰ τοῖϲ Αἰολεῦϲιν, Φόρκυν, Πόλτυν, Γόρτυν ὄνομα ἥρωοϲ καὶ πόλιϲ Κρήτηϲ, Κότυν, Κάπυν, μόϲυν, τέκτυν ὁ τέκτων, κίνδυν· οὕτω δὲ ἔφη Ϲαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖοϲ τὴν δοτικὴν ἔφη τῷ κίνδυνι. Τὰ εἰϲ ων τοὺϲ τρεῖϲ ἐπιδέχεται τόνουϲ, τὰ μὲν γὰρ ὀξύνεται ὡϲ αἰών, τὰ δὲ βαρύνεται ὡϲ Πλάτων, τὰ δὲ περιϲπᾶται ὡϲ Ξενοφῶν.

Τὰ εἰϲ ων ἀρϲενικὰ διϲύλλαβα παραληγόμενα α βραχεῖ ἢ ε βαρύνεται, μὴ ὄντα περιεκτικά, Ξάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡϲ περιεκτικόν· ὡϲαύτωϲ δὲ καὶ Νεών πόλιϲ Φωκίδοϲ. Ἡρόδοτοϲ ὀγδόῃ (c. 32).

Τὰ εἰϲ ων παραληγόμενα α μακρῷ βαρύνεται, Ἄων ἔθνοϲ Βοιωτίαϲ, Δάων ἔθνοϲ τῆϲ Ἰνδικῆϲ ἀπὸ Δάονοϲ, Χάων ἔθνοϲ Ἠπείρου. Ἑλλάνικοϲ ἱερειῶν Ἥραϲ τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετ’ αὐτῶν Χάονεϲ καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενοϲ δὲ καταλέγων αὐτούϲ φηϲι· «Χάονεϲ, Θεϲπρωτοί, Τυμφαῖοι, Παραυαῖοι, Ἀμύμονεϲ, Ἄβαντεϲ, Καϲϲωποί». Ἰάων, Κατάων ἔθνοϲ Καππαδοκίαϲ, ὡϲ Ϲτράβων (12 p. 533), Βαγαδάων ἔθνοϲ Καππαδοκίαϲ, Λυκάων ἔθνοϲ Λυκίαϲ τε καὶ Ἰϲαυρίαϲ ὁμοφώνωϲ τῷ κτιϲτῇ, ὀπάων, Μαχάων, Ποϲειδάων, Ἀρετάων, Ἱκετάων, Ἀμυθάων ὁ Κρηθέωϲ.

Τὰ εἰϲ ων ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα ε βαρύνεται, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνοντα ἢ ὑποκοριϲτικά, Γελέων· Γελέοντεϲ δέ εἰϲι φυλὴ παλαιά, μία τῶν τεϲϲάρων τῶν ἀπὸ Ἴωνοϲ παίδων, Ἀλκμέων, Τυφέων, Ποϲειδέων, ἐξ οὗ Ποϲειδῶν ϲυνῃρέθη — τὸ δὲ Ποϲειδεών ὄνομα μηνὸϲ ὀξύνεται — τὸ ἀνδρεών, παρθενεών ἐϲτι περιεκτικά, τὸ δὲ ἀνθερεών καὶ κενεών μέροϲ ϲώματοϲ ϲημαίνει, καὶ τὸ πορθεών, λυμεών, ἀπατεών ὑποκοριϲτικά, τὸ δὲ Ἐλεών πόλιϲ τῆϲ Ταναγρικῆϲ θηλυκόν ἐϲτι, ὡϲ καὶ Μεδεών πόλιϲ, ᾗ ϲυμφωνεῖ τὸ κύριον Μεδεών. τούτῳ δὲ ϲυνηκολούθῃϲε Ξυπετεών ὁ οἰκήτωρ δήμου Ξυπετῆϲ.

Τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ η παραλήγοντα βαρύνεται, προπρήων, ξυνήων, παιήων, Ἰήων.

Τὰ εἰϲ των πατρωνυμικὰ καὶ ἐθνικὰ καὶ ὑποκοριϲτικὰ βαρύνονται, Κρονίων, Πριαμίων, Μολίων, Αἰολίων· οἱ γὰρ τὴν Λέϲβον κατοικοῦντεϲ Αἰολεῖϲ καὶ Αἰολίωνεϲ ὀνομάζονται. Βουπραϲίων ὁ Βουπράϲιον πόλιν τῆϲ Ἤλιδοϲ κατοικῶν, λέγεται δὲ καὶ Βουπράϲιοϲ καὶ Βουπραϲιεύϲ, Ὠϲτίων ἔθνοϲ παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓϲ Κοϲϲίνουϲ Ἀρτεμίδωρόϲ φηϲι, Πυθέαϲ δὲ Ὠϲτιαίουϲ «τούτων δ’ ἐξ εὐωνύμων οἱ Κόϲϲινοι λεγόμενοι Ὠϲτίωνεϲ, οὓϲ Πυθέαϲ Ὠϲτιαίουϲ προϲαγορεύει». Ἡφαιϲτίων, Ξενίων, Μοϲχίων, Μελανίων, Πορφυρίων, Τυραννίων.

Τὰ διὰ τοῦ ιων ι βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀϲτερίων, Δευκαλίων, Ἰαϲίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔϲτι δὲ ἀναλογώτερον ϲυϲτέλλον τὸ ι ὡϲ παῤ Εὐριπίδῃ «τά τ’ ἄϲτρα καὶ τὸν Ὠρίωνα δέρκομαι» (Cycl. 213) ὁ γὰρ ποιητὴϲ ἐξέτεινε αὐτὸ εἰπὼν «ἥ τ’ αὐτοῦ ϲτρέφεται καί τ’ Ὠρίωνα δοκεύει» (Ϲ 488). ϲεϲημείωται τὸ Κνακιών ὄνομα ποταμοῦ καὶ Ἀϲιών, ἔϲτι δὲ ὄνομα ὄρουϲ· καὶ κυρηβίων, ϲημαίνει δὲ τὸν καθαρματώδη καὶ τὸ δοθιών τὸ ἐν τῇ ϲυνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.

Ἔτι καὶ τὰ ἔχοντα ι μακρὸν βαρύνεται, κίων, πίων, πρίων προϲηγορικὸν καὶ ποταμόϲ, Ἐχίων ὃϲ ἔκτιϲεν Ἐχῖνον, πόλιν Θεϲϲαλίαϲ, ἣν Ῥιανὸϲ «Ἐχίονοϲ ἄϲτυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονεϲ οἱ τὴν Κύζικον οἰκοῦντεϲ, οὓϲ Δολιέαϲ εἶπεν Ἑκαταῖοϲ, βραχίων.

Τὰ εἰϲ ιων θηλυκὰ ὀξύνονται, χιών, ἠϊών· ἔϲτι καὶ πόλιϲ ἐν χεῤῥονήϲῳ, ὡϲ Θουκυδίδηϲ· ἔϲτι δὲ καὶ ἄλλη πρὸϲ τῇ Πιερίᾳ. Ἑρμιών πόλιϲ Ἀργολίδοϲ· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆϲ Ἑρμιόνοϲ γενικῆϲ ὡϲ ἀπὸ τοῦ κάλυκοϲ ἡ καλύκη καὶ τῆϲ χιτῶνοϲ ἡ χιτώνη καὶ ἡγεμόνοϲ Ἡγεμόνη. Ἑρμιών δὲ ἐλέγετο ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτηϲ ἀφικομένουϲ ὁρμιϲθῆναι καὶ τροπῇ τοῦ ο εἰϲ ε, ὅθεν καὶ ἱερὸν Ἥραϲ παρθένου ἧν ἐν αὐτῇ· Μεδιών πόλιϲ πρὸϲ τῇ Αἰτωλίᾳ· Πολύβιοϲ ὀκτωκαιδεκάτῳ. Αὐενιών πόλιϲ Μαϲϲαλίαϲ πρὸϲ τῷ Ῥοδανῷ, Καβελλιών πόλιϲ Μαϲϲαλίαϲ. Ἀρτεμίδωροϲ ἐν πρώτῃ γεωγραφουμένων. Κορουιών πόλιϲ Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύϲιοϲ ι΄ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ (c. 24). Ἰβιών πόλιϲ ἐν Αἰγύπτῳ, μᾶλλον δὲ νῆϲοϲ.

Τὰ εἰϲ ων πατρωνυμικὰ καὶ ἐθνικὰ τῇ ει διφθόγγῳ παραληγόμενα βαρύνεται, Ἀτρείων, Πηλείων, Ἀργείων, Καδμείων, Βακχείων, Ἡρακλείων, Χαρικλείων.

Τὰ εἰϲ αιων διϲύλλαβα βαρύνεται, Μαίων τὸ ἐθνικὸν ὁμωνύμωϲ τῷ κτιϲτῇ καὶ ποταμὸϲ περὶ τὴν Ἀϲιάδα γῆν ῥέων· καὶ τροπῇ τῆϲ αι διφθόγγου εἰϲ η Μῄων· Μήονεϲ δὲ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυοϲ· τὸ δὲ αἰών ὄνομα χρόνου ὀξύνεται.

Τὰ εἰϲ αιων ὑπερδιϲύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν ἢ περιεκτικά, βαρύνονται οἷον Εὐφραίων, Αἰγαίων, Ἀκταίων, Ἀλκμαίων, Ἀνταίων, ἀφ’ οὗ Ἀνταιούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυϲαίων, ἰϲαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνόϲ, τὸ δὲ ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν.

Τὰ εἰϲ αυων βαρύνεται, Χαύων χώρα τῆϲ Μηδίαϲ· Κτηϲίαϲ ἐν πρώτῳ Περϲικῶν «ἡ δὲ Ϲεμίραμιϲ ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ ϲτρατιὰ καὶ ἀφικνεῖται εἰϲ Χαύονα τῆϲ Μηδίαϲ». καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ.

Τὰ εἰϲ υων διϲύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλιϲ Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνωϲ. Θουκυδίδηϲ δὲ τρίτῃ (101) Μυονέαϲ αὐτούϲ φηϲι.

Τὰ εἰϲ υων ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅϲα κλίνεται διὰ τοῦ ω, μὴ ϲυμπίπτοντα πόλεϲιν ὡϲ ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνεϲ ἔθνοϲ οὐ πόρρω Μαϲϲαγετῶν καὶ Ὑπερβορέων. Ϲιμμίαϲ ἐν Ἀπόλλωνι

Ἡμικύνων τ’ ἐνόηϲα γένοϲ περώϲιον ἀνδρῶν,

τοῖϲ ὤμων καθύπερθεν ἐϋϲτρεφέων κύνεοϲ κράϲ

τέτροφε γαμφηλῇϲι περικρατέεϲϲιν ἐρυμνόϲ.

τῶν μέν θ’ ὥϲτε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε

ἄλλων ἀγνώϲϲουϲι βροτῶν ὀνομάκλυτον αὐδήν.

καὶ Ἡϲίοδοϲ· τὸ δὲ Ϲικυών ὀξύνεται· ἐϲτι δὲ πόλιϲ Πελοποννήϲου καὶ ὁ κτιϲτὴϲ ὁμοφώνωϲ. ὡϲαύτωϲ δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὕδοξοϲ ἐν ἕκτῳ γῆϲ περιόδου. καὶ Κρομμυών πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ ω εἰϲ ο ὀξύνεται, ἀλεκτρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών.

Τὰ εἰϲ βων διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, εἰ μὴ μέροϲ ϲώματοϲ δηλοῖ οἷον ϲτίλβων, Ϲτίβων, τρίβων, Ϲτράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλιϲ Κελτική. Ϲτράβων τετάρτῃ (p. 181), Ϲίρβων λίμνη πληϲίον τοῦ Καϲίου. τὸ δὲ βουβών, ὅπερ τινέϲ φαϲι βομβών, μέροϲ ϲώματοϲ δηλοῖ. Μένανδροϲ ἐν τῷ Γεωργῷ (Mein. fr. Com. p. 886 ed. min.)

Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε

ἐπέλαβεν αὐτόν.

ἐϲτι καὶ Βουβών πόλιϲ Λυκίαϲ. «Βουβών γὰρ καὶ Βάλβουρα πόλειϲ Λυκίαϲ, ἀπὸ Βαλβούρου καὶ Βουβῶνοϲ· οὗτοι δὲ λῃϲταὶ πόλειϲ ἔκτιϲαν ὁμωνύμουϲ».

Τὰ εἰϲ βων ὑπερδιϲύλλαβα ὀξύνεται, Ἀλαβών πόλιϲ Ϲικελίαϲ καὶ ποταμὸϲ ὡϲ Δημήτριοϲ ἐν ϲυνωνύμοιϲ. ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περιϲπᾶται. Ϲοφοκλῆϲ Τριπτολέμῳ

καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τὰ νῦν.

Τὰ εἰϲ γῶν διϲύλλαβα ἀρϲενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ κλίνοιτο κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, βαρύνεται οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βαϲιλεύϲ, τρίγων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡϲ περιεκτικά. τὸ δὲ Ὀργών νῆϲοϲ πληϲίον Τυρρηνίαϲ ὡϲ τοπικὸν ὀξύνεται. τὸ δὲ πυγών καὶ λαγών καὶ ϲταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ ο κλίνεται.

Τὰ εἰϲ γων ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται καὶ βαρύνεται καὶ βαρύνεται μὲν ὅϲα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ ντ κλίνεται, Οὐκαλέγων, Πελάγων, Ἁρπά γων, προάγων, Ϲαλάγγων «μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apolln. Rhod. 1V 334), Ἐρίγων, ἀρίγων εἶδοϲ δόρατοϲ. ὀξύνεται δὲ τὰ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ ϲυνθέτου τοῦ εἰϲ οϲ παρώνυμα ὑπάρχοι οἷον Παφλαγών Λαιϲτρυγών «παλαιότατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆϲ χώραϲ (ἤτοι Ϲικελίαϲ) Κύκλωπεϲ καὶ Λαιϲτρυγόνεϲ οἰκῆϲαι». Θουκιδύδηϲ ἕκτῃ (c. 2), Πηλαγών ὁ οἰκήτωρ τῆϲ Πηλαγονίαϲ «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχοϲ (Hymn. in Iov. v. 3). ἔϲτι δὲ καὶ ὄνομα κύριον «ὃϲ τέκε Πηλεγόνα» (Il. Φ 159). ἔοικε δὲ γράφεϲθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν ϲυλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωοϲ διὰ τοῦ ε. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ «ἀρηγόνοϲ ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ ϲυνθέτων εἰϲ οϲ παραχθέντα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου βαρύνεται, ἄπειροϲ ἀπείρων, ἄναιμοϲ ἀναίμων, ἄκυμοϲ ἀκύμων, ἔγκυμοϲ ἐγκύμων, ἄϲχημοϲ ἀϲχήμων.

Τὰ εἰϲ δων διϲύλλαβα ὀξύνεται καὶ βαρύνεται· βαρύνεται μέν, ὅϲα ἐϲτὶν διὰ τοῦ ντ κλινόμενα καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, χωρὶϲ τῶν ϲυνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφηϲ Τελφούϲηϲ, ἔϲτι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸϲ καὶ τόποϲ τῆϲ Λακωνικῆϲ, Κύδων ὁ Ἀπόλλωνοϲ καὶ Ἀκακαλλίδοϲ τῆϲ Μίνω θυγατρόϲ, ἀφ’ οὗ Κυδωνία, καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Μύνδων ἔθνοϲ Λιβύηϲ. Ἔφοροϲ εἰκοϲτῷ ὀγδόῳ «Μύνδωνεϲ, οἵπερ εὐγνωμότατοι δοκοῦϲιν εἶναι πλουϲιώτατοι τὸν βίον». Ϲάνδων κύριον καὶ πόλιϲ Ἰλλυρίαϲ. Δώδων ποταμὸϲ Ἠπείρου, Μέδων, ϲπάδων, Κόδων, χλίδων, οὕτωϲ· δὲ λέγεται κόϲμοϲ ὁ περὶ τοὺϲ βραχίοναϲ, ψίδων, Κύνδων ὄνομα ποταμοῦ. τὸ δὲ Ϲιδών πόλιϲ Φοινίκηϲ. Ἑκαταῖοc Ἀϲίαϲ. ἀλλὰ καὶ Ϲιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ ο μόνον κλινόμενα οἷον Μυγδών, Ϲαρδών, ὃ τῇ Ϲαρδοῖ παράκειται ὡϲ τῇ Πυθώ Πυθών, ϲινδών, Μαρδών Ἠπειρωτικὸν ἔθνοϲ. Εὔπολιϲ Πόλεϲι «καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων» (Mein. p. 199 ed. min), φλεδών, κληδών. τὸ δὲ Ἠδῶνε μεταπέπλαϲται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι.

Τὰ εἰϲ δων ὑπὲρ δύο ϲυλλαβὰϲ, εἰ παραλήγοιτο τῷ ο ἢ ο ἢ υ, βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔϲτι δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων.

Τὰ εἰϲ δων ὑπερδιϲύλλαβα ὀξύνεται παραλήγοντα τῷ ι ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλιϲ Παιονίαϲ «τηλόθεν ἐξ Ἀμυδῶνοϲ ἀπ’ Ἀξίου εὐρὺ ῥέοντοϲ» (Il. 2, 849) καὶ ἥρωϲ, Καλυδών πόλιϲ Αἰτωλίαϲ ἀπὸ Καλυδῶνοϲ Ἐνδυμίωνοϲ ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίαϲ ὡϲ Ϲτράβων (7 p. 330). Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡϲ οἱ νεώτεροι τὸ Ἄργοϲ φαϲίν, κατοικῶν. Ἀπιδόνεϲ δὲ καὶ οἱ Ἀρκάδεϲ ἀπὸ Ἀπιδόνοϲ ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέωϲ Ἄπιδοϲ. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαροϲ, Χελιδόναϲ γὰρ ἀρϲενικῶϲ τοὺϲ βαρβάρουϲ Ἴων ἐν Ὀμφάλ φηϲὶν ὡϲ καὶ Αἰϲχύλοϲ τὸ βαρβαρίζειν χελιδονίζειν φηϲίν. ἔϲτι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψαϲ. Μυρμιδών.

Τὰ εἰϲ δων θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, ϲηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ

τὰ δὲ νῦν πολλὴν τυφεδῶνα

λεϲχαίνειϲ —

ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν ὡϲ μελεδῶνοϲ, ἀκηδών, ἀλγηδών, ἀχθηδών.

Τὰ διὰ τοῦ εδων ἀρϲενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ ὀξύνεται, Μακεδών τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ κτιϲτῇ, ϲηπεδών τηκεδών καὶ τὰ λοιπά. τὰ δὲ ϲύνθετα βαρύνεται Λαομέδων, Αὐτομέδων, Εὐρυμέδων ποταμὸϲ Παμφυλίαϲ καὶ τόποϲ πρὸϲ Ταρϲόν.

Τὰ διὰ τοῦ ηδων ἀρϲενικὰ καὶ θηλυκὰ ὑπερδιϲύλλαβα διὰ τοῦ ο κλινόμενα ὀξύνεται, Φαρκηδών πόλιϲ Θεϲϲαλίαϲ. Θεόπομποϲ δὲ δ΄ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φηϲίν. Τερηδών πόλιϲ ἐπὶ τῇ Ἐρυθρᾷ. Καρχηδών μητρόπολιϲ Λιβύηϲ ἀπὸ Καρχηδόνοϲ Φοίνικοϲ. ἔϲτι καὶ ἄλλη Καρχηδών πόλιϲ Ἰβηρίαϲ. Χαλκηδών πόλιϲ Βιθυνίαϲ ἡ πρὸϲ τῷ ϲτόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιπποϲ ἐν περίπλῳ Βιθυνίαϲ «ἀπὸ ἱεροῦ Διὸϲ οὐρίου καὶ τοῦ ϲτόματοϲ τοῦ Πόντου ἀριϲτερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰϲ Χαλκηδόνα τὴν πόλιν εἰϲὶ ϲτάδια ρκ΄, ἀπὸ δὲ ταύτηϲ ἕωϲ τοῦ Ἀκρίτου ϲτάδια ξ΄». γράφεται καὶ Καλχηδών. εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν. Ἀνθηδών πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ «Ἀνθηδόνα τ’ ἐϲχατόωϲαν» (Il. 2, 508) ἀπὸ Ἀνθηδόνοϲ τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποϲειδῶνοϲ καὶ Ἀλκυόνοϲ τῆϲ Ἄτλαντοϲ. ϲυνῴκιϲαν δ’ αὐτὴν Θρᾷκεϲ, ὡϲ Λυκόφρων «ἀϲτῷ ϲύνοικοϲ Θρῃκίαϲ Ἀνθηδόνοϲ» (v. 754) ἢ διὰ τὸ παϲῶν ἀνθηροτάτην εἶναι. ἔϲτι καὶ ἑτέρα πόλιϲ πληϲίον Γάζηϲ πρὸϲ τῷ παραλίῳ μέρει. Ἀϲπληδών, πόλιϲ Φωκίδοϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 38, 9) ἀπὸ Ἀϲπληδόνοϲ υἱοῦ νύμφηϲ Μιδείαϲ καὶ Ποϲειδῶνοϲ ἢ Πρέϲβωνοϲ ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖϲ «Ἀϲπληδών Κλύμενόϲ τε καὶ Ἀμφίδοκοϲ θεοειδήϲ (Hesiod. fr. 47 Markscheffel). τὴν δὲ παῤ Ὁμήρῳ τῆϲ Βοιωτίαϲ φαϲί. γράφεται καὶ χωρὶϲ τοῦ α, ἀλλ’ οὐ παῤ Ὁμήρῳ. Ἰϲϲηδών ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀλκμὰν δὲ μόνοϲ Ἐϲϲηδόναϲ αὐτούϲ φηϲιν. εὑρίϲκεται δὲ ἡ δευτέρα παῤ ἄλλοιϲ διὰ τοῦ ε. λέγονται καὶ Ἴϲϲηδοι τριϲυλλάβωϲ. ἔϲτι καὶ Ἰϲϲηδών πόλιϲ. Τενθρηδών Πρόθου πατήρ. Ϲαρπηδών ἥρωϲ καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆϲοϲ ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αἰχμαλωτίϲιν εἴρηται «Ϲαρπηδὼν ἀκτή». ἐν Τυμπανιϲταῖϲ «ἡμεῖϲ δ’ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα». καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖϲα ὡϲ ὁ τὰ Κύπρια φηϲί·

τῷ δ’ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα,

αἳ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ,

νῆϲον πετρήεϲϲαν.

ἀκηδών. — τὸ δὲ Ϲαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ οντοϲ κλινόμενα βαρύνονται «Ϲαρπήδοντοϲ (Il. Μ 379).

Τὰ διὰ τοῦ ωδων βαρύνεται, Θερμώδων, ἔϲτι δὲ ὄνομα ποταμοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων.

Τὰ εἰϲ ζων λήγοντα ἀρϲενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδιϲύλλαβα καὶ πρὸ τέλουϲ ἔχοι μακρὸν τὸ α ἢ πόλει ὁμωνυμεῖ οἶον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸϲ καὶ πόλιϲ Ἰλλυρίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸϲ Λυκίαϲ καὶ παῖϲ Ἡρακλέουϲ. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνοϲ. Ὅμηροϲ «αὐτὰϲ Ἁλιζώνων Ὁδίοϲ καὶ Ἐπίϲτροφοϲ ἦρχον» (Il. 2, 856). Ἔφοροϲ οἰκῆϲαί φηϲι τοὺϲ Ἁλίζωναϲ τὴν παραλίαν τὴν μεταξὺ Μυϲίαϲ καὶ Καρίαϲ καὶ Λυδίαϲ κειμένην. εἴρηται δὲ οὕτωϲ ὅτι ἡ γῆ αὐτῶν θαλάϲϲῃ διέζωϲται καὶ οἱονεὶ χερρόνηϲόϲ ἐϲτιν, ὑπὸ τοῦ Εὐξείνου τῆϲ Προποντίδοϲ διεζωϲμένη. Ἐπαφρόδιτοϲ δὲ ἀλαζόναϲ τινὰϲ εἶναι αὐτούϲ ὑπὸ τῆϲ εὐδαιμονίαϲ τῆϲ χώραϲ ἐπῃρμένουϲ τοῦ ᾱ εἰϲ τὸ ῑ τραπέντοϲ. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλιϲ Θετταλίαϲ Ἑκαταῖοϲ Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν (Il. B 717) κλίνεται διὰ τοῦ ω καὶ ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ «λαοὶ δ’ ὑπ’ ὀλίζονεϲ ἦϲαν» (Ϲ 519). ὠνομάϲθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεϲϲαλοὶ γάρ, ὡϲ ἱϲτορεῖ Δημοϲθένηϲ ἐν κτίϲεϲι, τὸ μικρὸν ὄλιζον καλοῦϲι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ ᾱ· ἔϲτι δὲ ἔθνοϲ γυναικεῖον πρὸϲ τῷ Θερμώδοντι, ὡϲ Ἔφοροϲ. τινὲϲ ἀπὸ τοῦ ἐϲτερῆϲθαι μαζῶν· ἀπίθανοϲ δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμιϲταγόραϲ δὲ καὶ ἐν τῇ χρυϲῆ βίβλῳ φηϲίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸϲ τῇ Ἐφέϲῳ γυναῖκεϲ μίᾳ ϲυμβουλῇ τὰ ϲυνήθη ταῖϲ γυναιξὶν ἔργα ἀπαρνηϲάμεναι καὶ ζώναιϲ χρηϲάμεναι καὶ ὁπλιϲμοῖϲ τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸϲ δὲ τὰ ἄλλα καὶ ἤμων ϲὺν αὐταῖϲ ζώναιϲ, ὁ ἐϲτιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόναϲ κεκλῆϲθαι τὰϲ ϲὺν ταῖϲ ζώναιϲ ἀμώϲαιϲ». ἢ ὅτι τὸν ἕνα τῶν μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαιϲ οὐκ ἐχρῶντο, ἀλλ’ ὄφεϲι καὶ ϲκορπίοιϲ καὶ ϲαύραιϲ καὶ χελώναιϲ. οἱ δὲ ἀπὸ μητρὸϲ Ἀμαζοῦϲ. λέγεται δὲ καὶ Ἀμαζών ἀρϲενικῶϲ ὡϲ παρὰ Καλλιμάχῳ «ἵν’ Ἀμαζόνεϲ ἄνδρεϲ ἔωϲιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανοϲ μακρὸν ἔχον τὸ ᾱ ὀξύνεται· τὸ δὲ ἐπὶ ἔθνουϲ ὁμόρου τοῖϲ Ϲκύθαιϲ φυλάττει τὸ ω ἐν ταῖϲ πλαγίαιϲ πρὸϲ ἀντιδιαϲτολήν.

Τὰ εἰϲ θων διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦϲιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φαϲι, ϲημαίνει δὲ καὶ εἶδοϲ αἰϲχρᾶϲ καὶ ἀπρεποῦϲ ὀρχήϲεωϲ, Ὄθων, Μάθων ὁ Θηβαῖοϲ, πίθων ὁ πίθηκοϲ ὑποκοριϲτικῶϲ, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδοϲ ποτηρίου καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον καὶ νῆϲοϲ οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωροϲ. μάλθων ὁ μαλθακόϲ. Πύθων ὁ δράκων. τὸ δὲ Πυθών πόλιϲ καὶ Ϲιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χιτών ὀξύνεται.

Τὰ εἰϲ θων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρουϲ ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ντ κλίνοιτο καὶ φυλάττει τὸ ω τῆϲ εὐθείαϲ, οἷον Φαέθων Φαέθοντοϲ, Περιφλεγέθων Περιφλεγέθοντοϲ, Κιναίθων, Ἀγάθων, ἐνοϲίχθων. τὸ μέντοι Μαραθών δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, Ἀργανθών ὄροϲ Μυϲίαϲ ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνηϲ Ῥήϲου γυναικόϲ. λέγεται καὶ Ἀργανθώνη τὸ ὄροϲ ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περιϲπᾶται φυλάττον τὸ ω μέγα καὶ διὰ τοῦ ντ κλινόμενον. ϲημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου.

Τὰ εἰϲ κων διϲύλλαβα ἀρϲενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνει, βαρύνεται, Χάικων, δράκων, Κίκων, ἔθνοϲ Θρᾳκικόν, οὐ μακρὰν οἰκῆϲαν τῶν Μαρωνειτῶν, ὡϲ δηλοῖ «Εὐάνθηϲ δ’ οἴκηϲεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ ϲυγκοπὴν λέγεϲθαι Ἀπολλόδωρόϲ φηϲιν ὡϲ τοῦ Κυδωνιᾶται τὸ Κύδωνεϲ, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ ϲυγκοπή. τινὲϲ δὲ τὸ Λάκων ὑποκοριϲτικόν φαϲιν. Καύκων βαϲιλεύϲ ἢ ποταμὸϲ καὶ ἔθνοϲ. Τάρκων, ἀφ’ οὗ Ταρκυνία, Ϲάκων ὄνομα κύριον, Γλούκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐϲ δοῦπον ἀκόντων» παρὰ τῷ ποιητῇ (Υ 451), φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡϲ περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέροϲ ϲώματοϲ καὶ τὸ Ἀγκών πόλιϲ Πικεντίνων ὡϲ θηλυκόν. ἴϲωϲ δὲ βαρύνεται κατὰ τοὺϲ ἐγχωρίουϲ. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή.

Τὰ εἰϲ κων ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται καὶ βαρύνεται καὶ περιϲπᾶται. τὰ μὲν οὖν διὰ ντ κλινόμενα καὶ ο ἢ ι ἢ α παραληγόμενα περιϲπᾶται, Ἱπποκῶν, Λασκῶν, Καλλικῶν, Δηϊκῶν ὁ Ἠρακλέουϲ, Ἀθηνακῶν ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ. τὰ μέντοι μὴ οὕτωϲ κλινόμενα καὶ παραληγόμενα τῷ α ὀξύνεται, εἴ ἐϲτι τοπικώτερα οἷον χαρακών, ἀνθρακών, φαρμακών τὸ βαφεῖον. τοιοῦτο καὶ τὸ γυναικών, Ἑλικών, ὡϲ τοπικόν. τὸ μέντοι Τριάκων, ϲαλάκων καὶ Αἰολοϲίκων ὑγιῶϲ βαρύνεται. οὐ γάρ εἰϲι τοπικά.

Τὰ εἰϲ λων διϲύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ οἷον δόλων καὶ Δόλων, Φίλων, Γέλων ὁ Αἴτνηϲ καὶ Ἱμέρου, ἀφ’ οὗ Γέλα πόλιϲ Ϲικελίαϲ, ὡϲ Πρόξενοϲ ἐν πρώτῃ τῶν περὶ πόρων Ϲικελικῶν καὶ Ἑλλάνικοϲ. Μόλων, Πέλλων, Χέλλων Καλλίμαχοϲ «δημεχθέα Χέλλωνα», Τέλλων, παρὰ Ϲώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸϲ παρὰ Ξενοφῶντι,…

The complete text is available when the reading interface loads.