The Greek Library Author

Herodianus

Περὶ διχρόνων

Scientific editors
August Lentz
Edition reference
Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Paragraph 1

Καθόλου τὰ τρία δίχρονα τὰ ἐκ ϲυναλοιφῆϲ ἐκτείνεϲθαι θέλει, Cr. ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆϲ τα ϲυλλαβῆϲ, τοῦ κέρατα κέρα, καὶ κρέατα κρέα, ϲυνεϲταλμένον ἐϲτὶ τὸ δίχρονον. Θέτιι Θέτι, πάντα Θέτι καλλιπλοκάμῳ (Ϲ 407). μήτιι μήτι, μήτι δ᾿ ἡνίοχοϲ περιγίγνεται (Ψ 318). ἱερεύϲ ἱρεύϲ, βότρυεϲ βότρυϲ, νέκυεϲ νέκυϲ. Πᾶν ὄνομα μονοϲύλλαβον ἀπαθὲϲ εἰϲ ν λῆγον ἢ εἰϲ ρ ἢ εἰϲ ϲ, εἴτε θηλυκὸν εἴτε ἀρϲενικὸν εἴτε οὐδέτερον, ἀπαραϲχημάτιϲτον εἴτε παρεϲχηματιϲμένον ἀρϲενικῷ, εἰ ἔχοι δίχρονον, ἐκτείνειν αὐτὸ θέλει, ὡϲ ἔχει τὸ πᾶν, πᾶϲ, Γρᾶϲ, Πρόϲ, κράϲ, λίϲ, κίϲ, μῦϲ, ϲῦϲ, | δρῦϲ, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίϲ ϲημειούμεθα ϲυϲτελλόμενον τὸ ι· τὸ δὲ ϲτάδα λίμνην ἢ κλάδα χρυϲεόκαρπον οὐχ ἕξει τινὰ εὐθεῖαν ϲτάϲ ἢ κλάϲ. μεταπλαϲμοὶ γάρ εἰϲι, τὸ ἐξ ὀρέων ἐπὶ κάρ (Π 392) κατὰ πάθοϲ. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η γέγονεν.

Paragraph 2

Πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν, καὶ ὅϲα τοιαῦτα.

Paragraph 3

Πᾶν εἰϲ αϲ ἀρϲενικὸν βαρύτονον ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, εἴτε ὄνομα εἴη εἴτε μετοχή, Αἴαϲ, Δρύαϲ, Θόαϲ, λέξαϲ, γράψαϲ, ποιήϲαϲ. διὸ ϲημειούμεθα τὸ ποιητικὸν προϲηγορικὸν «λᾶαϲ ἀναιδήϲ καὶ μέγαϲ ἐπίθετον. τὸ δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ (Alcmanis) καὶ ὅϲα τοιαῦτα κατὰ διάλεκτον, δῆϲαϲ ἀλυκτοπέδῃϲι (Theogn. 521).

Paragraph 4

Τὰ εἰϲ αϲ ὀξύτονα ὀνόματα διϲύλλαβα διὰ τοῦ δοϲ κλινόμενα ϲυϲτέλλεϲθαι θέλει, Ἀρκάϲ, φυγάϲ, ἐθάϲ, πολυδειράϲ.

Paragraph 5

Τὰ εἰϲ αϲ περιϲπώμενα ἀναγκαίωϲ ἔχει τὸ α μακρόν, ἀλλᾶϲ, Ἡρᾶϲ, Βορρᾶϲ, πελεκᾶϲ.

Paragraph 6

Τὰ εἰϲ αϲ λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ ϲυϲτέλλονται, κρέαϲ, τέραϲ, δέπαϲ, κέραϲ.

Paragraph 7

Τὰ εἰϲ αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ ϲυϲτέλλει. ὅϲα μὲν οὖν διϲύλλαβα ὄντα ἔχει πρὸ τέλουϲ μὴ φύϲει μακράν, ἀλλ᾿ ἢ βραχεῖαν ἢ θέϲει μακράν, ἀδιάφορον ἔχει τὸν | χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ· εἰ μέντοι ἡ πρὸ τέλουϲ φύϲει μακρὰ εἴη, ἡ δὲ τελευταία ϲυϲτέλλοιτο, γένοϲ θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡϲ ἔϲθ᾿ ὅτε οἱ κωμικοὶ καὶ ἀρϲενικῷ γένει τὴν ϲύνταξιν ποιοῦνται· ἀλλ᾿ εἰκὸϲ αὐτοὺϲ θηλυκῇ προϲηγορίᾳ ϲκώπτειν τοὺϲ παϲχητιῶνταϲ. ὅϲα μέντοι ἔχει τὴν πρὸ τέλουϲ φύϲει μακρὰν ἀρϲενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡϲ ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· ϲημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, εἰϲὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, καὶ τὸ καύαξ διφορούμενον· τοῦτο γάρ ποτε μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό· ἔϲτι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκτείνει τὸ α μὴ ὄντα ϲύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ ϲύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ· τὰ δὲ ὀξύτονα ϲύνθετα ϲυϲτέλλει τὸ α, διαϲφάξ, βλεφαροϲπάξ. Τὰ μέντοι μονοϲύλλαβα, θηλυκὰ μὲν ὄντα, θέλει ϲυϲτέλλειν τὸ α, ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται· τὰ δὲ ἐκτείνοντα l. 2 «φλαϲκᾶϲ addit gramm. Herm. et cod. Par. b.» Cramer. l. 10 ἐπὶ θηλυκοῦ B, D, Draco, reg. Herm. l. 15 «Codd. et regg. Hermanni νώδαξ. Sed κνώδαξ, quod Lud. Dindorf. requirit in Thes., certe apud Draconem eo loco. qui hinc est, p. 18, 25.» Lehrs. — A. γλάξ, Cod. Par. γνάξ καὶ ϲύλαξ, D γνάξ καὶ γώλαξ, reg. Herm. κῦαξ καὶ ϲῦλαξ, Draco 18, 25 ἄγναξ καὶ γύλαξ, Choer. p. 305, Ὑλαξ Κῆαξ, Lascar. Υλαξ Κῦαξ, unde Draco altero loco 51. 10. — Γῦναξ dubium est, Γῦλαξ fIrmatur Steph. Byzantii testimonio s. Ἀπολλωνία et Γυλάκεια. Lehrsius conferri iubet Lob. Parall. 276. — l. 17 pro ϲαῦϲαξ (sic A et B, regg. Herm., D ϲάνϲαξ, Draco 19, 2 ϲαύταξ ἢ ϲαύϲαξ) praebet Choer. l. c. ϲῦαξ φαϲηλοειδὲϲ ὄϲπριον, quod iudice Lehrsio collato Lob. Parall. l. c. fortasse rectius est quam ϲαῦαξ, quia Hesych. ϲαύϲακαϲ caseos interpretatur; sed. retinuit L. ϲαῦϲαξ, quia verba φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον (sic A. pro ὄϲπριον, in D ὄϲπρεον) indicare videntur hoc cibi genus ab aliis aliter explicatum esse. — l. 18 codd. et Draco καύναξ, sed καύαξ regg. Herm. et Choer., apud quem κάβαξ. scriptum est. l. 20 Codd. ABD Par. a θορυβίλλαξ, Par. b θορυβίλαξ, Draco θοριβύλαξ, regg. Herm. θορυμέλαξ; θυμέλαξ emendavit Lob. Parall. l. c. l. 21 pro βαρύνονται scripsit βαρύτονα Lehrs cum BD Par. et Dracone. l. 22 pro Ἀρχαιάναξ cum Lobeckio posuit Ἀρχεάναξ Lehrsius. l. 23 AB διαϲπάξ, D διαϲπαξ, regg. pr. διαμπάξ, Draco διαϲφάξ, quod recepit Lehrs, βλεφαροπάξ praebent ABD et Par. et Draco, βλεφαροϲπάξ regg. Herm. l. 24 codd. ϲτάξ, Draco ϲπάξ, cuius testem citavit Cramerus Herodotum I 110. — l. 25 κλάξ ut non testatum (cf. Lob. Parall. 94) delendum censet Lehrs. τὸ α ἀρϲενικά ἐϲτι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱϲτορεῖται μὲν ἐκτείνεϲθαι· ἐγένετο δὲ Ἀχιλλέωϲ ἀπό|γονοϲ, ἔνθεν οἱ Πρᾶκεϲ· ϲυϲτέλλεται δὲ ἔϲθ᾿ ὅτε τὸ α.

Paragraph 8

Τὰ μέντοι εἰϲ ιξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ ι ἔχοντα δύο ϲύμφωνα πρὸ τοῦ ι, ϲτίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. Τὰ μέντοι εἰϲ ιξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ϲυϲτέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. καί φαϲι τήρηϲίν τινα εἶναι τοιαύτην, ὡϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, ϲκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖοϲ δὲ ὁ φηϲὶν ὡϲ τῆϲ πέρδικοϲ καὶ χοίνικοϲ γενικῆϲ ἡ μέϲη ϲυϲτέλλεται, πειϲθεὶϲ Ἀριϲτοφάνει τῷ γραμματικῷ καὶ τοῖϲ οὕτω. χρηϲαμένοιϲ ποιηταῖϲ διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔϲτι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκιϲ. τὸ μέντοι Θρήϊκοϲ ϲυϲτέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ. τὸ δὲ ἧλιξ ϲυνεξῆλθε τοῖϲ ἔχουϲι τὸ λ πρὸ τοῦ ι, χόλικοϲ, ἕλικοϲ, χάλικοϲ, κύλικοϲ. τὸ ϲύμμιγοϲ ϲύνθετόν ἐϲτι.

Paragraph 9

Τὰ εἰϲ υξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Ϲτύξ. Χρόνοϲ ὁ αὐτὸϲ καὶ ἐπὶ γενικῆϲ. Τὰ εἰϲ υξ διϲύλλαβα καὶ αὐτὰ ϲυϲτέλλει τὸ υ, φυλάττει μέντοι τὸ υ ϲυνεϲταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆϲ ἔχει, ϲτόνυχοϲ, ὄνυχοϲ, ὄρτυγοϲ, ἤλυγοϲ, δίζυγοϲ, φάρυγοϲ, τὸ δὲ κόκκυγοϲ ϲυϲτέλλουϲι καὶ ἐκτείνουϲιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίϲιϲ ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκοϲ γὰρ ϲυνεϲταλμένωϲ καὶ | ἄμβυκοϲ, Βέβρυκοϲ, κάλυκοϲ, Γάνυκοϲ, ἴβυκοϲ, ἐκτεταμένωϲ δὲ βόμβυκοϲ, αἴθυκοϲ, κήρυκοϲ. τὸ κήρυκι Ἠπυτίδῃ (Ρ 324) διὰ μέτρον φαϲὶν ἔχειν ϲυϲτολήν. Τὰ μέντοι εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι ϲύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡϲ ἐν τῇ κλίϲει παραδέδοται.

Paragraph 10

Τὰ εἰϲ ιψ μονοϲύλλαβα ἐκτείνεται. ὁμοίωϲ καὶ ἐπὶ γενικῆϲ. διὸ ἡ λιβόϲ γενικὴ ϲημειώδηϲ· τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν ϲυϲτέλλεται. θέλουϲι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παῤ Ἀρχιλόχῳ ἄνδραϲ ἀμφιτρίβαϲ.

Paragraph 11

Τὰ εἰϲ αψ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν φαμεν ϲυϲτέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοϲυλλάβοιϲ τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριϲτοφάνει, καὶ τὸ λάψ παρὰ Ταραντίνοιϲ. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα ϲυϲτέλλεται.

Paragraph 12

Τὰ διὰ τοῦ ανω ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα ἔχει τὸ α ϲυνεϲταλμένον, λιμπάνω, μανθάνω, λανθάνω, λαμβάνω. τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον.

Paragraph 13

Τὰ εἰϲ πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλουϲ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ ϲημειούμεθα τὸ πίπτω καὶ ῥίπτω.

Paragraph 14

Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ἐπ᾿ εὐθείαϲ καθαριεύοντοϲ τοῦ ν εἰ ἔχει πρὸ τέλουϲ τὸ υ ἐκτείνει αὐτό, ὡϲ ἔχει τὸ | φρυνόϲ, θυνόϲ, γρυνόϲ καὶ βαρυνόμενον τὸ Κῦνοϲ. τὸ μέντοι πλυνόϲ οὐχ οὕτωϲ ἔχει.

Paragraph 15

Τὰ εἰϲ νοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ υ, πῇ μὲν ϲυϲτέλλει αὐτό, ἐπὰν τὸ ϲ προηγῆται αὐτοῦ, ὡϲ ἔχει τὸ δεϲπόϲυνοϲ, θάρϲυνοϲ, πίϲυνοϲ· τὸ δὲ μόϲυνοϲ ἐκτεταμένον ἀπὸ γενικῆϲ ἐϲτι. γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι εἰ παραλήγοιντο τῷ υ ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ, Πόλτυνοϲ, αἱ μέντοι εὐθεῖαι αὐτῶν ϲυϲτέλλουϲι τὸ υ. τὰ μέντοι διὰ τοῦ νοϲ ἐπ᾿ εὐθείαϲ μὴ ἔχοντα τὸ ϲ πρὸ τοῦ υ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, ἐκτείνειν θέλει τὴν πρὸ τέλουϲ, κίνδυνοϲ, εὔθυνοϲ. Πάχυνοϲ, Λάμυνοϲ. διὸ καὶ τὸ βόθυνοϲ ἀναλόγωϲ οἱ Ἀττικοὶ ἐκτείνουϲιν· κἂν ὀξύνηται δὲ τοιαῦτά ἐϲτι, Μαρνανδυνόϲ, Βιθυνόϲ. τὸ ἄγυνοϲ ἢ ἀνδρόγυνοϲ οὐ μάχεται, ϲύνθετα γάρ ἐϲτι καὶ ἔχει τὸν τοῦ ἁπλοῦ χρόνον, λέγω δὲ τοῦ γυνή, ὅπερ καὶ αὐτὸ ἠλόγητο κατὰ χρόνον· τὰ γὰρ εἰϲ νη καθαριεύοντα διϲύλλαβα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ υ, ἐκτεταμένον αὐτὸ ἔχει, ὡϲ ἔχει τὸ Βύνη, μύνη, Φρύνη, ὑπεϲταλμένου δηλονότι τοῦ γυνή. προϲέθηκα δὲ διϲύλλαβα, ἐπεὶ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, διὰ μέντοι τοῦ ϲυνη ὄντα, ἀεὶ ϲυϲτέλλει τὸ υ, βριθοϲύνη, ὑποθημοϲύνη, καλλοϲύνη· εἰ δὲ μὴ ἔχει τὸ ϲ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον· Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένωϲ, κορύνη δὲ καὶ Ταμύνη ϲυνεϲταλμένωϲ, ὡϲ τορύνη, Ἀττικοὶ δὲ ἐκτεταμένωϲ.

Paragraph 16

Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὀξυνόμενον ἢ περιϲπώμενον μακρῷ χρῆται τῷ α, φοβερά, Ἀθηνᾶ.

Paragraph 17

Πᾶν εἰϲ α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπεριϲπώμενον ϲυνεϲταλμένον ἔχει τὸ α, Ἀντιόχεια, Μήδεια, ταχεῖα, ὀξεῖα.

Paragraph 18

Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ ἢ τὸ ν, μὴ κατὰ πάθοϲ ἢ διάλεκτον, ἔχει τὸ α ϲυνεϲταλμένον, χάλαζα, ἅμαξα, ἀμφίϲβαινα, Λάκαινα, χαρίεϲϲα, μοῦϲα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ πάθοϲ, τὸ δὲ Ἑλένα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ διάλεκτον.

Paragraph 19

Τὰ εἰϲ ρα λήγοντα καθαρόν, εἰ παραλήγοιτο τὸ υ, ἀμοιβαῖον ποιεῖται χρόνον· εἰ γὰρ ἐκτείνοιτο τὸ υ, τὸ α ϲυϲτέλλεται καὶ προπαροξύνεται, ὡϲ ἔχει τὸ ἄγκυρα, Κέρκυρα, ὄλυρα· εἰ δὲ ϲυϲτέλλοιτο τὸ υ, τὸ α ἐκτείνεται καὶ παροξύνεται θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, Ἐφύρα, πορφύρα. τὸ οὖν κολλύρα κατ᾿ ἀμφότερα δίχρονα ἐκταθὲν ϲημειῶδεϲ. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν διϲυλλάβων· πυρά ἐκτείνει τὸ α, ϲυϲτέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ ϲφῦρα ἐκτεῖνον τὸ υ καὶ ϲυϲτέλλον τὸ α.

Paragraph 20

Τὰ εἰϲ ρα λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου ἐκτείνει τὸ α, ποτίϲτρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα. ϲημειῶδεϲ οὖν τὸ Τάναγρα καὶ ϲκολόπενδρα.

Paragraph 21

Τὰ εἰϲ α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντωϲ ϲυνεϲταλμένον αὐτὸ ἔχει, γάζα, μύζα, ὄρυζα, φύζα, δίψα, ϲχίζα, ῥίζα· ὅθεν ϲημειῶδεϲ τὸ μᾶζα ἐκτεῖνον τὸ πρὸ τοῦ διπλοῦ α.

Paragraph 22

Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η ἐκτεταμένον ἔχει τὸ α, ϲεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν | ϲυλλαβῶν ποιεῖ ϲυνεϲταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.

Paragraph 23

Τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον, ὁπότε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεϲταλμένων τῶν πρὸ τέλουϲ ἐχόντων τὴν τρι ϲυλλαβήν, οἷον ποιήτρα, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, αὐλήϲτρια, l. 14 pro ϲφύρα scripsit Lehrsius Ἐφύρα. — l. 25 verba ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η inseruit et in fine canonis apposuit γραῖα, μαῖα ex Excerpto ap Cram. An. Ox. III 267: λέγει ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ διχρόνων ὅτι τὰ διὰ τοῦ αια γεγονότα ἐκ θηλυκῶν πρωτοτύπων ληγουϲῶν εἰϲ α ἢ εἰϲ η μακρὸν ἔχουϲι τὸ α, οἷον ἅμαξα ἁμαξαία, ϲελήνη ϲεληναία, οὐρά οὐραία (sic Lehrs pro ἄρουρα ἀρουραία). πλὴν τοῦ γαῖα. μήποτε οὖν διὰ τὴν βραχυϲυλλαβίαν διηλλάγη (pro ἐνηλλάγη L.) τοιαῦτα γὰρ καὶ τὰ διϲύλλαβα τὰ μὴ ὄντα παρώνυμα οἷον γραῖα (pro αἶρα L.), μαῖα. l. 29 et 30 sic leguntur in AD, ap. Draconem (p. 20 et 65), in regg. Herm. In B sic: τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον ἔχουϲι τὸ α, ὁπότε ἐϲτίν ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ τὴν πρὸ τέλουϲ ἔχοιεν φύϲει μακράν. l. 31 in AB post εὔχροια exstant: τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον ἔχουϲι τὸ α ὁπότε ἔχουϲι πρὸ τέλουϲ τὴν τρι ϲυλλαβήν, quae exhibui, dedit Lehrsius ex D, Dracone et reg. pros. l. 32 nomina μεϲήτρια, ὁδηγήτρια reperiuntur in solo B, in quo Lehrsio propter colorem recentiorem et Ϲhristianum potius accessisse quam in ceteris effluxisse videntur. μαθήτρια. παράλογοϲ οὖν ὁ πρὸ τέλουϲ χρόνοϲ τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅϲα γὰρ ἔχει πρὸ τέλουϲ τὸ ι ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα μὴ διὰ τοῦ τρια, οὐκ ἐν ϲυϲτολῇ ἔχει τὸ α, ἀλλ᾿ ἐκτάϲει, κακία, φιλία, κοπία, ἐϲχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλουϲ ἠλάττωται ἢ ἡ ἐπὶ τέλουϲ.

Paragraph 24

Πᾶν εἰϲ α λῆγον οὐδέτερον ἑνικὸν ϲυνεϲταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆϲ ἐϲτι τοῦ κάρανον.

Paragraph 25

Τὰ εἰϲ αρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει τὸ α, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ. Ἀττικοὺϲ δέ φαϲιν ἐκτείνειν τὸ ϲτέαρ καὶ φρέαρ.

Paragraph 26

Τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ εἴτε ἐπὶ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον καταλήγουϲαν, πάντωϲ ἐκτεταμένον αὐτὸ ἔχει, πᾶϲα, πτᾶϲα, φῦϲα, δῦϲα, Τῖϲα, Κρῖϲα κνῖϲα· οὐκ ἀγνοῶ δὲ ὅτι Πίϲαν εἶπε τὴν πόλιν κατὰ ϲυϲτολὴν Πίνδαροϲ. εἰ μέντοι εἰϲ ϲύμφωνον λήγει ἡ πρὸ τέλουϲ ϲυλλαβή, τὸ δίχρονον ϲυϲτέλλεται, θάλαϲϲα, ἄναϲϲα, πίϲϲα, νύϲϲα, λύϲϲα.

Paragraph 27

Πᾶν εἰϲ αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ | κατὰ τὴν γενικὴν τοῦ ἀρϲενικοῦ, τάλανοϲ τάλαν, μέλανοϲ μέλαν, ϲτάντοϲ ϲτάν, βάντοϲ βάν. ποιητικῶϲ γὰρ ἐκτέτατο ἵνα μὴ τὸ γῆραϲ ἐπαναβὰν αὐτὸν λάθῃ. ἐπεὶ οὖν παντόϲ φαμὲν κατὰ ϲυϲτολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ ϲυϲτολήν, ὥϲπερ Αἰολεῖϲ καὶ Δωριεῖϲ ἀποφαίνονται. ἡ μέντοι παῤ ἡμῖν ἔκταϲιϲ τοῦ α καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ παρὰ τοῖϲ Ἴωϲιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξαϲθαι τὴν περιϲπωμένην τοῦ πᾶϲ ἀρϲενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν διϲυλλάβωϲ λέγηται, τότε ἕξει τὸ α ϲυνεϲταλμένον, ϲύμπαν, ἅπαν. εὕρηται παῤ Ἀθηναίοιϲ ἐκτεῖνον τὸ α.

Paragraph 28

Τὰ εἰϲ αν λήγοντα ἐπιρρήματα ἐκτείνουϲι τὰ α, ἄγαν, λίαν, πέραν, εὔἁν, ὑπεϲταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐϲτί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐϲτι.

Paragraph 29

Τὰ εἰϲ α λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ, ὁπότε μιᾷ ϲυλλαβῇ τοῦ ἀρϲενικοῦ πλεονάζει, ϲυϲτελλόμενον ἔχει τὸ α, ταχύϲ ταχεῖα, Κρήϲ Κρῆϲϲα, ἱερεύϲ ἱέρεια, τάλαϲ τάλαινα, Κίλιξ Κίλιϲϲα. Ἀττικοὶ μέντοι ἐκτεταμένωϲ ἱερείαν ἀποφαίνονται.

Paragraph 30

Τὰ εἰϲ οϲ λήγοντα ὁπότε ἔχει θηλυκὸν εἰϲ α λῆγον πάντα ἔχει l. 2 pro ἴμνια λάμνια scripsit Lehrsius Ἰάμνια Λάμια collat. Epim. Cr. I 370, 22. Post ὅϲα Lehrsius posuit γάρ, adnotans in codd. et reg. pros. nullam particulam esse, ap. Draconem δέ. — l. 3 μὴ διὰ τοῦ τρια addidit Lehrs, l. 4 pro κοπία codd. et Paris. praebent regg. Herm. ϲκοπία, Draco ϲκοπιά. — l. 5 pro καὶ ή bis Lehrsius posuit ἢ ἡ. l. 12 εἰϲ ϲα scripsit L. pro εἰϲ α. l. 14 δῦϲα ap. Lehrsium excidit. l. 30 A ἔαν, BD et Par. εὔαν eo accentu, qui praescribitur etiam ab Io. Al. 37, 27, Draco εὐάν, scripsi εὔἁν approbante Lehrsio cf. Uhlig. Mus. Rhen. XIX p. 37. ἐκτεταμένον τὸ α, Ῥόδιοϲ Ῥοδία, Κνίδιοϲ Κνιδία. ϲημειῶδεϲ ἄρα κατὰ χρόνον τὸ ὁμοίωϲ δὲ καὶ τὸ ἴα, δῖα γυναικῶν, οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ (Il. Δ 437), ὅπερ λέγεται καὶ μία, καὶ τὸ πέπειρα. |

Paragraph 31

Αἱ εἰϲ ϲ λήγουϲαι μετοχαὶ ἀρϲενικαὶ ἤτοι βραχυκατάληκτοί εἰϲιν, ὡϲ αἱ εἰϲ οϲ λήγουϲαι, τυπτόμενοϲ, λεγόμενοϲ, ἢ μακροκατάληκτοι, ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι, πεποιθώϲ, διδούϲ, βιούϲ· εἰ δὲ εἰϲ δίχρονον λήγουϲιν, ἐκτεταμένον αὐτὸ ἔχουϲιν, ἱϲτάϲ, βιβάϲ, ζευγνύϲ, δύϲ, φύϲ.

Paragraph 32

Πᾶν εἰϲ ϲϲων λῆγον ϲυγκριτικόν, εἰ ἔχει δίχρονον ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πάϲϲων, μάϲϲων, βράϲϲων, γλύϲϲων. ϲεϲημείωται τὸ θάϲϲων καὶ ἐλάϲϲων ἐκτείνοντα τὸ δίχρονον.

Paragraph 33

Τὰ εἰϲ ων λήγοντα καθαρὰ ϲυγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριϲτοφάνηϲ δὲ ἐν Ἀττικαῖϲ λέξεϲιν Ἀττικοὺϲ ἱϲτορεῖ προφέρεϲθαι ἐκτεταμένωϲ.

Paragraph 34

Πᾶϲα αἰτιατικὴ ἀπαθὴϲ εἰϲ α λήγουϲα ϲυϲτέλλεϲθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βαϲιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουϲι τὰϲ ἀπὸ τῶν εἰϲ ευϲ, Ἀτρέα λέγοντεϲ καὶ ἱερέα. πρόϲκειται δὲ ἀπαθὴϲ διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ.

Paragraph 35

Τὰ διὰ τοῦ αριον ὑποκοριϲτικὰ παρὰ τοῖϲ παλαιοῖϲ Ἕλληϲι ϲυϲτέλλει τὸ α, ἱππάριον, φυτάριον, ἠ μέντοι νῦν ϲυνήθεια ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίϲταται διὰ τοῦ αριον ἐκτεταμένα, ϲουδάριον λέγουϲα καὶ κελλάριον.

Paragraph 36

Τὰ διὰ τοῦ ινη παραγωγὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενῆ φιλεῖ ἐκτείνειν τὸ ι, Αἰητίνη, ἰατρίνη, θριδακίνη, ἡρωΐνη, Ὠκεανίνη, χωρὶϲ τοῦ εἰλαπίνη καὶ τοῦ Μολυβδίνη, ἔϲτι δὲ ὄνομα πόλεωϲ. ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἔφην διὰ τὸ ϲατίνη, ἔϲτι δὲ εἶδοϲ ἅρματοϲ, καὶ τὸ Ἀϲίνη ἔϲτι δὲ ὄνομα πόλεωϲ, καὶ τὸ μυρϲίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡϲ τὸ τριϲύλλαβον ϲυϲτέλλει τὸ ι. πολλάκιϲ γάρ ἐϲτι τὰ ἐκτείνοντα τὸ ι, ὡϲ ἔχει τὸ δωτίνη, ὑϲμίνη, πυτίνη.

Paragraph 37

Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ὀξύτονα καθαρεύοντοϲ τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλουϲ τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουϲι, δανόϲ ὁ ξηρόϲ, τρανόϲ, μανόϲ. τοῦτο δὲ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτέλλεται.

Paragraph 38

Πᾶν δίχρονον ἔχον διπλαϲιαϲμὸν ἀμεταβόλου ἐπιφερομένου ϲυϲτέλλεϲθαι θέλει, Πράξιλλα, Τελέϲιλλα, ἄμμοϲ, Κόριννα, θύννοϲ, ἄλλοϲ, πυρρόϲ. παραλόγωϲ οὖν ἐκτέτατο τὸ μᾶλλον.

Paragraph 39

Τὰ διὰ δύο ϲϲ παραγωγὰ ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα l. 7 pro αἰ εἰϲ οϲ scr. αἱ εἰϲ ϲ. — l. 8 in A ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι δίχρονον, in regg. Herm. desunt αἱ μὴ οὕτωϲ ἔχουϲαι, sed exstant πεποιθώϲ — λήγουϲιν. — l. 12 codd. et Draco κράϲϲων, regg. Herm. βράϲϲων. — l 16 λέξεϲιν pro διαλέξεϲιν emend. L. — l. 31 sie A; BD, Drac., reg. Herm. τὰ τριϲύλλαβα. ὅτε ἔχει δίχρονον πρὸ τέλουϲ ϲυϲτελλόμενον αὐτὸ ἔχει, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, ἀφύϲϲω. δῆλον οὖν ὅτι καὶ τὸ θαάϲϲω ὀφείλει τὸ α ϲυϲτελλόμενον ἔχειν. τὸ δὲ ἐλαϲϲῶ περιϲπᾶται παρὰ τὸ ἔλαϲϲον γενόμενον. διὸ βαρύτονα πρόϲκειται.

Paragraph 40

Τὰ διὰ τοῦ αζω διϲύλλαβα ϲυϲτέλλει τὸ α, ὑπεϲταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήϲϲω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲτάζω, φράζω, βάζω, ϲφάζω. παρὰ λόγον ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχει ϲυνεϲταλμένον τὸ α, χωρὶϲ εἰ μὴ ἔχοι πρὸϲ τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, ϲφαδάζω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲκιάζω, ἐνθουϲιάζω, ἀγοράζω. τινὲϲ δὲ ἐκτείνουϲι τὸ ὅδ᾿ ἀγοράζει κλεῖδ᾿ ἔχων τουτέϲτιν ἐν ἀγορᾶ διατρίβει, πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι.

Paragraph 41

Τὰ εἰϲ ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλουϲ τὸ | α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπεριϲπᾶται.

Paragraph 42

Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ξ ἢ τὸ ψ μὴ ἐν ῥηματικῇ κλίϲει φιλεῖ ϲυϲτέλλεϲθαι, ἄξων, ἄξιοϲ, ἀξίνη, ἁψίϲ, ἅψεα, Ἄψυρτοϲ, ἀψευδήϲ· τὸ δὲ ἆξον δὴ ἔγχοϲ Διομήδεοϲ (Ζ 306), καὶ τὸ κρᾶξον ἐκτεταμένον ἔχουϲι τὸ α. διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίϲει.

Paragraph 43

Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμαϲι ϲυϲτέλλεται, γάζα, χάλαζα, ἀζηχέϲ, μαζόϲ· ϲεϲημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.

Paragraph 44

Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου εἰ ἔχοι πρὸ τέλουϲ ἕν τι τῶν διχρόνων ϲυνεϲταλμένον αὐτὸ ἔχει, καπνόϲ, θαλπνόϲ, ἁγνόϲ, ἀμνόϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ· τὸ μέντοι ϲτρυφνόϲ οἱ Ἀττικοὶ ἐκτείνουϲι τὸ υ.

Paragraph 45

Τὰ διὰ τοῦ ιμοϲ παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυνεϲταλμένον ἔχει τὸ ι, κύδιμοϲ, ὠφέλιμοϲ, ὤκιμοϲ· τὸ μέντοι ἄτιμοϲ ἐκτεῖνον τὸ ι ϲυνθετόν ἐϲτιν. οὕτωϲ δὲ ἀξιοῦται καὶ τὸ βούλιμοϲ ἐκτείνεϲθαι κατὰ τὴν δευτέραν ϲυλλαβὴν ϲυνθέτου ὑπάρχοντοϲ τοῦ ὀνόματοϲ· ἀντὶ γὰρ τοῦ ὁ μέγαϲ λιμόϲ. καὶ τὸ ἴφθιμοϲ δὲ ἐκτείνει τὸ πρὸ τέλουϲ ι.

Paragraph 46

Τὰ δὲ διὰ τοῦ ινοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, κατὰ καιροῦ ἢ χρόνου παραλαμβανόμενα, ϲυνεϲταλμένον ἔχει τὸ ι, ἐαρινόϲ, χειμρινόϲ, l. 6 ὅθεν ἐπιπλάζω inseruit Lehrsius, ἀντὶ τοῦ recepit ex Drac., D et reg. Herm. l. codd. ἀψίϲ, reg. Herm. ἁψίϲ, codd. ἄψεα, reg. Herm. ἄψυια, Lehrs ἅψεα. l. 24 ἀζηγέϲ AB et Par., D ἀζηχέϲ, Draco ἀζηγέϲ et ἀζηχέϲ, l. 32 Draco p. 104 habet ὤκιμοϲ καὶ ὤκιμον, quod Lehrsio signifcare videtur ὤκιμοϲ esse alteram formam pro ὤκιμον. l. 33 ἐκτείνεϲθαι pro ἐκτείνειν ex B recepit Lehrsius, Draco et AD habent ἀξιοῦται ἐκτείνειν, reg. pros. ἀξιοῦϲι ἐκτείνειν. l. 37 ϲυνεϲταλμένον excidit ap. Lehrsium et paullo post ἡμερινόϲ ὀπωρινόϲ. νυκτερινόϲ, ἑωθινόϲ, πρωϊνόϲ, ἡμερινόϲ, ὀπωρινόϲ. παρὰ μέντοι τῷ ποιητῇ κατ᾿ ἔκταϲιν ἀναγινώϲκομεν τοῦτο ἐπιζητοῦντοϲ τοῦ μέτρου· ὡϲ δ᾿ ὅτ᾿ ὀπωρινὸϲ βορέηϲ (Φ 346), | καὶ πάλιν ἀϲτέῤ ὀπωρινῷ ἐναλίγκιον (Ε 5).

Paragraph 47

Τὰ εἰϲ μα διϲύλλαβα τῷ υ παραληγόμενα ϲυϲτέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα, διὸ ϲημειούμεθα τὸ κῦμα μόνωϲ ἐκτεινόμενον. ἱϲτοροῦϲι μέντοι Ἀττικοὺϲ τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα.

Paragraph 48

Τὰ εἰϲ ροϲ λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ ἤτοι θέϲει μακρὰν ἢ φύϲει, πάντωϲ ἔχει τὴν πρὸ τέλουϲ μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλουϲ εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλουϲ. βλαβερόϲ, φανερόϲ, ῥυπαρόϲ, ὀχυρόϲ, καπυρόϲ, ἱερόϲ. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν ἐϲτι· κρατερόϲ, τὸ γὰρ καρτερόϲ ὑπέρθεϲιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλουϲ τρίτην μακράν, ὡϲ ἔφην, ἔχει καὶ τὴν πρὸ τέλουϲ μακράν, ποιηρόϲ, ἀτηρόϲ, ἀλγηρόϲ, πνιγηρόϲ, ἀνθηρόϲ, τολμηρόϲ, ἰϲχυρόϲ. ὅθεν ἐπεὶ τὸ ἁλμυρόϲ ἔχει τὴν τρίτην ἀπὸ τέλουϲ μακρὰν ὑγιῶϲ ἕξει καὶ τὴν πρὸ τέλουϲ μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντεϲ αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ» (δ 511). ἀντιπίπτει τὸ πενθερόϲ μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλουϲ, βραχεῖαν τὴν πρὸ τέλουϲ. ἀλλ᾿ οὖν γε εἴρηται πενθηρόϲ τὸ ἐπίθετον διὰ τοῦ η, ὥϲπερ ἐπὶ ἱματίου μέλανοϲ, Α. φέῤ αὔτ᾿ ἀνύϲαϲ. Β. ἀλλ᾿ ἐϲτι πενθηρὸν πάνυ· οὕτωϲ γὰρ ἔφη Ἀναξίλαϲ. οὐκ ἀναϲτρέφει ὁ κανών. οὐ γὰρ πάντωϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὰν ἔχουϲι καὶ τὴν τρίτην μακράν· ἰδοὺ γὰρ πονηρόϲ, τυχηρόϲ.

Paragraph 49

Τὸ α ἡ ϲτέρηϲιϲ ϲυϲτέλλεϲθαι θέλει, ἄκακοϲ, ἄϲεμνοϲ, ἄφιλοϲ. τὸ γὰρ ἀθάνατοϲ καὶ ἀκάματοϲ ἐξέτειναν τὸ α διὰ | τὰϲ ἐπαλλήλουϲ τέϲϲαραϲ βραχείαϲ, αἵ τινεϲ ἄθετοί εἰϲιν εἰϲ ἡρωϊκὸν μέτρον.

Paragraph 50

Πᾶν οὐδέτερον εἰϲ οϲ λῆγον διϲύλλαβον, ἔχον πρὸ τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὁπότε μὴ κατὰ διάλεκτον εἴη, ἄχοϲ, δάοϲ, δάοϲ μετὰ χερϲὶν ἔχουϲα (ψ 294), φάοϲ, χάοϲ, ϲάκοϲ, βάροϲ, πάθοϲ, κράτοϲ, θράϲοϲ. ὅθεν καὶ τὸ φάροϲ ϲυϲτέλλον τὸ α, ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Κρίϲει ϲατυρικῇ l. 6 ἀϲτέῤ pro ἀϲτέρι Lehrsius adnotans Herodianeum esse αϲέροπ — l. 7 hunc canonem ab epitomatore valde mutilatum esse explicate exposuit Lehrsius, qui hic et ῥῦμα et κνῦμα memorata fnisse et omnino ab Herodiano expositum esse suspicatur accurate a communi usu quid veteres poetae et strictius, quid Atticorum mos discesserit cf. etiam Lobeck. Parall. p 417 seqq. — l. 17 pro πονηρόϲ Draco recte praebet ποιηρόϲ cum D. l, 23 τὸ ἐπίθετον addidit Lehrsius adnotans excidisse aliquid, quo significaretur exceptionenm in πενθερόϲ eo excusabilem esse, quod esset προϲηγορικόν. l. 30 pro ἐν ἡρωϊκῷ μέτρῳ scripsi, quod Herodianum scripsisse putat Lehrsius. καὶ δὴ φάρει τῷδ᾿ ὡϲ ἐμῷ καλύπτομᾳι καὶ ἐν Τηρεῖ ϲπεύδουϲαν αὐτήν· ἐν δὲ ποικίλῳ φάρει ἀναλογώτερόν ἐϲτι τοῦ ἐκτείνοντοϲ τὸ α, ὡϲ παῤ Αἰϲχύλῳ ἐν Ϲαλαμινίαιϲ ἐμοὶ γένοιτο φᾶροϲ ἴϲον ἐν οὐρανῷ. τὸ πρᾶγοϲ παρὰ τὸ πρήϲϲω καὶ πράϲϲω γενόμενον ϲυνεκτεινόμενον ἔϲχε τῷ ῥήματι τὸ α. πρόϲκειται δὲ ὁπότε μὴ κατὰ διάλεκτον εἴη διὰ τὸ μῆκοϲ μᾶκοϲ.

Paragraph 51

Τὰ εἰϲ λοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλουϲ δίχρονον, τοῦτο ἔχει ἢ ἐκτεινόμενον δι᾿ ἑαυτοῦ ἢ διὰ ϲυμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ ϲυμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐϲτι, κυλλόϲ, μαλλόϲ, θαλλόϲ, τὰ δὲ δι᾿ ἑαυτῶν τὰ τοιαῦτα, ψιλόϲ, χυλόϲ, δαλόϲ, βαλόϲ, οὕτωϲ ὁ βαθμόϲ καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. | ἐχρῆν οὖν καὶ τὸ καλόϲ βοηθεῖϲθαι ϲνμφώνῳ ἢ αὐτόθεν ἐκτείνεϲθαι· ὑγιὴϲ οὖν ἡ ἔκταϲιϲ παρὰ τῷ ποιητῇ.

Paragraph 52

Τὰ εἰϲ ϲι λήγοντα ῥήματα τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, ἑϲτήκαϲι, βεβαϲιλεύκαϲι, τετύφαϲι, γεγράφαϲι, νενοήκαϲιν. οἱ μέντοι ποιηταὶ πολλάκιϲ ἐπὶ τούτοιϲ ϲυϲτολὰϲ ποιοῦνται, ὡϲ παρὰ Ξενοφάνει ἐξ ἀρχῆϲ καθ᾿ Ὅμηρον ἐπεὶ μεμαθήκαϲι πάντεϲ, καὶ πάλιν ὁππόϲα δὴ θνητοῖϲι πεφήναϲιν εἰϲοράαϲθαι, καὶ παῤ Ἀντιμάχῳ οἱ δὲ πάροιθε πόνοιο νενεύκαϲιν ἄλλοϲ ἐπ᾿ ἄλλῳ, καὶ παρὰ Ὁμήρῳ τιμὴν δὲ λελόγχαϲι (λ 304). τοιοῦτο δὲ καὶ τὸ ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκαϲι (η 114), καὶ ἕτερα πλεῖϲτα.

Paragraph 53

Τὸ ἐκτεινόμενον α ἐπὶ πληθυντικῶν αἰτιατικῶν οἱ Δωριεῖϲ ϲυϲτέλλουϲι, ναῦταϲ, Ϲκύθαϲ.

Paragraph 54

Τὰ διὰ τοῦ αροϲ ὀξύτονα ϲυϲτέλλει τὸ α, μαδαρόϲ, χαλαρόϲ, ῥυπαρόϲ, καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρόϲ ϲυϲτέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι, καὶ λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν Ἰωνικὴν ἔμεινεν ἐκτεινόμενον.

Paragraph 55

Τὸ α πρὸ τοῦ β ἀεὶ θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ α, ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν, ἄνηβοϲ ἄναβοϲ. ἔϲτω οὖν μαρτυρία τοῦ | ϲυνεϲταλμένου α βλάβοϲ, βλάβη, l. 28 nunc in Od. η 114 legitur: ἔνθα δὲ δένδρεα μακρὰ πεφύκαϲι τηλεθόωντα. l. 31 pro ναύταϲ cum Lehrsio scripsi ναῦταϲ, quamquam de accentu dubitari potest propter Schol. ad Θ 378 — l, 35 Ἰωνικὴν ex τὴν ἐκ τοῦ η ortum. esse suspicatur Lehrsius. l, 38 in B μαρτυρία καὶ ὑποδείγματα, ap. Drae. ἔϲτιν οὖν παραδείγματα. Ἄβυδοϲ, ϲτραβόϲ, Ἄβοϲ, Λάβδακοϲ, ῥάβδοϲ, ἁβρόϲ. οὐ μάχεται τὸ ἆ βάλε ἐκτεῖνον τὸ α. δύο γὰρ μέρη λόγου εἰϲί.

Paragraph 56

Τὸ α ἐπιφερομένου τοῦ μ ϲυϲτέλλεϲθαι θέλει κατ᾿ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον, ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ἀμύϲϲω, ἅμαξα, ἀμνόϲ, ἅμιλλα, ἀμάρα, ἀμύμων. ϲημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον καὶ τὸ ἀμητὸϲ δ᾿ ὀλίγιϲτοϲ (Τ 223) παῤ αὐτὸ γενόμενον.

Paragraph 57

Τὸ α ἐπιφερομένου τοῦ ϲ, ᾧ ὑποτέτακται ἄφωνον, ϲυϲτέλλεϲθαι θέλει, ἄϲθμα, ἀϲπίϲ, ἄϲτυ, Ἀϲκληπιόϲ, ἀϲχάλλω, ἄϲβολοϲ, ἀϲκόϲ. οὕτωϲ ἄρα ὀφείλει καὶ τὸ ἀϲκήϲαϲ καὶ ἀϲκηθείϲ.

Paragraph 58

Ἡ αρ ϲυλλαβὴ ἄρχουϲα, ἀϲυνάλειπτοϲ οὖϲα, ἐπιφερομένου ϲυμφώνου μὴ τοῦ δ, ϲυϲτέλλεϲθαι θέλει, ἄρβηλοϲ, ἄρκευθοϲ, ἀρκῶ, ἄρκιον, ἄρτοϲ, ἄρχων, ἀργήϲ, Ἄργυννοϲ. τὸ ἀργόϲ ἐκτεινόμενον ἐκ τοῦ ἀεργόϲ ἐϲτι ϲυναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδιϲ ϲυϲτέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται, τὸν νοῦν ἵν᾿ ἄρδω καὶ λέγω τι δεξιόν (Aristoph. Eq. 96, 114). καὶ τὸ ἄρδην δὲ ἐκτείνουϲιν.

Paragraph 59

Τὸ ι πρὸ τοῦ τ κατ᾿ ἀρχὴν ϲυϲτέλλεϲθαι θέλει, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ, Ἰταμών (?), ἴτριον, ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶϲ, ὥϲπερ καὶ τὸ Ἴτωνά τε μητέρα μήλων (Β 696) Ἰτωνία γοῦν λέγεται. τὸ δὲ Ἰτυμονεύϲ (Il. Λ 671) ἐκτέταται, ὀφείλει δὲ ϲυϲτέλλεϲθαι διὰ τὸ υ. |

Paragraph 60

Τὸ κατ᾿ ἀρχὴν ἐπιφερομένων δύο ϲυμφώνων μὴ κατὰ κλίϲιν ϲυϲτέλλεϲθαι θέλει, ἴϲχω, ἱϲτόϲ ἴκριον, ἴκτινοϲ, Ἴϲμαροϲ, ἴφθιμοϲ. ἐφυλαξάμην δὲ κατὰ κλίϲιν διὰ τὸ ἵϲτανον καὶ ἵϲτην.

Paragraph 61

Τὸ ι κατ᾿ ἀρχὴν ἔχον τὴν δευτέραν ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ν, μὴ κατὰ κλίϲιν ῥηματικήν, ἐκτείνεϲθαι θέλει, Ἰνώ, Ἴναχοϲ, ἰνίον. l. 1 pro ἄβιοϲ, quod ut compositum ab hoc loco alienum est, posuit Lehrsius. Ἄβοϲ. l. 2 δύο — εἰϲί ex reg. pros. adiecit Lehrsius. l. 10 verbis οὕτωϲ ἄρα — ἀϲκηθείϲ Lebrsius suspicatur Herodianum refutasse grammaticos. qui dupicem vocabuli significationem quantitate distingui vellent. — l. 13 ἄρβηλοϲ. ex B dedit Lehrs, D et Drac. ἄρβυλοϲ, A ἄρβυλα. — l. 14 Ἄργυννοϲ pro ἀργινόϲ. scripsit Lehrsius. — l. 20 ἰτάμων B, ἱτάμων A, ἰτάμον Par., ἰτάμον D, ἱππάλιον regg. Herm. (ap. Drac. deest). Lehrsius accentu mutato Ἰταμών servavit, quia facile e. g. gentis nomen fuisse potest ut Ναϲαμών, quamqnam facile erat Ἴτανον vel Ἰταμόϲ scribere. — l. 20 ἴτριον uncinis inclusit Lehrsius, quia ab Herodiano positum quiden erat, sed in exceptis, non ut nunc in iis, quae regulam faciunt. — l. 23 Ἰτωνία γοῦν λέγεται addidit L. ex Par. et Drac., idem in fine διὰ τὸ υ adiecit coll. p. 298, 21 (huius edititionis p. 18, 12). l. 26 ἴκριον uncinis inclusit Lehrsius ob eandem causam atque paullo ante ἴτριον. — l. 27 ἴϲτην recepit ex Drac. Lehrs, in A ἱϲτὰν καὶ ἱϲτίον, D ἵϲτανον καὶ ἱϲτίων, Par. ἴϲτανον καὶ ἱϲτίων, B ἵϲτανον ὅ ἐϲτι παρατατικὸϲ καὶ ἱϲτίων ὅ ἐϲτι γενικὴ πληθυντική, reg. Herm. ἴϲθανον καὶ τὸ ἱϲτίον, Drac. ἱϲτίον, ἵϲτην. l. 29 Lehrsius Ἰνώ recepit. ex Drac. et reg. Herm., codd. ἴνυα. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε ϲύνδεϲμοϲ. προϲέθηκα δὲ μὴ ἐν κλίϲει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα.

Paragraph 62

Τὰ εἰϲ ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται, χωρὶϲ εἰ μὴ ϲύνθετα εἴη ἢ κατ᾿ ἔλλειψιν τοῦ ζ, κυλίω, ἀλίω, μηνίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐϲθίω ϲυϲτέλλει τὸ ι. ἐφυλαξάμην δὲ ϲύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαϲτίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλαϲιαϲμοῦ, πολλὴ δ᾿ ἀνεκήκιεν ἅλμη.

Paragraph 63

Τὸ ι ἐπιφερομένου ἑνὸϲ ϲυμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποταϲϲόμενον ι ἢ υ, φιλεῖ ἐκτείνεϲθαι, ὑπεϲταλμένων τῶν κατὰ κλίϲιν, ἶβιϲ, Ἴβυκοϲ, ἰδίω, ἰθύϲ, Ἶριϲ, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύϲ. τὸ δὲ ἴτυϲ ϲυϲτέλλει τὸ ι. τὸ δὲ ἴθι κλίϲιϲ ῥηματική.

Paragraph 64

Τὰ εἰϲ ιϲ λήγοντα βαρύτονα ἀεὶ ϲυϲτέλλει τὸ ι, εἰ μὴ ϲύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, κόνιϲ, δῆριϲ, μάντιϲ, ὄρχιϲ, ὄφιϲ, λάτριϲ, ὄρνιϲ, Ἀριϲτοκλῆϲ δὲ ἐν τῷ | περὶ διαλέκτων φηϲὶν Ἀττικοὺϲ ἐκτείνειν. προϲέθηκα δὲ εἰ μὴ ϲύνθετα εἴη ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι διὰ τὸ κνημίϲ εὐκνήμιϲ, ψηφίϲ μελαμψήφιϲ καὶ ὅϲα τοιαῦτα. Τὰ μέντοι ὀξύτονα θηλυκὰ εἰϲ ιϲ λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ. ἐκτείνεϲθαι καὶ ϲυϲτέλλεϲθαι. τοῖϲ μὲν οὖν ϲυϲτέλλουϲι τὸ ι ἀδιάφορο ἡ πρὸ τέλουϲ εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίϲ, ῥανίϲ, αἰγίϲ, μηλίϲ, Δωρίϲ· τοῖϲ δὲ ἐκτείνουϲι τὸ ι, καὶ μάλιϲτα ἐπὶ διϲυλλάβων, ἡ πρὸ τέλουϲ μακρὰ ὑπῆρχεν ἤτοι φύϲει ἢ θέϲει, κηκίϲ, κηλίϲ, νηϲίϲ, κρηνίϲ, ψηφίϲ, ϲφραγίϲ, ἁψίϲ, βαλβίϲ, φαρκίϲ. τὸ μέντοι καρίϲ καὶ ῥιπίϲ ἡ μὲν κοινὴ ϲυνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτοϲ ϲυϲτέλλει. διϲύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τριϲύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν ϲυνήθη χρῆϲιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ι· κατὰ δὲ τοὺϲ Ἀττικοὺϲ ϲυϲτέλλονται. πλοκαμίϲ, κεραμίϲ, καλαμίϲ, βλεφαρίϲ, ῥαφανίϲ· τὸ δὲ ἀγαθίϲ ἀεὶ ϲυϲτελλομένωϲ· οὕτω δὲ καὶ ἡ τρυφαλίϲ ϲυϲτέλλεται. Καὶ ἐπίϲταϲιν ἔχει τὸ κληΐϲ ἐκτεινόμενον καὶ καθαρεῦον· τὰ δὲ λοιπὰ πάντα ϲυϲτέλλονται, Λαΐϲ, Nαΐϲ, Θηϲηΐϲ, δμωΐϲ, ἡρωΐϲ, Μινωΐϲ.

Paragraph 65

Τὰ εἰϲ ροϲ λήγοντα καθαρεύοντα διϲύλλαβα κἄν τε ἀρϲενικὰ κἄν l. 5 ἢ inseruit Lehrsius, B hahet καὶ. — l. 8 post διπλαϲιαϲμοῦ adlit B γέγονεν τριϲύλλαβον. l. 16 διαλέκτου regg. Herm. l. μὴ καθαρεύοντα addit Lehrs. l. 24 ἁψίϲ reg. pr. et Draco p. 45, ἀψίϲ codd. et Drac. p. 23. βαλβίϲ Lehrsius cum Cramero, codd. et Draco p. 23 et 45 βαλλίϲ, reg. pros. βαλίϲ. de καρίϲ conferri iubet Lehrsius notissimum locum Athen. 105. 106, unde idem hic etiam de τευθίϲ, quod Athenaeus etiam longa ultima inventum esse dicit, mentionem factam fuisse suspicatur. — l, 26 τὰ τριϲύλλαβα AB, articulum omittunt recto Draco utroque loco, reg. pros. et D. — l, 27 pro ϲυνήθη habent ϲυνηθείᾳ AB. — l. 28 Codd. et Draco ϲυϲτέλλοντα, ϲυϲτέλλονται reg. pros. l. 30 τρυφαλίϲ per υ codd. et Draco, Eustath. ex Herod. 620, 14 τροφαλίϲ per ο. Caeterum multa hic truncavisse epitomatorem monet Lehrsius. — l. 33 καθαρεύ οντα addidit Lehrsius ex D, in reg. pros. καθαρὸν. τε θηλυκά, τῷ α παραληγόμενα, βαρυνόμενα, μὴ κατὰ Δωρίδα διάλεκτον ϲυϲτελλόμενον ἔχει τὸ α, οἷον λάροϲ, γάροϲ, ϲκάροϲ, Ϲάροϲ ὁ ποταμόϲ, Πάροϲ νῆϲοϲ, Κλάροϲ ἡ πόλιϲ. τὸ τοίνυν βᾶροϲ καὶ Ρᾶροϲ παῤ Ἀττικοῖϲ κατὰ χρόνον ϲημειώδη. Τά τε ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα πάμπολλα ὄντα ϲυνεϲταλμένον ἔχουϲι τὸ α, μὴ ὄντα Δώρια μήτε ϲύνθετα. ἐπίϲταϲιν | οὖν ἔχει τὸ ἄγγαροϲ καὶ Αἴϲαροϲ. τὸ δὲ φλόαροϲ ὀφείλει ϲυϲτέλλεϲθαι.

Paragraph 66

Τὰ εἰϲ μοϲ καθαρὰ διϲύλλαβα, ἔχοντα τὸ υ παραληγόμενον, ὀξύνεϲθαι θέλουϲι καὶ ἐκτείνειν τὸ υ, οἷον θυμόϲ, χυμόϲ, δρυμόϲ, ῥυμόϲ. εἰ δὲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχει καὶ προπαροξύνεϲθαι θέλουϲι καὶ ϲυϲτέλλουϲι τὸ υ, εἰ μὴ ἐκ ϲυνθέϲεωϲ ὑπάρχει, οἷον ἔρυμοϲ, ἔλυμοϲ, δίδυμοϲ, ἔτυμοϲ ὁ ἀληθήϲ. τὸ δὲ πρόθυμοϲ καὶ τὸ μεγάθυμοϲ καὶ τὰ τοιαῦτα ἐκ ϲυνθέϲεωϲ ἔϲχον τὸ υ.

Paragraph 67

Τὰ εἰϲ ϲοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλουϲ τὸ α ϲυνεϲταλμένον αὐτὸ ἔχουϲι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴαϲοϲ τὸ α ϲυϲτέλλειν τῷ χαρακτῆρι πειϲθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ ϲυϲτολὴ καὶ ἡ ἔκταϲιϲ, ὡϲ ἐν τῷ Τάμαϲοϲ καὶ Ἐγγύαϲοϲ, ἀλλὰ καὶ Κέραϲοϲ καὶ Ἔραϲοϲ.

Paragraph 68

Τὰ εἰϲ τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰϲ ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰϲ ωϲ ἐπιρρημάτων, ϲυϲτέλλειν θέλει τὸ ι, Ἰαϲτί, Λυδιϲτί, Φρυγιϲτί, Δωριϲτί, μεγαλωϲτί, δημιωϲτί, ἱερωϲτί, νεωϲτί. τὸ μέντοι ἀπνευϲτί καὶ ἀνωιϲτί παρὰ τὸ ἄπνευϲτοϲ καὶ ἀνώιϲτοϲ· τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται· ὡϲ ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί. ἀμογητί· τὸ ι δὲ ἐϲθ᾿ ὅτε καὶ ϲυνεϲταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ, Νέϲτωρ δ᾿ ὁ γέρων ἀμογητί καὶ τὰ ἑξῆϲ (Λ 636). οὕτω δὲ καὶ ἀμιϲθί, ἀμιϲθὶ γάρ ϲε πάμπαν

Paragraph 69

Τὰ εἰϲ υϲ ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ϲ ἰϲόχρονα | λέγεται, μεϲϲηγύϲ μεϲϲηγύ. τὸ μέντοι ἄντικρυϲ μεταβαλὸν τὸν τόνον μετέβαλε καὶ τὸν χρόνον.

Paragraph 70

Αἱ…

Paragraph 71

The complete text is available when the reading interface loads.