Περὶ Ἰλιακῆς προσῳδίας
- Scientific editors
- August Lentz
- Edition reference
- Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΕΙϹ. ΤΗΝ Α.
Paragraph 8
8. ξυνἕηκε: δαϲύνεται τὸ ξυνἕηκεν. A.
Paragraph 19
19. ἱκέϲθαι: μέϲοϲ ἀόριϲτοϲ δεύτεροϲ· διὸ παροξύνεται. A.
Paragraph 40
40. Excidit nota de μηρία et μῆρα v. B 427 et A 464.
Paragraph 52
52. θαμειαί: Πάμφιλοϲ λέγει θαμεῖαι ὡϲ ὀξεῖαι, Ἀρίϲταρχοϲ δὲ ὡϲ πυκιναί· ὁμοίωϲ δὲ καὶ τὸ ταρφειαί. BL.
Paragraph 53
53. ἐννῆμαρ: ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡϲ παῤ οὐδέτερον ϲυγκείμενον. ἀλλ᾿ ὁ τόνοϲ παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ ϲύθεϲιϲ· οὐδὲν γὰρ τῶν εἰϲ αρ ϲυνετέθη οὐδετέρων. A.
Paragraph 56
56. ῥα: δαϲυντέον τὸ ῥα· πάϲηϲ γὰρ λέξεωϲ τὸ ρ ἀρχόμενον δαϲύνεται πλὴν τοῦ Ρᾶροϲ. ΒL.
Paragraph 59
59. Excidit nota de παλιμπλαγχθένταϲ v. Λ 326, Π 95.
Paragraph 63a
63. μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: μέχρι τοῦ ἐρείομεν διαϲταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτωϲ Ἡρωδιανόϲ. A.
Paragraph 63b
63. τὸ ἐϲτιν ἐγκλιτικόν ἐϲτιν, εἰ μὴ ἄρχεται ἢ μὴ προηγεῖται ἡ οὔ ἀπόφαϲιϲ. BL.
Paragraph 65
65. εἴταρ: οὕτωϲ ὀξεῖα εἰϲ τὸν εἴ· τὸ γὰρ τάρ ἐϲτιν ἐγκλιτικὸϲ ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ. καὶ οὐ δεῖ ἀπόϲτροφον βάλλειν εἰϲ τὸ τ. οὐ γάρ ἐϲτιν ὁ τέ ϲύνδεϲμοϲ· ἐπεφέρετο γὰρ ἂν ἕτεροϲ ϲύνδεϲμοϲ. A.
Paragraph 67
67. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν. A.
Paragraph 77
77. ἠμέν μοι: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουϲαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐϲτὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78) περιϲπωμένῃ τάϲει ἀναγνωϲτέον· διαβεβαιωτικὸϲ γὰρ ὁ ϲύνδεϲμοϲ. A.
Paragraph 80
80. χέρηϊ: ὡϲ Ἄρηϊ. γέγονε δὲ οὕτωϲ. ἔϲτι τι χερείονοϲ γενική, καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539). ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἴο χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόϲκεν» (Il. Ξ 382), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡρωδιανόϲ. A.
Paragraph 81
81. αὐτῆμαρ. ἐπίρρημα, ὡϲ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ. καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡϲ βούκερωϲ. ἀλλ᾿ ἐπεὶ οὐδὲν τῶν εἰϲ αρ ϲυντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸϲ τὴν παρηλλαγμένην ϲύνθεϲιν ἦν παρηλλαγμένοϲ καὶ ὁ τόνοϲ. L.
Paragraph 85
85. εἰπέ. τρία εἰϲὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίωϲ δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουϲι τὸ ἰδέ καὶ λαβέ. A.
Paragraph 93
93. οὔταρ: οὕτωϲ ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐϲτι ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ ἐγκλιτικῶϲ, ὡϲ καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅγ᾿ εὐχωλῆϲ» (65). οὐ γάρ ἐϲτιν ὁ τέ ϲυμπλεκτικόϲ· εἰ γὰρ ἦν, ἐπεφέρετο ἄν πάλιν ὁ τέ μετὰ ἀποφάϲεωϲ, οὔθ᾿ ἑκατόμβηϲ. οὕτωϲ γάρ ἐϲτιν εὑρέϲθαι τὸν τέ ϲύνδεϲμον μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευήϲ, οὔ τέ τι ποιμήν» (Od. δ 87). A.
Paragraph 114
114. ο ἑθεν: οὕτωϲ ὀξυτονητέον τὴν οὔ ἀπόφαϲιν, ἵν᾿ εἰϲ ἁπλῆν μεταληφθῇ ἀντωνυμίαν· τοῦτο γὰρ καὶ Ἀρίϲταρχοϲ παρήγγειλεν ἐὰν γὰρ ὀρθοτονήϲωμεν, ἔϲται τὸ ἑαυτῆϲ ϲύνθετον· οὕτωϲ οὖν ὡϲ τὸ «οἵ ἑθεν ὀτρύνοντοϲ (Il. Ο 199) καὶ «οὕϲ ἑθεν εἵνεκ᾿ ἔπαϲχον» (Il Π 128). A.
Paragraph 116
116. καὶ ὧϲ: τὸ ὡϲ, ὁπότε ϲημαντικόν ἐϲτι τοῦ ὅμωϲ, περιϲπᾶται. A.
Paragraph 126
126. ταῦτ᾿: τὸ ταυτ᾿ Τυραννίων ὀξύνει, ἵν᾿ ᾖ τὰ αὐτὰ. ABL.
Paragraph 129
129. δῷϲι πόλιν Τροΐην: οὕτωϲ Ἀρίϲταρχοϲ τριϲυλλάβωϲ καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆϲ Ὀδυϲϲείαϲ (510) «ἤτοι ὅτ᾿ ἀμφὶ πόλιν Προΐην φραζοίμεθα». καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ τὸ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην διαπέρϲομεν» (Il. Ι 46) κάὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» coll. quaesit. ep. 132. 81 L. ad v. 53 mittit. 114 οὖν inseruit L. 129 pro φράζευ codicis scriptura posui φραζοίμεθα. (Il. Π 698). καὶ «Τροίῃ ἐν εὐρείῃ (Il. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· «δῷϲι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510). ταῦτα ὁ Ἡρωδιανόϲ. A.
δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωικὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι· τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ. A.
Paragraph 136
136. ἄρϲαντεϲ: Ἀρίϲταρχοϲ δαϲύνει· ἔνθεν γάρ φηϲι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸϲ ψιλοῖ. λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶϲ ἄρϲω· τὸ δὲ α καὶ τὸ ε. πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. ABL.
Paragraph 147
147. ἥμιν: οὕτωϲ ὀξυτόνωϲ τὴν ἄρχουϲαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐϲτιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A.
Paragraph 154
154. πώποτ᾿: οὕτωϲ ὑφ᾿ ἕν, πώποτε, Ἀρίϲταρχοϲ. A.
Paragraph 156
156. ἐπεὶ ἦ: περιϲπαϲτέον τὸν η· ἔϲτι γὰρ βεβαιωτικόϲ. A.
Paragraph 168
168. ἐπεί κε κάμω πολεμίζων: Ἀρίϲταρχοϲ γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλαϲιαϲμὸϲ ἐν τῷ ῥήματι· καὶ οὕτωϲ ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ. οὕτωϲ δὲ καὶ Ἡρωδιανόϲ, φάϲκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίϲ χρεία ἐν δευτέρῳ αὐτὸν κεῖϲθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ ἐπήν κε γράφουϲιν. A.
Paragraph 173
173. ἔγωγε: οὕτωϲ προπαροξυτονητέον τὸ ἔγωγε, ἵν᾿ ᾖ ἕν. A.
Paragraph 174
174. πάρ᾿ ἔμοιγε: τὴν παρά πρόθεϲιν κατὰ τὴν ἄρχουϲαν ὀξυτονητέον. καὶ καθόλου ὁπότε ϲημαντικαί εἰϲι ῥημάτων αἱ προθέϲειϲ, τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (515) καὶ «οὐ γὰρ ἔπ᾿ ἀνὴρ οἷοϲ Ὀδυϲϲεύϲ (Od. β 58). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔϲτι γὰρ Ἀττική, ὡϲ καὶ ἡ ἔγωγε. A.
Paragraph 175
175. μητίετα: οὕτωϲ Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. καὶ ἴϲωϲ πλεοναϲμόϲ ἐϲτι τοῦ ε. A.
Paragraph 190
190. — ἦε: τὸν μὲν πρότερον ϲύνδεϲμον βαρυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον· διαπορητικὴ γάρ ἐϲτιν ἡ ϲύνταξιϲ. καὶ οὕτωϲ ἐν τῇ καθόλου. ABL.
Paragraph 212
212. ὧδε γὰρ ἐξερέω· τὸ δὲ καὶ τετελεϲμένον ἔϲται. τὸ δέ: δύο μέρη λόγου εἰϲίν. A.
Paragraph 214
214. ϲὺ δ᾿ ἴϲχεο, πείθεο δ᾿ ἡμῖν: τὸ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέϲταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ ϲῇ ὀργῇ· κακῶϲ οὖν Ἀρίϲταρχοϲ ϲυϲτέλλει τὴν μιν. BL.
Paragraph 228
228. τὸ δέ τοι κὴρ εἴδεται εἶναι. τὸ δέ: ἐν δύο μέρεϲι λόγου, ἵνα ᾖ τοῦτο δέ ϲοι θάνατοϲ νομίζεται. A.
Paragraph 229
229. ἦ – : περιϲπαϲτέον τὸν ἦ· κατ᾿ ἀρχὴν γὰρ κεῖται, ἰϲοδυναμῶν τῷ δή. A.
Paragraph 232
232. ἦ — λωβήϲαιο: τὸν ἦ περιϲπαϲτέον· βεβαιωτικὸϲ γάρ ἐϲτιν. A.
Paragraph 239
239. ὁ δέ τοι μέγαϲ ἔϲϲεται ὅρκοϲ. ὁ δέ: ἄμεινον δύο μέρη λόγου ποιεῖν· «ὁ δέ τοι νημερτὲϲ ἐνίψει» (Od. λ 148). A.
Paragraph 240
240. Ἀχιλλῆοϲ ποθή: τὸ ποθή ὀξυτόνωϲ. A.
Paragraph 255
255. ἦ κεν γηθήϲαι Πρίαμοϲ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ. τὸ δὲ γηθήϲαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐϲτιν, ἡ δὲ αι ἐν τοῖϲ εὐκτικοῖϲ μακρά ἐϲτιν. A.
Paragraph 258
258. οἳ περὶ μὲν βουλήν: ἡ περί ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεϲιϲ γὰρ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτωϲ ἔχει καὶ τὸ «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων» (287). εἴτε τοῖϲ ἑξῆϲ ϲυνάπτεται, ἀντὶ τοῦ περίεϲτε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶϲα πρόθεϲιϲ ἔχουϲα ϲύνταξιν πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει, ὡϲ τὸ «νήπιοι οἳ κατὰ βοῦϲ ὑπερίονοϲ ἠελίοιο ἤϲθιον (Od. α 8). A.
Paragraph 264
264. Ἐξάδιον: παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο. παρὰ δὲ τοῖϲ νεωτέροιϲ καὶ χωρὶϲ τοῦ ε εὑρέθη, ὡϲ καὶ Ὀϊλεύϲ μὲν παρὰ τῷ ποιητῇ καὶ παῤ Ἡϲιόδῳ. εἰ δὲ χρὴ πρὸϲ τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡϲ ὅτι ἐχρῆν δαϲύνεϲθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ, ὑποϲτελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεϲιν, θέλει δαϲύνεϲθαι, ἕξιϲ, ἑξῆϲ, ἕξω. χωρὶϲ εἰ μὴ λέγοι τιϲ διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A.
Paragraph 269
269. μεθ᾿: οὕτωϲ Ἀρίϲταρχοϲ τὴν μετὰ φυλάϲϲων τὸν τόνον. A.
Paragraph 271
271. κατ᾿ ἔμ᾿ αὐτόν: οὕτωϲ κατὰ παράθεϲιν ἐν δύο τόνοιϲ, ἐμὲ αὐτόν· ϲύνθετοϲ γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔϲτιν. A.
Paragraph 276
276. ἔα: ἐκτατέον τὸ ἄλφα. A.
Paragraph 278
278. Πηλείδη θέλ᾿ : Ἀρίϲταρχοϲ ἀποφαίνεται ὡϲ κατὰ τὴν Ὁμηρικὴν ϲυνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεϲτῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνηϲιϲ ἡ τοῦ παρατατικοῦ. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει» (287)· «ἤθελε Μηριόνηϲ» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ ϲυνηθεϲτέρᾳ ἀναγνώϲει προϲέχονταϲ ἐπὶ τὴν δη ϲυλλαβὴν ὀξεῖαν παραλαμβάνειν, 214 fluxisse certe ex Horodiano adnotat Lehrs. 258 In BL, ubi in brovius contracta est nota, additum est ὥϲ φηϲιν Ἡρωδιανόϲ. 269 φυλάϲϲων scr. L. pro φυλάϲϲειν. ἵνα κρᾶϲιϲ ᾖ τοῦ ἔθελε τριϲυλλάβου γενομένου, ὡϲ καὶ ϲύνηθέϲ ἐϲτι τῷ ποιητῇ. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων. A.
Paragraph 280
280. καρτερόϲ: τὰ εἰϲ τεροϲ τριϲύλλαβα βαρύνεται, οἷον ϲφέτεροϲ, πρότεροϲ, κύντεροϲ. πῶϲ οὐχὶ κάρτεροϲ κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰϲ τεροϲ ἀλλ᾿ εἰϲ εροϲ· τὸ γὰρ τ οὐκ ἐν τῇ παρατωγῇ ἔϲχεν· ἦν τὰρ ἀπὸ τοῦ κράτοϲ. ὡϲ ἀπὸ τοῦ βλάβοϲ βλαβερόϲ οὐ διὰ τοῦ βεροϲ ἡ παραγωγὴ (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β), οὕτωϲ καὶ ἀπὸ τοῦ κράτοϲ κρατερόϲ διὰ τοῦ εροϲ ἡ παραγωγή, οὐ διὰ τοῦ τεροϲ. A.
Paragraph 293
293. οὐτιδανόϲ: ὡϲ πευκεδανόϲ, ληθεδανόϲ. οἱ δὲ οὔτιϲ οὐτίδανοϲ, ὡϲ οὐδάμινοϲ. A.
Paragraph 294
294. εἰ δὴ ϲοί: οὕτωϲ ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. διδάϲκει καὶ ἡ γραφὴ διὰ τοῦ ϲ οὖϲα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίωϲ ἂν ἐγράφετο τῷ «εἰ δή τοι ϲοῦ πατρόϲ» (Od. β 271) καὶ τῷ «καί τοι ἐγὼ ϲυνέριθοϲ» (Od. ζ 32). περὶ δὲ ταύτηϲ τῆϲ ἀναγνώϲεωϲ ἐντελέϲτερον διαληψόμεθα ἐν τῇ Γ τῆϲ Ὀδυϲϲείαϲ (50) ὅταν περὶ τῆϲ Ζηνοδοτείου γραφῆϲ ἐπιζητῶμεν, πότερον τοῦ ἕνεκα ϲοὶ προτέρῳ ἢ «τοῦ ἕνεκά τοι». A.
Paragraph 301
301. ἀἕκοντοϲ: δαϲυντέον τὸ ἀέκοντοϲ· κατὰ ϲτέρηϲιν γάρ ἐϲτι τὸ e. B.
Paragraph 302
302. εἰ δ᾿ ἄγε μὴν πείρηϲαι: προπαροξυτονητέον τὸ πείρηϲαι, ἵνα ᾖ προϲτακτικόν, ὡϲ τὸ «ϲὺ δὲ φράϲαι» (83), καίτοι πολλάκιϲ τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰϲ αι ληγόντων· «ἀλλά με κακκεῖαι ϲὺν τεύχεϲι» (λ 74) «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιο τανύϲϲαι» (Od. ε 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκέϲ· ἔϲτι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ ϲὺ μὲν κατάλεξαι» (Od. τ 44) καὶ «νῦν αὖτ᾿ ἐμὸν ἔγχοϲ ἄλευαι» (Il. Χ 285). καὶ τὸ τοιοῦτο διδάξαι ἄν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺϲ τόνουϲ, ἐπὶ τινῶν δ᾿ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προϲτακτικὴ ἀνάγνωϲιϲ κεῖϲθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευϲτικὸν ἐπίρρημα, ὅπερ ϲημεῖόν ἐϲτι προϲτακτικῆϲ ἐγκλίϲεωϲ, οἰκείωϲ καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ ἐνεγένετο, ἄγε πείρηϲαι, ὡϲ καὶ ἐν ἑτέροιϲ «δεῦῤ ἄγε καὶ ϲῦ ξεῖνε πείρηϲαι ἀέθλων» (Od. θ 145). A.
Paragraph 335
335. ὔμμεϲ: οὕτωϲ ψιλωτέον τὸ υ τοῦ ὔμμεϲ· ἡ γὰρ λέξιϲ Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ ϲυναλοιφὴ «αἴκ᾿ ὔμμιν ὑπέρϲχῃ χεῖρα Κρονίων». (Il. Δ 249). ABL.
Paragraph 363
363. εἴδομεν: προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡϲ βαρύτονον καὶ ὡϲ περιϲπώμενον 278 L. pro ἐϲτὶν ὁ ποιητὴϲ scr. ἐϲτι τῷ ποιητῇ· et confert Θ 229. 294 Ζηνοδοτείου scripsit pro Ὀδυϲϲείου L. — ln BL incipit nota sic: ὀρθοτονεῖ Ἡρωδιανὸϲ τὴν ϲοί. 301 L. confert Θ 164. 302 διδάξαι pro δόξει scr. L. cf. Lehrs de Arist. p. 361 not. (ed. II). κλίνει. ἢ ὅτι ἀνθ᾿ ὑποτακτικοῦ ἐϲτι, καὶ ἡ ϲυϲτολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. A.
Paragraph 364
364. ϲτενάχων: ὁ Ϲιδώνιοϲ περιϲπᾷ, ὁ δὲ Ἀρίϲταρχοϲ βαρύνει. τὰ πολλὰ γάρ, φηϲί, κινήματα ὡϲ ἀπὸ βαρυτόνου γέγονεν· «βαρὺ δὲ ϲτενάχοντοϲ ἄκουϲα (Od. θ 95)· «ἐπεϲτενάχοντο δ᾿ ἑταῖροι» (Il. Δ 154). BL.
Paragraph 368
368. δάϲϲαντο μετὰ ϲφίϲιν: τοῦ ϲφίϲι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰϲ ϲύνθετον ἡ μετάληψιϲ, εἰ καὶ οὐκέτι διηνεκὴϲ ὁ λόγοϲ· ἔϲτι γάρ τινα ἐναντιούμενα· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ» (Od. ρ 441). καὶ ὅτι μετὰ προθέϲεώϲ ἐϲτιν. ὅταν γὰρ πρόθεϲιϲ ᾖ μετὰ ἀντωνυμίαϲ, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «ϲὺν ϲοὶ δῖα θεά (Il. Κ 290)· «προτὶ οἷ δ᾿ ἔλαβ᾿ ἔντεα» (Il. Υ 418)· «κατὰ ϲφέαϲ γὰρ μαχέοντο» (Il. Β 366)· «ἀπὸ ἕο κάββαλεν» (Il. Θ 343)· «ἀμφὶ ἓ παπτήναϲ» (Il. Δ 497), τοῦ «ἆλτ᾿ ἐπί οἱ μεμαώϲ» (Il Φ 174) ζήτηϲιν ἔχοντοϲ. A.
Paragraph 396
396. πολλάκι γάρ ϲεο πατρὸϲ ἐνὶ μεγάροιϲιν ἄκουϲαϲ Ἀρίϲταρχοϲ ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν ϲέο, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκιϲ γάρ ϲου ἐν τοῖϲ τοῦ πατρόϲ μου δόμου ἤκουϲα καυχωμένηϲ. ἐὰν γάρ, φηϲί, κατ᾿ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔϲται ἐν τοῖϲ τοῦ Νηρέωϲ οἴκοιϲ ὁ Ἀχιλλεὺϲ αὐτὴν ἀκηκοώϲ· ταύτην δὲ τὴν ἱϲτορίαν οὐκ οἶδεν Ὅμηροϲ. τοϲαῦτα ὁ Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ. Πτολεμαῖοϲ δὲ ϲυγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώϲει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴγε ἤδη καὶ αὐτὸϲ ὁ Ἀρίϲταρχοϲ τὸ τοιοῦτο, φηϲί, παρεφύλαϲϲεν, ὡϲ ὅτι ταῖϲ μὲν πρωτοτύποιϲ οὕτωϲ χρῆται κατὰ γενικήν, ἐμέο, ἐμεῖο, ἐμεῦ, ἐμέθεν, ὁμοίωϲ καὶ ἐπὶ δευτέρου καὶ ταῖϲ δὲ κτητικαῖϲ ἤτοι ἐμοῦ ἢ ἐμοῖο, ϲοῦ ϲοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, ϲοῖο, ὥϲτε κἂν ὀρθοτονήϲωμεν τὴν ϲέο, οὐ δύναται ἀμφίβολοϲ καθίϲταϲθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπόϲ ἐϲτιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωϲιϲ, ἐπειδήπερ ἁπλῆ ἐϲτι καὶ οὐκ ἔχει ἀντιδιαϲτολήν· καὶ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A.
Paragraph 420
420. εἶμ᾿ : προπεριϲπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A.
Paragraph 421
421. νῦν: τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. ABL.
Paragraph 443
443. παῖδά τε ϲοὶ ἀγέμεν τὸ ϲοὶ ὡϲ ἀντιδιαϲτελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν, καὶ διὰ τὸν τέ. BL.
Paragraph 464
464. μῆῤ ἐκάη: Πτολεμαῖοϲ τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρεϲ, ἐκθλίψεωϲ γενομένηϲ τοῦ α, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐντελεϲτέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι. ἀπεφηνάμην δὲ ἐντελέϲτερον τὸ μηρίον τοῦ μήρου ὄν· ἐκ γὰρ ϲυγκοπῆϲ αὐτοῦ ἐγεγόνει· ἐπεί τοι εὐθύνεται ὁ τόνοϲ· τὰ γὰρ εἰϲ οϲ λήγοντα, μεταπλαϲϲόμενα εἰϲ οὐδέτερον γένοϲ τὸ εἰϲ ον λῆγον, τὸν αὐτὸν τόνον φυλάϲϲει· ὁ ζυγόϲ τὸ ζυγόν — τὰ ζυγά, δίφροϲ δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρόϲ, καὶ μηρόν καὶ μηρά. εἰ δὲ μῆρα καὶ μήρουϲ. εἰ δὲ δοίημεν, ὅτι κυρίωϲ τὰ ἁγιαζόμενα θεοῖϲ μῆρα καλεῖται, τὸ περὶ τοῦ ϲημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματοϲ τὴν λέξιν ἀπολύει. A.
Paragraph 465
465. μίϲτυλλον τ᾿ ἄρα τἆλλα: τὸ τἆλλα κατὰ ϲυναλοιφήν ἐϲτιν, ὡϲ τἆργα. ὁ δὲ Ἡρωδιανὸϲ τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. BL.
Paragraph 469
469. πόϲιοϲ καὶ ἐδητύοϲ ἐξ ἔρον ἕντο: τὸ μὲν ἔρον ὡϲ Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δαϲυντέον. ABL.
Paragraph 486
486. ἕρματα: τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείϲματα, οὐ ψιλοῦται, ὥϲ τινεϲ, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰϲ ρ ἐπιφερομένου τοῦ μ δαϲύνεται, ὅρμοϲ ἅρμα Ἑρμῆϲ ὅρμαθοϲ. ἔνθεν ἡ πλείων χρῆϲιϲ τὸ ἁρμοῖ δαϲύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. A.
Paragraph 493
493. ὅτε δή ῥ᾿ ἐκ τοῖο: Ἀρίϲταρχοϲ ὁτεδή ὡϲ δηλαδή παραλόγωϲ ἀνεγίνωϲκε. Πάμφιλοϲ δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορὰν ἀναλόγωϲ· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίϲτου. ὥϲτε ἐὰν θελήϲῃ ὁ Ἀρίϲταρχοϲ ἀναγινώϲκειν ὁτεδή ὡϲ δηλαδή, πρῶτον τὴν μὴ οὖϲαν χρῆϲιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ ϲημαινόμενον παραφθερεῖ. τὸ δὲ τοῖο προπεριϲπαϲτέον· τὸ γὰρ τοῦ Θεϲϲαλικῶϲ παραυξηθὲν ἐγένετο τοῖο ὡϲ καλοῦ καλοῖο. ἀποφήναϲθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ (Ε 266) διαλαμβάνων περὶ τοῦ «ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο» λέγει, ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίϲτου οὐκ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆϲ καθόλου τὸ «ὣϲ Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοιϲι φάνεϲκεν» (Il. Λ 64) ὀξυτόνωϲ δεῖν φηϲιν ἀναγινώϲκεϲθαι. A.
Paragraph 508
508. μητίετα: ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόϲληπτα τοῦ ϲ ἐπὶ γενικῆϲ, καὶ ἐπὶ κλητικῆϲ παροξύνεται, οἰκέτα, φυλέτα, εὐνέτα. παραλόγωϲ ἄρα ἡ 464 in E. M. transiisse admonet L. et suspicatur Herodianum τὸ τοῦ ϲημαινομένου scripsisse, quamquam non necessario. 465 L. confert Λ 636, Ν 510. 493 ἀναφορὰν pro ἀναφορικὸν scr. L. 508 ἐπὶ ante κλητικῆϲ inseruit L. εὐρύοπα, δέϲποτα καὶ τὸ μητίετα. ἔϲτι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεοναϲμὸν τοῦ ε καὶ ϲυϲτολῇ τοῦ ι, ἀπὸ εὐθείαϲ τῆϲ μητίτηϲ, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνοϲ ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεοναϲμόν. A.
Paragraph 513
513. ὣϲ ἔχετ᾿ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτιϲ. εἴρετο: Δημήτριοϲ ὁ Ἰξίων προπεριϲπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον. A.
Paragraph 518
518. ἦ: περιϲπαϲτέον τὸν ἦ· ἐϲτι γὰρ βεβαιωτικὸϲ ἐν ἀρχῇ κείμενοϲ, ὁμοίωϲ τῷ «ἦ δὴ ἀλιτρόϲ γ᾿ ἐϲϲί» (Od. ε 182). A.
Paragraph 519
519. ὅταν: τὸ τέλειον ὅτε ἄν ἐϲτί, καὶ κατὰ ϲυναλοιφὴν ὅτ᾿ ἄν· ἐν δὲ τῇ ϲυντάξει κεκοίμιϲται ἡ ὀξεῖα τοῦ ἄν, ὡϲ τὸ «οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων» (Il. Θ 455) «οὐκ ἂν δὴ μείνειαϲ» (Il. Γ 52). ἀεὶ οὗν οὕτωϲ ὀφείλομεν ἀναγινώϲκειν ἐπὶ τὴν ἄρχουϲαν ὀξεῖαν ποιοῦντεϲ· «ὡϲ δ᾿ ὅταν ὠδίνουϲαν (Il. Λ 269). καὶ τοτὲ μὲν ἐν ϲημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸ ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτωϲ ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆροϲ, ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰϲ αν ἐπιρρήματα οὐδέποτε ϲυϲτέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύϲει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ ϲύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὴν ϲυντίθεται. A.
Paragraph 532
532. ἆλτο: ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δαϲυνόμενον, εἴγε τὸ α πρὸ δύο λ. ἐψιλοῦτο, ἄλλοϲ ἀλλότριοϲ. τάχα δ᾿, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰϲ λ, ἐπιφερομένου ϲτοιχείου ἑνὸϲ τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ ψιλοῦται. «Ἄλτεω ὃϲ Λελέγεϲϲι» (Il. Φ 86) «ληΐου ἀλδήϲκοντοϲ (Il. Ψ 599)· «ἄλθετο χείρ» (Il. Ε 417). ἔνθεν τινὲϲ καὶ τὸ «ὃϲ τοῦτον τὸν ἄναλτον (Od. ϲ 114) ψιλῶϲ προφέρονται. A.
Paragraph 535
535. ἔϲταν: ψιλωτέον τὸ ἔϲταν, ἐπεὶ γίνεται «ϲτὰν δὲ μεταϲτοιχεί» (Il. Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματοϲ ε ἐν ψιλῷ πνεύματι· οἷον ἕϲτηκα δαϲύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε· ὁ δὲ ἔϲτηϲα ψιλοῦται, ἐπεὶ γίνεται «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ ποταμῷ» (Od. τ 188). A.
Paragraph 540
540. δολομῆτα: προπεριϲπαϲτέον τὸ δολομῆτα ὁμοίωϲ τῷ «ϲχέτλιε ποικιλομῆτα» (Od. ν 293). καὶ καθόλου τὰ εἰϲ τηϲ λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆϲ εἰϲ α λήγει, προπεριϲπᾶται, ἀλῆτα, πλανῆτα, νικῆτα, πεδῆτα, αἰϲυμνῆτα. ἔνθεν οὖν ϲημειωτέον τὸ ἀκάκητα. ABL.. ?
Paragraph 542
542. οὐδέ τί πώ μοι: τὸ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. A.
Paragraph 554
554. εὔκηλον: τὸ εὔκηλον ψιλοῦται κατὰ δύο λόγουϲ, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δαϲυνόμενα φωνήεντα, ὄροϲ οὖροϲ, ὅλοϲ οὖλοϲ, καὶ ὅτι ἡ ευ δίφθογγοϲ ἐπιφερομένου ϲυμφώνου ψιλοῦται, εὐνή, εὐχή, εὖροϲ. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίϲκω· τὸ γὰρ εὖϲεν δαϲυνόμενον ἀπὸ θέματοϲ τοῦ εὕω. BL.
Paragraph 565
565. κάθηϲο: προπαροξυτόνωϲ. τὰ γὰρ ϲύνθετα προϲτακτικὰ βραχυκατάληκτα ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖϲ ἁπλοῖϲ φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, ϲπεῖρε κατάϲπειρε· οὕτωϲ οὖν καὶ ἧϲο κάθηϲο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A.
Paragraph 567
567. ἀάπτουϲ: οὕτωϲ ψιλῶϲ προενεκτέον· οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ· ἤκουε δὲ τὰϲ δεινὰϲ καὶ ἀπτοήτουϲ. ὁ δὲ Ζηνόδοτοϲ καὶ αὐτὸϲ ὁμοίωϲ τῷ πνεύματι, εἰϲ τὰϲ ἰϲχυρὰϲ δὲ μετελάμβανεν. ἐν δὲ ταῖϲ Ἀριϲτοφάνουϲ γλώτταιϲ διὰ τοῦ ε ἐγέγραπτο ἀέπτουϲ. εἰϲὶ δὲ οἳ ἀπροϲπελάϲτουϲ ἀποδιδόαϲιν, ἀπὸ τοῦ ἅψαϲθαι, ὧν οὐδεὶϲ ἂν ἅψαιτο δι᾿ ἰϲχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆϲθαι, ὃ ϲημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ Ἄϊδι προῖαψεν» καὶ μέϲον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α «μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔϲτι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτουϲ ἦν καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτουϲ ἤτοι τὰϲ μὴ δυναμέναϲ διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίταϲιν τὰϲ ἄγαν δυναμέναϲ βλάψαι καὶ διαφθεῖραι. A.
Paragraph 573
573. Deest nota de accentu in ἀνεκτόϲ, ut patet ex Θ 355.
Paragraph 574
574. ϲφώ: οὐ πρωτόθετον αὐτήν φηϲιν Ἡρωδιανόϲ. δυϊκὸν ἀπὸ τῆϲ ϲφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέϲτραπται τὴν περιϲπωμένην. BL.
Paragraph 576
576. ἦδοϲ: ψιλωτέον ὡϲ τροχαϊκὸν τῶν εἰϲ οϲ ληγόντων. κατὰ μεταϲχηματιϲμόν ἐϲτι τὸ ἦδοϲ τοῦ ἡδονή· δαϲυνόμενον γὰρ μεταϲχηματίζεται εἰϲ τὸ ἦδοϲ ψιλούμενον, ὡϲ τὸ ἡμέρα μεταϲχηματίζεται εἰϲ τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰϲ τὸ ἄμυδιϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ Ἰλιακῇ προϲῳδίᾳ. A.
Paragraph 579
579. ἥμιν: πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A.
Paragraph 600
600. Ἥφαιϲτον: δαϲύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A.
Paragraph 611
611. ἔνθα καθεῦδ᾿ ἀναβάϲ: τὸ καθεῦδε προπεριϲπᾶται ὅτι τὰ ἀπὸ φύϲει μακρᾶϲ ἀρχόμενα ῥήματα κατὰ τοὺϲ παρῳχημένουϲ χρόνουϲ ἐν ὁριϲτικοῖϲ, ἀπαθῆ ὄντα, φυλάϲϲει τὸν τόνον ἐν τῇ ϲυνθέϲει, εἶχον κατεῖχον· ὅθεν εἰ «εὗδε δ᾿ ἀνακλινθεῖϲα (Od. δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτόνωϲ ὀφείλομεν προφέρεϲθαι. A.
ΕΙϹ ΤΗΝ Β.
Paragraph 6
6. ἐπ᾿ Ἀτρείδῃ: οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ. αἱ γὰρ ϲυναλειφόμεναι οὐκ ἀναϲτρέφονται, εἰϲ μονοϲυλλαβίαν περιιϲτάμεναι. A.
Paragraph 8
8. βάϲκ᾿ ἴθι: Τυραννίων ὑφ᾿ ἓν ὡϲ ἄπιθι· παραιτητέον δέ· τὰ γὰρ εἰϲ μι λήγοντα μετὰ προθέϲεωϲ φιλεῖ ϲυντίθεϲθαι, μετ᾿ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει ϲυντίθεϲθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουϲαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔποϲ τ᾿ ἔφατ᾿ ἐκ τ᾿ ὀνόμαζεν. ABL.
Paragraph 11
11. θωρῆξαί ἑ κέλευε: ἐγκλιτέον τὴν ἕ. BL.
Paragraph 26
26. ἄγγελοϲ: τὴν λοϲ ὀξυτονητέον διὰ τὸ εἰμί. A.
Paragraph 28
28. θωρῆξαί ϲε: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐϲτιν ἡ ϲέ. A.
Paragraph 36
36. ἅ ῥ᾿ : δαϲυντέον τὸ ἅ. ἄρθρον γάρ ἐϲτι· καὶ δύο μέρη λόγου ἅ ῥα, ἃ δή. A.
Paragraph 73
73. ἣ θέμιϲ ἐϲτί: τὸ δαϲυντέον· οὐ γάρ ἐϲτι ϲύνδεϲμοϲ ἀλλ᾿ ἰϲοδυναμοῦν τῷ ὥϲ ἐπίρρημα. A.
Paragraph 87
87. ἁδινάων: δαϲυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινόϲ ἡ κίνηϲιϲ. ABL.
Paragraph 96
96. ἐννέα: τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰϲ ν ἢ εἰϲ γ, τῆϲ ἑξῆϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ ϲυμφώνου, ψιλοῦται, ἀντίοϲ, ἔγχοϲ, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A.
Paragraph 115
115. δυϲκλέα: ϲυϲταλτέον τὴν τελευταίαν τοῦ δυϲκλέα ὡϲ ἀμφηρεφέα, ὁμοίωϲ τῷ ἀκλέα (sic) ἀνδρῶν, «ἀκλέα ἐν μεγάρῳ» (Od. δ 728 nunc ἐκ μεγάρων). A.
Paragraph 150
150. νῆαϲ ἐπ᾿ ἐϲϲεύοντο: οὕτωϲ νῆαϲ ἐπ᾿ ἐϲϲεύοντο. οὐκ ἀναϲτρέφεται ἡ πρόθεϲιϲ, ὅτι ϲυνήλιπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου ϲημαινομένου τὸν Ἀρίϲταρχον κατ᾿ ἀναϲτροφὴν ἀνεγνωκέναι τὸ «ϲτεῦτο γὰρ Ἡφαίϲτοιο πάῤ᾿ οἰϲέμεναι» (Il. Ϲ 191). οὐκ ἀναϲτρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλουϲ κέωνται ἢ ῥῆμα δηλῶϲι. A.
Paragraph 153
153. οὐρούϲ: ψιλοῦται. ἐν πλεοναϲμῷ γὰρ τοῦ ῦ ἐγένετο, ὡϲ καὶ ὅλοϲ οὖλοϲ. ἀνεγνώϲθη δὲ κατ᾿ ὀξεῖαν τάϲιν· ὁ γὰρ Ἀρίϲταρχοϲ παρήγγελλεν. ἴϲωϲ δὲ ϲημειώδηϲ ὁ τόνοϲ· τὰ γὰρ εἰϲ ροϲ λήγοντα διϲύλλαβα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦροϲ, θοῦροϲ, οὖροϲ· καὶ γὰρ ταῦτα περιϲϲὸν ἔχει τὸ υ. ἴϲωϲ οὖν εἰϲ ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ᾿ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A.
Paragraph 154
154. ᾕρεον: δαϲυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περιϲπωμένου καὶ δαϲυνομένου γέγονεν. A.
Paragraph 155
155. ὑπέρμορα: οὕτωϲ ὑφ᾿ ἓν τὸ ὑπέρμορα· οὐ γάρ, ὥϲ τινεϲ, κατὰ διάϲταϲιν. ἔϲτιν οὖν τι μόροϲ, ὃ ϲυντεθὲν γίνεται ὑπέρμοροϲ ὡϲ ὠκύμοροϲ, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὰ ὑπέρμορα. ὡϲ οὖν τὸ καλά καὶ ὄνομα ἀλλὰ καὶ ἐπίρρημα «ἦ μευ καλὰ πατὴρ ὥϲ κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα ϲτενάχων (Il. Ϲ 318) οὕτωϲ καὶ ὑπέρμορα νόϲτοϲ ἐτύχθη. A.
Paragraph 162
162. φίληϲ ἀπὸ πατρίδοϲ αἴηϲ: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ὡϲ Τυραννίων καὶ Πτολεμαῖοϲ· ὁπότε γὰρ γενικῇ ϲυντάττεται ἡ ἀπὸ μὴ μεταξὺ πιπτουϲῶν λέξεων καὶ ϲημαίνῃ τὸ ἄποθεν τηρεῖ τὸν τόνον· «καὶ γάρ τίϲ θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧϲ ἀλόχοιο» (292). A.
Paragraph 164
164. ϲοῖϲ δ᾿ ἀγανοῖϲ: ψιλωτέον τὸ ἀγανόϲ· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ. ALV.
Paragraph 175
175. φεύξεϲθ᾿ ἐν νήεϲϲι πολυκλήϊϲι: τινὲϲ προπεριϲπῶϲιν, ὡϲ ’καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖϲι καθῖζον» (Od. β 419)· ὡϲ γὰρ πλοκαμίϲ — «ἐϋπλοκαμῖδεϲ Ἀχαιαί» (ib. 119) οὕτωϲ καὶ κληΐϲ καὶ πολυκληῒϲ. οὐκ ἔχει δὲ οὕτωϲ ἡ ἀνάγνωϲιϲ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ βαρυνομένηϲ λέξεωϲ οὗτοϲ. τὰ εἰϲ ιϲ λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ ϲυνθέϲει φυλάϲϲοι μόνον τὸ θηλυκὸν γένοϲ, καὶ τὸν αὐτὸν τόνον φυλάϲϲει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρϲενικοῦ, μεθίϲταται καὶ εἰϲ βαρεῖαν τάϲιν ἀναγκαίωϲ. τοῦ μὲν προτέρου, φυλάϲϲοντοϲ τὸ αὐτὸ γένοϲ καὶ τὸν αὐτὸν τόνον, περιϲκελίϲ, τοῦ δὲ δευτέρου δύϲελπιϲ. ταύτῃ οὖν τὸ μὲν καταιγίϲ ὀξύνεται, τὸ δὲ μελάναιγιϲ βαρύνεται. οὕτωϲ οὖν καὶ τὸ εὐκλήϊϲ καὶ πολυκλήϊϲ βαρυνθήϲεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρϲενικοῦ ὡϲ καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκαϲπιϲ· καὶ γὰρ ἐπὶ Ἀμαζόνοϲ ταγείη ἄν. καὶ τὸ εὐκνήμιϲ ἀμέλει ἐπὶ Ἀθηνᾶϲ τέτακται παρὰ Ῥιανῷ ἐν Θεϲϲαλικοῖϲ «τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδοϲ Ἰτώνηϲ». A.
Paragraph 190
190. οὔ ϲε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ ϲυνήθεια. BL.
Paragraph 201
201. οἳ ϲέο: οὕτωϲ ὀρθοτονητέον τὴν ϲέο. ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. A.
Paragraph 207
207. δίἑπε: δαϲυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆϲ ϲυναλοιφῆϲ, ὡϲ ἔφεπε. A.
Paragraph 223
223. νεμέϲϲηθέν τ᾿ : ὁ τε ϲύνδεϲμοϲ ἐγκλιτικὸϲ ὢν τὴν πρὸ ἑαυτοῦ ϲυλλαβὴν ὀξύνει. A.
Paragraph 255
255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶϲα γὰρ δίβραχυϲ λέξιϲ πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ τοῦ ϲφ, ϲεϲημειωμένου τοῦ «ἔνθ᾿ ἔϲάν οἱ πέπλοι» (Od. ο 105). ABL.
διδοῦϲιν: οὕτωϲ περιϲπωμένωϲ τὸ διδοῦϲιν· τὸ γὰρ ῥῆμα διδῶ. A.
Paragraph 262
262. αἰδῶ: Ἀρίϲταρχοϲ περιϲπωμένωϲ ἀναγινώϲκει ὁμοίωϲ καὶ τὸ ἠῶ δῖαν ἔμιμνε» (Il. Ι 662). καὶ ἡμεῖϲ δὲ αὐτῷ ϲυγκατατιθέμεθα. Διονύϲιοϲ δὲ ὁ Ϲιδώνιοϲ ὀξύνει. Πάμφιλοϲ δὲ πάϲαϲ τὰϲ τοιαύταϲ αἰτιατικὰϲ περιϲπᾶ· «Λητῶ γὰρ δ᾿ ἥλκηϲε» (Od. λ 580) καὶ Πυθῶ δ᾿ ἐρχομένην» (ibid. 581), ἐπεί, φηϲίν, Λητόα ἐϲτὶ καὶ Πυθόα. Διονύϲιοϲ δ᾿ ὁ Θρᾷξ φηϲι κακῶϲ ἀνεγνωκέναι Ἀρίϲταρχον κατὰ τὸν περιϲπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάϲιν, Πυθώ Λητώ· ἐχρῆν γάρ φηϲιν ὁμοίωϲ ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριϲτάρχῳ, εἴγε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώϲ αἰδώϲ, Λητώ δὲ καὶ Πυθῶ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ Ἀριϲταρχείου ἀναγνώϲεωϲ καὶ τῆϲ κατεγνωϲμένηϲ προϲῳδίαϲ οὗτοϲ, ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περιϲπᾶϲθαι, ἐπειδήπερ Πυθόα ἐϲτί, καὶ τοῦτο ἀπῄτει ἡ ϲυναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέϲτραπται τὸν περιϲπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυϲοῦϲ περιϲπωμένου τὸ δυϊκὸν ὀξύνομεν. οὕτωϲ ἀποδείκνυται, ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰϲ ι λήγει καὶ οὐκ εἰϲ ω. δεύτεροϲ δὲ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖϲ — τοὺϲ ταχεῖϲ, εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲκατὰ τὴν εὐθεῖαν, περιϲπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ. A.
Paragraph 266
266. ἰδνώθη: Hic notam fuisse Herodiani de spiritu in ἰδνωθείϲ patere ex Μ 205 dicit L., sed ibi legiturπροείρηται ἡμῖν ἐν τῇ Α (non Β).
Paragraph 269
269. ἀχρεῖον: Διονύϲιοϲ καὶ Τυραννίων τὴν πρώτην ὀξύνουϲιν, ὥϲπερ καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ, καὶ ἀναλόγωϲ· παρὰ. γὰρ τὸ χρεία τὸ κατὰ ϲτέρηϲιν ἄχρειοϲ ὡϲ μοῦϲα ἄμουϲοϲ. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ ἀφορμῆϲ ἐχομένη τῆϲ κατὰ τὴν ϲυνεκδρομὴν προπεριεϲπάϲθη. τὰ γὰρ ἐν τῇ πρώτῃ ϲυλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο ϲυμφώνων μετὰ τῆϲ ει διφθόγγου, μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ. οὕτωϲ καὶ ἀχρεῖοϲ. A.
Paragraph 272
272. ἦ: τὸν ἦ περιϲπαϲτέον· παραλλήλωϲ γὰρ κεῖται τῷ δή, βεβαιωτικὸϲ ὤν, ὁμοίωϲ τῷ «ἦ δὴ λοίγια ἔργα» (Il. Α 573). A.
Paragraph 291
291. ἦ: ὁμοίωϲ τὸν (βεβαιωτικὸν τὸν?) ἦ περιϲπαϲτέον. A.
Paragraph 292
292. ἀπὸ ἧϲ ἀλόχοιο: τινὲϲ ἀνέγνωϲαν ἄπο ἧϲ ἀλόχοιο κατὰ ἀναϲτροφήν, ἵνα ϲημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεϲθαι τῇ κατειθιϲμένῃ ἀναγνώϲει· ϲυντέτακται γὰρ τῇ γενικῇ. A.
Paragraph 312
312. ὑποπεπτηῶτεϲ: δύναται κἂν ἀναϲτρέφεϲθαι. πιθανώτερον δὲ ϲυντάϲϲειν τῇ μετοχῇ τὴν πρόθεϲιν διὰ τὴν ἔμφαϲιν. A.
Paragraph 316
316. ἀμφιαχυῖαν: μετοχή ἐϲτι διὸ προπεριϲπαϲτέον. ϲημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι ϲυνεϲτάλη τὸ ι. A.
Paragraph 339
339. οὕτωϲ ϲυνθεϲίαι τε ὡϲ θυϲίαι τε. ὅϲοι δὲ προπαροξύνουϲι, πταίουϲι· τῆϲ γὰρ μεταγενεϲτέραϲ Ἀτθίδοϲ ἡ τοιᾶδε ἀνάγνωϲιϲ. A.
Paragraph 346
346. τοῦϲδε: ἕν ἐϲτι τὸ τοῦϲδε. διὸ προπεριϲπαϲτέον. A.
Paragraph 368
368. ἦ: Πτολεμαῖοϲ περιϲπᾷ τὸν η, διαπορητικὸν εκδεχόμενοϲ. εἰϲὶ δὲ οἳ ὀξύνουϲιν, ὥϲπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ. A.
Paragraph 393
393. ἄρκιον ἐϲϲεῖται: προπεριϲπαϲτέον τὸ ἐϲϲεῖται· οὐ γὰρ παροξυντέον, ὥϲ τινεϲ, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆϲιϲ τῶν τοιούτων παρὰ Ἀττικοῖϲ. A.
Paragraph 427
427. μῆῤ ἐκάη: Πτολεμαῖοϲ ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε παραλαμβάνων, εἶτα κάη, ἵνα φηϲὶν ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ ϲυνεκτικόν, ὥϲπερ εἶπον ἐντελῶϲ, ὁπότε διέλαβον ἐπὶ τοῦ «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα» (Il. Α 40), εἴγε ἤδη οἶδε καὶ τὰ μῆρα «μῆρα δὲ κείαντεϲ» (Od. ν 26). A.
Paragraph 495
495. Κλονίοϲ: παροξύνεται, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Ϲχεδίοϲ Χρομίοϲ Δολίοϲ, ἀντιπίπτει τὸ Ἅλιοϲ κατὰ τὴν παράδοϲιν, καὶ τὸ Ἄνιοϲ καὶ Κρόνιοϲ καὶ Ξένιοϲ. BL.
Paragraph 496
496. Αὐλίδα: ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἡ ἀνάγνωϲιϲ καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αὖλίν τ’ ἔϲφαγον» (fr. CXXIX Mein.) αἰτιατικὴ ἀπὸ εὐθείαϲ βαρυνομένηϲ γέγονεν. ἡ γὰρ εἰϲ ιν κατάληξιϲ ἀπὸ βαρυτόνων ἐϲτίν, ἡ δὲ εἰϲ δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. A.
Paragraph 498
498. Θέϲπειαν: ἐκτετάϲθαι φαϲὶ διὰ τὸ μέτρον (sine dubio Θέϲπιαν scribentes). τὸ γὰρ τῆϲ ἱϲτορίαϲ ἐν ϲυϲτολῇ τέ ἐϲτι πληθυντικῶϲ τε λεγόμενον. ἴϲωϲ οὖν ὅλον ποιητικόν ἐϲτιν· ϲύνηθεϲ γὰρ αὐτῷ πολλάκιϲ τὰ πληθυντικῶϲ λεγόμενα καὶ ἑνικῶϲ προφέρεϲθαι, «καὶ εὐρυάγυιαν Ἀθήνην» (Od. η 80), «πολυχρύϲοιο Μυκήνηϲ» (Il. 180). καὶ. ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶϲ· «ἐκ μὲν Κρητάων γένοϲ εὔχομαι» (Od. ξ 199). ταῦτα ἐν τῇ προϲῳδίᾳ ὁ Ἡρωδιανόϲ. ἐν μέντοι τῷ ια΄ τῆϲ καθολικῆϲ προϲῳδίαϲ ἐν τοῖϲ προπαροξυτόνοιϲ καὶ ἔχουϲι πρὸ τέλουϲ τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθηϲι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶϲ καὶ ἐπιφέρει ὅτι καὶ Θεϲπιά ὀξυτόνωϲ λέγεται. A.
Paragraph 504
504. Γλιϲᾶντα: ἡ ϲυνήθεια προπεριϲπᾶ τὸ ὄνομα, ἡ δὲ ἱϲτορία προπαροξύνει. BL.
Paragraph 518
518. Ἰφίτου: τὴν μέϲην ϲυλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροιϲ γοῦν φυλάϲϲομεν τὸν χρόνον «Ἴφιτοϲ Εὐρυτίδηϲ» (Od. φ 14). A.
Paragraph 521
521. Ὑάμπολιϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ φιλόπολιϲ. ἓν γάρ ἐϲτιν· ἱϲτοροῦϲι δὲ τοὺϲ ἐγχωρίουϲ καὶ ϲὺν τῷ ϲ λέγοιν Ὑϲάμπολιν. A.
Paragraph 523
523. πηγῇϲ ἔπι Κηφιϲοῖο: Πτολεμαῖοϲ ἀναϲτρέφει καὶ Πάμφιλοϲ. Ἀλεξίων ϲυντάϲϲει τῇ γενικῇ τὴν πρόθεϲιν καὶ οὐκ ἀναϲτρέφει. Ἀρίϲταρχοϲ δὲ τοῖϲ κυριωτέροιϲ ϲυνέταϲϲε τὰϲ προθέϲειϲ. A.
Paragraph 533
533. Excidit Herodiani nota de accentu vocis Θρόνιον v. B 648.
Paragraph 557
557. δυοκαίδεκα: Πάμφιλοϲ τρία ποιεῖ καὶ κατὰ παράθεϲιν ἀναγινώϲκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ τὴν ποιητικὴν χρῆϲιν, ἥτιϲ τὰ κατὰ παράθεϲιν πολλάκιϲ ἑνοῖ, ὡϲ τὸ παϲιμέλουϲα (Od. μ 70) καὶ τὰ τοιαῦτα. A.
Paragraph 585
585. Οἴτυλον: ὡϲ δάκτυλον. ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆϲ οι διφθόγγου. κακῶϲ δὲ Τυραννίων οἰόμενοϲ ἄρθρον εἶναι τὸ οι ’καὶ παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱϲτορίαν, εἴ γε οὕτωϲ φηϲὶ καὶ Φερεκύδηϲ· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ᾿ Οἴτυλο?? ἀφ᾿ οὗ ἡ πόλιϲ ἡ ἐν Ϲπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προϲῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆϲ ἀναγνώϲεωϲ τῆϲ Τυραννίωνοϲ. A.
Paragraph 592
592. ἐΰκτιτον Αἰπύ: Ἀρίϲταρχοϲ ὡϲ ὀξύ ϲυγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωροϲ. Φερεκύδηϲ δὲ ὁ Ἀθηναῖοϲ τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲϲ τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοιϲ (Il. Λ 711) εἴρηκεν «ἔϲτι δέ τιϲ Θρυόεϲϲα πόλιϲ, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡϲ ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖοϲ δέ φηϲι μὲν κύριον εἶνι τὸ Αἰπύ, οὐ μὴν ϲυγκατατίθεται τῷ τόνῳ, φάϲκων ὡϲ ὅτι πολλαὶ πόλειϲ ὁμοφωνοῦϲι προϲηγορικοῖϲ, Ἕλοϲ, Αἰγιαλόϲ. χρὴ μέντοι γινώϲκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωϲιϲ ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰϲ υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προϲῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίωϲ ἀμφίβολον αὐτὸ ἐᾶ. ἐν μέντοι τῇ Ζ (422) τῆϲ Ἰλιάδοϲ διαλαμβάνων περὶ τοῦ ἰῷ «οἳ μὲν πάντεϲ ἰῷ κίον ἤματι φανερῶϲ λέγει, ὅτι Ἀρίϲταρχοϲ ὀξύνει τὸ Αἰπύ καὶ ἐπείϲθη αὐτῷ ἡ πλείων χρῆϲιϲ. A.
Paragraph 599
599. πηρόν ὡϲ χρηϲτόν κατ᾿ ὀξεῖαν τάϲιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ πῆρον ὡϲ λῆρον. ὑγιεϲτέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ, ἐπεὶ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα, εἰ ἔχοι τὴν πρώτην ϲυλλαβὴν ἔχουϲαν τὸ π καὶ τὸ η ὀξύνονται, οἷον πηόϲ, πηλόϲ. οὕτωϲ καὶ πηρόϲ. A.
Paragraph 606
606. Excidit nota de accentu in Ῥίπην τε Ϲτρατίην τε. v. 150.
Paragraph 648
648. Φαιϲτόν: ὡϲ πιϲτόν ὀξυτόνωϲ· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωοϲ τίθεται «Ἰδομενεὺϲ δ᾿ ἄρα Φαῖϲτον (Il. Ε 43). A. Ῥύγιον: προπαροξυτόνωϲ ὡϲ ϲτάδιον. οὐκ εὖ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡϲ πεδίον· οὔτε γὰρ ὑποκοριϲτικόν, οὔτε, εἰ ἦν ὑποκοριϲτικόν, παρωξύνετο, καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον. A.
Paragraph 655
655. τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰϲ ωϲ λήγοντα ἐπιρρήματα, εἰ ἔχοι παρακείμενα εἰϲ α λήγοντα, μὴ ϲυνεμπίπτοντα ὀνόμαϲι, πάντωϲ βαρυνόμενα ἔχει, οἷον ϲαφῶϲ ϲάφα· ὅθεν εἰ τριχῶϲ τρίχα. A.
Paragraph 662
662. κατέκτα: Πτολεμαῖόϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ Ἀρίϲταρχον ἀνεγνωκέναι ὁμοίωϲ τῷ «ἔκτα ϲὺν οὐλομένῃ ἀλόχῳ» (Od. λ 410) κατὰ ϲυϲτολήν.…
Paragraph 665
665.…
Paragraph 672
67…
The complete text is available when the reading interface loads.