The Greek Library Author

Herodianus

Περὶ παθῶν

Scientific editors
August Lentz
Edition reference
Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg009.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Paragraph 1

1. Ε. Or. 7, 3: ἀβληχρόν δύναται τὸ α κατ’ ἐπίταϲιν ϲφόδρα — ἀϲθενέϲ. βληχρὸν γὰρ τὸ ἀϲθενὲϲ ἀπὸ τῆϲ τῶν προβάτων φωνῆϲ τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκιϲ δὲ καὶ ἐπὶ τοῦ ἰϲχυροῦ τάττεται τὸ βληχρὸν ὡϲ εἶναι παρὰ τὸ βάλλειν, ὅ ποτε μὲν τὸ καταβάλλειν εἰϲ γῆν καὶ δύναϲθαι ἀναιρεῖν ϲημαίνει, ποτὲ δὲ καὶ τὸ καταβάλλεϲθαι εἰϲ γῆν, ὡϲ δύναϲθαι τὸ ἀϲθενὲϲ δηλοῦν καὶ πάλιν τὸ ἰϲχυρόν, τοῦ α ἀναίρεϲιν. καὶ ἐπίταϲιν δηλοῦντοϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.

Paragraph 2

2. Ε. Or. 30, 8: ἀγαυόϲ: Ἡρωδίαν ὸϲ λέγει παρὰ τὸ γαίω τὸ γαυριῶ ἀγαιόϲ εἶναι καὶ τροπῇ τοῦ ι εἰϲ ῦ ἀγαυόϲ ὡϲ καίω καύϲω πλεονάζοντοϲ τοῦ α ἐπιτατικοῦ.

Paragraph 3

3. Ε. Οr. Ορ. 14, 1 collato Eustath. 1444, 7: ἀγαυρόϲ ἢ παρὰ τὸ ἀγαυόϲ, ὃ παρὰ τὸ γαίω τὸ γαυριῶ, πλεοναϲμῷ τοῦ ρ ἢ παρὰ τὸ γαῦροϲ. ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡϲ ἐπενθέϲεωϲ τοῦ ρ μὴ ἀναγκαζούϲηϲ προπαροξυτόνηϲιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁπλοῦν βαρύνεται ἤτοι τὸ γαῦροϲ, τὸ δὲ ϲύνθετον ἀγαυρόϲ ὀξύνεται, δέον ὂν προπαροξύνεϲθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον διὰ τὸ ϲυνακολουθῆϲαι τῷ ἀφαυρόϲ καὶ τῷ ἀμαυρόϲ καὶ τοῖϲ ὁμοίοιϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.

Paragraph 4

4. E. M. 18, 39: ἀδόροιϲ: Ἀντίμαχοϲ «ἐν ἀδόροιϲι χέειν εὐίλατον ἄλφι». λέγεται γὰρ παρὰ τὸ δεδάρθαι δορόϲ δοροί καὶ κατὰ πλεοναϲμὸν ἄδοροι ἢ ἀντὶ τοῦ κακόδοροι ἢ οὐ δεδαρμένοι. οὕτωϲ Ἡρωδιανόϲ.

Paragraph 5

5. Ε. Μ. 48, 39. ἀκινάγματα οἶον «χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα » τὰ τινάγματα τῶν ποδῶν μετὰ ῥυθμοῦ καὶ τῶν χερῶν ἢ κινήματα· καὶ πλεοναϲμῷ τοῦ α καὶ τοῦ γ καὶ τροπῇ τοῦ η εἰϲ α ἀκινάγματα. Ἡρωδιανόϲ.

Paragraph 6

6. Ε. Οr. 28, 27 : ἀκρεμών· κρέμω ῥῆμα, ἀφ’ οὗ ῥηματικὸν ὄνομα κρεμών καὶ κρεμόνεϲ τὸ πληθυντικὸν καὶ πλεοναϲμῷ τοῦ α ἀκρεμών. πλεονάζει τὸ α ὡϲ ϲτάχυϲ ἄϲταχυϲ. οὕτωϲ Ἡρωδιανόϲ.

Paragraph 6a

6a. ἀλαλητόϲ ἀπὸ τοῦ λαλητόϲ προϲθέϲει τοῦ α. Arcad. 82, 1.

Paragraph 7

7. E. M. 119, 33: Ἀπαιϲόϲ. Παιϲόϲ ὡϲ ὁ ποιητήϲ φηϲιν « ὅϲ ῥ’ ἐνὶ Παιϲῷ ναῖε» (Π. ε 612), ἐν ἑτέροιϲ δὲ «δῆμον Ἀπαιϲοῦ» (Β 828). Παιϲόϲ δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προϲορμίζουϲαν ἐκεῖϲε παῖϲαι καὶ προϲεγγίϲαι Παιϲόϲ καὶ πλεοναϲμῷ τοῦ α Ἀπαιϲόϲ. Ἡρωδιανόϲ.

Paragraph 8

8. E. M. 150, 56: Ἄρυπεϲ: Φερεκύδηϲ ἀντὶ τοῦ Ῥύπεϲ. πρόδηλον τὸ εἰρημένον. Ῥύπεϲ γὰρ λέγονται οἱ Ἀχαιοί. κατὰ πλεοναϲμὸν τοῦ α Ἄρυπεϲ.

Paragraph 9

9. E. M. 157, 33: Ἀϲπληδών: φαϲὶ γὰρ εἶναι Ἀϲπληδόνα τὸν Πρέϲβωνοϲ καὶ Ϲτερόπηϲ. Ἀπολλόδωροϲ δέ φηϲιν Ἀϲπληδόνα γνήϲιον οὐκ εἶναι, εἴγε εὑρέθη « Ϲπληδόνα τ’ ἠγαθέην » ὅταν οὖν εὕρωμεν «οἳ δ ’ Ἀϲπληδόνα ναῖον (Ιl. B 511) πλεοναϲμὸϲ ποιητικόϲ ἐϲτι τοῦ α. Ἡρω διανὸϲ περὶ παθῶν.

Paragraph 10

10. E. Or. 17, 23 ἀϲτεροπή. ϲτρέφω ϲτρεπτή κατ’ ἀποβολὴν τοῦ καὶ ἐπένθεϲιν τοῦ ο ϲτεροπή καὶ πλεοναϲμῷ τοῦ α ἀϲτεροπή. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.

Paragraph 8a

8a. ἁραιόϲ: παρὰ τὸ ῥαίω τὸ φθείρω γίνεται ῥαιόϲ καὶ πλεοναϲμῷ τοῦ α ἁραιόϲ μετελθούϲηϲ τῆϲ δαϲείαϲ τοῦ ρ εἰϲ τὸ α ὡϲ καὶ ἐπὶ τοῦ ῥέζω ρδω. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. E.M. 134, 17.

Paragraph 11

11. E. Gud. 87, 52, Zon. 3, 16: ἀϲφάραγοϲ ὁ λεγόμενοϲ φάρυγξ. εἴρηται ἄνευ τοῦ α ϲφάραγοϲ παρὰ τὸ ϲφαραγεῖν, ὅ ἐϲτιν ἠχεῖν, δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. Ἡρόδικοϲ δέ φηϲι πλεοναϲμῷ τοῦ α καὶ. τοῦ ϲ εἶναι ἀϲφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖοϲ δὲ ὅτι οἱονεὶ ἀϲπαίρει. ἄλλοι δὲ διὰ τὸ μὴ ϲπᾶϲθαι ἀϲπάραγον καὶ ἀϲφάραγον. κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτωϲ Ἡρωδιανόϲ· παρὰ ϲφάραγοϲ πλεοναϲμῷ τοῦ α ἀϲφάραγον τὸν βρόχθον.

Paragraph 12

12. E. M. 385, 9 ἐϲύνηκεν. Ἀλκαῖοϲ ἐϲύνηκε καὶ Ἀνακρέων ἐξύνηκε πλεοναϲμῷ. οὐκ ἔϲτι δὲ πλεοναϲμόϲ, ἀλλ’ Ἀττικὴ κλίϲιϲ ὥϲπερ παροινῶ πεπαρψνηκα καὶ ἐνοχλῶ ἠνώχληκα καὶ παρηνώχληκα.

Paragraph 11a

11a. ἀφλοιϲμόϲ: ἔνιοι αὐτὸ παρὰ τὸ ἀφριϲμόϲ μεταβολῆϲ γενομένηϲ τοῦ ρ εἰϲ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ α. διὸ οὐ δεόντωϲ ὁ Τυραννίων προπαροξύνει. Π. Pr. Ο 607.

Paragraph 11b

11b. Choer. Dict. 305, 30, E. M. 161, 7: ἀϲφάλαξ: ἀπὸ τοῦ ϲπῶ γέγονε ϲπάλαξ καὶ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲπάλαξ καὶ κατὰ μετάθεϲιν τοῦ π εἰϲ φ ἀϲφάλαξ. τὸ γὰρ ζῷον τοῦτο ἀποϲπᾷ τὴν γῆν καὶ ποιεῖ βάθοϲ καὶ οὕτωϲ εἰϲέρχεται.

Paragraph 12a

12a. ἐψνοχόει: ἔθοϲ ἐϲτὶ τῷ ποιητῇ ἀποβάλλειν τὸ κατ’ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔϲθ’ ὅτε δὲ καὶ πλεοάζειν. πρόδηλοι δὲ αἱ

Paragraph 13

13. Ε. Οr. 57, 13, Ε. Gud. 210, 58 et Ε. M. 380, 30: ἐρῳδιόϲ ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν λέγει, ὅτι ὥϲπερ ἀπὸ τοῦ ἁρχρήϲειϲ

«ϲτῆϲε δ’ ἐν Ἀμνιϲῷ » (Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Ιl. Ι 38) τὸ γὰρ ἐντελὲϲ «τῷ δ’ ἕτερον μὲν ἔδωκεν » (Π. Π 250) οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· «τὴν δ’ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν » (Ιl. Ξ 168), ἀλλὰ τὸ κατὰ πλεοναϲμὸν τοῦ ε χηλοῦ δ’ ἄπο πῶμ’ ἀνέῳγεν » (Π. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ηνδανεν «ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε » (Ιl. Α 24) τὸ δὲ κατὰ πλεοναϲμὸν «κοὐδ’ Ἀγαμέμνονι πάμπαν ἑήνδανεα» (Οd. γ 143). καὶ πάλιν «ἕϲϲατο δ’ ἔκτοϲθεν» (Π. Κ 334) εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ ξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι κὰδ δ’ ἄρ’ ἐπὶ ϲτόμ’ ἔωϲεν (Π. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ γάρ φηϲιν ᾠψνοχόει δ’ υἱὸϲ Μενελάου» ( Οd. 0 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο « νέκταρ ἐψνοχόει» (Δ 3). Π. Pr. Δ 3.

Paragraph 13a

13a. οὐδέποτε, ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ, εὐθεῖα διαλέλυται, τὸ γὰρ εἶϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. Choerob. p. 246 Gaisf.

μόζω γίνεται ἁρμόδιοϲ, τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιοϲ καὶ πλεοναϲμῷ τοῦ ἕ καὶ ἐκτάϲει τοῦ o εἰϲ ω ἐρῳδιόϲ καὶ μένει τὸ ι προϲγεγραμμένον. καὶ λέγουϲί τινεϲ, ὅτι ὤφειλε βαρύνεϲθαι· τὰ γὰρ διὰ τοῦ διοϲ πάντα βαρύνονται παυρίδιοϲ μοιχίδιοϲ. ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι ἐξηκολούθηϲε τοῖϲ ἐπὶ ὀρνέων. τὰ γὰρ εἰϲ οϲ καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἐπὶ ὀρνέων ὀξύνονται αἰγυπιόϲ χαραδριόϲ βομβυλιόϲ. οὕτω καὶ ἐρῳδιόϲ. λέγεται καὶ ῥῳδιόϲ παρ’ Ἱππώνακτι «κνεφαῖοϲ ἐλθὼν ῥῳδιῷ (sic) κατηυλίϲθην». καὶ ὡϲ μὲν πρὸϲ τὴν ϲυνήθειάν ἐϲτιν ἀφαίρεϲιϲ, ὡϲ δὲ πρὸϲ τὸν ϲχηματιϲμὸν ἐντελέϲ.

Paragraph 14

14. E. Or. 67, 21, E. M. 417, 16: ἠβαιόν ὀλίγον καὶ ὀλιγοχρόνιον. οἱ μὲν παρὰ τὴν βῆν, ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέωϲ αὔξεται καὶ ἐλαττοῦται, ἀφ’ οὗ παρώνυμον ἠβαόϲ καὶ ἠβαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον ἀκμάζων καὶ μαραινόμενοϲ πάλιν. καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε δαϲύνεϲθαι· οὐκ ἔϲτι δὲ οὕτωϲ. ἀλλ’ ἀπὸ τοῦ βῆναι γίνεται βαόϲ καὶ πλεοναϲμῷ τοῦ ι βαιόϲ ὁ ἐπ’ ὀλίγον χρόνον βεβηκώϲ καὶ πλεοναϲμῷ τοῦ η ἠβαιόϲ ὡϲ τὸ μύει ἠμύει βαιόν καὶ ἠβαιόν.

Paragraph 15

15. E. Or. 68, 18, E. M. 422, 12, E. Gud. 238, 30: ἠθεῖε προϲφώνηϲιϲ φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ πρὸϲ πρεϲβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖοϲ δεῖ αὐτὸ κανονίζειν καὶ κατὰ πλεοναϲμὸν τοῦ η αὐτὸ γεγονέναι ἠθεῖοϲ. πλεονάζει γὰρ τὸ η ἐν πολλαῖϲ λέξεϲιν ὡϲ τὸ μύω ἠμύω, πεδανόϲ ἠπεδανόϲ, βαιόϲ ἠβαιόϲ, εὐγενήϲ εὐηγενήϲ. ἢ παρὰ τὸ ἔθοϲ ἔθειοϲ ὡϲ τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ καὶ τροπῇ τοῦ ἕ εἰϲ η καὶ καταβιβαϲμῷ τοῦ τόνου ἠθεῖοϲ. ἀναλογώτερον δέ ἐϲτιν ἐκ τοῦ θεῖοϲ αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθοϲ. ἐκ γὰρ τοῦ θεῖοϲ καὶ ἡ αὐτὴ τάϲιϲ ϲώζεται καὶ ὀλίγα πάθη δίδοται, ἐκ δὲ τοῦ ἔθοϲ καὶ ἀλλότριοϲ ὁ τόνοϲ καὶ πολλὰ τὰ πάθη δίδοται.

Paragraph 16

16. Ε. M. 430, 57: ἠμύω ἐκ τοῦ μύω πλεοναϲμῷ τοῦ η. ὁ δὲ Ἡcίοδοϲ «ἀμύοντα χαμᾶζε εἶπε διὰ τοῦ α καὶ ἔϲτιν εἰπεῖν ὅτι ὥϲπερ τὸ ϲταφίϲ γίνεται ὀϲταφίϲ καὶ ἀϲταφίϲ κατὰ πλεοναϲμὸν τοῦ α καὶ τοῦ ο, οὐ κατὰ τροπήν, οὕτω καὶ ἐπὶ τοῦ μύω πλεονάζει καὶ τὸ α καὶ τὸ η «ἐπί τ’ ἠμύει ἀϲταχύεϲϲιν» (Ιl. B 148).

Paragraph 17

17. Ε. M. 464, 35, Schol. ad Οppian. Halieut. II 111: ἰαύω —ὁ Ἡρωδιανὸϲ λέγει παρὰ τὸ αὔω πλεοναϲμῷ τοῦ ι κἀΰπνουϲ νύκταϲ ἴαυον » (Οd. τ 340), ἄγρυπνοϲ διετέλουν.

Paragraph 18

18. Steph. B. 209, 18: Γνήϲ ἔθνοϲ οἰκῆϲαν τὴν Ῥόδον, ἔνθεν καὶ ίγνητεϲ οἱ ἰθαγενεῖϲ. λέγεται γὰρ καὶ μετὰ τοῦ ι γνητεϲ.

Paragraph 19

19. Steph. B. 482, 10: Ὄαξοϲ πόλιϲ Κρήτηϲ, Ἐλευθέρνηϲ οὐ πόρρω, καθὰ Ξξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδοϲ τῆϲ θυγατρὸϲ τοῦ Μίνω. τινὲϲ δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦϲι γὰρ τοὺϲ τοιούτουϲ τόπουϲ ἄξουϲ. καθάπερ καὶ ἡμεῖϲ ἀγμούϲ.

Paragraph 20

20. Ep. Cr. Ι 316, 18, E. M. 614, 34: ὅου — «ὅου κράτοϲ ἐϲτὶ μέγιϲτον (Od. α 70). ἄρθρον ὑποτακτικόν. τὸ δὲ ο λέγεται πλεονάζειν. λέγει δὲ Ἡρωδιανὸϲ ὅτι ὁ πλεοναϲμὸϲ τὸν οἰκεῖον τόνον φυλάττει οἶον ὥρακα ἑώρακα. εἰ ἄρα οὖν καὶ τὸ ο κατὰ πλεοναϲμὸν ἐγένετο, ὤφειλεν εἶναι δοῦ περιϲπώμενον. οὐκ ἔϲτι δὲ πλεοναϲμόϲ,

Paragraph 19a

19a. οἶοϲ ὁ μόνοϲ. τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ. Arcad. 37, 10.

ἀλλὰ διαίρεϲιϲ· τὰ γὰρ ἄρθρα εἴωθε διαιρεῖϲθαι, οὐχὶ πλεονάζειν οἶον ἧϲ ἕηϲ «ἕηϲ τὸ πρίν γ’ ἐράαϲθε» (Π. Π 208), οὖ ὅου. τί διαφέρει διαίρεϲιϲ πλεοναϲμοῦ, διαφέρει, ὅτι ὁ μὲν πλεοναϲμὸϲ τὸν αὐτὸν τόνον φυλάττει οἶον εἴκοϲι ἐείκοϲι, ἡ δὲ διαίρεϲιϲ ἀλλάϲϲει τὸν τόνον οἶον ἧϲ ἕηϲ, ἠγορῶντο ἠγορόωντο, οὕτωϲ οὖ ὅου. δαϲύνεται τὸ ο. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεϲι ταῖϲ ἀπὸ φωνήεντοϲ δαϲυνομένου ἀρχομέναιϲ μεταληπτικὰ γίνονται τοῦ δαϲέοϲ πνεύματοϲ οἶον ἥνδανεν ἑήνδανεν.

Paragraph 21

21. Ε. Οr. 115, 24: ὀβελόϲ παρὰ τὸ βάλλω ἢ βέλλω γίνεται τὸ μὲν οὐδέτερον βέλοϲ, τὸ δὲ ἀρϲενικὸν βελόϲ καὶ πλεοναϲμῷ τοῦ ο ὀβελόϲ. οὕτωϲ ἐν τῷ περὶ παθῶν Ἡρωδιανόϲ.

Paragraph 22

22. Eustath. 650, 48: κατὰ πλεοναϲμὸν τοῦ o ἐκ τοῦ κέλλω ὀκέλλω, κλῶ κλάζω ὀκλάζω, ἔτι καὶ ἐν τῷ Βριάρεωϲ Οβριάρεωϲ, ὡϲ τεχνογραφεῖ Ἡρωδιανόϲ.

Paragraph 23

23. Et. Or. 117, 27: ὀροθύνω. παρὰ τὸ ῥοθῶ ῥοθύνω καὶ πλεοναϲμῷ τοῦ ο ὀροθύνω ἢ παρὰ τὸ ὄρω καὶ θύνω. ἐν τῷ περὶ πα θῶν Ἡρωδιανόϲ.

Paragraph 24

24. E. M. 636, 4: ὀϲταφίϲ πλεοναϲμῷ τοῦ ο καὶ ἀϲταφίϲ πλεοναϲμῷ τοῦ α. ϲταφίϲ γάρ. ϲπάνιον τὸ ϲταφίϲ. ϲχεδὸν γὰρ ἡ ἀνὰ χεῖρα χρῆϲιϲ ἀϲταφίϲ ἔχει. περὶ παθῶν.

Paragraph 25

25. E. M. 16, 24: ὀτρυγηφάγοϲ «ὄνου κήλωνοϲ ὀτρυγηφάγου » παρὰ Ἀρχιλόχῳ ἀντὶ τοῦ κριθοφάγου — τρύγη γὰρ ὁ Δημητριακὸϲ καρπόϲ — κατὰ πλεοναϲμὸν τοῦ ο ὡϲ ἐπὶ τοῦ κρυόειϲ ὀκρυόειϲ.

Paragraph 26

26. E. Gud. 104, 10: βαῦνοϲ τὸ πῦρ ἢ ὁ χυτρόπουϲ ἢ ἡ κάμινοϲ. ἔνθεν καὶ βάναυϲοϲ καὶ κρίβανοϲ ὁ ἔχων κριθάϲ· γέγονε δὲ τὸ βαῦνοϲ πλεοναϲμῷ τοῦ β κατὰ Λάκωναϲ· οὗτοι γὰρ τὸ ἰδεῖν βιδεῖν λέγουϲιν. οὕτω καὶ τὸ αὔϲω αὐνοϲ καὶ βαῦνοϲ. οὕτωϲ Ἡρωδιαν όϲ.

Paragraph 27

27. Ε. M. 195, 50: βεόδεα: τὰ ποικίλα καὶ πορφυρᾶ ἱμάτια. Ἡρωδιανὸϲ εὕθεα καὶ πλεοναϲμῷ τοῦ β βεύδεα· παρὰ τὸ εὕδειν.

Paragraph 28

28. St. B. 7, 4: Ἄβιοι: Αἰϲχύλοϲ Γαβίουϲ διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ.

Paragraph 29

29. St. B. 193, 20: Γάζα πόλιϲ Φοινίκηϲ· ἐκλήθη κα Ἄζα· καὶ μέχρι νῦν Ϲύροι Ἄζαν αὐτὴν καλοῦϲιν ἀπὸ Ἄζωνοϲ τοῦ παιδὸϲ Ἡρακλέουϲ.

Paragraph 25a

25a. τὸ ὀϲτέον παροξύνεται ὡϲ διϲύλλαβον· ἀπὸ γὰρ τοῦ ἵϲτημι ϲτέον καὶ ὀϲτέον. Arcad. 119, 1.

Paragraph 27a

27a. ἴϲ ὄνομα ἡ δύναμιϲ καὶ ἴν ὡϲ δικατάληκτον ἴα καὶ πλεοναϲμῷ τοῦ β βία. οὕτω, Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. Theogn. 105, 13.

Paragraph 29a

29a. Ε. Or. 41, 7. γρυπόϲ ῥυβόν ἐϲτι παρὰ τοῖϲ Αἰολεῦϲι τὸ ἐπικαμπὲϲ ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰϲ π ῥυπόϲ καὶ πλεοναϲμῷ τοῦ γ γρυπόϲ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τοῖϲ ἐλέγχοιϲ.

Paragraph 29b

29b. E. M. 226, 9: γέντο. «γέντο δ’ ἱμάϲθλην » ( 43 et saepius)·

μυθολογοῦϲι δέ τινεϲ ὑπὸ Διὸϲ κτιϲθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περϲῶν τὰ χρήματα καλούντων.

Paragraph 30

30. P. M. 494, 9: Καυλωνία ἐκ τοῦ Αὐλωνία κατὰ πλεοναϲμὸν τοὐκ.

Paragraph 31

31. E. Or. 103, 6: μοχλόϲ. ὁ Ἡρωδιανὸϲ παρὰ τὸ ἔχω τὸ ϲυνέχω, ἐπεὶ καὶ Ὅμηροϲ ὀχῆα λέγει τὸν μοχλόν.

Paragraph 32

32. Ε. M. 724, 32: ϲπυρίϲ. πλεοναϲμόϲ ἐϲτι τοῦ ϲ ἀπὸ τοῦ πυρόϲ πυρίϲ. Ἡρωδιανὸϲ λέγει, ὅτι τοὺϲ πυροὺϲ ϲπυροὺϲ λέγουϲιν οἱ Ϲυ ρακούϲιοι. παρὰ τοὺϲ ϲπόρουϲ.

ἕλω τὸ λαμβάνω. ὁ δεύτεροϲ ἀόριϲτοϲ ἕλον ἑλόμην ἕλου ἕλετο καὶ κατὰ ϲυγκοπὴν ἕλτο καὶ τροπῇ τοῦ λ εἰϲ ν Δωρικῶϲ ὡϲ ἦλθεν ἦνθεν γίνεται ἕντο καὶ πλεοναϲμῷ τοῦ γ γέντο.

Paragraph 31a

31a. μόρφνοϲ ἢ μορόφονόϲ ἐϲτιν ἢ παρὰ τὴν ὄρφνην ἐϲχημάτιϲται πλεονάϲαντοϲ τοῦ μ κατ’ ἀρχήν, ἵνα ϲημαίνηται ὁ μέλαϲ, ἢ παρὰ τὸ μάρπτω μόρφνοϲ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὐ ϲημαίνεται ὁ ταχόϲ. Π. Pros. Ω 316.

Paragraph 33

33. E. M. 145, 53: Ἄρνη πόλιϲ Βοιωτίαϲ· ἔϲτι δὲ καὶ Θεϲϲαλίαϲ. ἀπὸ Ἄρνηϲ τῆϲ Αἰόλου ὁ δὲ Κράτηϲ φηϲὶ παρὰ τὸ ἄρναϲ. ἐπιτηδεία γὰρ εἰϲ ἄρναϲ τρέφειν ἡ πόλιϲ. καὶ οὐκ ἀπεικόϲ. ὡϲ γὰρ αὐτόϲ φηϲι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸϲ τὰ πρόβατα τοὺϲ ἐνοικοῦνταϲ Κᾶραϲ οὕτωϲ ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. κῶν γὰρ τὸ πρόβατον ὠνόμαϲαν. οὕτω καὶ τὴν Ἄρνην. καὶ γὰρ αὕτη εὔαρνοϲ· ὥϲτε τὴν μὲν Ἄρνην ἀπὸ τῆϲ ϲυγκεκομμένηϲ γενικῆϲ ὠνομάϲθαι, τὴν δὲ Ἀρήνην ἀπὸ τῆϲ ἐντελοῦϲ τῆϲ ἀρῆνοϲ. καλεῖται δὲ καὶ Τάρνη, ὡϲ λέγει Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.

Paragraph 34

34. Ε. M. 171, 7: αὕϲιον. καὶ ὁ μὲν Ἴβυκοϲ αὔϲιον λέγει οἶον «οὐ γὰρ αὔϲιον παῖϲ Τυδέωϲ (fr. 12 Bergk)· ὁ δὲ Ἀλκμὰν « ταυϲία παλλακίω (fr. 88 Bergk ὁ δὲ ποιητὴϲ κατὰ διάϲταϲιν καὶ τροπὴν τοῦ α εἰϲ η «τηϋϲίην ὁδόν » ( Οd. γ 316). οὐδεὶϲ γὰρ τὸν ϲχηματιϲμὸν αὐτοῦ

Paragraph 34a

34a. E. M. 749, 23: ταί γε (Γ 5) ὄρθρον εὐθείαϲ τῶν πληθυντικῶν Δωρικῶϲ. λέγουϲι γάρ, ὅτι τὰ ϲύμφωνα, ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, άχητε Λάχητεϲ, ὁμοίωϲ καὶ ἐπὶ ἄρθρων τὼ ξύλω, τὰ ξύλα. οὕτω καὶ τὰ Μούϲα ταὶ Μοῦϲαι καὶ τὰ ταί. τὸ δὲ «τοί κεν » (Β 346) ἐϲτὶ προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. καὶ λέγουϲι πῶϲ ἐϲτιν; ἡ εὐθεῖα ὁ καὶ τὸ πληθυντικὸν

κατώρθωϲεν. ἐγὼ δὲ ἡγοῦμαι, ὅτι πρῶτον τὸ παρ’ Ἰβύκῳ, δεύτερον τὸ παρὰ Ἀλκμᾶνι, τρίτον τὸ παρὰ Ὁμήρῳ κατὰ διάϲταϲιν. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.

Paragraph 35

35. S. B. 685, 14: Χάλυβεϲ περὶ τὸν Πόντον ἔθνοϲ ἐπὶ τῷ ποταμῷ Θερμώδοντι. τούτουϲ Ὅμηρὸϲ Ἁλίζωνάϲ φηϲιν ἐν τῷ μετὰ τοὺϲ Παφλα`γόναϲ καταλόγῳ (Ιl. Β 856) αὐτὰρ Ἀλιζώνων Ὁδίοϲ καὶ Ἐπίϲτροφοϲ ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐϲτὶ γενέθλη. ἤτοι τῆϲ γραφῆϲ μετατεθείϲηϲ ἀπὸ τοῦ «τηλόθεν ἐκ Χαλύβηϲ» ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων.

Paragraph 36

36. E. M. 817, 40: ὁ Ἡρωδιανὸϲ παρὰ τὸ ἄμμοϲ λέγει ψάμμοϲ πλεοναϲμῷ τοῦ ψ. ϲπανίωϲ. παρὰ τὸ ἄμαθοϲ καὶ ἀμαθύνω καὶ ἠμαθόειϲ, ὡϲ ἄνεμοϲ ἠνεμόειϲ «παρ’ ἠνεμόεντα Μίμαντα» (Οd. γ 172), ὁμοίωϲ ἄμαθοϲ ἀμαθόειϲ καὶ ἠμαθόειϲ «Πόλου ἠμαθόεντοϲ» (Ι 153). παρὰ δὲ ψάμαθοϲ οὐδέτερον.

Paragraph 37

37. E. Gud. 313, 8, E. M. 500, 31: κέκλετο (e. g. Π. Ζ 287): εἰ παρὰ τὸ κελω λαμβάνεται, πλεοναϲμόϲ ἐϲτι τοῦ κ κέλω κελόμενοι

οἵ ὤφειλεν. ἀλλ’ ἐπειδὴ οἱ Δωριεῖϲ τὴν ἀναλογίαν φυλάττουϲι τῆϲ εὐθείαϲ τῶν δυικῶν, πλεονάζουϲι τὸ τ καὶ ποιοῦϲιν αὐτὸ τοί ὁμοίωϲ τῷ «τώ μοι μία ἐγείνατο μήτηρ» (Γ 238)

Paragraph 35a

35a. φημὶ ἀπὸ τοῦ ἠμί Arcad. 148, 20.

Paragraph 37a

37a. E. M. 520, 38: «κέκλυτέ μευ» (Γ 86) τὸ κλυ βραχύ· τὰ γὰρ προϲτακτικὰ τοῦ ἐνεϲτῶτοϲ βραχείᾳ θέλει παραλήγεϲθαι. ἔϲτι τῶν εἰϲ

καὶ ἀλλήλοιϲί τε κεκλόμενοι» (Θ 346) πλεοναϲμῷ τοῦ κ. εἰ δὲ παρὰ τὸ καλῶ, οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλὰ ἀναδιπλαϲιαϲμόϲ. ἔϲτι γὰρ κλῶ καὶ κατὰ ἀναδιπλαϲιαϲμὸν κέκλω. οὐ γὰρ μόνον διὰ τοῦ ι γίνονται ἀναδιπλαϲιαϲμοί, ἀλλὰ καὶ διὰ τοῦ ε μένω μνῶ μέμνω, φένω φνῶ πέφνω. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.

Paragraph 38

38. E. M. 272, 8: διδάϲκω. δαίω τὸ ἐπίϲταμαι. ὁ μέλλων δαίϲω. πλεοναϲμῷ…

μι…

The complete text is available when the reading interface loads.