Περὶ ὀρθογραφίας
- Scientific editors
- August Lentz
- Edition reference
- Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg011.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΡΘΟΓΡΑΦΙΑΣ.
Περὶ ϲυντάξεωϲ.
Paragraph 1
1. Priscian. II 3: Si antecedens syllaba terminet in consonantem, necesse est etiam sequentem a consonanti incipere ut «artus» «ille» «arduus» nisi sit compositum ut «abeo» «adeo» «pereo». Herodianus tamen de orthographia ostendit rationabilius esse sonoriusque quantum ad ipsam vocis prolationem in compositis quoque simplicium regulam in ordinandis syllabarum literis servaro.
Paragraph 1
2. Eustath. p. 709, 15 ad Il. Θ 206: κανὼν γραμματικὸϲ λέγει, ὡϲ, εἰ μέϲον δύο φωνηέντων εὑρεθῇ ϲύμφωνον ἐν ἁπλότητι ἢ ϲυνθέϲει ἢ καὶ ϲυναλοιφῇ, τῷ δευτέρῳ τουτέϲτι τῷ ἐπαγομένῳ φωνήεντι ἀκολουθεῖ. ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι ϲυντάϲϲεται, ἐν ϲυνθέϲει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίωϲ τῷ μετ᾿ αὐτὸ α ϲυμβιβάζεται, ἐν ϲυναλοιφῇ δὲ ἐπὶ τοῦ κατ᾿ ἐμὲ τῷ ἐφεξῆϲ ϲυγγράφεται.
Paragraph 1
3. Τιμοθέου Γάζηϲ κανόνεϲ καθολικοὶ περὶ ϲυντάξεωϲ in Anecd. Paris. IV p. 239, 15—240, 4:
Paragraph 2
Πᾶν ϲύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου ἤγουν ἐν μιᾷ λέξει τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον ἄγω, φέρω, δέρω, χαίρω, Πλάτωνοϲ, Θέωνοϲ, πρόϲοδοϲ, ἔξοδοϲ, εἴϲοδοϲ, δυϲώδηϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ϲύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται καὶ οὐ τῷ προηγουμένῳ. ἐπὶ μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐϲτὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐϲτι καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. πρόϲκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶϲι δύο μέρη λόγου ἤγουν δύο λέξειϲ, οὐ ϲυνάπτεται ad fr. *2. Canonem grammaticum, qui hic proponitur, collato fr. 1 ab Herodiano profectum esse iudico. cf. Eustath. 984, 17. De Ζῆν vel Ζῆ — N ut Aristarchus scripsit cf. Lob. El. II 273, Spitzner ad Iliad. Ξ 265. τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρὶϲ εὑρίϲκεται τὸ ϲύμφωνον τῆϲ προηγουμένηϲ λέξεωϲ, καὶ χωρὶϲ τὸ φωνῆεν τῆϲ ἐπιφερομένηϲ οἷον ὑπὲρ Ἀπολλωνίου, ϲὺν Ἀπολλωνίῳ, πρὸϲ Ἀπολλώνιον. ἐπὶ τούτων γάρ, ἐπειδὴ δύο λέξειϲ εἰϲίν, οὐ ϲυνάπτεται τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι, ἀλλὰ χωρίϲ ἐϲτι τὸ ϲύμφωνον καὶ χωρὶϲ τὸ φωνῆεν. ἐπὶ μὲν γὰρ τοῦ ὑπὲρ Ἀπολλωνίου τὸ ρ χωρίϲ. ἐϲτι καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ ϲὺν Ἀπολλωνίῳ τὸ ν χωρὶϲ καὶ τὸ α χωρίϲ, ἐπὶ δὲ τοῦ πρὸϲ Ἀπολλώνιον τὸ ϲ χωρὶϲ καὶ τὸ α χωρίϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἔκθλιψιν· ἐπὶ τούτων γὰρ τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον κατ᾿ Ἀπολλωνίου, μετ᾿ Ἀριϲτάρχου, ἐπ᾿ αὐτῷ, κατ᾿ αὐτόν, καθ᾿ ἡμῶν. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰ καὶ δύο λέξειϲ εἰϲί, τὸ ϲύμφωνον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται, ἐπειδὴ ἔκθλιψιϲ ἐγένετο.
Paragraph 3
Περὶ ϲυμφώνων.
Paragraph 1
4. Il. Pr. Θ 441: ἀμβωμοῖϲι: Χρύϲιπποϲ ὑφ᾿ ἓν προφέρεται· ὁ μέντοι Ἀρίϲταρχοϲ δύο μέρη λόγου παραλαμβάνει καὶ προπεριϲπᾷ. λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύϲειοι δ᾿ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώϲκειν, ὄτι διὰ τοῦ μ γράφεται κἂν παράθεϲιϲ ᾖ ὁμοίωϲ τῷ «ἂμ φόνον, ἆν νέκυαϲ» (Il. Κ 298). τὸ δὲ αἴτίον ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ εἴρηται.
Paragraph 1
5. E. M. 792, 34: φθέγμα ὁ μὲν Ὦροϲ δι᾿ ἑνὸϲ γ γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ δύο φθέγγμα· καὶ ἴϲωϲ παρὰ τὸ φθέγγομαι· τὸ δὲ φθέγγομαι κατὰ πλεοναϲμὸν τοῦ θ γίνεται· παρὰ τὸ φῶ τὸ λάμπω γίνεται φέγγοϲ καὶ φέγγω φθέγγω παρὰ τὸ εἰϲ φῶϲ ἄγειν τὰ τοῦ νοῦ.
Paragraph 1
6. E. Orion. 150, 21: ϲπόγγοϲ εἰ μὲν διὰ τοῦ π παρὰ τὸ ϲπᾶν τὰ ὑγρά, διὰ δὲ τοῦ φ παρὰ τὸ ϲφίγγειν κατὰ τὰϲ ἐκθλίψειϲ. οὕτωϲ Ἡρωδιανόϲ.
Paragraph 1
7. E. Gud. 87, 52: ἀϲπάραγοϲ ὁ λεγόμενοϲ φάρυγξ. εἴρηται ἄνευ τοῦ α ϲφάραγοϲ παρὰ τὸ ϲφαραγεῖν ὅ ἐϲτιν ἠχεῖν, δι᾿ αὐτοῦ γὰρ ἡ ad fr. 4 ψf. Schol. ad Od. ε 329. 330 καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγοϲ διὰ τοῦ μ γραπτέον. Il. Pr. Π 248 τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν κατὰ παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν πρὸϲ τοὺϲ ἑτοίρουϲ. διὸ προπεριϲπὰται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνετόν ποτε καὶ τρίτη ἀπὸ τέλουϲ ἔϲται ἡ ὀξεῖα ἀπ’ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καί αἰτιατικῆϲ τοὺϲ ϲύμπανταϲ. καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ εϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν η γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ «ετύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ ν ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. ad fr. 5. Idem Zonar. 1807. ad fr. 6. Idem E. M. s. v. et E. Oud. p. 507, 15, ubi in lemmate ϲκύτοϲ pro ϲπόγγοϲ scriptuιm est. ad fr. 7. Verba quae nomen Herodiani sequuntur, sunt nihil nisi repetitio φωνή φέρεται: Ἡρόδικοϲ δέ φηϲι πλεοναϲμῷ τοῦ α καὶ τοῦ ϲ εἶναι ἀϲφάραγον ἀντὶ τοῦ φάρυγγα. Πτολεμαῖοϲ δὲ ὅτι οἱονεὶ ἀϲπαίρει· ἄλλοι δὲ διὰ τὸ μὴ ϲπᾶϲθαι ἀϲπάραγον καὶ ἀϲφάραγον· κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲφάραγον τὸν φέροντα τὴν φωνήν. οὕτωϲ Ἡρωδιανόϲ.
Paragraph 1
8. E. Orion. 57, 29: ἐχθρόϲ: παρὰ τὸ ἔχθοϲ ἐχθηρὸϲ καὶ ϲυγκοπῇ ἐχθρόϲ ἢ ὡϲ κῦδοϲ κυδρόϲ. οἱ δὲ διὰ τοῦ κ γράφοντέϲ φαϲιν εἶναι ἐκθρόϲ ὁ ἔξω τεθορηκώϲ, εἴγε ϲύμβαϲιϲ ἡ φιλία. οὕτω φηϲὶν Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ, διὰ δὲ τοῦ χ γράφει.
Paragraph 1
9. E. Or. 167, 15: ψυχρόϲ: παρὰ τὸ ψῦχοϲ ψυχρόϲ. οὕτωϲ ἐν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.
Paragraph 2
Περὶ φωνηέντων.
Paragraph 1
10. Theogn. 12, 26 et 85, 7: Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ χε ϲυλλαβῆϲ ἀρχομένη φεύγει τὴν διὰ τῆϲ αι διφθόγγου γραφήν· ϲεϲημειωμένου τοῦ χαίτη, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰϲ χ καὶ πλεοναϲμῷ τοῦ ι χαίτη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. ἔτι δὲ καὶ τὸ χαίρω καὶ χαίνω καὶ τὸ χαιόϲ, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παῤ αὐτῶν ϲυγκειμένων τοῦ χαιρέκακοϲ καὶ τῶν ὁμοίων.
Paragraph 1
11. Eustath. 1392, 23: ϲημείωϲαι ὡϲ γαιήοχοϲ μὲν μοναχῶϲ διὰ διφθόγγου· γεοῦχοϲ δὲ καὶ γηοῦχοϲ καθ᾿ Ἡρωδιανὸν μὲν καὶ διὰ τοῦ ε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν, ἧϲ ϲυναίρεμ primo loco positae originationis, quae iam in fine inde a verbis οἱ δὲ κατὰ πλεοναϲμὸν iterata est: παρὰ τὸ ϲφάραγοϲ πλεοναϲμῷ τοῦ ᾶ (καὶ delevi) ἀϲφάραγον τὸν βρόγχον (pro βρόχον). Similiter Zon. 316 ὁ δὲ Ἡρωδιανὸϲ λέγει παρὰ τὸ ϲφαραγεῖν ὅ ἐϲτι τὸ ἠχεῖν· δι᾿ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται· καὶ κατὰ πλεοναϲμὸ τοῦ α ἀϲφάραγοϲ cf. E. M. 160, 50, Lob. El. I 15. Caeterum haec vitia codi cis susutuli: l 1 Ἡρόδικοϲ scripsi ex Il Pr. Ν 29 pro Ἀριδείκηϲ, et l. 2 pro ἀϲπάραγον ἀϲφάραγον. l. 2 in cod. est Πολέμαχοϲ, pro ὅμωϲ scripsi οἱονεί, pr ἀπαίρει ἀϲπαίρει. l. 3 pro κερατώδηϲ κερατώδη et l. pro τοῦ ρ τοῦ α et ἀϲφάραγον pro ἀϲπάραγον. ad fr. 8 l. 8 inserui ante ὡϲ κῦδοϲ et addidisse opinor Herodianum ὃ καὶ ἄμεινον collato E. M. 39, 53 αἷϲχοϲ αἰϲχρόϲ ὡϲ κῦδοϲ κυδρόϲ, ψύχοϲ ψυχρόϲ· καὶ ἀπὸ τοῦ θηλυκοῦ ϲάθη ϲαθρόϲ καὶ λύπη λυπρόϲ οὐ γὰρ ἀπὸ τοῦ αἰϲχηρόϲ ϲυγκέκοπται. De derivatione vocis ἔχθοϲ cf Apoll. de adv. 558 ἐyθέϲ παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου πεπτωκέναι τὸ κατάϲτημα ἐϲχημάτιϲται, τῶν ψιλῶν ἀντιϲτοίχων εἰ. τὰ δαϲέα μεταπεϲόντων, καθώϲ ἐϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τοῦ ἔχθοϲ τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον et E. M. s. ἐχθέϲ. ad fr. 9. Hoc ψυχρόϲ cum ἐχθρόϲ in orthographia conparatum fuit, ἐχθρϲ. autem propter duplicem scripturam et per κ et per χ memoratum. ad fr. 10. Transiit in E. M. 807, 48, nbi ut in atltero Theognosti loco pro ἐκβολῇ scriptum est ἀποβολῇ. ad fr. 11. cf. Orion. 40, 27 γαιήοχοϲ παρὰ τὴν γαῖαν ἔχειν. ἡ γῆ, ἄλλοι δὲ διὰ τῆϲ αι διφθόγγου παρά τὴν λοιπὴν γαῖαν, ἐξ ἧϲ καὶ γαιήοχοϲ.
Paragraph 1
12. E. M. 630, 18 coll. Choer. Orth. p. 243. 6: ὀρίγανον: διὰ τοῦ ι γράφεται κατὰ παράδοϲιν· ὤφειλε δὲ ἐκ τῆϲ ἐτυμολογίαϲ διὰ διφθόγγου γράφεϲθαι. τὰ γὰρ ἀπὸ δοτικῆϲ τῶν εἰϲ οϲ οὐδετέρων ϲυντιθέ γίνεται τοιοῦτον τὸν τρόπον· εἰ μὲν φωνῆεν ἐπιφέρεται ἢ ἓν ἁπλοῦν ϲύμφωνον, φυλάττεται ἡ ει δίφθογγοϲ οἷον ὄρει ὀρείαυλοϲ, ὀρειγενήϲ ὁ ἐν τῷ ὄρει γεννηθείϲ, ἔγχει ἐγχείμοροϲ. εἰ δὲ δύο ϲύμφωνα ἐπιφέρηται, ἀποβάλλουϲι τὸ ἔγχει ἐγχίκτυποϲ, ὄρει ὀρίτροφοϲ χωρὶϲ τῶν παρὰ τὸ κάλλοϲ καὶ τὸ ὕψοϲ οἷον καλλιπάρθενοϲ, ὑψίθρονοϲ. κρεῖττον δὲ ϲημειοῦϲθαι μόνα τὰ παρὰ τὸ κάλλοϲ· περὶ γὰρ τῶν δοκούντων παρὰ τὸ ὕψοϲ εἶναι λέγεται, ὅτι παρὰ τὸ ὕψι ἐπίρρημά εἰϲι. τούτων οὕτωϲ ἐχόντων τὸ ὀρίγανον ὤφειλε διὰ τῆϲ ει διφθόγγου γράφεϲθαι· παρὰ γὰρ τὴν ὄρει δοτικὴν καὶ τὸ γάνοϲ τὸ ϲημαῖνον τὴν χαρὰν γίνεται· τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἀλλὰ διὰ τοῦ ι ἐπεκράτηϲε λέγεϲθαι. Ἡρωδιανόϲ.
Paragraph 1
13. E. Gud. 100, 48: ἄχρι ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέϲει τοῦ ε εἰϲ α. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 1
14. Steph. Byz. 359, 5 s. v. Καρία: Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ ἀμφίβολον αὐτό (sc. utrum Κάϊρα an Κάειρα) φηϲιν. ἐν δὲ τῇ καθόλου χρήϲει ἑπόμενοϲ διὰ διφθόγγου φηϲίν· ὑπομνηματίζων δὲ τὸ περὶ γενῶν Ἀπολλωνίου διὰ τοῦ ι μακροῦ.
Paragraph 2
E. M. 692, 33: τὸ πρώϊρα οἱ μὲν διὰ τοῦ ι λέγουϲιν ὡϲ ἀπὸ τοῦ πρῷρα κατὰ διάϲταϲιν τοῦ ι πρώϊρα. ὁ δὲ Ἡρωδιανὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα.
Paragraph 3
Schol. ad Arat. v. 342 Bekk. p. 82: διὰ τοῦτο (sc. τὸ προνενευκέναι καὶ προπλεῖν) καὶ πρῷρα καλεῖται κατὰ Ἡρωδιανὸν ἐτυμολογοῦντα αὐτὴν παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι, πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα, προϲγεγραμμένον ἔχουϲα τὸ ι.
Paragraph 4
E. M. 318, 50 s. ἐθείρῃϲι ἔθειρα γράφεται διὰ διφθόγγου· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ει διφθόγγου γράφονται ad fr. 12. Etymologici Magni locus, in quo Herodiani nomen exstat, exscriptus est ex ampliore exemplari Orthographiae Choerobosci, simile praeceptum habent etiam Theogn. p. 95 et An. Ox II 398, 7. l. 10 voce ἐγχείμοροϲ rectius existimat Lob. ad Phrynich. p. 683 ἐγχείμαργοϲ, quod exstat ap. Eustath. 460, 25 et alio Choerobosci loco p. 207 et An. Ox. l. c. l. 16 originario, quae hic ap. Choeroboscum excipit verba ἐν τῷ ὄρει χαίρει: ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γανῶ τὸ λαμπρύνω οἱονεὶ τὸ λαμπρῦνον τὴν ὅραϲιν· ὁρᾶν γὰρ καλῶϲ ποιεῖ τὸ ὀρίγανον ut a Choerobosco assuta a me omissa est. ad fr. 12. Propter scripturam per ι ἄχρι in Orthograpbia, opinor, prolatum et in transcursu originis mentio facta erat. δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ρα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα.
Paragraph 5
E. M. 483, 4: Κάειρα: τὸ εἰρά καὶ τὸ Κάειρα ἀμφιβάλλονται· ὥϲπερ δὲ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα, αὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα καὶ τῷ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.
Paragraph 6
His locis comparatis sic fere Herodianum in Orhographia. praecepisse exisimaverim:
Paragraph 7
Πρώειρα οἱ μὲν διὰ τοῦ ι λέγουϲι, ἐμοὶ δὲ δοκεῖ, καίπερ ἐτυμολογεῖται παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα προϲγεγραμμένον ἔχουϲα τὸ ι, διὰ τῆϲ ει διφθόγγου γράφειν πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. Πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ι διφθόγγου γράφονται, ἔθειρα, δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ραα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿ ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον ϲτεῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τὸ ι. τὸ δὲ Κάειρα πρὸϲ μὲν τὸν παραϲχηματιϲμὸν διὰ τοῦ ι· ὥϲπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα· τῷ δὲ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.
Paragraph 1
15. E. Gud. 289, 31: Κάβιροι: ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡϲαύτωϲ ὁ Φιλόξενοϲ· καὶ Ἡρωδιανὸϲ λέγει τὴν παράδοϲιν δίφθογγον ἔχειν καὶ. ἴϲωϲ ϲυνέδραμε τῷ μάγειροϲ αἴγειροϲ πέπειροϲ ὄνειροϲ.
Paragraph 1
16. E. Orion. 17, 14: αἴγειροϲ παρὰ τὸ αἴρεϲθαι εἰϲ ὕψοϲ καὶ αὔξεϲθαι, ὅθεν Ὅμηρόϲ φηϲι (Od. η 106) «μακεδνῆϲ αἰγείροιο». οὕτωϲ εὗρον ἐν τῇ Ὀρθογραφίᾳ Ἡρωδιανοῦ.
Paragraph 2
E. M. 28, 39: αἴγειροϲ, διὰ τῆϲ ε διφθόγγου· εὕρηται καὶ χωρὶϲ τοῦ ι ὡϲ τὸ «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι». καὶ ὅτι τὰ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ παραλήγεται οἷον μάϲϲω μάγειροϲ, πέπτω πέπειροϲ, ὀνῶ ὄνειροϲ. οὕτωϲ οὖν καὶ ἀΐϲϲω αἴγειροϲ ἢ παρὰ τὸ l. verba ἢ μετὰ του ο — ϲτεῖρα addidi ex Choer Orth. 196, 20. l. 20 τὸ μὲν εἰρά (accentum ex Arcadio 97, 1 in εἶρα mutavi) — l, 23 διὰ τοῦ ι composui ex E. M. 303, 38 coll. Eust. 1060, 36. ad fr. 15. l. 29 pro ϲυνέδραϲε cum cod. Paris. 2720 in An. Paris. IV 52 scripsi ϲυνέδραμε; pro τὸ μάγειροϲ τῷ μ. αἴρω τουτέϲτιν εἰϲ ὕψοϲ αἴρεϲθαι καὶ αὐξάνεϲθαι. Quum in hoc E. Magni loco etymon ἀΐϲϲω primo loco positum et in Choer. Orthogr. 177, altera originatio ne commemorata quidem sit, praeterea etiam ap. Theogn. 71, 22 ἀΐϲϲω αἴγειροϲ legatur, apparet in E. Orionis Herodiani adnotamentum omissum et explicationem ab eo alienam ei obtrusuam esse. Quare sic Herodianum, ut est ap. Choerob., de voce egisse pro certo affirmem:
Paragraph 3
αἴγειροϲ: διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ι αἴγειροϲ· τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι· οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ· τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω αἴγειροϲ κατὰ κρᾶϲιν.
Paragraph 1
17. E. Orion. 100, 4: μάγειροϲ παρὰ τὸ μάϲϲω ἤγουν ὁ τὰϲ μάζαϲ μερίζων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 1
18. E. Gud. 415, 45: ξῖριϲ ὁ μέντοι Ὦροϲ ἐν τῇ ὀρθογραφίᾳ διὰ τῆϲ ει γράφει, ἐν δὲ τῷ ὑπομνήματι τῆϲ ὀρθογραφίαϲ τοῦ Ἡρωδιανοῦ ἐγκρίνει τὴν διὰ τοῦ ι γραφήν.
Paragraph 1
19. E. M. 539, 11: κριόϲ· ὁ Ἡρωδιανόϲ φηϲι παρὰ τὸ κεκρίϲθαι τὰϲ τρίχαϲ· διαφέρουϲι γὰρ αἱ τρίχεϲ τοῦ κριοῦ τῶν ἄλλων ζῴων· τινὲϲ δὲ λέγουϲι παρὰ τὸ κέραϲ γίνεϲθαι κεριόϲ καὶ ϲυγκοπῇ κριόϲ. οὐ καλῶϲ· κεραῖοϲ γὰρ ὤφειλεν εἶναι ὡϲ κνέφαϲ κνεφαῖοϲ οὖδαϲ οὐδαῖοϲ.
Paragraph 1
20. E. M. 539, 20: Κρῖοϲ ὄνομα Τιτᾶνοϲ· παρὰ τὸ κεκρίϲθαι. προπεριϲπᾶται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ κριόϲ τοῦ προϲηγορικοῦ. ὁ δὲ Ἀρίϲταρχοϲ καὶ τὸ κύριον ὀξύνει· τὰ διὰ τοῦ ιοϲ διϲύλλαβα ἀρϲενικὰ τὴν ει δίφθογγον ἀποϲτρέφεται, βίοϲ, δῖοϲ, Χῖοϲ ὁ πολίτηϲ τῆϲ Χίου, Θρῖοϲ ὄνομα ποταμοῦ, Κίοϲ ὄνομα κύριον, Πῖοϲ ὄνομα κύριον, Τίοϲ ὄνομα κύριον. οὕτωϲ οὖν καὶ Κρῖοϲ. πρόϲκειται ἀρϲενικὰ διὰ τὸ νειόϲ, ὃ ϲημαίνει τὴν ἀρουμένην γῆν· ἔϲτι δὲ θηλυκόν· ϲεϲημείωται ταῦτα, θεῖοϲ, Κεῖοϲ ὁ τῆϲ Κέω πόλεωϲ, πλεῖοϲ, μεῖοϲ, λεῖοϲ, ῥεῖοϲ. οὕτω δὲ λέγουϲιν οἱ Κύπριοι τὸν ἀϲθενῆ παρὰ τὸ ῥεῖα, ὃ ϲημαίνει τὸ εὐχερέϲ. χρεῖοϲ παρὰ τὴν χρείαν. τὸ δὲ Φλῖοϲ (ϲημαίνει δὲ τὸν Διόνυϲον) διφορεῖται. τινὲϲ μὲν γὰρ διὰ τοῦ ι γράφουϲιν αὐτό, τινὲϲ δὲ διὰ τῆϲ ει διφθόγγου.
Paragraph 1
21. E. Orion. 40, 20: γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 1
22. E. Orion. 77, 7: ἰκμάϲ παρὰ τὸ ἱκνεῖϲθαι ἄνωθεν πρὸϲ ἡμᾶϲ ἀπὸ τοῦ Διὸϲ ὕοντοϲ. οὕτωϲ Ἡρωδιανόϲ.
Paragraph 1
23. E. Orion. 76, 26: ἵμεροϲ· παρὰ τὸ ἵημι ἵεϲθαι· «ἵετο γὰρ βαλέειν» (Π 383 et 866). ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον. οὕτωϲ Ἡρωδιανόϲ.
Paragraph 1
24. E. Orion. 76, 23: ἱμονία παρὰ τὸν ἱμάντα. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 1
25. E. Orion. 77, 3: ἶποϲ: παρὰ τὸ ἴπτω καὶ ἰάπτω, ὡϲ κόπτω κόποϲ, καὶ ἴπτω ἶποϲ· ἔϲτι δὲ εἶδοϲ παγίδοϲ. οὕτωϲ Ἡρωδιανόϲ.
Paragraph 1
26. E. Or. 160, 6: φειδωλόϲ οἷον φευγωλόϲ τίϲ ἐϲτιν ὁ φεύγων τὸ δοῦναι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 1
27. Herodian. περὶ μον. λέξ. 23, 20: οὐκ ἀγνοῶ, ὅτι καὶ τὸ βαρυνόμενον (sc. εἶμι) ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου γράφει· οὐχ ὑγιῶϲ μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὕτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡϲ δέδεικται μοι ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ.
Paragraph 1
28. E. M. 197, 48: βινεῖν: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι τοῦτο διφορεῖται κατὰ τὴν γραφήν· τινὰ γὰρ τῶν ἀντιγράφων διὰ τῆϲ ει διφθόγγου γράφουϲι τὴν λέξιν, τινὰ δὲ διὰ τοῦ ι.
Paragraph 1
29. E. M. 206, 34: Ἰὼ ἡ Ἰνάχου εἰϲ βοῦν μεταβληθεῖϲα καὶ μετὰ τὴν διὰ γῆϲ καὶ θαλάϲϲηϲ πλάνην εἰϲ Αἴγυπτον παραγενομένη ἐπιβᾶϲά τε βροχθώδουϲ τόπου τοῦ Νείλου τῶν χηλῶν ἴχνη τῷ πηλῷ ἐνεχάραξεν. ὁ δὲ τῆϲ χώραϲ βαϲιλεὺϲ ἑωρακὼϲ τὸ μὲν τῆϲ ἐμπροϲθίαϲ χηλῆϲ τῷ ει ϲτοιχείῳ ἐμφερέϲ, τὸ δὲ τῆϲ ὀπιϲθίαϲ τῷ ω Εἰὼ τὴν βοῦν ὠνόμαϲεν· ὥϲτε κατὰ τοῦτον τὸν λόγον καὶ διὰ τῆϲ ει διφθόγγου, δεῖ γὰρ Εἰώ. ὁ μέντοι Ἡρωδιανόϲ φηϲι διὰ τοῦ ι παρὰ τὸ ἰέναι ϲχηματιζόμενον, ὅτι πολλήν, φηϲίν, ἦλθεν γῆν.
Paragraph 1
30. E. M. 370, 38: γίνεται ἐρέθω ἐρεθεύω καὶ πλεοναϲμῷ τοῦ ι ἐρειθεύω. οὕτω Φιλόξενοϲ· ὁ δὲ Ἡρωδιανὸϲ ἔριθοϲ ἐριθεύω φηϲίν.
Paragraph 1
31. E. Gud. 205, 32 collato E. M. 372, 28: ἐρείπω καὶ ἐρείπια: καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ερι ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὥϲ φηϲιν ὁ τεχνικόϲ, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡϲ καὶ ὁ Δίδυμόϲ φηϲιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωϲεν οὐ διὰ τοῦ ι γράφεϲθαι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου τῆϲ παραδόϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ἔϲτι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω.
Paragraph 1
32. E. M. 122, 53, Favorin. 120, 21: ὁ Ἡρωδιανὸϲ λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνου μεταγόμενα εἰϲ περιϲπώμενον ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷόν ἐϲτι τὸ φείδω φιδῶ· οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀπιθῶ ῥῆμα, ὅπερ ἀεὶ παῤ Ὁμήρῳ γράφεται διὰ τοῦ ι ὡϲ ἀπὸ τοῦ πιθῶ δευτέρου μέλλοντοϲ γενόμενον, παῤ ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκ τοῦ ἀπειθήϲ ὀνόματοϲ καθὰ καὶ τὸ ἀφειδῶ ῥῆμα ἐκ τοῦ ἀφειδήϲ.
Paragraph 1
33. E. M. 520, 15: κλίϲιον: ὁ μὲν τεχνικὸϲ διὰ τῆϲ ει διφθόγγου γράφει, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι· λέγει ὅτι παρὰ τὸ κλείω ἐϲτίν, ὃ ϲημαίνει τὸ περιέχω. καὶ ἐκεῖθεν κλιϲιάϲ καὶ κλίϲιον τὸ ὑποκοριϲτικόν. τοῦτο παρὰ μὲν Ὁμήρῳ ϲυϲτέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίϲιον θέε πάντῃ» (ω 208), παρὰ δὲ τοῖϲ Ἀττικοῖϲ ἐκτείνεται τὸ ι καὶ παροξύνεται ὡϲ τὸ θηρίον· τὰ γὰρ διὰ τοῦ ι παρώνυμα τρβράχεα προπαροξύνεται ϲτόμα ϲτόμιον, θρόνοϲ θρόνιον, πτύξ πτυχόϲ πτύχιον. οὕτωϲ καὶ κλιϲιάϲ κλίϲιον· τὰ δὲ δακτυλικὰ πρὸ μιᾶϲ ἔχει τὸν τόνον.
Paragraph 1
34. Choer. Orth. 266, 27: τρεῖϲ: τὸ περιϲπώμενον διὰ τῆϲ ει διφθόγγου· καὶ ὤφειλε διὰ τοῦ ι γράφεϲθαι, ἐπειδὴ τριῶν ἐϲτι ἡ γενικὴ τῶν ad fr. 30. cf. Choer. Orth. 199, 15. ad fr. 31. In E. M., unde verba τῆϲ παραδόϲεωϲ οὕτωϲ ἐχούϲηϲ inserui, sequuntur ὁ μὲν Ἡρωδιανὸϲ διὰ τῆϲ ει διφθόγγου οἱ δὲ ποιηταὶ (? πρὸ αὐτοῦ) διὰ τοῦ ι, quo demonstratur technicum in E. Gud. esse Herodianum. ad fr. 32. Verba inde ab ὅπερ addidi ex Favorino, continent enim Herodiani sententiam, qui in Cathol. ap. Arcad. 156, et 174, 18 verbum ἀπειθῶ a. nomine ἀπειθήϲ propagatum affert. cf. Theogn. 149, 6. ad fr. 33. l. 22 in E. Gud. 328, 29 et in Cod. Paris. 2638 pro ὁ Ἡρωδιανόϲ scriptum est ὁ Ὦροϲ, sed E. M. rectum nomen servasse videtur, quum Herodiano sententia apta (E. M. 500, 39, E. Gud. 312, 14, Arcad. 119) exponatur; pro παρὰ τὸ κλίνω scripsi κλείω cum Schol. ad Od. ω 208, pro καὶ posui ὃ. l. 23 pro κλίϲιϲ ab hoc loco alieno scripsi κλιϲιάϲ. ad fr. 34. Quae sequuntur p. 267, 5 πρὸϲ ὅν ἐϲτιν εἰπεῖν, ὅτι πρῶτον κτλ. contra Herodiani sententiam a Choerobos· proferuntur. πληθυντικῶν καὶ τριϲὶν ἡ δοτική. τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούϲῃ τὸ ι καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουϲι τὸ ι κατὰ τὴν παραλήγουϲαν οἷον πόλιϲ πολίων πόλιεϲ, ὄφιϲ ὀφίων ὄφιεϲ· εἰ οὖν τριῶν καὶ τριϲίν, δῆλον ὅτι καὶ τρίεϲ διὰ τοῦ ι καὶ λοιπὸν κατὰ κρᾶϲιν τοῦ ι καὶ τοῦ ε εἰϲ ι δῆλον ὅτι μακρὸν τρῖϲ διὰ τοῦ ι ὥϲπερ πόλιεϲ πόλιϲ, μάντιεϲ μάντιϲ. ἀλλὰ λέγει ὁ τεχνικόϲ, ὅτι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ τρίϲ ἐπιρρήματι, τούτου χάριν οὐκ ἐγράφετο διὰ τοῦ ι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου. καὶ ἄλλωϲ ὅτι οἱ Αἰολεῖϲ διὰ τοῦ η γράφουϲιν αὐτὸ τρῆϲ ἔθοϲ ἔχοντεϲ τὴν ει δίφθογγον εἰϲ η τρέπειν.
Paragraph 1
35. Choer. Orth. 274: Φθιρῶν: ἰϲτέον, ὅτι τὸ «Φθιρῶν τ᾿ ὄροϲ ἀκριτόφυλλον» (Β 868) ὁ τεχνικὸϲ διὰ τοῦ ι γράφει λέγων παρὰ τὸ Φθίρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνοϲ.
Paragraph 1
36. περὶ ποϲότητοϲ Cram. An. Ox. II 303: τὰ εἰϲ υϲ λήγοντα ὀνόματα διὰ τοῦ ι γράφονται κατὰ τὴν παραλήγουϲαν καὶ οὐκ ἔχει δίφθογγον τὴν ει οἷον πίτυϲ, ἰλύϲ, ἰϲχύϲ, ἰχθῦϲ, δριμύϲ, ἥμιϲυϲ, ὀϊζύϲ, Ἐρινύϲ, ἰξύϲ ἡ ῥάχιϲ, λιγύϲ, βριθύϲ ὁ ἰϲχυρόϲ χωρὶϲ τοῦ κλειτύϲ, ϲημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρέων. τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγου, ὥϲ φηϲιν Ἡρωδιανόϲ.
Paragraph 1
37. Choer. Orth. 183, 31: βοϊκὰ ζεύγη: ι ἡ παράδοϲιϲ· Ἡρωδιανὸϲ δὲ δίφθογγον αὐτῷ ἔταξεν ἐν τῷ περὶ ὀρθογραφίαϲ.
Paragraph 1
38. E. Orion. 118, 1: οἶκοϲ, παρὰ τὸ εἴκω τὸ οἶκοϲ, ὑφ᾿ ὃν ὑποχωροῦμεν. Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 1
39. E. M. 226, 49: γερόντειον: τὸ τει δίφθογγον· τὰ ἀπὸ τῶν εἰϲ ων βαρυτόνων διὰ τοῦ ντ κλινομένων διὰ τῆϲ ει διφθόγγου γράφεται, λέων ad fr. 35 Technici nomine a Choerobosco Herodianum designari diserte dicit Eustath. 368, 11 ἡ γραφὴ τῆϲ παραληγούϲηϲ τῶν Φθειρῶν τούτων διάφοροϲ κατὰ τὸν Χοιροβοϲκόν· οἱ μὲν γὰρ πλείουϲ διὰ διφθόγγου γράφουϲιν αὐτό, ὁ δὲ τεχνκόϲ φηϲι διὰ τοῦ ι, τεχνικὸν λέγων τὸν Ἡρωδιανόν· παρὰ τὸ Φθίρ γάρ, φηϲί, γέγονε κύριον τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνοϲ. ad fr. 36. cf. Eustath. 1066. ὡϲ καὶ διὰ τηϲ ει διφθόγγου γράφουϲί τινεϲ τὴν κλιτύν ἀπὸ τοῦ κλέταϲ πλεοναϲμῷ τοῦ ι, δηλοῦϲιν οἱ τὸν Ἡρωδιανὸν ἀμφιπενόμενοι τεχνικοί. ad fr. 37. cf. Arcad. 51, 25 et Lob. Proll. 320 seqq., ubi dicit Choeroboscum verbis ὁ δὲ λόγοϲ οὐ ϲυγχωρεῖ, quae propositis adnexa sunt, innuisse sibi displicere Herodiani sententiam, qua βοεικόϲ ex βοειοκόϲ contractum putavit,. ad fr. 38. Ex Ϲhoer. Orth. 205, 21 apparet, quomodo hoc praeceptum in Orthographia locum invenerit: εἴκω τὸ ὑποχωρῶ διὰ τῆϲ ει διφθόγγου γράφεται, ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἶκοϲ οἱονεὶ εἰϲ ὃν ὑποχωροῦμεν πάντεϲ. cf. E. M. 617, 26, St. B. 485, 4, Choer. Epim. in Psalm. p. 77, Lob. Rhemat. 59. ad fr. 39. In articulo E. Magni duo Herodiani adnotamenta, unum de γερόντειοϲ λεόντειοϲ δορά (τὸ κύριον διὰ τοῦ ι), δράκων δρακόντειον αἷμα, γέρων γερόντειοϲ, Ἀνακρέων Ἀνακρεόντειοϲ, Λαομέδων Λαομεδόντειοϲ καὶ τὰ ἀπὸ τῶν εἰϲ ων περιϲπωμένων, Ξενοφῶν Ξενοφώντειοϲ, Δημοφῶν Δημοφώντειοϲ πλὴν τοῦ Ποϲειδῶν Ποϲειδώνιοϲ καὶ τὰ ἀπὸ τῶν εἰϲ ων βαρυτόνων μὴ κλινομένων διὰ τοῦ ντ δίφθογγον ἔχει «Θέων Θεώνειοϲ, Τρύφων Τρυφώνειοϲ πλὴν τοῦ Ἀπόλλων Ἀπολλώνιοϲ καὶ Ἀμμώνιοϲ. τὰ θηλυκὰ αὐτῶν ταῦτα διφθογγογραφεῖται Ἀπολλωνεία βάξιϲ καὶ Ἀπολλωνεία φήμη. οὕτωϲ Ἡρωδιανόϲ.
Paragraph 1
40. E. M. 629, 7: ὀπτανεῖον· δεῖ γινώϲκειν ὅτι διὰ τῆϲ ει διφθόγγου γράφεται, πρῶτον μὲν ὅτι λέγεται ὀπτανήϊον, δεύτερον δὲ τῷ λόγῳ τοῦ βαλανεῖον· λέγει δὲ ὁ Ἡρωδιανὸϲ καὶ ἐνταῦθα καὶ ἐν τῇ καθόλου, ὅτι παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον ὀπτάνιον.
Paragraph 1
41. Phot. p. 99: θωρακείοιϲ: προμαχῶϲιν ἢ δρυφάκτοιϲ· λουρικίοιϲ διὰ διφθόγγου. οὕτωϲ αὐτὸ Ἡρωδιανόϲ.
Paragraph 1
42. Eustath. ad Dionys. 815: τὸ Δορύλαιον τὸ καὶ Δορυλάΐον, κατὰ δὲ τὴν ὀρθογραφικὴν τέχνην Δορυλάειον διὰ διφθόγγου.
Paragraph 1
43. E. M. 604, 42: νηρίτηϲ ϲημαίνει τὸν θαλάϲϲιον κοχλίαν. τινὲϲ λέγουϲιν ἀπὸ τοῦ Νηρεύϲ γίνεϲθαι· ἀλλ᾿ ὤφειλε γράφεϲθαι διὰ διφθόγγου ὁ τεχνικὸϲ λέγει νηρείτηϲ ὡϲ Ὠρεύϲ Ὠρέοϲ Ὠρεΐτηϲ καὶ Ὠρείτηϲ. ἀλλ᾿ ἔϲτιν νέω νῶ τὸ ἀπαρέμφατον νεῖν οἷον «πεζῇ πορεύου· νεῖν γὰρ οὐκ ἐπίϲταϲαι». ὁ μέλλων νήϲω· ἐκ τούτου γίνεται νηρόϲ, λέγεται ὁ ἰχθῦϲ ἀπὸ τοῦ νήχεϲθαι, ἐξ οὗ νηρίτηϲ ὡϲ τόποϲ τοπίτηϲ.
Paragraph 1
44. E. M. 703, 14: λέγει Ὦροϲ διὰ διφθόγγου ῥειτόϲ καὶ ὀξύνεται, ὁ δὲ Ἡρωδιανὸϲ διὰ τοῦ ι ῥῖτοϲ, καὶ βαρύνεται ὡϲ ϲῖτοϲ.
Paragraph 1
45. E. Orion. 108, 26: Νέαιρα τὸ ἔϲχατον τῆϲ κοιλίαϲ. νέατον τὸ ἔϲχατον. ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν. Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.
Paragraph 2
In E. M. 599, 3 postquam inepta explicatio (a νέεϲθαι) allata. est, quae ipsis verbis sumpta est ex Choerob. Orthogr. 241 haec altera sequitur nunc non satis ab illa distincta:
Paragraph 3
νέαιρα καὶ πλεοναϲμῷ τοῦ ι νείαιρα ὡϲ τὸ «νειαίρῃ δ᾿ ἐν γαϲτρὶ διὰ ζωϲτῆροϲ ἔλαϲϲεν» (Ε 539) ὡϲ νέατοϲ νείατοϲ «νείατον ἐϲ κενεῶνα (Ε 857) καὶ «ἔκειτο δὲ νείατοϲ ἄλλων» (Ζ 295). παρὰ τὸ νέοϲ γίνεται νέατοϲ ὥϲπερ παρὰ τὸ μέϲον γίνεται μέϲατον καὶ πλεοναϲμῷ τοῦ ι νείατον ὡϲ ἔϲχατον· ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν.
Paragraph 1
46. Eustath. 183, 6: τὸ Ἀργειφόντηϲ ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. ἰϲτέον δὲ ὅτι τὸ Ἀργεφόντηϲ καθὰ καὶ τὸ ἀνδρεφόντηϲ, ἐξ ὧν Ἀργειφόντηϲ καὶ ἀνδρειφόντηϲ Δωρικά εἰϲιν, ὡϲ Ἡρωδιανὸϲ δηλοῖ ἐν οἷϲ λέγει τοιαῦτα· αἱ εἰϲ οϲ ὀξύτονοι γενικαὶ ϲυντιθέμεναι ϲυμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνόϲ Ζηνόθεοϲ, θριπόϲ θριπόβρωτοϲ, ἁλόϲ ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκοϲ, νυκτίκοραξ. οὕτωϲ οὖν φηϲι καὶ ἁλοτρίβανοϲ ὡϲ ἁλοπώληϲ καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανοϲ μήποτε Δώριόν ἐϲτιν. οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντεϲ καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.
Paragraph 2
E. M. 137, 1: ὥϲπερ ἀπὸ τοῦ ἁλοτρίβανον γίνεται ἁλετρίβανον τροπῇ τοῦ ο εἰϲ ε, οὕτω καὶ ἀπὸ τοῦ ἀργοφόντηϲ γίνεται ἀργεφόντηϲ καὶ πλεοναϲμῷ τοῦ ι ἀργειφόντηϲ. Δίδυμοϲ δὲ διὰ τοῦ ι γράφει, λέγει γάρ, ὥϲπερ ἀπὸ τοῦ αρι ἐπιτατικοῦ γίνεται ἀριδείκετοϲ, οὕτω τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ αρι γίνεται ἀριφόντηϲ καὶ πλεοναϲμῷ τοῦ γ ἀργιφόντηϲ.
Paragraph 1
47. E. M. 436, 56: ἠρήκαμεν· ἤρημεν διὰ τοῦ η γράφεται. Ἡρωδιανὸϲ περὶ παθῶν.
Paragraph 1
48. Il. Pr. Α 129: δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωΐκὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι. τὸ γὰρ δῷϲι φαϲὶ πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι· τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318)· κἀνταῦθα γὰρ ἀποδῷ. διὸ καὶ τὸ ι ἔχει προϲκείμενον· μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.
Paragraph 1
49. Choer. Gaisf. 857, 18, Cram. IV 34: τὸ φῄϲ οὐκ οἶδεν ὁ Ἀπολλώνιοϲ ϲὺν τῷ ι γεγραμμένον· ἡ δὲ παράδοϲιϲ καὶ ὁ Ἡρωδιανὸϲ ϲὺν τῷ ι οἶδεν.
Paragraph 2
Epim. Cr. I 432, 25: φῄϲ: τὸ φῄϲ οὐ δοξάζει ὁ τεχνικὸϲ ϲὺν τῷ ι γράφειν· ἡ μέντοι παράδοϲιϲ οἶδεν αὐτὸ ϲὺν τῷ ι γεγραμμένον.
Paragraph 3
E. M. 791, 49: δεῖ γινώϲκειν, ὅτι τὸ φήϲ ἐνεϲτώϲ ἐϲτι δευτέρου προϲώπου καὶ ϲὺν τῷ ι γράφεται. καὶ ὅϲον κατ᾿ ἀναλογίαν, οὐκ ὤφειλεν ἔχειν τὸ ι· τὰ γὰρ εἰϲ μι τροπῇ τῆϲ μι εἰϲ ϲ τὸ δεύτερον ποιοῦϲιν. εἰ οὖν τὸ φημί οὐκ ἔχει τὸ ι (τὰ γὰρ εἰϲ μ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι χωρὶϲ τοῦ εἰμί καὶ εἶμι) δῆλον ὅτι οὐδὲ τὸ φῄϲ ὤφειλεν ἔχειν τὸ ι ἀλλὰ κατὰ παράδοϲιν ἔχει τὸ ι. — τινὲϲ δὲ θέλουϲι λέγειν ὑπὲρ τοῦ φῄϲ· ὅτι τὸν μὲν τόνον ἀπὸ τῶν εἰϲ μι ἔϲχε, τὴν δὲ γραφὴν ὡϲ ἀπὸ τῶν εἰϲ ω ἀπὸ τοῦ φῶ. τὰ γὰρ εἰϲ ω θέλειἔχειν ἐν δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον μετὰ τοῦ ι· ἄλλοι δὲ θέλουϲιν αὐτὸ εἶναι Δωρικὸν ὥϲπερ τὸ ζῇϲ, οἷϲτιϲι καὶ ὁ τόνοϲ ἀντίκειται· ὤφειλε γὰρ περιϲπᾶϲθαι καὶ τὸ τρίτον τῶν ἑνικῶν. ὤφειλε γὰρ ἀποβολῇ τοῦ ϲ ποιεῖν τὸ τρίτον.
Paragraph 1
50. E. M. 229, 54: γηγενήϲ· χωρὶϲ τοῦ ι. οἱ γὰρ Δωριεῖϲ γαγενήϲ λέγουϲιν, ὥϲ φηϲιν Ἡρωδιανόϲ. ὅλα ταῦτα χωρὶϲ τοῦ ι, ἐπειδὴ ἀπὸ τῆϲ γῆ εὐθείαϲ ἔχει τὴν ϲυνθήκην οἷον γήπεδον, γηπόνοϲ, γηλεχήϲ ὡϲ ad fr. 48. cf. Ep. Cr. I 431, 1, Lob. El. II 264, ubi etiam p. 286 de scripturae δῴηϲι et δώῃϲι fluctuatione disputatur. de qua praeter Choerobosci locum περὶ ποϲότητοϲ in E. M. 73, 43 (ubi utrum ἁλῴη an ἁλώῃ scribendum sit disceptatur) habemus memorabilem locum in Anecd. Pars. III 348, 25 δῴηϲι: ἀορίϲτου δευτέρου ἐϲτὶ τῶν εἰϲ μι εὐκτικόν, ἡ μετοχή ἐϲτιν δούϲ δόντοϲ, δοίην εὐκτικόν, τὸ β΄ δοίηϲ καὶ τὸ γ΄ δοίη καὶ κατ᾿ ἐπέκταϲιν τοῦ ο εἰϲ ω δῴη καὶ πλεοναϲμῷ τῆϲ ϲι ϲυλλαβῆϲ δῴηϲιν, ἔχει ἐν τῷ δω τὸ ι, ἐν δὲ τῷ η οὐδαμῶϲ (cf. Choer. Dict. 897, 32). εἰ δέ ἐϲτιν ὑποτακτικόν, γέγονεν ἀπὸ τοῦ δώω ἕκτηϲ ϲυζυγίαϲ, οὖ ὁ μέλλων δώϲω, τὸ ὑποτακτικὸν τοῦ ἐνεϲτῶτοϲ ἐὰν δώω, τὸ β΄ ἐὰν δώῃϲ καὶ τὸ γ΄ ἐὰν δώῃ καὶ προϲθέϲει τῆϲ ϲι ϲυλλαβῆϲ ἐὰν δώῃϲι (cf. Schol. Ven. ad Il. Α 324 δώῃϲιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰϲ ἐπεκτάϲειϲ, ἐάν ἐϲτιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν ϲι ϲυλλαβήν). ad fr. 49. cf. περὶ ποϲότητοϲ 311, 11, Il. Pr. Ρ 174. ad fr. 50. In Choerob. Orthogr. haec non reperiuntur. — Omnes hic relatae voces exstant etiam ap. Hes. παρὰ Καλλιμάχῳ «γελεχέεϲ θεράποντεϲ ἀϲιγήτοιο λέβητοϲ» (hymn. in Del. 286). — Χοιροβοϲκόϲ.
Paragraph 1
51. E. M. 263, 48: Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται, ὥϲ φηϲιν ὁ τεχνικόϲ. οἶδε γὰρ ἡ παράδοϲιϲ τὸ η μετὰ τοῦ ῖ καὶ χωρίϲ. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, λέγει ὅτι ἐϲτὶ παρὰ τὸ δήω τὸ ϲημαῖνον τὸ εὑρίϲκω. καὶ γὰρ ἡνίκα περιήρχετο εἰϲ ζήτηϲιν τῆϲ θυγατρὸϲ αὐτῆϲ, κατ᾿ εὐφημιϲμὸν ἔλεγον πάντεϲ «δήειϲ» τουτέϲτιν εὑρήϲειϲ. ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν ϲῖτον. εἰ δὲ ἔχει τὸ ι, λέγεται ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰϲ η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐϲτιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριᾶϲθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα κτλ.
Paragraph 1
52. E. M. 770, 36: Τρῳάϲ: τὸ μὲν Τρῳαί ϲημαίνει τὰϲ Τρωΐκὰϲ γυναῖκαϲ ἢ ἵππουϲ, τὸ δὲ δμῳαί τὰϲ δούλαϲ. καὶ οὐκ ὤφειλεν ἔχειν τὸ ι, ὅτι ἐϲτὶ Τρώϲ Τρωόϲ καὶ δμώϲ δμωόϲ χωρὶϲ τοῦ ι καὶ μετάγεται ἡ γενικὴ εἰϲ εὐθεῖαν καὶ γίνεται Τρωόϲ…
Paragraph 1
53.…
The complete text is available when the reading interface loads.