Περὶ κλίσεως ὀνομάτων
- Scientific editors
- August Lentz
- Edition reference
- Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg013.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
1.
Anecd.Ox.IV 333, 6:
Ἐπιτομὴ τῶν ὀνοματικῶν κανόνων ἐκ τῶν Ἡρωδιανοῦ. τὸ ὅμοιον ἐν τοῖϲ ὀνόμαϲιν ἢ γένει ἢ εἴδει ἢ ϲχήματι ἢ ἀριθμῷ ἢ τόνῳ ἢ πτώϲει, ἢ καταλήξει ἐν παρατελεύτῳ ϲυλλαβῇ· ἐν χρόνῳ, ἐν ποϲότητι ϲυλλαβῆϲ, πολλάκιϲ δὲ καὶ ἐν ἐπιπλοκῇ ϲυμφώνου· εἰ δὲ παρὰ ταῦτά τι γένοιτο, ἀνόμοιοϲ ἡ κλίϲιϲ γίνεται· οἷον ἐν γένει μὲν ὁ τοξότηϲ καὶ ἡ φιλότηϲ· ἐν εἴδει δὲ οἷον Ὀλυμπιονίκηϲ προϲηγορικόν, Πολυνίκηϲ κύριον· ϲχήματι δὲ οἷον ἱππότηϲ ἁπλοῦν, Ϲωκράτηϲ ϲύνθετον ἀριθμῷ δὲ ἰχθῦϲ ἰχθύοϲ ἑνικόν, ἰχθῦϲ δὲ ἰχθύων κατὰ κρᾶϲιν ἀπὸ τοῦ ἰχθύεϲ τόνῳ δέ ἥρωϲ ὅτι βαρύτονον διὰ καθαροῦ τοῦ οϲ, εὐρὼϲ ὀξύτονον διὰ τοῦ τοϲ· πτώϲει δὲ τοξότηϲ εὐθεῖα, ἐλάτηϲ γενική· καταλήξει δὲ καλόϲ βραδύϲ, ἐπεὶ γὰρ διήλλαξε τὴν κατάληξιν, διήλλαξε καὶ τὴν κλίϲιν· παρατελεύτῳ δὲ ϲυλλαβῇ Πέρϲηϲ, ἐπεὶ μακρᾷ παραλήγεται, Πέρϲου κέκλιται, Λάχηϲ δέ, ὅτι βραχείᾳ, περιττοϲυλλάβωϲ εἰϲ τοϲ· χρόνῳ δὲ οἷον Ἀρκάϲ ἱμάϲ, τὸ πρῶτον γὰρ ϲυνεϲταλμένον διὰ τοῦ δοϲ κλίνεται Ἀρκάδοϲ, τὸ δεύτερον δὲ διὰ τοῦ ντ ἱμάντοϲ· ἐν ποϲότητι δὲ ϲυλλαβῆϲ οἷον Λυϲίαϲ Βίαϲ, τὸ μὲν γὰρ πρῶτον ὅτι ὑπὲρ δύο ϲυλλαβάϲ, ἰϲοϲυλλάβωϲ κλίνεται Λυϲίου, τὸ δεύτερον δὲ ὅτι διϲύλλαβον, διὰ τοῦ ντ Βίαντοϲ· πολλάκιϲ δὲ καὶ διαφόρου ϲυμφώνου ἕνεκα διαφόρωϲ ἐκλίθη οἷον ϲωλήν ϲωλῆνοϲ, ὑμήν ὑμένοϲ, εἴωθε γὰρ τὸ μ τρέπειν τὸ η εἰϲ ε.
Περὶ ἀρϲενικῶν.
2.
Anecd. Ox .lV 333, 30: πέντε ἐϲτὶ ϲτοιχεῖα τελικὰ τῶν ἀρϲενικῶν ὀνομάτων ν, ξ, ρ, ϲ, ψ· εἰ δέ τινεϲ καὶ τὸ ε τελικὸν τιθέαϲιν, ὡϲ ἐν τῷ τοιόϲδε, τηλικόϲδε, ἢ τὸ λ διὰ τὴν ἧλοϲ γενικήν ἢ Ἀϲδρουβάλ. l. 4 in titulo scripsi ὀνοματικῶν pro ὀνομάτων. l. 29 ἧλοϲ genetivus intellegendus est ab apocopato ἡλ declinatus cf. Lob. Parall. p. 116. εὐθεῖαν, οὐ παραδεκτέον· τούτων γὰρ τὸ μὲν πρῶτον κατ’ ἐπέκταϲιν τοῦ δε λέγεται· ὅθεν καὶ τῶν ἄλλων τρεπόντων τὴν τελευταίαν ἐπὶ τῶν πτώϲεων καὶ τῶν ἀριθμῶν καὶ τῶν γενῶν ταῦτα τὴν παρατέλευτον ἀντὶ τῆϲ τελευταίαϲ ἔτρεψε· καὶ τὸ λ δὲ οὐδαμῶϲ τελικὸν ἡγητέον· τὰ γὰρ τοιαῦτα ὀνόματα οὐχ Ἑλληνικά, ἀλλὰ βάρβαρα καὶ ἀχαρακτήριϲτα. οὐ μὴν οὐδὲ τὸ α τελικὸν παραδεξόμεθα διὰ τὰ θηλυκὰ ἐπώνυμα τό τε Κόπαινα καὶ Μύριλλα ἢ τὰ ποιητικῶϲ μεταπλαϲθέντα νεφεληγερέτα Ζεύϲ, ἱππότα Νέϲτωρ.
Τὰ μὲν οὖν δ’ οἷον ν, ξ, ρ, ψ ἀεὶ περιττοϲυλλαβεῖ ἐπὶ τῆϲ γενικῆϲ καὶ εἰϲ οϲ καταλήγει, οἷον Δίων Δίωνοϲ, κῆρυξ κήρυκοϲ, Νέϲτωρ Νέϲτοροϲ, Πέλοψ Πέλοποϲ τὰ δὲ εἰϲ ϲ λήγοντα ποτὲ μὲν περιττοϲύλλαβον ἔχει τὴν γενικήν, ποτὲ δὲ ἰϲοϲύλλαβον· καὶ ἰϲοϲυλλαβοῦϲα εἰϲ φωνῆεν λήγει οἷον ϲοφόϲ ϲοφοῦ, περιττοϲυλλαβοῦϲα δὲ ἔχει τελικὸν τὸ οϲ. Μίνωϲ Μίνωοϲ, ϲτάχυϲ ϲτάχυοϲ. Τὰ εἰϲ ϲ πᾶϲιν εὕρηται χρώμενα τοῖϲ φωνήεϲι πλὴν τοῦ ε, οἷον Αἴαϲ, Χάρηϲ, μάντιϲ, καλόϲ, ταχύϲ, ἥρωϲ· τὸ δὲ ε καθ’ αὑτὸ μὲν οὐκ ἐκφωνεῖται, μετὰ δὲ ϲυμπλοκῆϲ τοῦ ι ἢ τοῦ υ, οἷον χαρίειϲ, Πηλεύϲ· τινὰ δὲ εἰϲ ουϲ λήγει, Μελάμπουϲ, Οἰδίπουϲ.
Περὶ τῶν εἰϲ αϲ ὀνομάτων.
3.
Anecd. Ox. IV 334, 22: τὰ εἰϲ αϲ ἀρϲενικὰ μονοϲύλλαβα ϲπάνιά ἐϲτιν· ὀξύνεται δὲ ἢ περιϲπᾶται καὶ κλίνεται κατὰ ἀποβολὴν τοῦ ϲ ἢ διὰ τοῦ ντ· ἐϲτι γὰρ ἰϲοϲύλλαβα ὁ Θᾶϲ τοῦ Θᾶ, ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ, ὁ πᾶϲ τοῦ πᾶ, ὁ Βᾶϲ τοῦ Βᾶ περιττοϲύλλαβα δὲ κράϲ κρατόϲ μόνον χωρὶϲ τοῦ ν· διὰ τοῦ ν κλινόμενον πᾶϲ παντόϲ τὸ τριγενὲϲ ἔχον τὴν γενικὴν ὀξύτονον, Ζάϲ Ζάντοϲ, Φθάϲ Φθάντοϲ, μετοχῆϲ ἀπενεγκάμενοϲ κατάληξιν ὁμοίωϲ ταῖϲ μετοχαῖϲ καὶ κατὰ τὴν γενικὴν ἠνάγκαϲται τονοῦϲθαι ὡϲ ϲτάϲ ϲτάντοϲ.
Τὰ ἐκ παρακειμένου ϲυνεϲχηματιϲμένα ὀξύνεται καὶ διὰ τοῦ τ κλίνεται χαλκοκράϲ χαλκοκρᾶτοϲ, νεοκράϲ νεοκρᾶτοϲ· τὸ μέντοι εὐκράϲ παρ’ Εὐριπίδῃ ἀνεγνώϲθη.
Τὰ εἰϲ αϲ ϲυνεϲταλμένα ἀρϲενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται· τὸ δὲ μέγαϲ ἐπίθετον καὶ τὸ λᾶαϲ προϲηγορικὸν ὡϲ ϲυϲτέλλον τὸ α βαρύνεται καὶ οὐ διὰ τοῦ δοϲ κλίνεται. καὶ τὸ μέγαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ, ἢ βαρυνόμενον I. 7 Κόπαινα pro Κόπεννα emendavit Lob Proll. p. 69. l. 24 Βᾶϲ Bᾶ scripsi pro Φᾶϲ φᾶ. l. 29 vox ϲυνεϲχηματιϲμένα reperitur in Mon. 14, 32. l, 33 in codice sunt haec: τὸ δὲ μέλαϲ ἐπίθετον καὶ λάαϲ ἐπιθετικῶϲ εἰρημένον ἡμάρτηται διὰ τοῦτο οὐδ’ ἀκόλουθον τὴν κλίϲιν ἔϲχον, quae verba corrupta et mutilata sunt; Herodianum restitui ex Arcad. 22, 22 et Ηerod ap. Eustath 1447, 23 ἐκτείνειν τὸ α ὧν οὐδέτερον ἔχει· καὶ διὰ τοῦτο οὐδὲ ἔϲχεν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν.
Τὰ δὲ βαρύτονα ὅϲα μὲν διϲύλλαβα εἰϲ αϲ καθαρὸν λήγει οἷον Αἴαϲ, καὶ ὅϲα παρὰ μετοχήν, Ἄτλαϲ, Περίφαϲ, καὶ ὅϲα παρὰ ῥῆμα βαρύτονον, Ἀφείδαϲ, ἀδάμαϲ, δάμνω γάρ καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ ἢ τὸ ἀντίϲτοιχον, Μάμαϲ, γίγαϲ, Τεύθραϲ, Κάλχαϲ, καὶ ὅϲα τριγενῆ, διὰ τοῦ ντ κλίνεται· ἀλλὰ τὸ μέλαϲ γὰρ καὶ τάλαϲ τριγενῆ ὑποϲτολὴν τοῦ τ πέπονθε, μέλανοϲ καὶ τάλανοϲ.
Ὅϲα δὲ εἰϲ αϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ι παραλήγεται, Νικίαϲ, Λυϲίαϲ, ἢ τῷ ε Αὐγέαϲ, Πυθέαϲ, ἢ τῇ ει Αἰνείαϲ, ἢ τῷ υ Μαρϲύαϲ, καὶ ὅϲα εἰϲ ραϲ ἐπὶ τῆϲ παρατελεύτου τὸ ο ἔχει Ξεναγόραϲ, εἰϲ ου ἔχει τὴν γενικήν· εἰ δέ τι τούτων εἰϲ α καταλήξειεν, Δώριόϲ ἐϲτιν ἡ κλίϲιϲ ϲυνήθηϲ γεγονυῖα τῇ κοινῇ διαλέκτῳ ἐκεῖνα δὲ μόνον εἰϲ α κατάληκτα εἴη (sic) κατὰ τὴν γενικήν, ὅϲα ἀπὸ ἀμεταβόλου ἀρξάμενα μεταβολικῷ κατὰ τὸ τέλοϲ χρῆται, οἷον Λίχαϲ· καὶ ὅϲα ἀπὸ φύϲει μακρᾶϲ ἀρξάμενα ϲυμφώνῳ παραλήγεται κατὰ τὴν τελευταίαν, οἷον Ϲώταϲ· καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει καὶ μή ἐϲτι ῥηματικὰ οἷον Ἀγρίππαϲ, Περδίκκαϲ, τὸ Πάλλαϲ γὰρ ῥηματικόν· καὶ ὅϲα εἰϲ μαϲ μακρᾷ παραλήγεται, Πυρίμμαϲ, Λυκόρμαϲ, τὸ γὰρ Ἀθάμαϲ καὶ ἀδάμαϲ βραχυκαταληκτεῖ· καὶ ὅϲα εἰϲ δαϲ ἁπλᾶ Τιμαχίδαϲ, Θρακίδαϲ, ἁπλᾶ διὰ τὸ Ἀφείδαϲ· καὶ ὅϲα εἰϲ παϲ μονογενῆ, Ἀράϲπαϲ, Γοργόπαϲ,τὸ ἅπαϲ γὰρ οὐ μονογενέϲ· καὶ ὅϲα παρὰ ῥῆμα περιϲπώμενον βοῶ Τηλεβόαϲ, ἀλοιῶ πατραλοίαϲ πατραλοία. τὰ δὲ εἰϲ αϲ περιϲπώμενα ἐπιεικῶϲ ὑποκοριϲτικὰ εὑρίϲκεται καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κλίνεται Ζηνᾶϲ, Μηνᾶϲ. τὸ ἀλλᾶϲ, Γλιϲᾶϲ ἐκ τοῦ ἀλλάειϲ, Γλιϲάειϲ τὸ δὲ Μαρικᾶϲ Μαρικᾶντοϲ περιττοϲυλλάβωϲ κέκλιται ἀλλὰ καὶ ἰϲοϲυλλάβωϲ. ἕν ἐϲτιν ἀρϲενικὸν εἰϲ αιϲ περιϲπώμενον παῖϲ, κέκλιται δὲ διὰ τοῦ δ ὡϲ ἀπὸ τοῦ πάιϲ.
4.
Steph. Byz. 1, 2 Mein.: Ἡρωδιανόϲ φηϲιν ὅτι τὸ Ἄβαϲ, ὅτε ἔθνοϲ ϲημαίνει, περιττοϲυλλάβωϲ κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰϲοϲυλλάβωϲ καὶ περιττοϲυλλάβωϲ.
5.
Steph. B. 83, 28: Βρίγεϲ. Ἡρωδιανὸϲ ἐν τῇ πρώτῃ κλίϲεωϲ ὀνομάτων Βρίγανταϲ αὐτούϲ φηϲι τὰ γὰρ εἰϲ γαϲ λήγοντα ὀνόματα ἰϲοϲυλλάβωϲ κλίνεται, ὅτε μόνον ἐϲτὶ κύρια. τοῦτο δέ φημι διὰ τὸ Βρίγαϲ. ἔθνοϲ δέ ἐϲτι Βρεττανικὸν οἱ Βρίγαντεϲ.
6.
Eustath. 1447 , 23: Ἡρωδιανὸϲ καθάπαξ ἡμαρτῆϲθαι τὸ μέγαϲ l. 12 τὸ ο ἔχει Ξεναγόραϲ scripsi pro τὸ Ἐξαγόραϲ. l. 20 pro Πυρίμμαϲ, quod tamen defendi posse censet, Lobeckius Proll. 168 proponit Ἀρίμμαϲ. l. 27 περιττοϲυλλάβωϲ κέκλιται scripsi pro πέπλεκται. l. 30 cf. Choer. Dict.. 33, 3 Lob. El. II 305. l. 34 cf. Choer. 34, 2. περὶ τὴν εὐθεῖαν γράφει καὶ διὰ τοῦτο μηδὲ ϲχεῖν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν ἑτεροκλίτωϲ δηλαδή. ἡμάρτηται δὲ κατ’ ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ φυγάϲ ἢ βαρυνόμενον ἐκτείνειν τὸ α ὦν οὐδέτερον ἔχει.
7.
Choerob. Dict. 35, 15, Bekk.Anecd.1186: τὰ εἰϲ αϲ ἔχοντα πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρίζαϲ Ἀρίζα, Ἐλίξαϲ Ἐλίξα, Ἄψαϲ Ἄψα. τὰ δὲ περιττοϲυλλάβωϲ κλίνεται, ἡνίκα εὑρεθῇ τὸ υ πρὸ τοῦ ζ οἷον Βύζαϲ Βύζαντοϲ, Γύζαϲ Γύζαντοϲ. Πύζαϲ Πύζαντοϲ. ἰϲτέον ὅτι Ἡρωδιανὸϲ οὕτωϲ κανονίζει ταῦτα.
8.
Eustath. 300, 14: ὅτι ὁ Ἀρκάϲ τό τε κύριον καὶ τὸ ἐθνικὸν ϲυϲτέλλει τὸ α καὶ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται κατὰ τὸ φυγάϲ φυγάδοϲ καὶ τὰ ὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃϲ παρατιθεὶϲ τὸ ἱμάϲ καὶ ἀνδριάϲ ἐκτεινόμενα ἐν τῇ ληγούϲῃ κατὰ μετοχὰϲ μιμῇϲαϲθαί φηϲιν αὐτὰ καὶ τὴν τῶν μετοχῶν κλίϲιν τοῦ ἱϲτάϲ ἱϲτάντοϲ καὶ βιβάϲ βιβάντοϲ. τὸν μέντοι παρὰ τῷ κωμικῷ ἀλλᾶντα προπεριϲπᾶ ἐκεῖνοϲ, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν ϲυνήθειαν. λέγει γὰρ ὅτι ὁ ἀλλᾶϲ ὡϲ ἀπὸ τοῦ ἀλλάειϲ κέκλιται διὰ τοῦ ντ, ἵν’ ᾖ ἀλλάεντοϲ καὶ κατὰ κρᾶϲιν ἀλλᾶντοϲ· ὁ δὲ τοιοῦτοϲ λόγοϲ ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαν τοῦ ἀλλᾶντοϲ περιϲπᾶϲθαι. δῆλον γὰρ ὡϲ ἀλλάειϲ γενόμενοϲ ἀλλᾶϲ τὴν περιϲπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράϲεωϲ. ὁ δὲ Ἡρωδιανὸϲ τοῖϲ εἰρημένοιϲ παραπηγνὺϲ καὶ τὸν παρὰ τῷ κωμικῷ Μαρικᾶν (Nub. 533 «Εὔπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν») τὸ βάρβαρον ὄνομα διὰ τοῦ ντ κλιθῆναι λέγει, παραφέρων χρῆϲιν ταύτην· «ἀλλ’ οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μὴ κολάζειν » (Eupol. Meinek. fr. Com. I 139 ed. min.).
9.
Eustath. 1390, 33: τοῦ Ἄτλαντοϲ τῆϲ κλίϲεωϲ ὁ κανὼν τοιοῦτοϲ κατ’ Ἡρωδιανόν τὰ παρὰ μετοχὴν εἰϲ αϲ διϲύλλαβα διὰ τοῦ ντ κλίνεται οἷον τλάϲ Ἄτλαϲ Ἄτλαντοϲ, φάϲ Περίφαϲ Περίφαντοϲ. τοιαύτῃ δὲ κλίϲει ἐκεῖνοϲ ὑπάγει καὶ ὅϲα δὶϲ τὸ αὐτὸ ϲύμφωνον ἔχει, γίγαϲ γίγαντοϲ, Μίμαϲ Μίμαντοϲ.
10.
Choer. Dict. 32, 21: τὰ εἰϲ αϲ λήγοντα ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν περιττοϲυλλάβωϲ κλίνεται, τουτέϲτι διὰ τοῦ ντ Βίαϲ Βίαντοϲ, Ἀρύβαϲ Ἀρύβαντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, λυκάβαϲ λυκάβαντο, ϲημαίνει δὲ τὸν ἐνιαυτόν, Θίϲβαϲ Θίϲβαντοϲ· τὸ γὰρ ϲ μετὰ τοῦ β ἐϲτί. πρόϲκειται «ἔχοντα τὴν πρὸ l 12 ef. Epim. Cr. 1 217, 10 et Catholicam p. 50, 12 sqq. l. 37 Ἀρύβαϲ pro Ἀρίβαϲ scripsi ex Od. ο 425. τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον ϲυνεϲταλμένον καταλήγουϲαν», ὥϲ φηϲιν Ἡρωδιανόϲ, διὰ τὸ Ἰόβαϲ Ἰόβα καὶ Ῥήαϲ Ῥήβα.
Περὶ τῶν εἰϲ ειϲ
Περὶ τῶν εἰϲ ευϲ.
11.
An. Οx. IV 337, 8: τὰ εἰϲ ευϲ εἴτε ἀπλᾶ εἴτε ϲύνθετα ὀξύνεται καὶ διὰ τοῦ εοϲ κλίνεται, Ὀδυϲϲεύϲ Ὀδυϲϲέοϲ. τὸ Ὀδυϲϲῆοϲ Ἰωνικόν, ὥϲπερ τὸ Ὀδυϲϲέωϲ Ἀττικόν. τὸ δὲ Ζεύϲ Διόϲ ἑτερόκλιτον καὶ Βοιωτῶν. τοῖϲ δρομεῦϲι καὶ δρομέϲι διχῶϲ.
12.
Choer. 217 , 15: ἐπὶ τῶν εἰϲ ϲῦϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ τοὺϲ ἱππεῖϲ. καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὕτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο ε εἰϲ τὸ η. Ϲημειοῦται ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον « τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ» (Ai. 390).
Περὶ τῶν εἰϲ ηϲ ληγόντων ὀνομάτων.
13.
Anecd. Ox. lV 336, 1: τῶν εἰϲ ηϲ ληγόντων τὰ μὲν ὀξύνεται, οἷον ἀθλητήϲ, τὰ δὲ βαρύνεται, οἷον Λάχηϲ κτλ.
Περὶ βαρυτόν ων.
Τ δὲ Ἄρηϲ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ Ἄρητοϲ ἐκλίθη, καὶ ὡϲ ϲπονδειακὸν Ἄρου, καὶ «Ἄρεοϲ ἀνδροφόνοιο» παρ’ Ὁμήρῳ (Δ 441), καὶ Ἄρεωϲ ἀπὸ Ἄρευϲ, εὑρέθη δὲ παρὰ Ἀλκαίῳ.
Ὅϲα δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτιν εἰϲ δηϲ πατρωνυμικά, οἷον Ἀτρείδηϲ ἢ τύπου πατρωνυμικοῦ Ἡρακλείδηϲ, Ὑπερίδηϲ, καὶ τὸ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ὂν τῇ αὐτῇ ὑποπίπτει κλίϲει.
Καὶ τὰ εἰϲ νηϲ παρώνυμα, Λεπτίνηϲ, Ἀξίνηϲ, Ἀψίνηϲ ἢ τύπου παρωνύμου, Ϲμικρίνηϲ, Θεοκρίνηϲ.
Καὶ τὰ εἰϲ ληϲ ῥηματικά, χωρὶϲ τῶν παρὰ τὸ ὄλω οἷον πανώληϲ· φαινόληϲ, ἢ παρώνυμα γενειόληϲ καὶ ὅϲα εἰϲ τηϲ ἁπλᾶ οἰκέτηϲ, τοξότηϲ κτλ.
Καὶ ὅϲα παρὰ ῥῆμα προϲηγορικά, ἱερονίκηϲ, 'Ὀλυμπιονίκηϲ· ταῦτα πάντα εἰϲ ου ἔχει τὴν γενικήν, χωρὶϲ τῶν εἰϲ ωληϲ, ἃ μετὰ τοῦ ϲ τὴν γενικὴν ποιεῖ, πανώλουϲ, ἐξώλουϲ· ἐξῶλεϲ καὶ πανῶλεϲ τὸ οὐδέτερον κτλ. ἔτι γε μὴν καὶ ὅϲα ἀμεταβόλῳ παραλήγεται ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ τοϲ λήγει, Ἀφάρητοϲ, Ἐπιάλητοϲ· καὶ ταῦτα μὲν περὶ βαρυτόνων.
Περὶ ὀξυτόνων.
Τῆϲ προειρημένηϲ τοίνυν καταλήξεωϲ οὔϲηϲ διχῶϲ εἰϲ τοϲ καὶ εἰϲ εοϲ, τιϲ ϲυναιρεθεῖϲα γίγνεται εἰϲ ουϲ, εἴπωμεν περὶ τῶν εἰϲ τοϲ πρότερον. ὅϲα μὲν ὀξύτονα δύο ϲυμφώνοιϲ παραλήγεται, εἰϲ τοϲ ποιεῖ τὴν γενικήν· ἀβλῆτοϲ, προβλῆτοϲ καὶ ἡμιθνῆτοϲ. ὅϲα δὲ ἑνὶ ϲυμφώνῳ, ϲαφήϲ, νωθήϲ, πρυλήϲ εἰϲ ουϲ κτλ.
14.
Priscian. VI 60 tom. I p. 244, 17 Hertz: Apud Graecos quoque inveniuntur huiuscemodi ancipitem habentia declinationem teste Herodiano: Γύγηϲ (nomen gigantis) Γύγου et Γύγητοϲ. Κόμηϲ (proprium) Κόμου καὶ Κόμητοϲ, μύκηϲ μύκου et μύκητοϲ, Μύνηϲ Μόνου et. Μύνητοϲ, Ποδῆϲ Ποδοῦ et Ποδῆτοϲ, Μέγηϲ Μέγου et Μέγητοϲ, Πύδηϲ Ποδοῦ et Πύδητοϲ.
15.
Eustath.518,24: Ἡρωδίανόϲ φηϲιν ὅτι πλείοϲι κλίϲεϲιν ὁ Ἄρηϲ κέχρηται· καὶ γὰρ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ τ περιττοϲύλλαβον ἔχει τὴν γενικὴν Ἄρηϲ Ἄρητοϲ, ὅθεν Ἀρητιάδηϲ παρ’ Ἡϲιόδῳ πατρωνυμικὸν καὶ Ἀρητίων ὑποκοριϲτικόν· κλίνεται δὲ καὶ ὡϲ ϲπονδειακὸν Ἄρηϲ Ἄρου, ὅθεν κατὰ Ἰάδα διάλεκτον ἐπεκτείναϲ Ἀρχίλοχοϲ ἔφη ἐν τριμέτροιϲ (fragm. 47 Bergk.) «παῖδ’ Ἄρεω μιηφόνου». ἔϲτι, φηϲί, καὶ ἄλλη πλάγιοϲ παρ’ Ὁμήρῳ (Δ 441) «Ἄρεοϲ ἀνδροφόνοιο» καθ’ ὁμοιότητα τῶν ὑπὲρ δύο ϲυλλαβάϲ· ὡϲ γοῦν Ϲωκράτηϲ Ϲωκράτεοϲ ὦ Ϲώκρατεϲ, οὕτωϲ Ἄρηϲ Ἄρεοϲ Ἄρεϲ. ἔϲτι καὶ Ἄρεωϲ γενικὴ ἣν οὐ χρὴ γενέϲθαι ἀπὸ τοῦ Ἄρηϲ· ὡϲ γὰρ οὐκ ἂν Ἀττικοὶ ἐπεκτείνοντεϲ ἐροῦϲιν ἀπὸ τοῦ Ϲωκράτηϲ Ϲωκράτεωϲ διὰ τοῦ ω μεγάλου, ἀλλ’ οὐδὲ Ἰωνεϲ Ϲωκράτητοϲ, οὕτωϲ οὐδὲ ἀπὸ τοῦ Ἄρηϲ Ἄρεοϲ τοιοῦτόν τι γενήϲεται. ἀλλὰ μὴν εὑρίϲκομεν καὶ Ἄρηοϲ καὶ «Ἄρηϊ κρατερῷ » (B 515) καὶ Ἄρηα. λεκτέον οὖν, ὅτι Ἀττικοὶ καὶ Ἴωνεϲ ἑτέραν κατάληξιν, φηϲίν, ὑποϲτηϲάμενοι οὕτω πεποίηνται ταύτην τὴν κλίϲιν. ἔϲτι δὴ καὶ Ἄρευϲ εὐθεῖα, ἥτιϲ παρ’ Ὁμήρῳ οὐκ ἔϲτι, παρὰ δὲ Ἀλκαίῳ εὑρέθη, l. 9 post εἰϲ ουϲ omisi καὶ εἰϲ ου quae pertinere videntur ad exemplum κριτήϲ κριτοῦ, sed hoc periit ut quaedam post περὶ ὀξυτόνων, ut ex προειρημένηϲ intellegitur, exciderunt supplenda ex Choer. 54, 29. l. 12 εἰϲ ουτήϲ addidi. l. 14 cf. Choer. 139, 10, Lehre ad Herod. p. 290 seqq. l. 26 Ἄρεω legit etiam Aristarchus in Ϲ 100, ubi Herodianus ἀρῆϲ, ἀπὸ τῆϲ εὐθείαϲ τῆϲ ὁ Ἄρεωϲ ὡϲ ὀ Πείρεωϲ «Πείρεω υἱόν» Didymus ad h. l. cf. E. M. 138, 2, qui ex Schol. AD hausit. l. 36 ct. Eustath. 187, 2 τοῦ Ἄρηοϲ εὐθεῖα Ὁμήρῳ ἄρρητοϲ ὁ Ἄρευϲ οὗ καὶ χρῆϲιν προαγαγὼν λέγει καὶ ὅτι βεβαρυτόνηται μόνον ἐκ πάντων τῶν εἰϲ ευϲ ὡϲ Αἰολικόν· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν. καὶ ταῦτα μὲν τὰ τοῦ Ἡρωδιανοῦ.
An. Ox. III 237, 1: ζητοῦμεν καὶ τὴν τοῦ Ἄρηϲ Ἄρεοϲ γενικήν, πῶϲ εὕρηται διὰ διφθόγγου· λέγομεν Ἀρευοϲ Ἄρευι «μίξαν δ’ ἀλλάλαιϲ Ἄρευα », ἡ κλητικὴ «Ἄρευ δαΐφοβοϲ δαΐκτηρ»· καὶ ἠπορήκαϲι περὶ τῆϲ κλίϲεωϲ, πόθεν ἄρα ἡ δίφθογγοϲ, τὰ γὰρ εἰϲ ευϲ παρ’ αὐτοῖϲ τοῖϲ Ἴωϲι διὰ τοῦ η. καὶ τοιαύτην λύϲιν ἐπινοοῦμεν· τὸ ἀκόλουθον Ἄρηοϲ· ἔθοϲ Αἰολεῦϲι τὸ υ πλεονάζειν φωνήεντοϲ ἐπιφερομένου ἢ ρ ναόϲ ναυόϲ, ἀώϲ αὐώϲ, ἑάλωκεν εὐάλωκεν, ἄρρηκτον αὔρηκτον, ἐρράγη εὐράγη· ἔδωκαν οὖν καὶ ἐπὶ τοῦ Ἄρηϲ τὸν πλεοναϲμὸν τοῦ υ· εἶτα ἐγένετο Ἄρηυοϲ ἡ γενική· καὶ ηὑρίϲκετο ἡ ηυ δίφθογγοϲ· αὕτη δέ ἐϲτι κακόφωνοϲ καὶ ἐν κλίϲει ῥημάτων θέλει ὁρᾶϲθαι, ηὔλει καὶ ηὔχει καὶ ηὔδα, καὶ περὶ τὴν ἀρχὴν θέλει ἀναϲτρέφεϲθαι. ὥϲπερ [γὰρ] τὸ γραῦϲ τροπὴν παθὸν τοῦ α εἰϲ η γέγονε γρηῦϲ, ἵνα δὲ μὴ γένηται ἀκατάλληλοϲ, τροπῆϲ γενομένηϲ διῃρέθη καὶ γρηύϲ ἐγένετο. ὅτι γὰρ ἐπὶ ῥημάτων, οὐκ ἔτι δὲ καὶ ἐφ’ ἑτέραϲ λέξεωϲ (sc. τὸ ηυ θέλει ὁρᾶϲθαι), καὶ ἐξ ἐκείνων καταλαμβάνω ὅτι ἐϲτὶν ἠύτε, ἀλλ’ ἵνα μὴ γένηται ἡ κακοφωνία τῆϲ διφθόγγου, ἢ διαίρεϲιϲ ἠύτε γίνεται ἢ τροπὴ εὖτε. ὁμοίωϲ οὖν καὶ ἐπὶ τοῦ Ἄρευοϲ· ὁ πλεοναϲμὸϲ γὰρ ἐποίηϲε τὴν δίφθογγον· ἐνταῦθα οὖν τροπή, ἵνα ἀποϲτῇ ἡ κακοφωνία τῆϲ διφθόγγου.
16.
II. Pr. 529. Κουρῆτεϲ: οὕτωϲ ἀνεγνώϲθη ὡϲ ἀβλῆτεϲ πρὸϲ διαϲτολὴν τοῦ «κούρητεϲ Ἀχαιῶν» (ΙΙ. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰϲ ηϲ λήγοντα ἐθνικὰ ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίϲιϲ τοῦ κουρῆτεϲ ἐν τῇ κλίϲει τῶν ὀνομάτων.
Περὶ τῶν εἰϲ ιϲ.
17.
An. Ox. IV 336, 29: τὰ εἰϲ ιϲ βαρύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ϲυνεϲταλμένον ἔχει τὸ ι καὶ διὰ τοῦ δ ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται μόνον. τὸ δὲ τίϲ διὰ τοῦ ν ἐκλίθη καὶ ὡϲ μονοϲύλλαβον ὀξύνεται ἀεὶ καὶ Αἰολική, ὡϲ καὶ Ἡρωδιανῶ δοκεῖ. cf. Choer. 145, 13. — Quaestionem de genetivo Ἄρευοϲ eiusque solutionem ab Herodiano profectas arbitror, quippe cuius sit πάντων λύϲειϲ ἐπινοεῖν καὶ διδόναι; etiam sermo Herodianeus est, licet. ab epitomatore valde corruptus, quem quantum potui restituere conatus sum, l, 6 in cod. δι’ ὁ φόβοϲ διακτήρ, secutus sum Bergkium Alcaei fr. 28 ut in praecedente fragmento, quod eidem tribuit 31 , in cod. est ἀλλήλοιϲ. l. 14 in cod. ἀνατρέφεϲθαι, quod Cram. in ἀνατρέπεϲθαι, ipse in ἀναϲτρέφεϲθαι mutavi, l. 16 τροπῆϲ γενομένηϲ posui pro τροπικῶϲ, l. 17 ἑτέραϲ scripsi pro ἑκατέραϲ. l. 18 καταλαμβάνω ὅτι posui pro καταλαμβάνονται et inserui ἡ κακοφωνία τῆϲ διφθόγγου, l. bis ἤ scripsi pro ἡ. de ἠΰτε cf. Il. Pr. Ο 365. l. 23 cf. Eustath. 1179, 21 ad II. Τ 193: ὅτι ἐνταῦθα λέγει τοὺϲ νέουϲ, ὅπερ Ἡρωδιανὸϲ ἀναγινώϲκει ἐν τόνῳ ὡϲ πένηταϲ, κλίνων ὡϲ ἰαμβικὸν ἀπὸ τοῦ κόροϲ ὁ νέοϲ κόρηϲ κόρητοϲ· τὸ μέντοι ἔθνοϲ Κουρῆταϲ ὡϲ ἀδμῆταϲ. ἐν τῇ ϲυμφράϲει· τὸ λίϲ παρ’ Ὁζμήρῳ «ὥϲτε —λὶϲ ἠϋγένειοϲ» (Ο 27).
Καὶ ὅϲα μὲν κύρια εἰϲ ιϲ Πάριϲ, Κίκιϲ καὶ ὅϲα μακρᾷ παραληγόμενα προϲηγορικά, εὖνιϲ, νῆϊϲ, ἄναλκιϲ διὰ τοῦ δ κλίνεται. τὸ εὖιϲ εὑρέθη καὶ ἄνευ τοῦ δ εὔνιοϲ εὔνιν κτλ.
Περὶ τῶν εἰϲ υϲ.
18.
Anecd. Ox. IV 337, 12: τὰ εἰϲ υϲ ὀξύνεται καὶ βαρύνεται καὶ περιϲπᾶται καὶ τὸ υ φυλάϲϲει κτλ. ϲημείωϲαι δὲ ὅτι γλυκέωϲ καὶ ἡδέωϲ οὐ λέγομεν ἵνα μὴ ϲυνεμπέϲῃ τῷ ἐπιρρήματι· ὅϲα δὲ ϲύνθετα παρ’ ὄνομα ὡϲ τὰ ἁπλᾶ κλίνεται, ἄδριμυϲ ἀδῥίμεοϲ· δριμύϲ γὰρ κτλ.
19.
Choer. 233, 21: λέγει ὁ Ἡρωδιανόϲ, ὅτι πήχυοϲ καὶ πελέκυοϲ κατὰ ἀκολουθίαν ὥϲπερ βότρυϲ βότρυοϲ, καὶ ἐπειδὴ τὰ μεταβάλλοντα τὸ ο Ἀττικῶϲ εἰϲ ω, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν εἰϲ e μεταβάλλειν, ὁ δὲ λόγοϲ ἐπὶ τῶν καθαρευόντων οἷον μάντιοϲ μάντεωϲ, ὄφιοϲ ὄφεωϲ, λαόϲ λεώϲ, Μενέλαοϲ Μενέλεωϲ, εἰκότωϲ καὶ τὸ πήχυοϲ καὶ πελέκυοϲ ἐκτείναντα τὸ ὸ εἰϲ ω Ἀττικῶϲ, δηλονότι κατὰ τὴν γενικήν, ἠναγκάϲθη καὶ τὸ παραλῆγον φωνῆεν τρέψαι εἰϲ τὸ ἕ καὶ γενέϲθαι πήχεωϲ καὶ πελέκεωϲ διὰ τοῦ ε καὶ ω.
20.
Choer. 223, 30: ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ εἰϲ υϲ καὶ τὰ εἰϲ ευϲ κατὰ τὴν γενικὴν μὴ ἐγένετο κατὰ κρᾶϲιν τοῦ ἔ καὶ o εἰϲ τὴν ου δίφθογγον οἶον ταχέοϲ ταχοῦϲ, Πηλέοϲ Πηλοῦϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ. — καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ὅτι ἐπὶ τῶν εἰϲ ηϲ γίνεται κρᾶϲιϲ ἐν τῇ γενικῇ, ἐπειδὴ τὰ εἰϲ ηϲ λήγοντα πέφυκε καὶ περιττοϲυλλάβωϲ κλίνεϲθαι καὶ ἰϲοϲυλλάβωϲ οἷον λέβηϲ λέβητοϲ, Λἄχηϲ Λάχητοϲ, Χρύϲηϲ Χρύϲου, Ὀρέϲτηϲ ρέϲτου· ἔχει οὖν τι μιμήϲαϲθαι τὰ εἰϲ ηϲ ϲυναιρούμενα, ϲυναιρούμενα γὰρ μιμεῖται τὴν ἰϲοϲύλλαβον κλίϲιν, Δημοϲθένηϲ γὰρ Δημοϲθένουϲ ἰϲοϲυλλάβωϲ ὥϲπερ καὶ Ὀρέϲτηϲ Ὀρέϲτου· τὰ δὲ εἰϲ υϲ λήγοντα καὶ τὰ εἰϲ ευϲ, ἐπειδὴ ἀεὶ πέφυκε περιττοϲυλλάβωϲ κλίνεϲθαι οἶον ταχύϲ ταχέοϲ, ὀξύϲ ὀξέοϲ, Πηλεύϲ Πηλέοϲ, Ἀτρεύϲ Ἀτρέοϲ εἰκότωϲ οὐ ϲυναιρεῖται ἐν τῇ γενικῇ· ϲυναιρούμενα γὰρ οὐκ ἔχει τι μιμήϲαϲθαι, οὐδὲ γὰρ κλίνεται ἰϲοϲυλλάβωϲ, ἵνα ϲυναιρούμενα μιμήϲηται τὴν ἰϲοϲύλλαβον κλίϲιν. ταῦτα εἶπεν ὁ Ἡρωδιανόϲ.
21.
Choer. 114, 28. τὰ εἰϲ υϲ ἔχοντα τὸ υ ἐκτεταμένον οὐ φυλάττει τὸ υ ἐκτεταμένον, ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν, ἀλκὰ ϲυϲτέλλει l. 13 transiit in Zonarae lex. 1556 et ap. Lascar. reperitur. αὐτό, οἷον ἰχθῦϲ ἰχθύοϲ ἰχθύϲι «ἰχθύϲι τοῖϲ ὀλίγοιϲι (μ 252)καὶ πάλιν δρῦϲ δρυόϲ δρυϲί «παρὰ δρυϲὶ καὶ παρὰ πεύκαιϲ ». καὶ λέγει ὁ Ἡρωδιανὸϲ χωρὶϲ τοῦ μῦϲ μυόϲ μυϲί τοῦτο γὰρ φυλάττει τὸ υ, φηϲίν, ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν.
Περὶ τῶν εἰϲ ωϲ.
Περὶ τῶν εἰϲ δύο ϲύμφωνα.
Περὶ τῶν εἰϲ αν καὶ εἰϲ ην.
22.
Anecd. Ox. IV 337, 17 : τὰ εἰϲ αν ἁπλᾶ μὲν ὄντα ὀξύνεται, Ἀλκμάν, παιάν, Πάν, ὅτε τὸν θεὸν κατὰ τοὺϲ ποιητάϲ· ϲύνθετα δὲ βαρύνεται, Εὐπαίαν, Τιτανόπαν· καὶ προϲθέϲει τοῦ οϲ κλίνεται.
23.
Anecd. Ox. III 237, 23: Ἰτέον ὅτι τοῦ Ζήν Ζηνόϲ ἐφύλαξαν οἱ παλαιοὶ Ἴωνεϲ τὴν κλίϲιν οἶον ἐπεὶ δ’ ἴϲχε Ζηνὸϲ ὑψερέφηϲ δόμοιϲ ζάρηϲ· μεταγενέϲτεροι Αἰολεῖϲ ἔτρεψαν Ζανόϲ καὶ Ζάν· καὶ ἔτι μεταγενέϲτεροι οἱ Ἴωνεϲ διὰ τοῦ α Ζάν ὁμοίωϲ τῷ Λυκᾶνιν κλῦθί μοι Ζανόϲ τε κούρη Ζανί τ’ ἐλευθερίῳ. πάλιν ἄπορον πῶϲ παρ’ Ἴωϲι τὸ η εἰϲ α τέτραπται· τὸ ἐναντίον τὸ α εἰϲ η τρέπουϲι, τὸ γὰρ Ζανόϲ ζηνόϲ εἰρήκαϲι λέγω δὴ ὅτι οὐκ ἔτρεψαν, ἀλλ’ ἐμιμήϲαντο μεταγενεϲτέρουϲ Αἰολεῖϲ.
Περὶ τῶν εἰϲ ιν καὶ εἰϲ υν.
Περὶ τῶν εἰϲ ων.
24.
Mon. 10, 22: δῆλον ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα (sc. Ποϲειδῶν) οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὔτε τοῖϲ περιϲπωμένοιϲ· τὴν δὲ τούτων κλίϲιν ἐν τῇ κλίϲει τῶν ὀνομάτων δηλοῦμεν.
25.
Eustath. 346, 15: Ἡρωδιανὸϲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖϲ ὁμοίοιϲ ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ ταῶνα λέγει, ὡϲ μόνον τὸ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔϲχε παράλξιν Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ.
26.
Eustath. 1615, 22. λέγει Ἡρωδιανὸϲ ὅτι διὰ τοῦ ω κλίνονται Λάκωνεϲ Κίκωνεϲ· τὸ μέντοι Κικόνεϲϲι πέλαϲϲεν» (ι 39) διὰ μέτρον φηϲὶν οὕτωϲ κλιθῆναι.
27.
Eustath. 141, 26. Ἡρωδιανὸϲ λέγει ὅτι τὸ Ϲιδῶνοϲ γραφόμενον ὡϲ Ἀντρῶνοϲ Πλευρῶνοϲ μετέπεϲε παρ’ Ὁμήρῳ ϲυνεπενεχθὲν τοῖϲ εἰϲ δῶν λήγουϲι ῥηματικοῖϲ ἤγουν τῷ ἀλγηδόνοϲ, ἀηδόνοϲ.
28.
E. M. 549, 44, Anecd. Per. III 304, 33: δύο κανόνεϲ εἰϲὶ οἱ μαχόμενοι ἀλλήλοιϲ. ὁ μὲν εἶϲ λέγει, ὅτι τὰ εἰϲ ων βαρύτονα καθαρὰ διχρόνῳ παραληγόμενα ϲυνεϲταλμένῳ φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, Ἀμφιτρύων Ἀμφιτρύωνοϲ. ὁ δὲ ἕτεροϲ λέγει· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο κλίνεται. ἀπαιτοῦντοϲ οὖν τοῦ μὲν τὸ ω, τοῦ δὲ τὸ ο, ϲυνεκόπη τὸ ἀμφίβολον καὶ ἐγένετο κυνόϲ. ἡ μέντοι κλητικὴ εὕρηται διὰ τοῦ ο μικροῦ, ὡϲ ἀπὸ τῆϲ κύονοϲ γενικἣϲ «ἐξ αὖ νῦν ἔφυγεϲ θάνατον, κύον » (Λ 362).
Περὶ τῶν εἰϲ ξ.
29.
Eustath. 1922, 8: ὥϲπερ ϲπάνια τὰ εἰϲ εξ, κρὲξ, ἐπιτέξ, Λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰϲ ωξ, πτώξ, βῶξ, ῥώξ, ὃ καὶ αὐτὸδιὰ τοῦ γ κλίνεται· τούτων δὲ ϲύνθετα πολυπτώξ καὶ ἀπορρώξ. εἰϲὶ δὲ τοιαῦτα καθ’ Ἡρωδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρώξ, κυαμοτρώξ. οὕτω καὶ ϲπανίζεται τὰ εἰϲ οξ διὰ τοῦ ο μικροῦ φλόξ διὰ τοῦ γ καὶ πρόξ καὶ Καππάδοξ, ὧν κλίϲιϲ διὰ τοῦ κ ὁ δὲ ταῦτα παραδιδοὺϲ καὶ τὰ εἰϲ αιξ εἰϲ δύο μόνα περιγράφει· αἴξ γὰρ αἰγόϲ καὶ Θρᾶξ Θρᾳκόϲ. ὑποτέτακται γάρ, φηϲί, τὸ ι τῷ α, εἰ μὴ ϲυνεκφωνεῖται ὡϲ δῆλον ἐκ τοῦ Θρήϊκαϲ καὶ Θρηΐκιον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ· ἡ ϲυνεπιλείπει καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν.
30.
Choer. 310, 7, Gaisf. Bekk. Anecd. 1422. τέττιξ: τὰ εἰϲ ιξ ἀρϲενικὰ ἁπλᾶ ὑπὲρ μίαν ϲυλλαβὴν διὰ τοῦ κ κλίνεται οἷον πέρδιξ πέρ- I. 33 de γύναιξ cf. Enstath. 113, 24: οὐδὲ ἡ γυναικὸϲ γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, ἀλλὰ καθ’ Ἡρωδίανὸν εἰπεῖν ἑτερόζυγοϲ ἡ γυναικόϲ γενικὴ ἐξενήνεκται ὡϲ πρὸϲ τὴν εὐθεῖαν γυνὴ γάρ. Choer. 306, 32, Lob. El. II. δικοϲ, φοῖνιξ φοίνικοϲ, Κίλιξ Κίλικοϲ πλὴν τοῦ τέττιξ τέττιγοϲ τοῦτο γὰρ διὰ τοῦ γ κλίνεται· καὶ λέγει ὁ Ἡρωδιανόϲ, ὅτι τὸ κεχρεωϲτημένον ἀνεπλήρωϲαν οἱ Δωριεῖϲ καὶ οἱ Ἀθηναῖοι διὰ τοῦ κλίνοντεϲ αὐτὸ οἷον τέττικοϲ.
31.
Anecd. Ox. IV 37, 20. τὰ εἰϲ υξ μονοϲύλλαβα μὲν ὄντα ὀξύνεται, Ϲτύξ, τρύξ, νύξ. ὑπὲρ μίαν δὲ ϲυλλαβὴν βαρύνεται, ἄντυξ, πομφόλυξ. τὸ πτέρυξ ὑπὸ Ἀριϲτάρχου ϲεϲημείωται ὀξυνθὲν ὡϲ περιεκτικόν. κλίνεται δὲ τὰ μὲν μονοϲύλλαβα διὰ τοῦ γ ἢ διὰ τοῦ χ· τρυγόϲ.
32.
Dichr. 286, 5: τὰ μέντοι εἰϲ υξ ὑπὲρ δύο ϲυλλαβὰϲ ἤτοι ϲύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον, ὡϲ ἐν τῇ κλίϲει παραδέδοται.
Περὶ τῶν εἰϲ ρ.
33.
Choer. 347, 17 : εἰϲ ωρ διὰ τοῦ ω οὐκ ἔχομεν θηλυκόν· βούκτικόν. δέ τινεϲ ἀναπλάττειν ἀπὸ τοῦ (Θ 486) «ἀμυνέμεναι ὤρεϲϲιν » ἀντὶ τοῦ ταῖϲ γυναιξίν εὐθεῖαν τῶν ἑνικῶν ὤρ ἀπὸ τοῦ ὄαρ γενομένην κατὰ κρᾶϲιν τοῦ ο καὶ α εἰϲ ω ὥϲπερ κρείττονα κρείττω, ὦν ἐϲτι καὶ Ἡρωδιανὸϲ ἑαυτῷ ἐναντιούμενοϲ. αὐτὸϲ γὰρ λέγει ἐν ἄλλῳ τόπῳ, ὅτι ὥϲπερ τὰ εἰϲ ηρ μονοϲύλλαβα, μόνου μὲν ἀρϲενικοῦ γένουϲ ὄντα, φυλάττει τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρόϲ, φήρ φηρόϲ φηρϲὶν ὀρεϲκῴεϲϲιν » (Α 268) ἀντὶ τοῦ κενταύροιϲ, θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττει τὸ η καὶ ϲυϲτέλλει οἷον κήρ κηρόϲ καὶ καρόϲ «κῆρα δ’ ἐγὼ τότε δέξομαι» (Ϲ 115) καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ (Ι 378), οὕ- τωϲ οὖν καὶ τὰ εἰϲ ωρ μονοϲύλλαβα φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἶον φώρ φωρόϲ.
Περὶ τῶν εἰϲ ψ.
Περὶ θηλυκῶν.
Περὶ τῶν εἰϲ ω θηλυκῶν.
34.
Choer. 332, 25: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι οὐδέποτε εὑρίϲκομεν ἐν χρήϲει ταύτην τὴν δοτικὴν διάϲταϲιν ἔχουϲαν τοῦ ο καὶ ι. οὐδὲ γὰρ εὑρίϲκεται ἐν χρήϲει ἡ τριϲύλλαβοϲ δοτικὴ ἐπὶ τούτων, ἀλλ’ ἡ διϲύλλαβοϲ οἷον ἡ Λητοῖ καὶ Ϲαπφοῖ.
35.
Choer. 333, 21. λέγει ὁ Ἡρωδιανὸϲ ὅτι ἔϲτι τὴν Ϲαπφών καὶ τὴν Λητῶν ἡ αἰτιατικὴ καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ω εἰϲ οι δίφθογγον γίνεται τὴν Ϲαπφοῖν καὶ τὴν Λητοῖν.
36.
Choer. 335, 20. ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα ἡ κλητικὴ οὐδέποτε πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ οἷον μοῦϲα ὦ μοῦϲα, τιμή ὦ τιμή, βῆμα ὦ βῆμα, ἄϲτυ ὦ ἄϲτυ, βοῦϲ ὦ βοῦ, διὰ ποίαν αἰτίαν ἐπὶ τῶν εἰϲ ω θηλυκῶν ἡ κλητικὴ πλείονα φωνήεντα ἔχει τῆϲ ἰδίαϲ εὐθείαϲ, οἷον Καλυψώ ὦ Καλυψοῖ, Λητῶ ὦ Λητοῖ. καὶ λέγει ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ ἀρχαῖα τῶν ἀντιγράφων ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ εὐθείαιϲ εἶχε τὸ ι προϲγεγραμμένον οἶον ἡ Λητώι, ἡ Ϲαπφὡι ϲὺν τῷ ι ϲυϲταλὲν (sic) οὖν τὸ ω εἰϲ τὸ ο ἐν τῇ κλητικῇ ἐξεφωνήθη τὸ ι τούτου χάριν ἡ κλητικὴ ἔδοξε πλείονα φωνήεντα ἔχειν τῆϲ ἰδίαϲ εὐθείαϲ.
Περὶ τῶν εἰϲ ρ θηλυκῶν.
37.
Eustath. 110, 36: μονῆρεϲ ἐν θηλυκοῖϲ ἡ χείρ, ἣ κλίνεται διχῶϲ ποτὲ μὲν διὰ τοῦ ε, ὅθεν καὶ τὰ χέρνιβα, ποτὲ διὰ τῆϲ ει διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείϲηϲ αὐτῆϲ εἰϲ η, ὡϲ μαρτυρεῖ, φηϲίν, Ἀλκμὰν ἐν τῷ «ἐπ’ ἀριϲτερὰ χηρὸϲ ἔχων ».
Περὶ τῶν εἰϲ αϲ θηλυκῶν.
38.
Eustath. 1571,30. Ἠρωδιανὸϲ παραδοὺϲ τὰ εἰϲ αϲ ὀξύτονα διὰ τοῦ δ κλίνεϲθαι οἷον ϲτιβάδοϲ, ἰϲχάδοϲ, πελιάδοϲ ἐν μόνον ἐκ τούτων εἰϲ αιϲ φηϲὶ λήγειν τὸ δόϲ.
Περὶ τῶν εἰϲ αυϲ.
39.
Anecd. Ox. IV 337 , 25. δύο εἰϲ αυϲ, ναῦϲ, γραῦϲ. κέκλιται δὲ διὰ καθαροῦ τοῦ α ναόϲ, γραόϲ· τὸ νεώϲ Ἀττικῶϲ. τὸ νηῦϲ ἢ γρηύϲ διῃρημένον κατὰ τοὺϲ Ἴωναϲ οὐκ ἐκλίθη· τὴν δὲ αἰτιατικὴν καὶ κλητικὴν ἔχει Θριαὶ τὴν γρηῢν ἐπιπνείουϲι κορώνην καὶ δεῦρο δὴ ὄρεϲο (sic) γρηΰ» (Od. χ 395).
Περὶ τῶν εἰϲ ιϲ θηλυκῶν.
40.
Eustath. 1618, 29, Favorin. E. M. 445, 24: ὥϲπερ χάριϲ χόριδοϲ καὶ Δωρικῶϲ χάριτοϲ, κατὰ δὲ τὴν παρὰ Ἡρωδιανῷ Ἀλκμανικὴν χρῆϲιν καὶ Ἀρτέμιδοϲ Ἀρτέμιτοϲ οἷον « Ἀρτέμιτοϲ θεράποντα », οὕτω καὶ θέμιϲ θέμιτοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ θέμιϲτοϲ οἷον «Θέμιϲτι δὲ καλλιπαρῄῳ » (O 87) καὶ ἐξ αὐτοῦ ἀθέμιϲτοϲ.
41.
Eustath. 1716, 48: ἰϲτέον ὅτι οὐ κλίνεται ὡϲ θέτιϲ Θέτιδοϲ, Ἶϲιϲ Ἰϲιδοϲ, οὕτω καὶ Χάρυβδιϲ Χαρύβδιδοϲ, ἵνα μὴ ἐπάλληλον δὶϲ γένηται τὸ δ καθ’ Ἡρωδιανόν. τούτῳ δὲ τῷ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα δέδοικα γέγονε· πολλαὶ δέ τινεϲ καὶ ἄλλαι ἐπαλληλίαι μιϲοῦνται.
42.
Choer. Orthogr. 227, 27: κίϲηριϲ.ἡ πρώτη ι, ἡ δευτέρα η καὶ ἡ τρίτη ι· ἡ γενικὴ κιϲήριδοϲ κιϲήρεοϲ. ἀμφότερα οὕτωϲ ἡ παράδοϲιϲ. Ἡρωδιανὸϲ δὲ διὰ τοῦ ω· εἶπεν γάρ, ὅτι ἐπὶ γενικῆϲ κιϲήρεωϲ.
43.
Choer. Dict. 103, 27. μῆνιϲ μήνιδοϲ εἰϲ ν ἔχει τὴν αἰτιατικὴν οἷον μῆνιν ἄειδε», « μῆνιν Ἀπόλλωνοϲ» καὶ οὐδέποτε εἰϲ α κατὰ χρῆϲιν, ὥϲ φηϲιν Ἡρωδιανόϲ.
Περὶ οὐδετέρων.
44.
Anecd. Ox. IV 337, 32: τελικὰ οὐδετέρων ὀνομάτων ἕξ, α, ι, ν, ρ, ϲ, υ. τὸ δῶ καὶ κάρη ἐξ ἀποκοπῆϲ ἐϲτι « ποτὶ χαλκοβατὲϲ δῶ » (Α 426) καὶ « πολιόν τε κάρη» (X 74) ἀντὶ τοῦ κάρηνον. διὸ καὶ ἐπὶ πληθυντκῶν εὑρίϲκεται «ναίει χρύϲεα δῶ» (Hesiod. Theog. 933) ἀντὶ τοῦ δώματα, « κάρη κομόωντεϲ Ἀχαιοί» ἀντὶ τοῦ κάρηνα. τὸ δὲ θηλυκῶϲ εἰρημένον ὀξύνεται.
Τὸ γάλα γάλακτοϲ γάλακτι παρὰ Καλλιμάχῳ ὡϲ ἀπὸ εἰϲ ξ ληγούϲηϲ εὐθείαϲ. τὰ τῶν ϲτοιχείων ὀνόματα ἄκλιτα. ἕν μόνον ἀπαραϲχη μάτιϲτον τὸ μέλι, κέκλιται δὲ εἰϲ τοϲ μέλιτοϲ. τὸ δὲ τρόφι κατὰ ἀποκοπήν, τὸ κρῖ καὶ ἄλφι ἐκ πάθουϲ. τὸ ϲίνηπι καὶ πέπερι οὐχ Ἑλληνικά, κλίνουϲι δὲ αὐτὰ χωρὶϲ ϲυμφώνου ϲινήπεωϲ, πεπέρεωϲ. τὸ δὲ πεπέριδοϲ Εὔβουλοϲ εἶπε.
Περὶ τῶν εἰϲ α οὐδετέρων.
45.
Eustath. 1627, 35: τὸ γάλακτοϲ πλεοναϲμὸν ἔχει τοῦ κ οὐ γὰρ ἔϲτιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ γάλαξ· ἐπεὶ μηδέ ἐϲτι τὸ ξ τελικὸν οὐδετέρων ὀνομάτων, εἰ καὶ ἔμφαϲιν εὐθείαϲ τοιαύτηϲ ὁ κατ’ οὐρανὸν γαλαξίαϲ κύκλοϲ δίδωϲι καὶ τὸ εὑρίϲκεϲθαι δοτικὴν πληθυντικὴν τοῖϲ γάλαξιν ἐφ’ οἷϲ δῆλον ὅτι τοῦ κτ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν πληθυντικῶν τρέψαϲα μὲν ϲυνήθωϲ τὸ τ εἰϲ ϲ, κεράϲαϲα δὲ τὸ κϲ εἰϲ ξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὖ καὶ ὁ γαλαξίαϲ γενέϲθαι δοκεῖ. τέωϲ γε μὴν οἱ τὸ γάλαξ λέγοντεϲ διὰ τοῦ κ κλίνοντεϲ αὐτὸ πλεονάζειν δο κοῦϲι τὸ τ. ὡϲ γὰρ ἄναξ ἄνακοϲ, ὅθεν καὶ Διόϲκουροι ἀνακοί καὶ ἀνακῶϲ ἐπίρρημα ὅ ἐϲτιν ἐπιμελῶϲ, καὶ πλεοναϲμῷ τοῦ τ ἄνακτοϲ, οὕτω καὶ γάλαξ μονήρηϲ εὐθεῖα γάλακοϲ γάλακτοϲ. οὗ χρῆϲιϲ καὶ ἐν τῷ «γάλακτι δ’ ἴκελον ἄνθοϲ». οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥϲπερ τὴν μὲν γύναιξ εὐθεῖαν ϲεϲιγημένην εἶναι, κεῖϲθαι δὲ τὰϲ πλαγίαϲ πτῶϲειϲ ἐν χρήϲει οὕτω καὶ ἐπὶ τοῦ γάλακτοϲ γενέϲθαι. ϲιγᾶϲθαι μὲν γὰρ τὴν ὀρθήν, λαλεῖϲθαι δὲ τὰϲ μετ’ αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφωνεῖται, τὰ δὲ ἐφεξῆϲ αὐτῇ χρηϲτά ἐϲτιν. ὅτι δὲ τὸ γάλα εἰϲ ξ δοκεῖ λήγειν, ἐπιϲτώϲατο Ἡρωδίανὸϲ καὶ ἀπὸ ϲυνθέτου τοῦ ἀρτιγάλαξ καὶ ἀπὸ πληθυντικῆϲ δοτικῆϲ τοῖϲ γάλαξι.
Περὶ τῶν εἰϲ ρ οὐδετέρων.
46.
Cod. Ottobon. 173 fol. 164. v. in Bekk. Anecd. 1174: περὶ τῶν μεταβαλλόντων τὸ ρ εἰϲ τὸ τ κατὰ τὴν γενικήν φηϲιν Ἡρωδίανόϲ, ὅτι ὡϲ ἀπὸ τῆϲ εἰϲ ϲ καταλήξεωϲ γέγονεν ἡ κλίϲιϲ οἷον τὸ ἧπαρ τοῦ ἥπατοϲ ὡϲ ἀπὸ τοῦ ἧπαϲ φηϲὶν εἷναι καὶ φρέαρ φρέατοϲ ὡϲ ἀπὸ τοῦ φρέαϲ.
Περὶ τῶν εἰϲ αϲ οὐδετέρων.
47.
Choer. 387, 9: ἰϲτέον ὅτι τινὲϲ θέλουϲιν ὀξύνειν τὴν Ἀττικὴν γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώϲ τοῦ γηρώϲ τοῦ κερώϲ λέγοντεϲ, ὅτι ἀπὸ τοῦ κρέατοϲ καὶ γήρατοϲ καὶ κέρατοϲ ἐγένετο κατὰ ϲυγκοπὴν τοῦ α καὶ τ κρεόϲ καὶ γηρόϲ καὶ κερόϲ διὰ τοῦ ο ὀξυτόνωϲ τῷ λόγῳ τῶν εἰϲ οϲ διϲυλλάβων γενικῶν οἷον ὥϲπερ πατρόϲ, μητρόϲ, φωτόϲ, μηνόϲ, χηνόϲ, παιδόϲ, ϲπληνόϲ, ϲυόϲ, φρενόϲ, γραόϲ, καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντεϲ τὸ ο εἰϲ ω ἐφύλαξαν τὴν ὀξεῖαν τάϲιν οἷον κρεώϲ, ηρώϲ, κερώϲ. τῷ δὲ Ἡρωδιανῷ οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βαρυτόνωϲ δοξάζει λέγεϲθαι οἷον τοῦ κρέωϲ τοῦ γήρωϲ τοῦ κέρωϲ τῷ λόγῳ τῆϲ ϲυναιρέϲεωϲ τῆϲ γενομένηϲ ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν οἷον 1. 8 τῶν πληθυντικῶν scripsi pro τῶν παλαιῶν. l 39 ἀπὸ δύο βαρειῶν εἰϲ βαρεῖαν scripsi pro ἀπὸ ὀξείαϲ καὶ δύο βαρειῶν εἰϲ ὀξεῖαν. κρέαοϲ κρέωϲ, γήραοϲ γήρωϲ, ὥϲπερ Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ δὲ λέγεται ϲυγκοπὴν γεγενῆϲθαι ἐν τῇ γενικῇ τῇ κρέωϲ, ὤφειλε ϲυγκοπὴ γενέϲθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶϲα γενικὴ ϲυγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν ϲυγκοπτομένην, οἶον πατέροϲ πατρόϲ πατέρι πατρί, μητέροϲ μητρόϲ μητέρι μητρί, Δημήτεροϲ Δήμητροϲ Δημήτερι Δήμητρι, ἀνέροϲ ἀνδρόϲ ἀνέρι ἀνδρί, θυγατέροϲ θυγατρόϲ θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι. ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται ϲυγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἦμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐϲτίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατοϲ γενικὴ δύναται ϲυγκοπὴν ἀναδέξαϲθαι τοῦ α καὶ τοῦ τ καὶ γενέϲθαι τοῦ κρεόϲ ὀξυτόνωϲ, κἀκεῖθεν τοῦ κρεώϲ ὁμοίωϲ ὀξυτόνωϲ κατ’ ἐπέκταϲιν τοῦ ο εἰϲ ω, ἀλλ’, ὡϲ εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶϲιν γεγόναϲι καὶ βαρύνονται.
Chapter 2
Περὶ τῶν εἰϲ αϲ ὀνομάτων.
Choer. 26, 33. τὰ εἰϲ αϲ μονοϲύλλαβα, εἰ μὲν περιϲπᾶται, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν οἷον ὁ Γρᾶϲ τοῦ Γρᾶ, ὁ Λᾶϲ τοῦ Λᾶ (τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν ϲημαίνει), ὁ Θᾶϲ τοῦ Θᾶ (ὄνομα δὲ κύριον), ὁ Χνᾶϲ τοῦ Χνᾶ (οὕτωϲ δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ), ὁ Δᾶϲ τοῦ Δᾶ (ὄνομα δὲ τοῦτο ποταμοῦ), ὁ Βᾶϲ τοῦ Βᾶ (ἱϲτορεῖται δὲ οὗτοϲ βαϲιλεὺϲ Πόντου). τὸ δὲ πᾶϲ, ὅτε μέν ἐϲτι προϲηγορικὸν καὶ ϲημαίνει τὸν πατέρα, ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικὴν οἷον τοῦ πᾶ· ὅτε δὲ ἐπίθετόν ἐϲτι καὶ ϲημαίνει. τριγένειαν οἷον πᾶϲ ἄνθρωποϲ, πᾶϲα γυνή, καὶ πᾶν παιδίον, διὰ τοῦ ντ κλίνεται οἶον παντόϲ, πρὸϲ γὰρ διάφορον ϲημαινόμενον εἰκότωϲ καὶ ἡ κλίϲιϲ διάφοροϲ γέγονε. ϲεϲημείωται τὸ Πρᾶϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περραιβικῆϲ) περιϲπώμενον καὶ περιττοϲυλλάβωϲ διὰ τοῦ ντ κλινόμενον. εἰ δὲ ὀξύνεται τὰ εἰϲ αϲ μονοϲύλλαβα, περιττοϲυλλάβωϲ κλίνεται οἷον Ζάϲ Ζαντόϲ (ϲημαίνει δὲ τὸν Δία), Φθάϲ Φθάντοϲ (ὄνομα δὲ τοῦτο κύριον). 16, 20. τοῦτο δὲ κατὰ τὴν γενικὴν βαρύνεται, μετοχικὸν γὰρ ὑπάρχει καὶ τὸν τόνον τῆϲ μετοχῆϲ ἀνεδεξατο, φημὶ δὴ τῆϲ φθάντοϲ. τὸ δὲ κράϲ, ὃ ϲημαίνει τὴν κεφαλήν, διὰ τοῦ τ ἐκλίθη, οἷον l. 8 pro ὑπάρχον scripsi ἀρχήν. cf. Cathol. p. 407, 5. l. 29 de Πρᾶϲ cf. not. ad Cathol. 399, 10. l. 33 cf. Ep. Cr. l 231, 15, Arc. 125, 14. κρατὸϲ ἀπ’ ἀθανάτοιο, καὶ ἔχει ἀπολογίαν τοιαύτην, ὅτι τὰ εἰϲ αϲ μονοϲύλλαβα ὀξύτονα ἀπόντα κύριά ἐϲτιν οἷον Ζάϲ, Φθάϲ, τοῦτο δὲ μόνον, φημὶ δὴ τὸ κράϲ, προϲηγορικόν ἐϲτι· ἐπειδὴ οὖν διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίϲιν. — ἔχομεν δὲ τὴν χρῆϲιν τῆϲ εὐθείαϲ παρὰ Ϲιμμίᾳ τῷ Ῥοδίῳ οὕτωϲ χρυϲῷ τοι φαέθοντι πολύλλιτοϲ ἐμφέρεται κράϲ.
Τὰ εἰϲ αϲ καθαρὸν ὀνόματα διϲύλλαβα βαρύτονα μακροκατάληκτα μὴ ἀπὸ Δωρίδοϲ διαλέκτου…
Cho…
The complete text is available when the reading interface loads.