Περὶ παρωνύμων
- Scientific editors
- August Lentz
- Edition reference
- Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg026.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
1.
Π. Pros. Ν 102 φυζακινῇϲ ὁμοίωϲ ἀναγνωϲτέον τῷ ἐαρινῇϲ. πῶϲ δ’ ἐϲχημάτιϲται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων.
2.
Schol. ad Dionys., Βekk. An. 850, 28: τὰ εἰϲ ὄηϲ ἀποβάλλοντα τὴν δη ποιεῖ θηλυκόν, Τανταλίδηϲ Τανταλίϲ,Πηληϊάδηϲ Πηλϊάϲ, Αἰνειάδηϲ Αἰνειάϲ —καὶ τὸ μὲν Χρυϲηΐϲ καὶ Nηρηΐϲ ἀπὸ τοῦ Χρυϲεύϲ Νηρεύϲ· τὸ δὲ Εὐξαντιάϲ ἀπὸ τοῦ Εὐξάντιοϲ. τὸ δὲ Εὐξαντίδοϲ παρὰ Καλλιμάχ ὕφεϲιν ἔχει τοῦ α. τὸ Ἑλικωνιάϲ πλεονάζει. οὕτωϲ ἀπὸ τῶν εἰϲ δηϲ ἀρϲενικῶν ϲχηματίζουϲι τὰ θηλυκὰ πατρωνυμικὰ οἱ περὶ Ἀπολλώνιον. Ἡρωδιανῷ δὲ τοῦτο οὐ δοκεῖ φάϲκοντι μὴ δύναϲθαι τοιοῦτον παραϲχηματιϲμὸν εἶναι διὰ τὴν κατάληξιν, διὰ τὸν χρόνον, διὰ τὴν γένεϲιν. τὰ γὰρ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ ἀπὸ τῆϲ γενικῆϲ κανονίζεται. ἐκ μὲν μακροκαταλήκτου γίνεται μακροκατάληκτα οἷον φίλου φίλη καὶ 1. 13 post διφρεύω omisi verba χωρὶϲ τῶν ἀπὸ μελλόντων γινομένων ἀποβολῇ τὸῦ ω οἶον ἐλπίζω ἐλπίϲω ἐλπίϲ, ἰϲχύω ἰϲχύϲω ἰϲχύϲ, quae ab Herodiani, qui potius verba ex nominibus propagavit, doctrina abhorrent. Reliqu ab Herodiano profecta esse demonstrari potest, de μόνοϲ μονῶ ef. Arcad. 149 περιϲπᾶται τὰ ἔχοντα προυπάρχοντα ὀνόματα φόβοϲ φοβῶ, κόποϲ κοπῶ, κτύποϲ κτυπῶ, a qua norma declinasse Herodianum in Schol. Dionys. 649 ὅροϲ ab ὁρῶ ducentem monuit Lobeck. Rhemat. p. 288. De λέγω λόγοϲ, φέρω φόροϲ cf. Arcad. 68 17. l. 18 cf. περὶ ποϲότητοϲ p. 297, 28 τὰ εἰϲ νοϲ ὀξύτονα παρώνυμα διὰ τῆϲ εῖ διφθόγγου γράφεται εἰ μὴ καιρὸν ϲημαίνει οἶον ἐλεεινόϲ, ὀρεινόϲ, φωτεινόϲ, τὸ δὲ χειμερινόϲ θερινόϲ ἐπὶ καιροῦ διὰ τοῦ ῑ —p. 298, 9 τὸ φυζακινόϲ λεπτακινόϲ διὰ τοῦ ῑ γραφόμενα οὐκ ἀντίκειται ἡμὶν. ἀπὸ οὖν τοῦ φύζα τοῦ ϲημαίνοντοϲ τὴν φυγήν γέγονε φυζεινόϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ γέγονε φυζακινόϲ διὰ τοῦ ῑ τὸ λεπτακινόϲ καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ λεπτόϲ λεπτεινόϲ διὰ διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ λεπτακινόϲ διὰ τοῦ ῑ. l. 21 cf. Lobeck. Proll. p. 48. βραχυκαταλήκτου ὁμοίωϲ μέλανοϲ μέλαινα. εἰ οὖν Πριαμίδου, πῶϲ μὴ εἰϲ η τὸ θηλυκόν, οὐ γὰρ καθαρὸν ἢ τὸ ρ ἔχει ὡϲ τὸ ῥοδιά φοβερά. πῶϲ καὶ εἰϲ ιϲ καὶ βραχύ; πῶϲ δὲ καὶ τὸ νοητὸν ἔχει; Πριαμίϲ γὰρ οὐχ ἡ Πριαμίδου. οὐκοῦν ἀπὸ γενικῆϲ τοῦ πρωτοτύπου καὶ τὸ Πριαμίδηϲ καὶ τὸ Πριαμίϲ καὶ τὸ Θηϲηΐϲ ἡ Θηϲέωϲ θυγάτηρ.
3.
Steph. Βyz. 3, 12, Mein.: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιοϲ εἶναι τὸ Ἀβαντιάϲ ὡϲ ἀπὸ τοῦ Ἑλικώνιοϲ Ἑικωνιάϲ, Ὀλύμπιοϲ Ὀλυμπιάϲ, Δήλιοϲ Δηλιάϲ. τὸ δὲ Ἀβαντίϲ ἀπὸ τῆϲ Ἄβαντοϲ γενικῆϲ ὡϲ Ἑλικωνίϲ τῆϲ λικῶνοϲ, Βίϲτονοϲ Βιϲτονίϲ, Αὔϲονοϲ Αὐϲονίϲ. ἴϲωϲ δὲ καὶ τὸ Ἀβαντιάϲ ἀπὸ τοῦ Ἀβαντίϲ παρήχθη ὡϲ ἀπὸ τοῦ Λέϲβοϲ Λεϲβίϲ Λεϲβιάϲ, Ἀχαιΐϲ Ἀχαιιάϲ Ἀχαιιάδων εὐπέπλων» (Ε 424. φ 160). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιοϲ Ἀβαντιάϲ τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ Ἀλμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει.
4.
E.M.175, 30: Ἀφαρεύϲ: ὁ ἥρωϲ Ἀφαρῆά τε Δηΐπϲρόν τε (Ι 83). ὁ δὲ Ἀπολλώνιοϲ (Ι 151) καὶ Πνδαροϲ (Nem. 10, 65) Ἀφάρηϲ ὑποτιθέαϲι τὴν εὐθεῖαν. εἴρηται οὖν παρὰ τὸ φάροϲ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτελλόμενον καὶ ἐν παραγωγῇ Ἀφαρεύϲ. ὁ δὲ Ἡρωδιανόϲ φηϲι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τῆϲ Ἄρηϲ ϲυγκεῖϲθαι, Τυνδάρηϲ Ἀμφιάρηϲ καὶ Ἀμφιάραοϲ. γέγονεν οὖν καὶ τὸ Ἀφάρηϲ οὕτωϲ. εἶτα παρώνυμον Ἀφαρεύϲ. ὁ δὲ Κράτηϲ παρὰ τὸ ἄφαρ ἐπίρρημα.
5.
E. M. 387, 44 ἐτώϲιον: ἐκ τοῦ ἔω τὸ ὑπάρχω ἐτόϲ ὁ ἀληθήϲ. μετὰ τοῦ ϲτερητικοῦ α ἄετοϲ, τὸ πληθυντικὸν ἄετοι ἀετῶν ἀετώϲιοϲ καὶ ἀφαιρέϲει ἐτώϲιοϲ. κανῶν γάρ ἐϲτιν ὁ λέγων, αἱ διὰ τοῦ ιοϲ γινόμεναι παραγωγαὶ ἀπὸ γενικῆϲ τῶν πληθυντικῶν διχῶϲ ϲχηματίζονται καὶ διὰ τοῦ ϲ καὶ διὰ τοῦ ν ἡ μὲν τῶν Ῥηγίνων διάλεκτοϲ διὰ τοῦ ϲ ὡϲ ἐτώϲιοϲ. ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν ὡϲ Ἑλικώνιοϲ.
Chapter 2
Περὶ τῶν εἰϲ ν παρωνύμων.
Arcad. 10, 24: τὰ ἀπὸ ϲυνθέτων εἰϲ οϲ παραχθέντα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου βαρύνεται ἄπειροϲ ἀπείρων, ἀγκύλοϲ ἀγκύλων.
Theogn. 28, 16: τὰ εἰϲ ων παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκ πρωτοτύπου φωνῆϲ ἔχοντα τὴν ει δίφθογγον ταύτην φυλάττει καὶ ἐπὶ τοῦ παραγωγοῦ, Καδμεῖοϲ Καδμείων, Βακχεῖοϲ Βακχείων, Ἀργεῖοϲ Ἀργείων.
Theogn. 29, 22: τὰ εἰϲ ων παρώνυμα μὴ κοινωνοῦντα θηλυκῷ γένει κατὰ τὴν φωνὴν διὰ τοῦ ω κλίνεται, Φίλων, Ἀγάθων, Μελίτων, Νίκων. πρόϲκειται «μὴ κοινωνοῦντα κτλ.» διὰ τὸ ἄπειροϲ ἀπείρων, ἀϲχήμων, εὐϲχήμων, λευχίμων, μελανείμων, χαιρήμων, p. 31, 21 κατάπυγοϲ καταπύγων, ἔγκυμοϲ ἐγκύμων.
Theogn. 30, 22: Ἅβρων Ἄβρωνοϲ παρώνυμον.
Theogn. 32, 30: Κελάδων παρώνυμον ἀπὸ τοῦ κέλαδοϲ; 33, 1 κόρυδοϲ Κορύδων, κίναδοϲ Κινάδων; 33, 18 καύϲων καύϲωνοϲ παρώνυμον (sc. ἀπὸ τοῦ καῦϲοϲ); 35, 4 Τίμων Ϲίμων παρώνυμα.
Περὶ τῶν εἰϲ ρ.
An. Ox. IV 329, 19: τὸ ἐτήρ παρὰ τὸ ἔτοϲ Ϲοφοκλῆϲ ἐτῆραϲ ἀμνοὺϲ θεοῖϲ ἔρεξ’ ἐπακτίοιϲ. γράφεται καὶ εὔειραϲ.
Περὶ τῶν εἰϲ ηϲ.
Choer. 47, 14: τὰ ἀπὸ τῶν εἰϲ η θηλυκῶν εἰϲ ηϲ γινόμενα βαρύτονα μὴ ἔχοντα οὐδέτερον εἰϲ εϲ εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον λέϲχη Λέϲχηϲ, ἀράχνη ἀράχνηϲ, κόμη ἀκειροκόμηϲ, δίκη ἑλλανοδίκηϲ, γυνή ὁ μιϲογύνηϲ, χαίτη κυανοχαίτηϲ, τέχνη κλυτοτέχνηϲ, κόμη Κόμηϲ, γύη γύηϲ. τὸ δὲ Εὐτυχήϲ Εὐτυχοῦϲ παρὰ τὸ τύχη ἐϲτὶν ὀξύτονον, τὸ δὲ τανυήκηϲ τανυήκουϲ παρὰ τὸ ἄκη ἔχει οὐδέτερον εἰϲ εϲ.
Choer. 51, 9: τὰ ἀπὸ τῶν εἰϲ οϲ εἰϲ ηϲ γινόμενα βαρύτονα εἴτε ἁπλᾶ εἶτε παραϲύνθετα εἰϲ τὴν ου δίφθογγον ἔχει τὴν γενικὴν οἷον Ἄραξοϲ Ἀράξηϲ Ἀράξου, Λάπιθοϲ Λαπίθηϲ, εἴϲπνηλοϲ εἰϲπνήληϲ, ἑπτάπουϲ ἑπτάποδοϲ ἑπταπόδηϲ, εὔπατριϲ εὐπάτριδοϲ εὐπατρίδηϲ, Οἰδίπουϲ Οίδίποδοϲ Οἰδιπόδηϲ.
Arcad. 27, 1: τὰ εἰϲ τηϲ ἀρϲενικὰ παρώνυμα ὑπὲρ δύο ϲυλλαβὰϲ βραχείᾳ παραληγόμενα βαρύνεται ἀγρότηϲ, δημότηϲ καὶ τὰ δὲ φύϲει μακρᾷ παραληγόμενα κομήτηϲ, πεδήτηϲ, πλανήτηϲ, ἀλήτηϲ, ὑπηνήτηϲ, κορυνήτηϲ, νικήτηϲ κτλ., πολίτηϲ, τεμενίτηϲ, εὐρρείτηϲ, βαθυρρείτηϲ, πρεϲβύτηϲ, Ἀρχύτηϲ.
Arc. 27, 17: τὰ εἰϲ ηϲ κύρια ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων ϲύνθετα βαρύνεται, Δημοϲθένηϲ, Διογένηϲ καὶ τὰ ἔχοντα η ἐν τῇ παραληγούϲῃ ἀπὸ διϲυλλάβου ϲυνήθηϲ, κακοήθηϲ. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα ὀξύνεται, εὐγενήϲ, ἀγενήϲ, εὐμενήϲ, εὐτυχήϲ.
Arc. 27, 22: τὰ εἰϲ ηϲ παρὰ τὸ ἔτοϲ καὶ ἔργον ὀξύνεται διετήϲ, τριετήϲ, λεπτουργήϲ, Ναξιουργήϲ.
Arc. 27, 24: τὰ εἰϲ ηϲ ἀπὸ τῶν εἰϲ υϲ ὀξυτόνων μὲν ὀξύνεται, βριθύϲ ἐμβριθήϲ, βαρύϲ ἀβαρήϲ, βαρυτόνων δὲ βαρύνεται πῆχοϲ τριπήχηϲ, τετραπήχηϲ.
Ε. Μ. 435, 43: τὰ διὰ τοῦ ηθηc ϲόνθετα παρώνυμα βαρύνεται οἷον ἤθοϲ εὐήθηϲ, ϲυνήθηϲ, κακοήθηϲ, ἀληθήϲ φιλαλήθηϲ, παναλήθηϲ.
Περὶ τῶν εἰϲ ιϲ.
Epim. Cr. I 224, 31: τὰ εἰϲ ιϲ παρώνυμα ὀξύνεται, δρυμόϲ Δρυμίϲ, λόγοϲ Λογίϲ, φορμόϲ φορμίϲ, Κάδμοϲ Καδμίϲ· τὸ ἄϲιϲ ἀντιπίπτει, ὑπόκειται γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτοῦ γένουϲ παραλαμβανόμενα καὶ ταὐτὰ ϲημαίνοντα ὁμοτονεῖ φήμη φῆμιϲ, ἄϲη ἄϲιϲ.
Arc. 28, 24: τὰ εἰϲ ιϲ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνεται Πριαμίϲ, Τανταλίϲ, Τυνδαρίϲ.
Arc. 29, 13: τὰ εἰϲ βιϲ ὑπερδιϲύλλαβα παρώνυμα ὀξύνεται Νιοβίϲ, Λυκαμβίϲ, Περραιβίϲ. ϲεϲημείωται τὸ κάνναβιϲ.
Arc. 31, 19: τὸ κάβαλλιϲ ἐπιθετικὸν παρώνυμον ἀπὸ τῶν εἰϲ ηϲ βαρύνεται τῶν ἄλλων εἰϲ αλλιϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνομένων.
Arc. 31, 24: τὰ εἰϲ λιϲ παρώνυμα τῷ ω ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, Πακτωλίϲ, Αἰτωλίϲ, Ἰουλίϲ.
Arc. 32, 27: τὰ παρώνυμα εἰϲ ξιϲ ὀξύνεται ἅμαξα ἁμαξίϲ, πύξοϲ πυξίϲ, ὄξοϲ ὀξίϲ.
Arc. 33, 16: τὰ εἰϲ ιϲ διϲύλλαβα ὑποκοριϲτικὰ ἢ πατρωνυμικῆϲ ἐννοίαϲ ἐχόμενα ὀξύνεται, Τευκρίϲ, χειρίϲ. — Dichr. 299, 12: καρίϲ παρὰ τὸ κάρη.
E. M. 476, 46: τὸ θοῦριϲ παρὰ τὸ θοῦροϲ γίνεται.
Arc. 34, 5: τὰ εἰϲ ριϲ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ α, εἰ εἴη ὡϲ ὑποκοριϲτικὰ ἢ πατρωνυμικά, ὀξύνεται, Μεγαρίϲ, βλεφαρίϲ, θεαρίϲ ἡ θεωρίϲ.
Arc. 34, 22: τὰ εἰϲ ϲιϲ παρώνυμα χαίρει τῇ ὀξείᾳ Χρύϲηϲ Χρυϲίϲ, νῆϲοϲ νηϲίϲ. ϲεϲημείωται τὸ ἄϲιϲ ὁ ῥύποϲ ἀπὸ τοῦ ἄϲη γεγονόϲ.
Arc. 35, 24: τὰ εἰϲ ιϲ θηλυκὰ ἀπὸ τῶν εἰϲ ηϲ ἀρϲενικῶν γινόμενα πρὸ μιᾶϲ ἔχει τὸν τόνον ὁ κυνηγέτηϲ ἡ κυνηγέτιϲ, ὁ δεϲπότηϲ ἡ δεϲπότιϲ, ὁ πολίτηϲ ἡ πολῖτιϲ χωρὶϲ τῶν ἀπὸ τῆϲ κοίτηϲ καὶ πωλῶ. ταῦτα γὰρ προπαροξύνεται ἄκοιτιϲ, παράκοιτιϲ, ἀρτόπωλιϲ, λαχανόπωλιϲ. τὸ Ϲκυθίϲ δὲ διϲυλλαβοῦν ὀξύνεται ὡϲ τὸ Περϲίϲ.
Περὶ τῶν εἰϲ οϲ.
Arc. 38, 14: τὸ γόαοϲ ἐκ τοῦ γόηϲ γέγονε.
E. M. 75, 23: πολὺϲ ὁ τοιοῦτοϲ χαρακτὴρ sc. in διοϲ: παυρίδιοϲ, νυμφίδιοϲ Arc. 39, 19.
Arc. 40, 5: ὅϲα ἀπὸ τῶν εἰϲ ξ ἢ ρ γίνεται διὰ τοῦ ῑ βραχέοϲ, προπαροξύνεται, Θρηΐκιοϲ, Κιλίκιοϲ, Φαιάκιοϲ, μακάριοϲ, ϲωτήριοϲ.
Arc. 40, 11: τὰ διὰ τοῦ ιοϲ ἐθνικὰ ἢ τοπικὰ προπαροξύνεται θαλάϲϲιοϲ, ἐντόπιοϲ, ἐνδάπιοϲ. τὸ δὲ χλωριόϲ ὀξύνεται καὶ θαλαμιόϲ ὁ κωπηλάτηϲ.
Arc. 40, 14: τὰ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιοϲ προπαροξύνεται ϲυνεϲταλμένου τοῦ ῑ, πολέμιοϲ, ποτάμιοϲ, μίϲθιοϲ, ῥύθμιοϲ, δέϲμιοϲ. Φρυγίοϲ δὲ τὸ κύριον παροξύνεται.
Arc. 42, 28: πᾶν εἰϲ οϲ καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ αι διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτόνου θηλυκοῦ γένοιτο, προπεριϲπᾶται, ἀρχή ἀρχαῖοϲ, ἀλκή ἀλκαῖοϲ, κορυφή κορυφαῖοϲ.
Il. Pr. Λ 301: τὰ ἀπὸ τῶν εἰϲ α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα Μουϲαῖοϲ, γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ, Ἀϲαῖοϲ. παρὰ γὰρ τὸ αἶϲα γέγονεν καὶ ἐξέϲτη πρότερον τὸ ῑ· οὐ μάχεται τὸ Ἥραιοϲ προπαροξύτονον. πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου ἐπιθετικοῦ ἐγένετο.
Theogn. 52, 22, E. M. 7, 42 et 198, 54: τὰ ἀπὸ τῶν εἰϲ α ἢ η ἢ εἰϲ οϲ παραγόμενα προπεριϲπᾶται ὥρα ὡραῖοϲ, θύρα θυραῖοϲ, Πέλλα Πελλαῖοϲ, ὕλη ὑλαῖοϲ, πύλη πυλαῖοϲ, ἀγέλη ἀγελαῖοϲ τὸ δὲ Ἀγέλαιοϲ κύριον προπαροξύνεται δρόμοϲ δρομαῖοϲ. τὸ δὲ φύλαιοϲ καὶ δείλαιοϲ προπαροξύνονται καὶ τὸ δίκαιοϲ δὲ καὶ βίαιοϲ προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ῑ ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεϲθαι θέλει.
Arc. 44, 3: τὰ παρώνυμα παρ’ οὐδετέρων γινόμενα ὀξύνεται, γῆραϲ γηραιόϲ, κράτοϲ κραταιόϲ, (E. Μ. 539, 18) εἰ μὴ ἔχοι κτητικὴν ϲημαϲίαν ὡϲ τὸ κνέφαϲ κνεφαῖοϲ, οὖδαϲ οὐδαῖοϲ. Choer. Οrth. 174, 27, Arc. 44, 15, Steph. Byz : τὰ διὰ τοῦ ειοϲ κτητικὰ προπαροξύνεται, θήρειοϲ, μήλειοϲ, χήνειοϲ, κήλειοϲ ὁ καυϲτικόϲ, ἄρνειοϲ, ἀνθρώπειοϲ τὰ δὲ τοπικὴν ἔννοιαν ἔχοντα προπεριϲπᾶτϲι οἰκεῖοϲ, ἀϲτεῖοϲ, ἀγρεῖοϲ.
Il. Pr. Β 269, Choer. Orth. 173, 26: τὰ εἰϲ ειοδ ἐν τῇ πρὺτῃ ϲυλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο ϲυμφώνων μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, Καδμεῖοϲ, Βακχεῖοϲ.
Il. Pr. Φ 471: τὰ ἀπὸ τῶν εἰϲ οϲ οὐδετέρων παραγόμενα διὰ τῆϲ ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰϲ οϲ λήγοντι οὐδετέρῳ ἢ δύο ϲύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆϲ πρώτηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ οἷον ἕλοϲ ἕλειοϲ διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α. τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλαξάμην δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεϲθαι ἡ παραγωγὴ πελάγιοϲ, ἄγιοϲ, Θάλπιοϲ.
Steph. Byz. 325, 1 coll. Arc. 51, 8; 71, 9; 67, 15 65, 1 et 1. 4 pro χλωριόϲ supra Ϲath. p. 119, 25 χαραδριόϲ scriptum est. l. 6 pro Φρυγίοϲ Cath. p. 119, 31 Κλυτίοϲ sϲriptum est. Il. Pr. Β 847 et 672: ἀπὸ τῆϲ Ἴβηροϲ γενικῆϲ βηροϲ εὐθεῖα ὡϲ τῆϲ φύλακοϲ ὁ Φύλακοϲ «αὐτὸϲ Ἴβηροϲ τραγοπώγων » (Com. ed. Mein. II 78) ἐν Μαλθακοῖϲ Κρατίνου. καὶ Ἀπολλώνιοϲ μὲν ἐν τοῖϲ παρωνύμοιϲ φηϲίν · « ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο ϲυλλαβὰϲ ὁμοίωϲ τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι καὶ ἢ ἐν ἁπλῷ ϲχήματι ἢ ἐν ϲυνθέτῳ ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυροϲ ὁ μάρτυροϲ, Χάροψ Χάροποϲ ὁ Χάροποϲ Χαρόποιό τ’ ἄνακτοϲ (Β 672), Τροίζην Τροίζηνοϲ ὁ Τροίζηνοϲ «υἱὸϲ Tροιζήνοιο (Β 847), Ἴβnρ Ἴβηροϲ ὁ Ἴβηροϲ ». τὸ αὐτὸ καὶ Ἄβρων ἐν παρωνύμοιϲ φηϲίν ἀλλὰ τὰ παρὰ γενικῆϲ ἀναπεμφθέντα κατὰ τὸν τόνον ϲυνομοιοῦται τῷ χαρακτῆρι τῆϲ εὐθείαϲ. τὸ γὰρ φυλακόϲ προϲηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰϲ ακοϲ ὑπερδιϲυλλάβων προϲηγορικῶν, τὸ δὲ μάρτυροϲ ἠκολούθηϲε τῷ ἄργcροϲ, τὸ δὲ Ἴβηροϲ τῷ Ὅμηροϲ, ϲίδηροϲ, τὸ Χάροποϲ τῷ Ἄροποϲ, Ἀϲτέροποϲ. τὸ δὲ Τροίζηνοϲ ἀπὸ Τροιζήν ὀξυτόνου εἰϲ ἰδιότητα βαρύνεται ὡϲ καὶ τὸ Φύλακοϲ κύριον.
Il. Pr. Ο 705 ὠκυάλου: ἐψίλωϲαν τὸ α παραγωγὴν δεξάμενοι καὶ οὐ ϲύνθεϲιν· καὶ οὕτωϲ ἡ παράδοϲιϲ ἐπείϲθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆϲ λέξεωϲ ϲημαίνεται. ἡ δὲ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἰδίον τηρεῖ πνεῦμα, ἀμφίἁλοϲ, ἀγχίἁλοϲ, ὕφαλοϲ, ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται ψιλούμενον. Arc. 57, 21: τὸ ἕωλοϲ ὁ χθεϲινὸϲ προπαροξύνεται ὡϲ παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.
Il. Pr. 228: τὸ φωριαμόϲ τὸ κιβώτιον ἢ παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὸ φάρη φυλάϲϲειν παρῆκται. ἔϲτι φωραμόϲ καὶ. πλεοναϲμῷ τοῦ ῑ φωριαμόϲ.
E. M. 261, 40: δεῖμοϲ ὁ φόβοϲ· ὥϲπερ ἀπὸ τοῦ ἄνθοϲ γίνεται ἄνθιμοϲ καὶ ἀπὸ τοῦ κῦδοϲ κύδιμοϲ, οὕτω καὶ ἀπὸ τοῦ δέοϲ δέϊμοϲ καὶ δεῖμοϲ ὁ δέοϲ ἐμποιῶν, ὄνομα πρέπον Ἄρεοϲ παιδί. μηρὸϲ « Δεῖμόϲ τε Φόβοϲ τε (Λ 37).
Ε. Orion. 89, 4: ὄρχαμοϲ παρὰ τὴν ἀρχὴν ἄρχαμοϲ καὶ ὄρχαμοϲ.
Arcad. 65, 2, Thcogn. 67, Π. Pr. Β 847 et St. B. Γερηνία et. p. 203, 22 et 325, 6: τὰ εἰϲ ηνοϲ παρώνυμα κατὰ τροπὴν γένουϲ θηλυκοῦ εἰϲ τὴν εἰϲ οϲ κατάληξιν γενόμενα προπαροξύνεται, πήνη Ὕπηνοϲ, Μυκήνη Μύκηνοϲ, Κυλλήνη Κύλληνοϲ καὶ τὰ παρὰ γενικῆϲ ἀναπεμφθέντα, Τροίζηνοϲ «υἱὸϲ Τροιζήνοιο ». ἀπὸ γὰρ γενικῆϲ τῆϲ Τροιζῆνοϲ ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνοϲ ὁ Γέρηνοϲ. Ἡϲίοδοϲ ἐν α καταλόγων «κτεῖνε δὲ Νηλῆοϲ ταλαϲίφρονοϲ υἱέαϲ ἐϲθλοὺϲ ἕνδεκα, δωδέκατοϲ δὲ Γερήνιοϲ ἱππότα Νέϲτωρ ξεῖνοϲ ἐὼν ἐτύχηϲε παρ’ ἱπποδάμοιϲι Γερήνοιϲ». καὶ αὖθιϲ «Νέϲτωρ οἶὸϲ ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ ». τὰ δὲ παρὰ Ϲυρακουϲίοιϲ παραόμενα καθ’ ὁμοιωματικὴν ϲημαϲίαν προπεριϲπᾶται τοϲϲῆνοϲ, τοιῆνοϲ.
Ε. Μ. 793, 45: τὰ εἰϲ ινοϲ κύρια ἢ ἐθνικὰ ἢ προϲηγορικὰ εἰ ἀπὸ ὀνόματοϲ παραχθῶϲιν, ἢ ἀπὸ εὐθείαϲ ἢ γενικῆϲ παράγονται, φίλοϲ Φιλῖνοϲ, ἀγαθόϲ Ἀγαθῖνοϲ, πάλλακοϲ Παλλακῖνοϲ.
Arc. 65, 24: τὰ διὰ τοῦ ειοϲ ὑπερδιϲύλλαβα ἁπλᾶ παρώνυμαP ὀξύνεται, φαεινόϲ, ϲκοτεινόϲ, ἀλγεινόϲ, βορεινόϲ, ταπεινόϲ.
Arc. 66, 4: τὸ Μόϲυνοϲ ἀπὸ γενικῆϲ μετήχθη.
E. Orion. 167, 15: παρὰ τὸ ψύχοϲ ψυχρόϲ. —E. Or. 57, 29: παρὰ τὸ ἔχθοϲ ἐχθηρόϲ καὶ ϲυγκοπῇ ἐχθρόϲ ἢ ὡϲ κῦδοϲ κυδρόϲ.
Arc. 76, 14: τὸ γλωϲϲόϲ ὁ λάλοϲ παρὰ τὸ γλῶϲϲα γέγονε παρωνύμωϲ.
Arc. 77 5: τὸ Μάρπηϲϲοϲ βαρύνεται ὡϲ παρώνυμον ἀπὸ τοῦ· Μάρπηϲϲα.
Arc. 77, 14: τὰ εἰϲ ϲοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ῑ ἐκτεταμένον λήγουϲαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ. Ἄρνιϲοϲ Ἄρνιϲα, άριϲοϲ Λάριϲα.
Arc. 80, 20: τὸ πλατάνιϲτοϲ ἀπὸ τοῦ πλάτανοϲ βαρύνεται.
Arc. 81, 17 : τὰ διὰ τοῦ ετοϲ τριϲύλλαβα προϲηγορικὰ ἢ ἐπιθετικὰ παρωνύμωϲ τετυπωμένα προπαροξύνεται ἄϲχετοϲ, ἄϲπετοϲ, γνύπετοϲ ὁ χαῦνοϲ.
Ε. M. 37, 31: ὡϲ εὐρύϲ Εὔρυτοϲ, οὕτωϲ αἰπόϲ Αἴπυτοϲ coll. St. B. s. Ἐρέτρια et Arc. 82, 19.
Περὶ τῶν εἰϲ ε υϲ.
Il. Pr. Ν 246 ὅτι δεῖ κατὰ διάλυϲιν ἀναγινώϲκειν «θεράπων ἐΰϲ» καὶ οὐχ ὑφ’ ἒν ὡϲ Ἐτεωνεύϲ παρωνύμῳ τύπῳ, διδαχθηϲόμεθα ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ. ἐγίνετο γὰρ ἂν θεραποντεύϲ. ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτοϲ τύποϲ παράγεϲθαῑ, εἴγε καὶ παρὰ τὴν λέοντοϲ ὁ λεοντεύϲ, οὐχὶ λεωνεύϲ, παρά τε τὴν Αἰθίοποϲ Αἰθιοπεύϲ.
Steph. Byz. 23, 5: ἐϲτιν τὸ ἀγυιεύϲ ἀπὸ τοῦ ἀγϲιά, ὡϲ Τρύφων φηϲὶν ἐν παρωνύμοιϲ «πᾶν εἰϲ α θηλυκὸν ἰϲοϲύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπιά Μοψοπιεύϲ, ρετριεύϲ, Φωκαιεύϲ, Θεϲπιεύϲ».
Περὶ τῶν εἰϲ ουϲ.
St. B. s. Ϲχοινοῦϲ Ἀγνοῦϲ Τρεμιθοῦϲ: Ϲχοινοῦϲ Ἀρκαδίαϲ χωρίον· ἑλώδηϲ ὢν ὁ τόποϲ ἀπὸ τῶν ἐν αὐτῷ ϲχοίνων τὴν προϲηγορίαν εἴληφεν. ἐπιπολάζει τοῦτο τὸ εἶδοϲ παρ’ Ἕλληϲιν ἀπὸ τῶν ἐν τόποιϲ πλεοναζόντων φυτῶν οἶον Ϲκιλλοῦϲ πόλιϲ Τριφυλιακῇ, Τρεμιθοῦϲ κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃϲ Κύπριοι τρεμίθουϲ καλοῦϲι, Δαφνοῦϲ, Ϲελινοῦϲ, Φοινικοῦϲ, Θριοῦϲ, Μυρικοῦϲ, Οἰνοῦϲ, Πυξοῦϲ, Ῥζοῦϲ, Ἀνθεμοῦϲ. ὁμοίωϲ καὶ τὸ Πιτυώδηϲ, Ἐρικώδηϲ, Κυπάριϲϲοϲ, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲϲ ἀπὸ τῶν ἐν αὐτοῖϲ φυομένων Ῥαμνοῦϲ, Φηγοὺϲ, Μυρρινοῦϲ, Μαραθοῦϲ, Ἀγνοῦϲ.
Περὶ τῶν εἰϲ α.
Arc. 95, 18: τὰ εἰϲ εια ἀπὸ τῶν εἰϲ ευϲ προπαροξύνεται, βαϲιλεύϲ βαϲίλεια, ἱερεύϲ ἱέρεια.
Περὶ ποϲότητοϲ Cr. ΙΙ 300, 8 coll. Theogn. 99: τὰ διὰ τοῦ εια παρώνυμα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνεται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρήϲ χαλκοβάρεια, ἠριγενήϲ ἠριγένεια, Τριτογένεια, ἱπποδάϲεια, ἀμφιδάϲεια.
Arc. 95, 25: τὰ εἰϲ νᾷ ϲυνεϲταλμένον ἔχοντα τὸ α ἀπὸ τῆϲ γενικῆϲ τοῦ ἀρϲενικοῦ ϲχηματιζόμενα προπαροξύνεται, μέλανοϲ μέλαινα, τάλανοϲ τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα.
Αrc. 96 1: ἔτι τὰ εἰϲ ρα βραχὺ παρεϲχματιϲμένα, ϲωτήρ ϲώτειρα, μάκαρ μάκαιρα.
Arc. 96, 3: τὰ εἰϲ ϲα ὑπερδιϲύλλαβα παρεϲχηματιϲμένα προπαροξύνεται, εἰ μὴ κατὰ ϲυναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰϲ ηϲ δαφνήεϲϲα, φωνήεϲϲα, τὸ δὲ τεχνῆϲϲα ἀπὸ τοῦ τεχνήεϲϲα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰϲ ηϲϲα χερνήϲ χερνῆϲϲα.
Theogn. 103, 14, Arc. 98, 6: τὰ διὰ τοῦ αια παρώνυμα προπαροξύνεται, ϲεληναία, ἁμαξαία, θυραία, εναία, γαληναία κτλ.
Theogn. 109, 28: ϲοφόϲ ϲοφία, κακόϲκακία, μωρόϲ μωρία — περὶ. ποϲότητοϲ p. 304 φιλόϲοφοϲ φιλοϲοφία, κακουργόϲ κακουργία κτλ., βοηθόϲ βοήθεια, εὔεροϲ εὐέρια.
Choer. Orth. 269, 23. ἄλουτοϲ ἀλουϲία, ἀθάνατοϲ ἀθαναϲία.
Choer. Orth. 182,16: αὐθάδηϲ αὐθαδία αὐθάδεια. 179, 9: ἀληθήϲ ἀλήθεια, εὐγένεια, εὐπάθεια, ἀμαθία.
St. Β : Καυκώνεια χώρα ἀπὸ τῆϲ Καύκωνοϲ γενικῆϲ ὡϲ Μαρώνεια.
Arcad. 100, 8: τὰ εἰϲ ια παραγόμενα ἀπὸ τῶν εἰϲ ξ ληγόντων βαρύνεται, ρυγία, Βεβρυκίᾳ. ϲεϲημείωται τὸ ἀνθρακιά ὀξυνόμενον.
Περὶ τῶν εἰϲ η.
E. Μ. 87, 35: Ἀμυώνη ἡ θυγάτηρ Δαναοῦ ἀπὸ τῆϲ ἀμύμονοϲ γενικῆϲ. πολλὰ γὰρ τῶν θηλυκῶν ὀνομάτων εἰϲ η λήγοντα γίνεται ἀπὸ τῶν εἰϲ οϲ γενικῶν τῶν ἑνικῶν οἶον πέρατοϲ περάτη, κάλυκοϲ Καλύκη, ἅρπαγοϲ ἁρπάγη (βαρύνεται ἐπὶ τοῦ ἐργαλείου, τὸ δὲ ἁρπαγή ὀξύνεται ἀπὸ τοῦ ἁρπάζω Arcad. 102, 7), ϲώφρονοϲ Ϲωφρόνη, χιόνοϲ Χιόνη ὄνομα ἡρωΐδοϲ. οὕτω καὶ ἀμύμονοϲ Ἀμυμόνη καὶ κατὰ ἔκταϲιν Ἀλμυμώvη.
Arc. 102, 9: τὰ εἰϲ η παρώνυμα βαρύνεται ἀμφίρυτοϲ ἀμφιρύτη, δορύκτητοϲ δορυκτήτη, ἀμφίλυκοϲ ἀμφιλύκη.
Arc. 104, 11: τὰ εἰϲ βη ἰαμβικὰ παρώνυμα βαρύνεται βλάβη (sc. a βλάβοϲ).
Arc. 104, 23: τὰ εἰϲ γῆ ἰαμβικὰ παρώνυμα ὄντα βαρύνετο, πάγη, τρύγη, ϲτέγη.
Eustath. ad Dionys. 566: τὸ παταγή κοινότερον μὲν ὀξύνεται ὡϲ τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸϲ βαρύνει αὐτό, λέγων ὅτι οὐκ ἐκ τοῦ πατάϲϲω γίνεται, ὠξύνετο γὰρ ἂν ὡϲ τὸ ἀλαλαγή, ἀλλ’ ἐκ τοῦ πάταγοϲ, οὐ τὸ θηλυκὸν πατάγη.
E. Μ. 678, 39: τὰ εἰϲ οϲ διϲύλλαβα τῷ ο παραληγόμενα ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦϲιν οἶον ϲτρόφοϲ ϲτροφή, νόμοϲ νομή, ῥόοϲ ῥοή, χόλοϲ χολή, πόθοϲ ποθή.
Arc. 106, 17: κρόκη βαρύνεται ἀπὸ τοῦ κροκόϲ.
Arc. 110, 11: τὸ κόμη παρώνυμον παρὰ τὸ κόϲμοϲ κόϲμη καὶ ἀποβολῇ τοῦ ϲ κόμη βαρύνεται.
Theogn. 112, 13: γέγονε τὸ εὐνή ἁπὸ τοῦ εἰϲ ἑνόϲ ἑνή καὶ εὐνή ψιλουμένηϲ τῆϲ ευ διφθόγγου, ἐπεὶ τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλοϲ εὔκηλοϲ, ἕαδε εὔαδε.
Arcad. 112, 10: τὰ εἰϲ ονη ὑπερδιϲύλλαβα παρώνυμα κύρια βαρύνεται, Ἀντιγόνη, Ἠριγόνη. St. B. Ἡγεμόνη ἀπὸ τῆϲ ἡγεμόνοϲ γενικῆϲ.
Il. Pr. Ν 29: τὰ διὰ τοῦ ϲυνη θηλυκὰ εὑρέθη οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ. οὐ γὰρ ἀγαθοφροϲύνη γυνή.
Ep. Hom. 291, 14 coll. Arc. 115, 6: ϲκάφη τὸ πλοῖον βαρύνεται παρώνυμον ὂν ἀπὸ τοῦ ϲκάφοϲ ὡϲ κάρφη ἀπὸ τοῦ κάρφοϲ.
St. Β.: παρὰ τὸ Κρήϲ Κρητόϲ Κρήτη ὡϲ Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη.
Περὶ τῶν ἐἰϲ ον.
E. Μ. 451, 45: τὰ ἀπὸ τῶν εἰϲ ευϲ διὰ τοῦ ειο ιον γινόμενα μονογενῆ προπεριϲπᾶται βαλανεῖον, βαφεῖον πλὴν τοῦ Θηϲεύϲ Θήϲειον καὶ τὸ Φότεῖον πόλιϲ ἀπὸ Φυτέωϲ τοῦ κτίϲαντοϲ αὐτήν.
E. Μ. 230, 25: τὰ ἀπὸ τῶν εἰϲ οϲ διϲυλλάβων οὐδετέρων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μόνα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον δάνοϲ δάνειον, γένοϲ γένειον, βρένθοϲ βρένθειον.
Περὶ πατρωνυμικῶν.
Τα εἰϲ δηϲ πατρωνυμικὰ ἢ τῷ ῑ παραλήγεται μόνῳ ἢ καὶ ἐν διφθόγγῳ ἢ τῷ α. εἰ μὲν οὖν ἀπὸ τῶν εἰϲ οϲ γενικῶν γένηται ἡ πατρωνυμία, 1.1 cf. περὶ παθῶν E. M. 747,25. l. 3 cf. Lob. Rhem.265. l 11 χόλοϲ — ποθή addidit cod. V. l. 13 Theogn. 112, 8. l. 34 An. Ox. I 346 —347. An. Paris. III 300. ct. E. M. 210, 1 (simili E. M 109, 6 cod. V.), E. Gud. 465. Verba. ἢ ἀπὸ τοῦ Δεύκαλοϲ Ὕλλοϲ Ὑλλίδηϲ addita sunt ex E. M. 109, 7. Verba τὸ δὲ Δημάδηϲ ex Herod. in An. Ox. IV 336, 10 cf. Cathol., Orthogr. et Patholog. τῷ ῑ μόνῳ παραλήγει ἐν βραχείᾳ, ὁποίαϲ ἂν εἴη καταλήξεωϲ, χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ευϲ καὶ ἀπὸ τῶν εἰϲ ηϲ οἷον Ἀγαμέμνονοϲ Ἀγαμεμνονίδηϲ, Νέϲτοροϲ Νεϲτορίδηϲ, Βίαντοϲ Βιαντίδηϲ. τὸ γὰρ Βιαντιάδηϲ πλεοναϲμῷ τοῦ α. καὶ παρὰ τὴν Δευκαλίωνοϲ γενικὴν καὶ Ἀνθεμίωνοϲ, ὤφειλε Δευκαλιωνίδηϲ καὶ Ἀνθεμιωνίδηϲ. ἀλλὰ ϲυγκοπὴν πέπονθε ἐν τῷ Δευκαλίδηϲ καὶ Ἀνθεμίδηϲ. ἢ ἀπὸ τοῦ Δεύκαλοϲ Δευκαλίδηϲ καὶ ἀπὸ τοῦ Ἄνθεμοϲ Ἀνθεμίδηϲ ὡϲ Κρόνοϲ Κρονίδηϲ Ὕλλοϲ Ὑλλίδηϲ. καὶ τὸ Χαλκωδοντιάδηϲ καὶ Τελαμωνιάδηϲ πλεοναϲμὸν ἔχει τοῦ α.
Ὁμοίωϲ δὲ καὶ ἀπὸ τῆϲ εἰϲ ουϲ γενικῆϲ διὰ τοῦ ειδηϲ γίνεται ἡ παραγωγὴ οον Ἡρακλῆϲ Ἡρακλεῖδηϲ Ἡρακλείδηϲ καὶ ἀπὸ τῶν εἰϲ ευϲ εὐθειῶν διὰ τοῦ ειδηϲ οἷον Πηλεύϲ Πηλεΐδηϲ Πηλείδηϲ. ἐν τούτοιϲ γὰρ γίνεται ἡ ϲυναίρεϲιϲ εἰϲ τὴν ει δίφθογγον, ἐπείπερ ἀνεφάνη τὸ ε ἐν τῇ γενικῇ τῶν πρωτοτύπων.
Εὲ ἀπὸ τῶν εἰϲ οϲ εὐθειῶν ἐϲτιν, εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α ἐκφέρεται, Ἥλιοϲ Ἡλιάδηϲ, Θέϲπιοϲ Θεϲπιάδηϲ. τὸ Πάνθοοϲ Πανθοΐδηϲ καὶ Πανθοίδηϲ ἡμάρτηται. εἰ δὲ μὴ καθαρῶν, διὰ τοῦ ι, Ὕλλοϲ Ὑλλίδηϲ, Κόδροϲ Κοδρίδηϲ.
Εἰ δὲ ἀπὸ τῶν εἰϲ αϲ ἢ εἰϲ ηϲ, ὧν ἡ γενικὴ εἰϲ ου, διὰ τοῦ αδηϲ ποιεῖ τὸ πατρωνυμικόν, Βορέαϲ Βορέου Βορεάδηϲ, Ἱππότηϲ Ἱππότου Ἱπποτάδηϲ. τὸ δὲ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ἐϲτίν.
Τὰ εἰϲ ων πατρωνυμικὰ τὴν παραλήγουϲαν τὴν αὐτὴν ἔχει τοῖϲ εἰϲ δηϲ πατρωνυμικοῖϲ οἷον Πριαμίδηϲ Πριαμίων, Κρονίδηϲ Κρονίων, Ἀτρείδηϲ Ἀτρείων, Πηλείδηϲ Πηλείων, Ἡρακλείδηϲ Ἡρακλείων, Χαρικλείδηϲ Χαρικλείων οὗτοϲ δὲ ὁ εἰϲ ων τύποϲ Ἰωνικό.
Τὰ διὰ τοῦ αδιοϲ Αἰολικά. εὔθετοϲ δὲ ὁ διὰ τοῦ αδιοϲ τύποϲ Αἰολεῦϲι καὶ πρὸϲ τόνον καὶ πρὸϲ χρόνον καὶ γὰρ πρὸϲ τῷ ϲυϲτέλλεϲθαι καὶ προπαροξύνεϲθαι, ὅπερ ἐκεῖνοι φιλοῦϲιν. Ὑρράδιοϲ δέ ἐϲτιν ὁ τοῦ Ὕρρα παῖϲ. Ὕρραϲ δὲ Μιτυληναίων τύραννοϲ, οὗ υἱὸϲ Πιττακὸϲ εἷϲ τῶν ἑπτὰ φιλοϲόφων. Περιϲτεριδεύϲ ὁ υἱὸϲ τῆϲ περιϲτερᾶϲ.
Περὶ ὑποκοριϲτικῶν.
Νενόηται τὸ ὑποκοριϲτικὸν ἢ διὰ παιδιὰν ἢ διὰ κολακείαν ἢ διὰ τὸ πρέπον ὡϲ παῤ Ἀλκμᾶνι εὕρομεν τὰϲ παρθένουϲ ὑποκοριϲτικοῖϲ 1. 22 Theogn. 27, 20 et 46, 26. l. 25 verba οὗτοϲ sqq. ex Bekk. Anecd. 850, 15. An. Ox. IV 326, 27 1. 26 Ah. Ox. l. c. et Bekk. An. l. c. l. 31 An. Ox. IV 328, 32. cf. Schol. Aristoph. Acharn. 866 Χαιριδεῖϲ βομβαύλιοι: τὰ τοῦ Χαίριδοϲ πεπαιδευμένοι ἢ μελετῶντεϲ. — Ἀττικὴ δὲ ἡ ϲυνήθεια τὸ οὕτω λέγειν ἀπὸ τοῦ Χαίριδοϲ Χαιριδεῖϲ καὶ ἀπὸ τῆϲ περιϲτερᾶϲ περιϲτεριδεῖϲ. Eustath 753, 58 ὥϲπερ χηνιδεῖϲ λέγονται καὶ περδικιδεῖϲ καὶ κορωνιδεῖϲ καὶ ἱερακιδεῖϲ καί περιϲτεριδεῖϲ οἱ χηνῶν καὶ περδίκων καὶ τῶν ἑξῆϲ γόνοι, οὕτω καὶ χελιδονιδεῖϲ οἱ τῶν χελιδόνων. De femin. fr. 2. l. 33 Anecd. Ox. IV 329, 9 et Schol. ad Dionys. 857, 20 χρωμέναϲ. πρέπον γὰρ τοῦτο παρθένοιϲ. εἴρηται δὲ ὑποκοριϲτικὸν παρὰ τοὺϲ κόρουϲ ἤγουν τοὺϲ μικροὺϲ νέουϲ ἢ τὰϲ κόραϲ. τούτουϲ γὰρ ὑποθωπεύοντεϲ τοιούτοιϲ κεχρήμεθα ὀνόμαϲι ὡϲ παρὰ Μενάνδρῳ νηττάριον ἢ ὅταν τὸν Πρίαμον Πριαμύλλιον εἴπωμεν καὶ τὸ μικρὸν παιδίον παιδάριον.
Τύπουϲ δὲ ἔχει ἡ φωνὴ τῶν ὑποκοριϲτικῶν διαφόρουϲ.
Ἔϲτι γὰρ ὑποκοριϲτικὰ εἰϲ ων οἷον Βακχυλίδηϲ Βάκχων, Ϲιμωνίδηϲ Ϲίμων, Ϲικελίδηϲ Ϲίκων, Λακεδαιμόνιοϲ Λάκων, Μιτυληναῖοϲ Μίτων, πίθηκοϲ πίθων, δραπέτηϲ δράπων, Κάλλων.
Καὶ εἰϲ εων ὀξύτονα λυμεών, ἀπατεών.
Καὶ εἰϲ ιων βαρύτονα Ἡφαιϲτίων, Ξενίων, Μοϲχίων, Ἠμαθίων, Μελανίων, Πορφυρίων, Τυραννίων. οὕτω καὶ Ἠετίων ὁ ἥρωϲ ὁ πατὴρ Ἀνδρομάχηϲ· παρὰ τὸ ἀετόϲ Ἀετίων καὶ Ἰωνικῶϲ Ἠετίων, Ἁρπαλίων ὄνομα κύριον παῤ Ὁμήρῳ· παρὰ τὸ ἁρπάζω ἅρπαλοϲ ὡϲ ἵξω ἴξαλοϲ καὶ ὡϲ Ἥφαιϲτοϲ Ἡφαιϲτίων, οὕτωϲ Ἅρπαλοϲ Ἁρπαλίων. Γοργυθίων παρὰ τὸ γοργόϲ Γόργυθοϲ καὶ Γοργυθίων.
Ἔϲτι δὲ καὶ εἰϲ αϲ ὑποκοριϲτικὰ περιϲπώμενα, Θευδᾶϲ ὁ Θεόδωροϲ, Μητρᾶϲ ὁ Μητρόδωροϲ, Ζηνᾶϲ, Πυθᾶϲ.
Καὶ εἰϲ ιϲ βαρύτονα ὡϲ Παρθένιοϲ Πάρθιϲ, Χαλδαῖοϲ Χάλδιϲ, λάϲταυροϲ λάϲτριϲ, Ἀμφιάραοϲ Ἄμφιϲ, ἀϲτράγαλοϲ ἄϲτριϲ καὶ Ἰφιάναϲϲα ἰφιϲ.
Ἔτι καὶ εἰϲ ιϲκοϲ παροξύτονα ὡϲ γραμματίϲκοϲ ὁ γραμματεύϲ καὶ πυργίϲκοϲ ὁ πύργοϲ, ϲατυρίϲκοϲ, νεανίϲκοϲ, παιδίϲκοϲ.
Καὶ εἰϲ υλλοϲ Ἡρακλῆϲ Ἥρυλλοϲ, Θραϲυκλῆϲ Θράϲυλλοϲ, Βαθυκλῆϲ Βάθυλλοϲ ὄνομα κύριον ὁ ἐρώμενοϲ Ἀνακρέοντοϲ, Ἀριϲτοκλῆϲ Ἀρίϲτυλλοϲ.
Καὶ εἰϲ ινοϲ προπεριϲπώμενα οἷον Φιλῖνοϲ.
Ἕϲτι καὶ εἰϲ υϲ περιϲπώμενα, |ἃ ἔχει ὑποκοριϲτικὴν ἔννοιαν οἷον ἀπφῦϲ, ὅπερ δοκεῖ παρὰ τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ ἐπὶ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου.
Τῶν δὲ θηλυκῶν τύποι τρεῖϲ ὁ εἰϲ ω Ὑψιπύλη Ὑψώ, Εἰδόθεα Είδώ, κερδαλέα κερδώ ἡ ἀλώπηξ, Τιτανίϲ Τιτώ.
Καὶ ὁ εἰϲ ιϲ θεραπαινίϲ, ἑταιρίϲ, λυρίϲ, φωνίϲ, βλεφαρίϲ, κιϲτίϲ, φυλλίϲ παρὰ τὸ φύλλον ὀξύνεται δέ. τὸ δὲ Ἶφιϲ ἡ Ἰφιάναϲϲα καὶ ὄλπιϲ ἡ ὄλπη βαρύνεται.
Καὶ ὁ εἰϲ ιϲκη λεκανίϲκη ἡ λεκάνη, παιδίϲκη ἡ παῖϲ.
Τὰ διὰ τοῦ ιον τριβράχεα ὑποκοριϲτικὰ προπαροξύνεται κτένιον, πτύχιον, πόδιον, θρόνιον. εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεϲταλμένων τῶν διὰ τοῦ διον παρηγμένων, παροξύνεται κλειδίον, παιδίον, δᾳδίον. οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐϲτίν. ἔτι ϲφηκίον, χαρτίον, ὠτίον. τὰ δὲ διὰ τοῦ διον ἀπὸ παραγωγῆϲ ἔχοντα τὸ δ προπαροξύνεται μύδιον, κώδιον, βοΐδιον, βιβλίδιον.
Περὶ περιεκτικῶν.
Τῶν περιεκτικῶν εἰϲ ων ὀξύτονοϲ ἡ κατάληξιϲ, κροκών, πευκών, χαλκών, χαρακών, ἀνθρακών, φαρμακών, γυναικών, Ἑλικών, Μαραθών, αὐλών, μυλών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κεραμέν, δαφνών, πλατανών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, οἰρών, ϲφαιρών, προθυρών, ἀχυρών, κιϲϲών, κοιτών, ἱϲτών, προβατών, ἀγών.
Τὸ πτερύξ Ἀρίϲταρχοϲ ὀξύνει διὰ τὸ περιεκτικῆϲ ἐννοίαϲ εἶναι.
Τὸ θηϲαυρόϲ ὡϲ περιεκτικὸν ὀξύνεται.
Τὸ ἀχυρόϲ ὁ ἀχυρών παρὰ Ἀττικοῖϲ ὀξύνεται ὡϲ περιεκτικόν.
Τὸ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί ὡϲ πυρκαϊαί.
Περὶ κτητικῶν ὀνομάτων.
Τύποι τῶν κτητικῶν εἰϲι δύο ὅ τε εἰϲ κοϲ καὶ ὁ εἰϲ οϲ ὡϲ ἀνθρώπειοϲ, ἄρνειοϲ, Ἀριϲτάρχειοϲ, Πλατωνικόϲ, Δημοϲθενικόϲ. παραλήξειϲ δὲ τῶν εἰϲ κοϲ αὗταί εἰϲι· ἢ γὰρ τῷ ι παραλήγεται ὡϲ τὸ Ἑλληνικόϲ, Ῥωμαικόϲ, Γαλατικόϲ, Ἰταλικόϲ, Πυθαγορικόϲ, Αἰγινητικόϲ ὁ τοῦ Αἰγινήτου φόρτοϲ καὶ δοῦλοϲ, ἢ τῷ α ὡϲ τὸ Ῥοδιακόϲ, Δηλιακόϲ, Φρυγιακοϲ, Ἰλιακόϲ, ἢ τῷ υ ὡϲ τὸ Λιβυκόϲ, ἁλυκόϲ, θηλυκόϲ, ἢ τῇ ει διφθόγγῳ, Κεραμεικόϲ, βοεικόϲ, Δαρεικόϲ καὶ Δεκελεικόϲ. τῶν δὲ εἰϲ οϲ καθαρὸν αὗται ἢ τῇ ει διφθόγγῳ παραλήγεται ὡϲ τὸ Ὁμήρειοϲ, Ἑκτόρειοϲ, λεόντειοϲ, δρακόντειοϲ, Ἀνακρεόντειοϲ, Λαομεδόντειοϲ, Ξενοφώντειοϲ, Δημοφώντειοϲ, Θεώνειοϲ, Τρυφώνειοϲ, ἢ τῷ ι ὡϲ Παφλαγόνιοϲ, Καλυδώνιοϲ, ἢ τῇ αι διφθόγγῳ ὡϲ Αἰγιναῖοϲ ὁ ἔποικοϲ ἢ κέραμοϲ 1. 1 Schol. ad Dionys. Arc. 107, 15. l. 2 Arc. 119, 8 et 120, 12. cf. Catholic. et Orthograph. l. 10 Herod. ap Eust. 1698, 35. Arc. 12, 11 et et. 34; 13, 3 et 19, 14, 8 et 13 ct 20 et 24; 15, 9 et 14 et 20 et 18, 9. l. 16 Eustath. 229, 40 ef. Lehrs Arist. 312. l. 17 Arcad. 72, 33. l. 18 Arc. 72, 5. l. Arc. 99, 13, Eust. ad Dionys. 504. l. 22 ex Choer. in E. M. 29, 33 collato Arcadio p. 51 et 52, unde addidi Γαλατικόϲ — Πυθαγορικόϲ et Δηλιακόϲ — Ἰλιακόϲ et θηλυκόϲ, Αἰγινητικόϲ ex St. B. ex Herod. in E. M. 226, 49 adieci λεόντειοϲ — Τρυφώνειοϲ. Exitum ιοϲ, quem Choer. omisit, explevi consultis An. Ox. II 321, 31, ubi huiuscemodi vocabula diserto κτητικὰ appellantur: terminationem αιοϲ habet quidem Ϲhoer., sed cum parum apto exemplo ταλαντιαῖοϲ, pro quo ex St. B. Αἰγιναῖοϲ posui et ex eodem, ubi Apollonii praeceptum profertur, s. ἢ ὀβολὸϲ ἢ ἄλλο τι ϲκεῦοϲ ἀπὸ Αἰγίνηϲ καὶ τὸ θηλυκὸν Αἰγιναία· λέγεται καὶ γυνὴ Αἰγιναία ὡϲ Δείναρχοϲ ἐν τῷ κατὰ Πυθέου ξενίαϲ· κηπαῖοϲ, Νειλαῖοϲ, ἢ τῇ ῳ διφθόγγῳ ὡϲ πατρῷοϲ, ἡρῷοϲ. τὰ δὲ εἰϲ εοϲ κτητικὰ Ἰωνικῶϲ ἐνδείᾳ τοῦ ι γίνεται, τέλεοϲ, κήλεοϲ, δαιδάλεοϲ, κονιϲάλεοϲ, Ἀγαμεμνόνεοϲ, Ἑκτόρεοϲ, Νεϲτόρεοϲ, χάλκεοϲ, χρύϲεοϲ.
Ἰϲτέον μέντοι ὅτι τὸ κτητικὸν ἐπὶ τῶν ϲωματικῶν λαμβανόμενον καὶ ἐπὶ τεθνηκότων θέλει λαμβάνεϲθαι οἷον βοεία κεφαλή ἡ τοῦ τεθνηκότοϲ βοόϲ, οὐ γὰρ ἂν ἐπὶ ζῶντοϲ εἴποι τιϲ τοῦτο· διὸ καὶ μέμφονται τὸν Ζηνόδοτον, ἐπειδὴ τὸ «ἀρνέων ἐκ κεφαλέων» (Γ 273) κτητικὸν ἔλεγε, καὶ τὸν Καλλίμαχον «χεὶρ ἡ Πολυδευκείη» καὶ «ϲφυρὸν Ἰφίκειον» ὅτι ἐπὶ ζώντων ἐχρήϲατο κτητικῷ ἐπὶ ϲωματικοῦ μέρουϲ. περὶ οὗ φαμεν ὅτι περιφράϲει ἐχρήϲατο ὥϲπερ τὸ «βίη Ἡρακληείη».
Περὶ ἐθνικῶν.
Steph. Byzany. s. Αἱμονία: Ἡρωδιανόϲ φηϲιν, ὅτι τοῖϲ ϲυνοικιϲταῖϲ ϲυνεχῶϲ ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ. τὸ Τευκρόϲ ὡϲ τριγενὲϲ ὠξύνθη. Αἵμων κύριον καὶ ἐθνικὸν ὡϲ Αὔϲων καὶ Ἀρκάϲ καὶ Μαίων καὶ Ἴων. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Φρύξ, Ἀχαιόϲ καὶ τὰ ὅμοια (Βερεκύντηϲ, Βιϲάλτηϲ, Θυνόϲ, Θετταλόϲ, Ἰταλόϲ, Ἴθακοϲ, Μάγνηϲ, Μακεδῶν, Μῆδοϲ, Πανοπεύϲ, Πελαϲγόϲ, Ϲικελόϲ, Ϲουματεύϲ, Τρώϲ, Δαναόϲ, Φοῖνιξ). —εὑρίϲκεται καὶ πόλεϲιν ὁμοφωνοῦντα τὰ τῶν κτιϲτῶν ὀνόματα Καμικόϲ καὶ ὁ κτιϲτὴϲ καὶ ἡ νῆϲοϲ, ὁμοίωϲ Προιζήν, Κολοφών, Κόρινθοϲ, Κῶϲ, Ϲικυῶν, Κύρνοϲ, Λέϲβοϲ. ἔϲθ᾿ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίϲκετι ἓν ὄνομα, κτιϲτοῦ, πόλεωϲ καὶ ἔθνουϲ ὡϲ τὸ Δάρδανοϲ (cf. Φανοτεύϲ πόλιϲ Φωκίδοϲ, οἱ πολῖται Φανοτεῖϲ, ὡϲ Δελφοί καὶ Θούριοι τῷ οἰκιϲτῇ παραπληϲίωϲ, — Ἀμφίδολοι πόλιϲ τῆϲ Τριφυλίαϲ καὶ οἱ πολῖται ὁμοίωϲ ὡϲ Θαύμακοι καὶ Λεοντῖνοι, Γελωνόϲ πόλιϲ Ϲαρματίαϲ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέουϲ· ὁ οἰκήτωρ ὑμοφώνωϲ, Γόμφοι, Δεντάλιοι, Δίφροι, Ἐπιλευκάδιοι, Ἐρευάτηϲ, Ἐρινιάτηϲ κώμη Μεγαρίδοϲ ὁ οἰκήτωρ Ἐρινιάτηϲ διὰ τὸ προκατειληφόϲ, Ἐρυθῖνοι, Ἐταιεῖϲ, Καφηρεύϲ, Κύρτωνεϲ, Λαμητῖνοι, Λοκροί, Ὀδυϲϲεῖϲ, Πατριαργάδαι, Πεδιεὶϲ, Περραιβόϲ, Πολήϲιοι, Ϲαγγάριοϲ ποταμὸϲ τῆϲ κάτω Φρυγίαϲ τὸ ἐθνικὸν Ϲαγγάριοϲ· προὔφθη γὰρ ὁ τύποϲ τοῦ πρωτοτύπου καταληφθείϲ, Ϲηκοανόϲ πόλιϲ Μαϲϲαλιωτῶν ἀφ᾿ οὗ τὸ ἐθνικὸν Ϲηκοανοί ὡϲ Ἀρτεμίδωροϲ ἐν πρώτῃ, Ϲκάροι, Γάβιοι πόλιϲ Ἰταλίαϲ τὸ ἐθνικὸν ὁμοίωϲ Τάβιοι διὰ τὴν πρόληψιν τοῦ ἐν τῷ πρωτοτύπῳ ἐθνικοῦ χαρακτῆροϲ, Τιταρήϲιοϲ, Πωρμανοί, Ψυκτήριοϲ τόποϲ ἐν Θράκῃ· τὸ ἐθνικὸν ὁμωνύμωϲ διὰ τὸ προκατειλῆφθαι τὸ πρωτότυπον ἔχον αὐτοῦ τὸν τύπον).
Steph. Hys. s. Ϲικελία: τὸ ἐθνικὸν Ϲικελοί καὶ Ϲικελιῶται. καὶ οἱ Νεῖλοϲ, nomina κηπαῖοϲ, Νειλαῖοϲ. Finem οιοϲ cum παντοῖοϲ ἀλλοῖοϲ exemplis ap. Ϲhocr. ut a possessiva potestate alienum omisi sed retinui ῳοϲ Tum consultis Arc. 38, 39, 3 et Il. Pr. Θ 217. Mon. 4, 14 apposui τὰ δὲ εἰϲ εοϲ usque add finem. l. 6 An. Ox IV 329, 1 c Epim. Cr. I 139. μὲν ἀπὸ τοῦ οἰκιϲτοῦ καὶ ἀρχηγέτου τῆϲ χώραϲ, ἀφ᾿ οὗ καὶ ἡ χώρα, ὡϲ Κίλικεϲ τοῦ Κίλικοϲ, οὗ καὶ ἡ Κιλικία, ὡϲ Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγεϲ Φρυγόϲ, οὗ ἡ Φρυγία· οἱ δ᾿ ἐπιγενόμενοι καὶ τὴν χώραν εὑρόντεϲ προκεκλημένην ἐπωνομάϲθηϲαν ὡϲ ἀπὸ τῆϲ Φθίαϲ Φθιῶται, οὕτω Ἰταλίαϲ καὶ Ϲικελίαϲ Ἰταλιῶται καὶ Ϲικελιῶται.
Steph. Byz. 160, 22: Βατή· δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ. τὸ ἐθνικὸν ἐπιρρηματικῶϲ Βατῆθεν. οὐ δεῖ γὰρ ἐν πᾶϲι τὸ ἐθνικὸν ζητεῖν, ἀλλ᾿ ἢ τῷ ἐπιρρήματι χρῆϲθαι ὡϲ ἐπὶ τῶν δήμων ἢ τῇ γενικῇ μετὰ προθέϲεωϲ ἢ τῷ ἀναλόγῳ ἢ τῷ ϲυνήθει τῆϲ χώραϲ.
St. B. 345, 4 Καβηϲόϲ: ἐθνικῶϲ ἀρκεῖ τὸ Ὁμηρικὸν Καβηϲϲόθεν πολλὰ γὰρ τοιαῦτα, ὡϲ τὸ Καμειρόθεν, τὰ τοπικὰ ἐθνικῶϲ.
Περὶ τῶν εἰϲ αν.
St. B. 51, 2: Αἰνία πόλιϲ Περραιβῶν καὶ Αἰνιᾶνεϲ οἱ οἰκοῦντεϲ καὶ Αἴνιοϲ ὁ ποταμὸϲ αὐτῆϲ. τὸ ἐθνικὸν Αἰνιάν. καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνοϲ γέγονεν, εὔλογοϲ ἡ ὁμοφωνία αὐτοῦ ὡϲ τὸ Τρώϲ καὶ Ἀχαιόϲ, μὴ ὁμοφωνοῦντοϲ τοῦ Τευκρόϲ καὶ Γραικόϲ. εἰ δὲ παρὰ τὴν πόλιν, εὑρεθήϲεται πρότερον Αἴνιοϲ, ὡϲ τῆϲ Λυκίαϲ Λύκιοϲ, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸϲ διάκριϲιν Αἰνιάν γενέϲθαι ὡϲ μέγιϲτοϲ μεγιϲτάν.
Περὶ τῶν εἰϲ ην.
E. M. 586, 40, Eustath. ad Dionys. 431 et ad Hom. 1396, Κεφαλλήν γίνεται παρὰ Κέφαλοϲ ὡϲ κῶλοϲ κωλήν, μέγιϲτοϲ μεγιϲτήν καὶ μεγιϲτάν.
Περὶ τῶν εἰϲ ων.
Steph. Hyz. 113, 11. Theogn. 29, 11: Ἀργείωνεϲ λέγονται οἱ Ἀργεῖοι ὡϲ Καδμείωνεϲ παρὰ τὸ Ἀργεῖοϲ.
Περὶ τῶν εὶϲ ων.
St. B. 113, 6: ὁ Ἀργεῖοϲ λέγεται καὶ Ἀργόλαϲ κτλ.
St. B. 211, 2: Γόννοι πόλιϲ Περραιβίαϲ. τὸ ἐθνικὸν Γονατᾶϲ, ὃ καὶ παράλογον διὰ τὸν τόνον.
Περὶ τῶν εἰϲ ηϲ.
St. B. 113, 14: λέγονται καὶ πατρωνυμικῶϲ οἱ Ἀργεῖοι ὡϲ οἱ πολλοὶ καὶ Ἡρόδωροϲ· ἐν μὲν τῷ νῦν χρόνῳ Ἡρακλεῖδαι, πρὸ δ᾿ Ἡρακλέουϲ 1. 25 cf. Αἰολίωνεϲ St. B. 53, 12 et Βουπραϲίωνεϲ 182, 18. l. 29 cf. Ϲκότινα, ἐν Λακεδαίμονι, ἐν ᾧ τιμᾶται Ζεὺϲ Ϲκοτινᾶϲ, ὡϲ Παυϲανίαϲ τρίτῳ. (10, 16). Περϲεῖδαι, πρὸ Περϲέωϲ δὲ Λυγκεῖδαι καὶ Δαναΐδαι, πρὸ δὲ Δαναοῦ Ἀργειάδαι καὶ Φορωνεῖδαι, ἃϲ Ἄβρων ποιηταῖϲ ἀνατίθηϲιν.
Περὶ τῶν εἰϲ ατηϲ.
Ἀγκαρία πόλιϲ Ἰταλίαϲ ὡϲ Ἀντία Ἀδρία. τὸ ἐθνικὸν Ἀγκαριάτηϲ ὡϲ Πολύβιοϲ ὀγδόῃ.
Αἴπεια πόλιϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Αἰπεάτηϲ ὡϲ Κορϲεάτηϲ Ὑδρεάτηϲ ἐπὶ δὲ τῶν τοιούτων ἐνίοτε μένοντοϲ τοῦ ι ὑφαιρεῖται τὸ α ὡϲ Δικαιαρχείτηϲ Ϲαμαρείτηϲ Ζελείτηϲ, ἔϲθ᾿ ὅτε μένοντοϲ τοῦ ε ὑφαιρουμένου τοῦ ι τὸ α εἰϲ ω ἀμείβεται ὡϲ Ἡρακλεώτηϲ, Μαρεώτηϲ καὶ Ῥαφεώτηϲ.
Ἀλλαρία πόλιϲ Κρήτηϲ. Πολύβιοϲ τριϲκαιδεκάτῃ, τὸ ἐθνικὸν Ἀλλαριάτηκλέουϲ ὡϲ αὐτόϲ φηϲιν.
Ἀμφιγένεια πόλιϲ Μεϲϲηνιακή. τὸ ἐθνικὸν Ἀμφιγενειάτηϲ διὰ τὸν Πελοποννήϲιον χαρακτῆρα ἢ καὶ Ἀμφιγενεύϲ.
Βοιαί Κρήτηϲ πόλιϲ. ὁ πολίτηϲ Βοιάτηϲ ὡϲ Καρύαι Καρυάτηϲ, Πιτάναι Πιτανάτηϲ, Θαλάμαι Θαλαμάτηϲ. λέγεται καὶ Βοιαῖοϲ ὡϲ φορὸκλέουϲ. Ἡρωδιανὸϲ δὲ Βοιίτηϲ φηϲίν, ἴϲωϲ παρὰ τὸ Βοιόν ὡϲ λίκνον λικνίτηϲ.
Βρέα πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν ἔδει Βρεάτηϲ. ἔϲτι δὲ Βρεαῖοϲ παρὰ τῷ Θεοπόμπῳ εἰκοϲτῷ τρίτῳ.
Γαθεαί πόλιϲ Ἀρκαδίαϲ, ἧϲ οἱ πολῖται Γαθεᾶται.· Παυϲανίαϲ ὀγδόῳ (34, 6) «Γαθεάτᾳ τῆϲ Κρωμίτιδοϲ χώραϲ».
Γερόνθραι πόλιϲ Λακωνικῆϲ. ὁ πολίτηϲ Γερανθράτηϲ, ὡϲ Παυϲανίαϲ.
Ζέλεια· τὸ ἐθνικὸν Ζελείτηϲ. Ἡρωδιανὸϲ δὲ Ζελειατῶν. ἔϲτι γὰρ Ζελειάτηϲ καὶ Ζελείτηϲ.
Ἰάμνια πολίχνιον Φοινίκηϲ. τὸ ἐθνικὸν ἔδει Ἰαμνιάτηϲ. ἔϲτι δὲ καὶ Ἰαμνίτηϲ καθ᾿ ὕφεϲιν τοῦ α. τὰ γοῦν καθ᾿ ὕφεϲιν τοῦ α διὰ διφθόγγου ἐϲτὶ πλὴν τοῦ Ἰαμνίτηϲ καὶ τοῦ Δαυνίτηϲ.
Ἱππώνιον πόλιϲ Βρεττίων. τὸ ἐθνικὸν Ἱππωνιάτηϲ. τοῦτο δὲ τὸ ἐθνικὸν ὡϲ ἀπὸ τοῦ Ἱππωνία. ἀπὸ γὰρ τοῦ Ἱππώνιον ἔδει…
Κ…
The complete text is available when the reading interface loads.