tlg0087.tlg034
- Authority group
- Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Περὶ παθῶν (supplementum), ed. Lentz, op. cit., 167–170, 172, 174–181, 183–190, 192–196, 200–202, 205, 208–211, 214–218, 222–223, 226, 228–230, 232–237, 240–243, 245–247, 249–250, 253–259, 262–272, 274–279, 281–282, 286, 288–293, 298–299, 301–302, 304, 307–313, 315–320, 324–325, 327, 330–338, 340–350, 352–362, 364–366, 369–371, 373–374, 378, 382–383, 386–388.
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg034.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3,2
170
ἀπεφήνατο «νέκταρ ἐῳνοχόει» (Δ 3). Il. Pr. Δ 3.
οὐδέποτε, ὥς φησιν ὁ <Ἡρωδιανός>, εὐθεῖα διαλέλυται, τὸ γὰρ
εἷς ἕεις κατὰ πλεονασμὸν ἔχει τὸ ε̅, οὐ μὴν διελύθη. Choerob. p. 246
Gaisf.
172
<οἶος> ὁ μόνος. τὸ ο̅ πλεονάζει ἐν τῇ ἀρχῇ. Arcad. 37, 10.
174
τὸ <ὀστέον> παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον
καὶ ὀστέον. Arcad. 119, 1.
<ἴς> ὄνομα ἡ δύναμις καὶ ἴν ὡς δικατάληκτον ἴα καὶ πλεονασμῷ τοῦ
β̅ βία. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου. Theogn. 105, 13.
E. Or. 41, 7: <γρυπός:> ῥυβόν ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπι-
καμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β̅ εἰς π̅ ῥυπός καὶ πλεονασμῷ τοῦ
γ̅ γρυπός. οὕτως <Ἡρωδιανὸς> ἐν τοῖς ἐλέγχοις.
E. M. 226, 9: <γέντο:> «γέντο δ' ἱμάσθλην» (Θ 43 et saepius)·
175
ἕλω τὸ λαμβάνω. ὁ δεύτερος ἀόριστος ἕλον ἑλόμην ἕλου ἕλετο καὶ
κατὰ συγκοπὴν ἕλτο καὶ τροπῇ τοῦ λ̅ εἰς ν̅ Δωρικῶς ὡς ἦλθεν ἦνθεν
γίνεται ἕντο καὶ πλεονασμῷ τοῦ γ̅ γέντο.
<μόρφνος> ἢ μορόφονός ἐστιν ἢ παρὰ τὴν ὄρφνην ἐσχημάτισται
πλεονάσαντος τοῦ μ̅ κατ' ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ
μάρπτω μάρφνος καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ τα-
χύς. Il. Pros. Ω 316.
176
E. M. 749, 23: <ταί> γε (Γ 5) ἄρθρον εὐθείας τῶν πληθυντικῶν
Δωρικῶς. λέγουσι γάρ, ὅτι τὰ σύμφωνα, ἅπερ ἔχει ἡ εὐθεῖα τῶν
δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, Λάχητε Λάχητες,
ὁμοίως καὶ ἐπὶ ἄρθρων τὼ ξύλω, τὰ ξύλα. οὕτω καὶ τὰ Μούσα ταὶ
Μοῦσαι καὶ τὰ ταί. τὸ δὲ «τοί κεν» (Β 346) ἐστὶ προτακτικὸν ἀντὶ
ὑποτακτικοῦ. καὶ λέγουσι πῶς ἐστιν; ἡ εὐθεῖα ὁ καὶ τὸ πληθυντικὸν
177
οἵ ὤφειλεν. ἀλλ' ἐπειδὴ οἱ Δωριεῖς τὴν ἀναλογίαν φυλάττουσι τῆς
εὐθείας τῶν δυϊκῶν, πλεονάζουσι τὸ τ̅ καὶ ποιοῦσιν αὐτὸ τοί ὁμοίως
τῷ «τώ μοι μία ἐγείνατο μήτηρ» (Γ 238).
<φημὶ> ἀπὸ τοῦ ἠμί Arcad. 148, 20.
E. M. 520, 38: «<κέκλυτέ μευ>» (Γ 86) τὸ κ̅λ̅υ̅ βραχύ· τὰ γὰρ
προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι. ἔστι τῶν εἰς
178
μ̅ι̅ προστακτικῶν χρόνου ἐνεστῶτος. ἀπὸ τοῦ κλύω κλῦμι κλῦθι, τὸ
δεύτερον τῶν πληθυντικῶν κλύτε καὶ κατ' ἀναδιπλασιασμὸν κέκλυτε.
ἀλλ' ἴσως τις ἐρεῖ, ὅτι ταῦτα συστέλλει, τὸ δὲ κλῦθι μακρὸν ἔχει τὸ υ̅.
ἰστέον ὅτι πολλὰ παρατίθησιν ἡμῖν ὁ Ἀπολλώνιος μακροπαράληκτα ὡς
τὸ δίδωθι «δίδωθι δέ μοι κλέος ἐσθλόν» (Od. γ 380) ἀπὸ τοῦ δίδοθι.
οὐδὲν οὖν ἄτοπον, εἰ καὶ τὸ κλῦθι μακρὸν ἔχει τὸ υ̅.
179
Choer. 850, 20: Τὰ εἰς μ̅ι̅ ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα
τούτῳ τῷ τρόπῳ ἀναδιπλασιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φω-
νήεντος ἄρχεται, διὰ τοῦ ι̅ γίνεται μόνου ὁ ἀναδιπλασιασμός ὧ ἱῶ ἵημι
τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε
δι' αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ι̅ γίνεται ὁ ἀναδιπλασιασμός οἷον δῶ
διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δασέος θ̅ διὰ τὴν
κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ τ̅·
εἰ δὲ τὸ πρωτότυπον διὰ συμφώνων ἄρχεται, εἰ μὲν μή ἐστιν ἄφωνον
πρὸ ἀμεταβόλου, διὰ τοῦ ι̅ μόνου γίνεται ὁ ἀναδιπλασιασμὸς οἷον στῶ
180
ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι' αὐτοῦ τοῦ
συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου γίνεται ὁ ἀναδιπλασιασμὸς τοῦ ι̅ οἷον
πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ μ̅, πλῶ πιπλῶ
πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ μ̅ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ
δασέος χ̅ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν,
φημὶ δὴ εἰς τὸ κ̅. Τούτων οὕτως ἐχόντων, ἀποροῦσί τινες λέγοντες,
διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ ἀναδιπλασιασμὸν
τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ
ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ
φημί γίνεται ἄνευ διπλασιασμοῦ; ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ
φημὶ ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν, οἷον «αἰδεῖσθαί φημι»·
κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν
δισυλλαβίαν οἷον εἰμί τις, πῶς ἐστε, ἡμῖν ἐστι· εἰ οὖν ἀνεδιπλασιάσθη
τὸ φημί, ἤμελλε τρισυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.
Τὰ εἰς ρ̅ο̅ς̅ ὑπερδισύλλαβα δεδιπλασιασμένα κατ' ἀρχὴν καὶ τὴν
πρώτην συλλαβὴν εἰς ρ̅ καταλήγοντα προπαροξύνεται, βάρβαρος, τάρ-
ταρος, Κέρβερος, πέρπερος, βόρβορος. Arcad. 70, 10.
Τὰ διὰ τοῦ ο̅ι̅ν̅η̅ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν̅ τὴν ο̅ι̅
δίφθογγον οὐκ εἰσὶν γνήσια· τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν
ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ ω̅ εἰς τὴν ο̅ι̅ δίφθογ-
γον· τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ ω̅ εἰς τὴν
ο̅ι̅ δίφθογγον. ὤφειλε γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς η̅ λήγοντα θη-
λυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐ-
τῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω̅ μεγάλῳ παραλήγεται· ὁ
δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν
ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή,
ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή. οὕτω μένω τὸ προθυμοῦμαι μενή
μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ
181
τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονε
τροπῇ τοῦ ω̅ εἰς τὴν ο̅ι̅ δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο,
ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή ἀκωκή
ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου καὶ ἐπεὶ παρήλλαξεν
κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν
παραλήγουσαν. οὕτως <Ἡρωδιανὸς ἐν τῇ καθόλου>. Theogn. 114,
12, E. M. 596, 38.
E. Or. 40, 20: <γρῖπος> παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ
ἄγρᾳ. οὕτως <Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ>.
Arcad. 69, 22: τὸ <μαυρός> ἀπὸ τοῦ ἀμαυρός γέγονε.
Io. Al. 18, 29: <πάντων> οὐκ ἐκ τοῦ ἁπάντων, ὥς τινες φασίν,
ἀφαιρέσει τοῦ α̅ γέγονεν, ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ τὸ παντί βαρύ-
νεσθαι ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα.
Schol. ad Od. λ 539: κατ' <ἀσφοδελὸν> λειμῶνα: ἄδηλον πότε-
ρον σφοδελόν ἢ ἀσφοδελόν. λέγεται καὶ χωρὶς τοῦ α̅. τινὲς δὲ γρά-
φουσι σποδελόν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ
ἀσφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀσφόδελον, ἥτις ἐστὶ βοτάνη ὁμοία
σκίλλῃ.
Herod. in Bekk. Anecd. 1148: τὸ ἄρα ἀπέβαλε τὸ α̅ καὶ ἐγένετο
ῥά καὶ ἐνεκλίθη.
183
ἡ <ἐμέ> αἰτιατική, ὅτε φυλάσσει τὸ ε̅, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι,
ἐγκλιτική ἐστιν. Il. Pr. Ζ 355, Arcad. 142, 24.
184
<ἴσκοντες:> ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε̅ τὸ
ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ εἴσκω ἐκδεξά-
μενος· ἄμεινον δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ
σ̅κ̅ω̅ παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι, μὴ τὴν α̅υ̅·
ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ
ἐπενθέσει τοῦ κ̅ ἐΐσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος
γένηται, καὶ ἀποβολῇ τοῦ ε̅ ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφεί-
λομεν κατὰ ἀποβολὴν τοῦ ε̅ ἀναγινώσκειν. οὐ γὰρ μέτρον κωλύει.
Il. Pr. Π 41 cf. Λ 709.
<ἕστασαν:> δασυντέον τὸ ἕστασαν. ὑπερσυντέλικος γάρ ἐστι συγκε-
κομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε̅ καὶ ὁ ὑπερσυντέλικος· οἱ
δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε̅ λέγονται· «στὰν δὲ
μεταστοιχεί» (Il. Ψ 358). καὶ ὁ πρότερος «στῆσαν ἀείραντες» (Od. β
425)· οὐκέτι δὲ ὁ ἕστασαν στάσαν. Il. Pr. Β 777.
185
<Ἐξάδιος:> παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε̅ τὸ ὄνομα ἤρξατο, παρὰ δὲ
τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε̅ εὑρέθη, ὡς καὶ Ὀϊλεύς μὲν παρὰ τῷ
ποιητῇ καὶ παρ' Ἡσιόδῳ. Il. Pr. Α 264.
<ἀάπτους:> ἐμοὶ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ
διαφθείρω καὶ βλάπτω ἔνθεν τὸ «πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι
προΐαψεν» καὶ μέσον αὐτοῦ κατ' ἔλλειψιν τοῦ α̅ «μέγα δ' ἴψαο λαὸν
Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα.
ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν καὶ κατ' ἔλλειψιν τοῦ ι̅
ἀάπτους ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ'
ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι. Il. Pr. Α 567.
186
κρατὶ δ' ἐπὶ <κτιδέην> κυνέην: ἀπὸ τοῦ κ̅ ἡ ἀρχή, ἐπεὶ ἐν ἑτέροις
«τοῦ δ' ἀπὸ μὲν κτιδέην» (Κ 458). τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ ι̅ λέ-
γεται παρὰ τῷ ποιητῇ· ἴκτις γάρ ἐστιν, ὡς Νίκανδρος «ἴκτιδος ἥ τ'
ὄρνισιν» (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατ' ἔκτασιν
οὔτε κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖ-
δος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὔτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ
τίς. Schol. AD ad Il. Κ 335.
<Οἴτυλον> ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς ο̅ι̅ διφθόγ-
γου. κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ ο̅ι̅ καὶ παρὰ τὴν
187
συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως
φησὶ καὶ Φερεκύδης· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ' Οἴτυλος» ἀφ'
οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται. Il. Pr. Β 585.
E. M. 135, 31: <Ἀργαφίης> οἷον «νιψάμεναι κρήνης ἔδραμον
Ἀργαφίης». τινὲς δὲ διὰ τοῦ ε̅ ἀπὸ Γεργάφου τοῦ Ποσειδῶνος· τὸ
δὲ ἐντελὲς ἐν τῷ Ἑρμῇ «κρήνης Γαργαφίης». ὁ δὲ Παρμενίσκος ἄνευ
τοῦ γ̅. ἡ ἔλλειψις ἀπὸ ἱστορίας.
188
Ep. Hom. 173, 5: <εἴβεις> «τέρεν δάκρυον εἴβεις» (Π 11). λείβω
τὸ στάζω καὶ κατὰ πάθος γίνεται εἴβω, ὥσπερ ἀπὸ τοῦ γαῖα κατὰ
ἀφαίρεσιν τοῦ γ̅ αἶα· πρῶτον ἄρα τὸ λείβω τοῦ εἴβω. ἰστέον δὲ ὅτι
οὐδέποτε εἴβειν τέθειται ἐπὶ τοῦ σπένδειν. τὰ δὲ ἄλλα ὁμοίως «δά-
κρυα λεῖβον» (Ν 88) «καταλείβεται ὕδωρ» καὶ τὸ «κατειβόμενον Στυγὸς
ὕδωρ» (Ο 37). ὥσπερ δὲ παρὰ τὸ γαῖα μὲν ἐγένετο σύνθετον γαιήοχος
καὶ παραγωγὸν γαιάτης οὐδὲ δὲ παρὰ τὸ αἶα, οὕτως καὶ ἐπὶ τούτων
οὐδὲν μὲν κίνημα παρὰ τὸ εἴβω, παρὰ δὲ τὸ λείβω, λιβάς, λοιβή,
λέβης, λίβανος καὶ λιβανωτός· καὶ ὃν τρόπον τὸ αἶα οὐδέποτε κατ'
ἀρχὴν ἔχεις στίχου παρὰ τῷ ποιητῇ, τὸ δὲ γαῖα, οὕτως οὐδέποτε τὸ
εἴβω ἔχεις ἐν ἀρχῇ στίχου, ἀλλὰ τὸ λείβω.
<ἄχρι> ἀπὸ τοῦ μέχρι ἀποβολῇ τοῦ μ̅ καὶ μεταθέσει τοῦ ε̅ εἰς α̅.
οὕτως Ἡρωδιανὸς ἐν τῇ ὀρθογραφίᾳ. E. Or. 100, 48 cf. Il. Pr. Π 324.
189
τὸ ε̅ πρὸ τοῦ θ̅ οὐ δασύνεται, εἰ μὴ ἀντωνυμικὸν εἴη ἐξ ἀποβολῆς
τοῦ σ̅ σέθεν ἕθεν. Il. Pr. Ι 540.
τὸ ἔρρω οὐ παρὰ τὸ φθείρω, ὡς οἴονταί τινες. Mon. 43, 10.
<λυτο> (Il. Ω 1): εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν
εἰς μ̅ι̅, ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσσα πορών»
190
(Il. Φ 80) καὶ «τῆς δ' ἄρα κλαιούσης λύτο γούνατα», ἔκτασις ἐγένετο
διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ
ἐλύετο γεγενῆσθαι ὥσπερ ἀπὸ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι
ῥῦσθαι «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ
ἀπὸ τοῦ λέλυτο λύτο ὡς βέβλητο βλῆτο. Il. Pr. Ω 1.
Io. Al. 22, 19: αἱ τοῦ παρακειμένου παθητικοῦ μετοχαί, εἰ πάθωσί
τι, προπαροξύνονται ὡς ἀπὸ τοῦ <βεβλημένος βλήμενος>, ἐληλασμέ-
νος ἐληλάμενος, καὶ ὁ ἄσμενος δὲ καὶ ὄρμενος καὶ ἄρχμενος καὶ
<δέγμενος> καὶ ἄλμενος καὶ ἐμπλήμενος καὶ οὐτάμενος εἴτε παρακειμέ-
νου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνονται.
Io. Alex. 38, 27: τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς
ἀφῃρέθη.
192
Choer. Dict. 531, 10: Ἰστέον ὅτι τὸ ἔτυπτε γίνεται καὶ μετὰ τοῦ
ν̅ <ἔτυπτεν>· τὸ γὰρ ε̅ ἐφελκυστικόν ἐστι τοῦ ν̅ ἐν τοῖς τρίτοις προσώ-
ποις τοῖς ἑνικοῖς τῶν ῥημάτων οἷον ἔλεγε ἔλεγεν, ἔμαθε ἔμαθεν· ὥσ-
περ καὶ τὸ ι̅ ἔχομεν, ὅτι γίνεται ἐφελκυστικὸν τοῦ ν̅, ὅταν ἔχῃ προη-
γούμενον τὸ σ̅ ἢ δυνάμει ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν οἷον τύπτουσι
τύπτουσιν, Αἴασι Αἴασιν, δυνάμει δὲ οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι
Πέλοψιν· δυνάμει γὰρ ἐνταῦθά ἐστι τὸ σ̅· τὸ γὰρ ξ̅ ἐκ τοῦ κ̅ καὶ σ̅
δοκεῖ συγκεῖσθαι καὶ τὸ ψ̅ ἐκ τοῦ π̅ καὶ σ̅· καὶ πάλιν ἔστι ἔστιν· τὸ
193
γὰρ τ̅ ἐνταῦθα δυνάμει σ̅ ἐστίν, ἀπὸ γὰρ τοῦ ἔσσι γέγονε κατὰ τρο-
πὴν τοῦ σ̅ εἰς τ̅· πολλάκις δὲ καὶ τοῦ φ̅ προηγουμένου γίνεται τὸ ι̅
ἐφελκυστικὸν τοῦ ν̅ οἷον ναῦφι ναῦφιν «ναῦφιν ἀμυνόμενοι μετὰ Βοιω-
τῶν ἐμάχοντο» (Ν 700).
Choer. 560, 4: Γέγονε τὸ <ἐτετύφειν> τοῦτον τὸν τρόπον· ἔστιν
ἐτετύφει τρίτον πρόσωπον· τοῦτο κατὰ τὴν διάλυσιν τῆς ε̅ι̅ διφθόγγου
εἰς δύο ε̅ε̅ λέγουσιν οἱ Ἴωνες ἐτετύφεε, ἐπειδὴ τὸ ε̅ ἐφελκυστικόν ἐστι
τοῦ ν̅ οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, ἐτετύφεε ἐτετύφεεν καὶ κατὰ
κρᾶσιν τῶν δύο ε̅ε̅ εἰς τὴν ε̅ι̅ δίφθογγον ἐτετύφειν ἐκεῖνος· τοιοῦτόν
ἐστι καὶ τὸ «ἥ οἱ Λακεδαίμονι ναιεταούσῃ—ἤσκειν εἴρια καλά» (Γ 387)
ἀντὶ τοῦ ἤσκει· καὶ τὸ «οὐδ' ἄρα δὴν—εἱστήκειν, αὐτοῦ γὰρ ὑπήριπε
φαίδιμα γυῖα» (Ψ 690) ἀντὶ γὰρ τοῦ εἱστήκει.
Choer. 560, 33: τὸ <ἦν ἐκεῖνος> δευτέρου ἀορίστου ἐστὶν ἀπὸ
τῶν εἰς ω̅. ἀπὸ γὰρ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω γέγονεν ὁ
δεύτερος ἀόριστος ἦον ἦες ἦε καὶ κατὰ προσθήκην τοῦ ν̅ ἦεν (τὸ γὰρ
ε̅ ἐφελκυστικόν ἐστι τοῦ ν̅ οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν) καὶ κατὰ
κρᾶσιν τοῦ η̅ καὶ ε̅ εἰς η̅ γέγονεν ἦν· ὅτι γὰρ δεύτερος ἀόριστός ἐστι,
δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξύτονος· αἱ γὰρ εἰς ω̅ν̅ ὀξύτονοι μετοχαὶ
δευτέρου ἀορίστου εἰσὶν οἷον τυπών δραμών λαθών δακών πιών.
194
Theogn. 161, 32: τὰ εἰς ι̅ν̅ ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχοντα τὸ
ν̅ διὰ τοῦ ι̅ γράφονται οἷον αὖθι αὖθιν· οὕτω γάρ φησιν (sc. ὁ τεχνι-
195
κὸς i. e. Ἡρωδιανός) παρὰ Ῥηγίνοις· πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ
καὶ πέρυτις λέγεται Δωρικῶς· αἶιν, ὅπερ ἀπὸ τοῦ αἰεί γέγονεν· νυνίν,
οὑτωσίν.
Il. Pr. Σ 547: <τέλσον> ἐγένετο παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ
ς̅ καὶ προσόδῳ τοῦ ν̅.
Ep. Cr. I 150, 11, E. M. 314, 37: <ἐγών> Δωριέων διάλεκτός
ἐστι· προσλαμβάνει τὸ ν̅· ἢ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμῳδίαν τῶν
φωνηέντων εἶπε τὸ ἐγών μετὰ τοῦ ν̅ ὡς τὸ «καὶ ἐγὼν ἐπίκουρος ἐών»
(Γ 188).
Choer. 592, 21: τὸ <οἶσθα> «οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα
τοῦδε νοῆσαι» (Η 358) εὕρηται καὶ μετὰ τοῦ ς̅ οἶσθας ὡς παρὰ Κρα-
τίνῳ ἐν Μαλθακοῖς.
196
Io. Al. 41, 1: ὁ ἤ ὀξυνόμενος, εἰ καὶ πλεονάζει τὸ ε̅, ἐπὶ τέλους
ἔχει τὴν ὀξεῖαν; l. 23: ὁ ἦ περισπώμενος, ἐὰν προσλάβῃ τὸ ε̅, φυλάττει
τὴν περισπωμένην.
200
Io. Alex. 33, 33: τὸ εἴθε καὶ αἴθε βαρύνεται μέν, οὐ προπερι-
201
σπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ
θ̅ε̅ συλλαβή. cf. Io. Al. 5, 18, Mon. 27, 6.
Ep. Hom. 142, 22: ἐμέθεν, σέθεν, ἕθεν ὁ Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ,
σέ, ἕ καὶ κατ' ἐπέκτασιν τῆς θ̅ε̅ν̅. cf. Arcad. 179, 18, Priscian. XIII
2 p. 561 Krehl.
Mon. 44, 27: οἶσθα: ὅσα εἰς θ̅α̅ λήγει δεύτερα πρόσωπα ἐπεκτε-
ταμένα, ταῦτα ἀποβολῇ τῆς θ̅α̅ συλλαβῆς καταλείπει ῥητὸν τὸ ῥῆμα
οἷον λέγῃσθα λέγῃς, βάλῃσθα βάλῃς, ἦσθα ἦς· μόνον δὲ τὸ οἶσθα τοι-
οῦτον οὐκ ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθος. cf. Il. Pr. Τ 270, Φ 186,
Choer. 868, 4.
Il. Pr. Α 129: δῷσι: Ζωΐλος ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ
Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρη-
σάμενον ῥήματι· τὸ γὰρ δῶσί φασι πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ
τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι· τοιοῦ-
τόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168) τὸ «φῇσιν ἐλεύσεσθαι» καὶ τὸ
«εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα» (θ 318). cf. Ο 359.
Io. Alex. 24, 20: βαρύνεται ἡ σφίν ἐν τῇ σφίσιν καὶ δισυλλαβή-
σασα ἐπεκτείνεται. cf. Arcad. 143, 16, Apoll. de pron. 125.
202
Io. Alex. 5, 18: πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς ἐφ'
ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται—χωρὶς τῶν διὰ τοῦ χ̅ι̅ ἢ θ̅ε̅
ἐπεκτεταμένων. ταῦτα γὰρ φυλάττει τὸν τόνον ἅτε δὴ περιττῆς οὔσης
τῆς συλλαβῆς. παροξύνεται γοῦν τὸ <ναίχι> καὶ εἴθε καὶ αἴθε. ἔνθεν
σημειούμεθα τὸ οὐχί ὀξυνόμενον. τὸ δὲ ᾗχι προπερισπᾶται «ᾗχι ῥοὰς
Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος» (Ε 774). cf. Il. Pr. Κ 292,
Μ 260, Arcad. 197, 1.
205
Il. Pr. Α 576: <ἦδος:> ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ο̅ς̅ ληγόν-
των. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· δασυνόμενον γὰρ
μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον ὡς τὸ ἡμέρα μετασχηματίζεται
εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις.
208
Io. Al. 36, 14: τὸ <ἐκεῖ> ἀποκέκοπται.
209
Il. Pr. 656: τὸ <ἁμαρτῇ> δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης
καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ τοῦ ἁμαρ-
τήδην ἀποκεκόφθαι· διὸ καὶ κατ' αὐτὸν χωρὶς τοῦ ι̅ γεγράψεται. ἐπι-
κρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ.
Il. Pr. Ο 4: <ὑπαί:> παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν
ὑπαί καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς.
210
Io. Al. 21, 4: φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται. τὸ γὰρ φή
ἀντὶ τοῦ φησί.
Il. Pr. Ε 256: <ἔα:> συστέλλεται τὸ α̅ καὶ βαρύνεται. τὸ μὲν οὖν
ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ σὺν τῷ ι̅ γραφόμενον ὡς τιμῶ
τιμᾷς τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα οὐ προσγραφομένου τοῦ
ι̅ «οὐ μ' εἴας μακάρεσσι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ
«τὸν δ' οὔτι πατὴρ εἴασκε μάχεσθαι» (Il. Υ 408), καὶ «τόνδ' εἴασκεν»
(Il. Ω 17), καὶ προστακτικὸν «ἀλλ' ἔα ὥς οἱ πρῶτα» (Il. Α 270). εἰ
τοίνυν ἐστὶ τοιοῦτο «τρεῖν μ' οὐκ ἔα», μόνον συνεστάλη τὸ ἄλφα, καὶ
ὁ παρατατικός ἐστι ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι
περισπώμενος καὶ σὺν τῷ ι̅ γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ
γὰρ τοῦ α̅ καὶ ἐκβολὴ τοῦ ι̅ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκ-
δεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ
δεύτερον καὶ τὸ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο α̅α̅, ὧν
τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ
σὺν τῷ ι̅ γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγώ» (Il. Φ 108), καὶ
ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δοκέειν» (Il. Ρ 572), καὶ «ἐκπεράᾳ μέγα
λαῖτμα» (Od. ι 323), «οὐκ ἐάᾳ Κρονίδης (Il. Θ 414). τοῦτο τοίνυν
τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι »τρεῖν μ' οὐκ ἔα«. ἔνθεν καὶ
συνέσταλται τὸ α̅ καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκό-
πτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ »οὖτα κατὰ λαπάρην« (Il. Ζ 64).
εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω̅ περισπωμένων ἢ βαρυ-
τόνων ἐνεστῶτος ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παρα-
δέξαιτο, ἑαυτὸν λήσει. περὶ γὰρ πάθους διαλαμβάνομεν.
211
Il. Pr. Β 662: <κατέκτα:> Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρί-
σταρχον ἀνεγνωκέναι ὁμοίως τῷ »ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ« (Od. λ
410) κατὰ συστολήν. Τυραννίων δὲ κατ' ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον
εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ' Ἀριστάρχου »ὥς ἔμεν ὡς
ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν« (Il. Δ 319). ἡ μέντοι κοινὴ ἀνά-
γνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ
»οὖτα κατὰ λαπάρην« (Il. Ζ 64).
Schol. ad Od. λ 221: <δαμνᾷ>, ἐπεί κεν πρῶτα λίπῃ: δαμνᾷ ὡς
κιρνᾷ. οἱ δὲ »δάμναται ὥς κεν πρῶτα λίπῃ« ὡς Κράτης· ὁ δὲ Ἀσκα-
λωνίτης βαρύνει δάμνα, ἵν' ᾖ τοῦ δάμναται ἀποκοπή. ἔξεστι δὲ ἀνα-
γινώσκειν περισπωμένως ἀπὸ τοῦ δαμνῶμαι ὡς πειρῶμαι »πειρᾷ ἐμεῖο
γεραιέ« (Ω 390) μὴ ἐκφωνουμένου τοῦ ι̅ ὡς τὸ δύνᾳ παρ' Ἀττικοῖς.
Il. Pr. Π 99: <ἐκδύμεν:> παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν
ἐκδύμεναι ὁμοίως τῷ »θοῶς ζευγνύμεν ἄνωγεν« (145) καὶ δῆλον, ὅτι
λείπει γένοιτο.
Il. Pr. Ι 393: σόωσι: Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ
τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν
εἶπεν »ἥ κέν σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν« (424).
214
Mon. 16, 12: τὸ παρὰ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ »μόνη δέ οἱ
ἐφλέγετο <γλήν>« οὐκ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη.
215
Dichr. 283, 6: τὸ »ἐξ ὀρέων ἐπὶ <κάρ>« (Il. Π 392) κατὰ πάθος.
ἀπὸ γὰρ τοῦ κάρη κατ' ἀποκοπὴν τοῦ η̅ γέγονεν.
Herod. in Cathol. ap. Choer. Dictat, 515, 19, Theogn. 120, 26:
τὸ <κάρη> ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται.
Dichr. 289, 16: τὸ <κάρα> τὸ ἐκτεινόμενον ἐξ ἀποκοπῆς τοῦ
κάρανον.
Arcad. 124, 17: τὸ <δῶ> ἀπὸ τοῦ δῶμα καὶ τὸ <φᾶρ> τὸ ἱμάτιον
ἀπὸ τοῦ φᾶρος καὶ <κρῖ>.
Theogn. 116, 4: τὸ <αὔξη> οἱ μὲν βαρυτονοῦσι λέγοντες ἀποκεκό-
φθαι, <Ἡρωδιανὸς> δὲ συνηγορεῖ τοῖς ὀξυτονοῦσι.
Mon. 10, 17: οὐδὲν περισπώμενον ἀποκέκοπται κατὰ γενικὴν πτῶ-
σιν, ἐξεκόπη παρ' Ἀριστίᾳ ἐν Ἀνταίῳ, ἔνθα φησίν »Αἰγαίου <Ποσειδῶ>
παῖς, πατὴρ δ' ἐμός«.
Io. Alex. 11, 31: τὸ <διχόμηνι> μεταπέπλασται ἐκ τοῦ διχομήνῳ.
δύναται δὲ καὶ ἀπὸ τοῦ διχόμηνις »πρὸς γάρ οἱ διχόμηνις ἀπ' αἰθέρος
αἰγάζουσα« Ἀπολλώνιος (Α 1231) καὶ δοτικῆς διχομήνιδι ἀποκεκόφθαι
216
»οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ« (Arat. Phaen. 470) καὶ
ἀναδρομὴν ποιήσασθαι τοῦ τόνου.
Il. Pr. Ξ 387: ἡ <δαΐ> εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονη-
θήσεται.
Il. Pr. Δ 27: <ἱδρῶ> θ', ὃν ἵδρωσα: αἰτιατική ἐστι κατ' ἔκθλιψιν·
δύναται μέντοι καὶ <ἱδρῶ> τε εἶναι τὸ πλῆρες, ἐπειδὴ σύνηθες αὐτῷ
οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι.
Il. Pr. Ο 339: Μηκιστῆ: ὁμοίως τῷ »ἔνθ' αὖτ' ἀγγελίην ἔπι Τυδῆ
στεῖλαν Ἀχαιοί« (Il. Δ 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατική,
ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον.
Io. Alex. 12, 19: αἱ εἰς ω̅ αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς α̅ πᾶσαι
πεπόνθασι· ἡ μὲν γὰρ Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παρα-
πλήσιαι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον.
Io. Alex. 12, 16: οὐδεμία εἰς α̅ λήγουσα αἰτιατικὴ ὀξύνεται· ἔν-
θεν ἡ νιφάδα ἀποκοπεῖσα ἀνεβιβάσθη »ἀλευόμενοι νίφα λευκήν« (Hes.
Op. 533).
217
Choer. 95, 24: ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν τὴν
Θόαν καὶ τὴν Αἴαν αἰτιατικὴν μὴ λέγομεν ἀπὸ τῶν Θόαντα καὶ Αἴαντα
αἰτιατικῶν γεγενῆσθαι κατὰ ἀποκοπὴν τῆς τ̅α̅ συλλαβῆς καὶ μὴ ἀπὸ
ἰσοσυλλάβου κλίσεως; καὶ ἔστιν εἰπεῖν, ὅτι οὐδέποτε γενικὴ διὰ τοῦ
ν̅τ̅ κλινομένη πάσχει ἀποκοπὴν κατὰ τὴν αἰτιατικὴν οἷον Ξενοφῶν
Ξενοφῶντος Ξενοφῶντα, Κτησιφῶν Κτησιφῶντος Κτησιφῶντα. ἀμέλει
τὸ Ποσειδῶν Ποσειδῶνος μὴ κλινόμενον διὰ τοῦ ν̅τ̅ πάσχει ἀποκοπὴν
κατὰ τὴν αἰτιατικὴν οἷον τὸν Ποσειδῶνα τὸν Ποσειδῶ »νὴ τὸν Ποσειδῶ
τοῦτον ἵππιον« (Arist. Nub. 83)· ὥστε οὖν ἀπὸ ἰσοσυλλάβου κλίσεως
ταῦτα.
Choer. 422, 2: πᾶσα αἰτιατικὴ ἑνικῶν μονοσύλλαβος ἀρσενικὴ ἢ
θηλυκὴ αὐτὴ καθ' ἑαυτὴν οὖσα εἰς ν̅ λήγει· τὸ δὲ νὴ Δί οὐκ ἀντίκειται
ἡμῖν, ἐπειδὴ οὐχ εὑρίσκεται αὐτὴ καθ' ἑαυτήν, ἀλλ' ἐν συντάξει.
Il. Pr. Ο 128: τὸ <ἠλέ> ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε
συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου.
Il. Pr. Ρ 201: ἆ <δείλ':> τὸ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξη-
γησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει »ἆ δειλώ,
τί νυ δάκρυ κατείβετον« (Od. φ 86).
Dichr. 282, 4: τὰ δίχρονα τὰ ἐκ συναλοιφῆς ἐκτείνεσθαι θέλει
κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς τ̅α̅ συλ-
λαβῆς τοῦ κέρατα κέρα καὶ κρέατα κρέα, συνεσταλμένον ἐστὶ τὸ δίχρονον.
218
Choer. Dictat. 377, 11: τὰ γόνυα καὶ δόρυα γίνεται καθ' ὑπερ-
βιβασμὸν τοῦ υ̅ γοῦνα καὶ δοῦρα. δύναται δὲ καὶ ἀπὸ τοῦ γούνατα
καὶ δούρατα γενέσθαι κατὰ ἀποκοπὴν τῆς τ̅α̅ συλλαβῆς γοῦνα καὶ δοῦρα.
222
E. M. 644, 8: ὡς παρὰ τὸ φύσις γίνεται φυσικός, μάντις μαντι-
κός, οὕτως ὄφις ὀφικός καὶ ὀφιακός κατὰ πλεονασμὸν τοῦ α̅. συνη-
κολούθησε γὰρ τῷ θηριακός.
Il. Pr. Χ 28: <ἄστρασιν:> ὃν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο
ἥ τε προβάτοις πρόβασιν ἥ τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρα-
σιν, ἐπεισελθόντος τοῦ α̅, ἵνα συστῇ ἡ λέξις.
223
Io. Alex. 11, 27: αἱ πλεονάσασαι τὸ α̅ κατὰ τὴν παραλήγουσαν
παροξύνονται πατράσι, θυγατράσι μητράσι.
Choer. 463, 17: αἱ πλεονάσασαι δοτικαὶ πληθυντικαὶ τῷ α̅ παρ-
οξύνονται οἷον πατρί πατράσιν, θυγατρί θυγατράσιν, ἀνδρί ἀνδράσιν,
υἷι υἱάσιν. ἔστι γὰρ ὗϊς ὕϊος ὕϊι καὶ κατὰ συναίρεσιν τοῦ υ̅ καὶ ι̅ εἰς
τὴν υ̅ι̅ δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ σ̅ προσερχομένου ἀσυνταξία ἤμελλε
γενέσθαι (οὐδέποτε γὰρ μετὰ τὴν υ̅ι̅ δίφθογγον σύμφωνον εὑρίσκεται
ἐπιφερόμενον οἷον μυῖα ἅρπυια, υἱός) τούτου χάριν ἐπλεόνασε τὸ α̅ καὶ
γέγονεν υἱάσιν.
226
Schol. ad Od. μ 417: <θεείου:> εἴγε ἀπὸ τοῦ θείου διαίρεσις, διὰ
τί τὸ θεείου διὰ διφθόγγου; φαμὲν οὖν ὅτι πλεονασμός ἐστι τοῦ ε̅ ὡς
εἷς ἕεις.
Ep. Hom. 412, 8: <τεόν:> τὸ κοινὸν σόν, Δωρικὸν τεόν· πέπονθε
γὰρ πλεονασμὸν τοῦ ε̅ καὶ τροπὴν τοῦ σ̅ εἰς τ̅, ἀλλ' ἐπὶ τῶν πρωτο-
τύπων τροπὴ μόνη γίνεται σύ τύ· ἐπὶ δὲ τῶν κτητικῶν οὔτε ἡ τροπὴ
χωρὶς πλεονασμοῦ οὔτε ὁ πλεονασμὸς ἄνευ τῆς τροπῆς παρὰ Δωριεῦσι
σόν τεόν, σῇ τεῇ »ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή« (Ξ 249).
228
Il. Pr. Ε 163: <ἀἕκοντας:> στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα·
διὸ δασυντέον τὸ ε̅· πταίει οὖν Νικίας ψιλῶν τὸ ε̅. οἴεται γὰρ τῷ
ἄκοντα ἐπεντίθεσθαι τὸ ε̅. ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή
ἐστι τοῦ ἀέκοντος.
Il. Pr. Α 508: μητίετα: ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε̅
καὶ συστολῇ τοῦ ι̅ ἀπὸ εὐθείας τῆς μητίτης κλητικὴ γέγονε μητίετα· καὶ
ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. cf. Α 175.
Il. Pr. Σ 538: δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ο̅ς̅ ὀνομά-
των ὁ πλεονασμὸς τοῦ ε̅ φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν κενός κενεός,
ἀδελφός ἀδελφεός.
229
Il. Pr. Ψ 160: τὰ εἰς ο̅ς̅ λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα,
καθαρεύοντα καὶ τῷ ε̅ παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός,
ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ̅ ὀσχεός, καὶ παρὰ τὸ σωρεύω δὲ
ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λο-
χεύω δὲ ὁ <λοχεός> ἔσται κατ' ὀξεῖαν τάσιν »ὁ δ' ἐκ λοχεοῖο πάϊς«
(Hes. Theogn. 178). ἀλλ' οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν,
πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε̅, ὥστε παρὰ τὴν λόχου γενικὴν »ἐκ
λόχου ἀμπήδησε« (Il. Λ 379) λόχοιο γενέσθαι καὶ λοχέοιο.
230
Il. Pr. Ψ 361: προπαροξυτονητέον τὸ <μεμνέῳτο>· γράφεται δὲ
καὶ σὺν τῷ ι̅ τὸ ω̅. οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο
ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε̅ ἐστὶν ὁ
σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3) »ἀλλ'
ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο«. τὸ δὲ ἀνά-
λογον διὰ τοῦ η̅ προσκειμένου τοῦ ι̅ παρ' Ἀριστοφάνει ἐν Πλούτῳ
δευτέρῳ (992) »ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου« καὶ πάλιν
προπερισπαστέον.
Schol. A ad Il. Ξ 241: <ἐπίσχοιες:> οὕτως τὴν γραφὴν παρατί-
θεται ὁ <Ἡρωδιανὸς> ἐν τῷ ιζʹ τῆς καθόλου καὶ λέγει ἀπὸ τοῦ ἐπί-
σχοις πλεονασμὸν εἶναι τοῦ ε̅ ἢ συστολὴν τοῦ ἐπισχοίης.
E. M. 146, 19: ὁ <Ἡρωδιανός> φησιν <ἐν τῇ καθόλου> πλεονά-
ζειν τὴν ε̅ι̅ δίφθογγον καὶ γίνεται ἀρνός <ἀρνειός> ὡς ἀμνός ἀμνειός.
Arcad. 45, 1: τὰ εἰς ε̅ι̅ο̅ς̅ ὑπερδισύλλαβα μὴ πλεοναζούσης τῆς ε̅ι̅
διφθόγγου προπαροξύνεται Αἰάντειος Ὁμήρειος γαλήνειος Ἱππάρχειος·
τὸ δὲ <ἀδελφειός> ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ε̅ι̅.
232
Mon. 46, 6: <βοτρυδόν:> τὰ εἰς δ̅ο̅ν̅ λήγοντα ἐπιρρήματα ὀξυνόμενα
οὐ θέλει ἀπὸ τῶν εἰς υ̅ς̅ ληγόντων ὀνομάτων παράγεσθαι καὶ πρὸ τέ-
λους ἔχειν τὸ υ̅. μονῆρες ἄρα τὸ βοτρυδόν. —ὁ μέντοι Εὐφορίων
παρὰ τὸ εἰς υ̅ς̅ παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους
τὸ υ̅, ἀλλὰ τὸ η̅,
πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα.
233
Il. Pr. Ω 228 et περὶ Ἀττικῶν προσῳδιῶν E. M. 804, 11: <φω-
ριαμός:> εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυ-
λάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατ' ὀξεῖαν τάσιν φωραμός
καὶ πλεονασμῷ τοῦ ι̅ φωριαμός.
Theogn. 57, 14: <αἰζήϊος> πλεονάσαν τὸ ι̅, οὐ τὸ η̅, ἀνεβίβασε
τὸν τόνον, ὥς φησιν <Ἡρωδιανὸς ἐν τῇ καθόλου>.
Mon. 43, 31: <ἐσθίω:> τὰ εἰς ω̅ λήγοντα ῥήματα ὁριστικὰ ἐνεστῶ-
τος χρόνου, εἰ λάβοι ἐπέκτασιν τοῦ ι̅, περισπᾶσθαι θέλει χαίρω χαριῶ,
ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ
μόνον τὸ ἐσθίω βαρύνεται· τὸ γὰρ δείδιε οὐχ, ὥς τινες οἴονται, ἀπαι-
234
τεῖ θέμα τὸ δειδίω. εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γι-
νόμενον.
St. B. 379, 3: <Κοτιάειον:> —τινές φασι Κοσιάειον ὀφείλει·
δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ Μίδα Μιδάειον καὶ προσθέσει
τοῦ ι̅ Κοσιάειον καὶ τροπῇ Κοτιάειον.
St. B. 62, 1: <Ἀκουιτανοί:> ἔοικε τὸ ι̅ κατὰ πλεονασμὸν ἔχειν.
St. B. 608, 9: Ταῦρος: τὸ ἐθνικὸν <Ταυριανός> πλεονασμῷ τοῦ
ι̅ ὡς Ζυγιανός.
Io. Al. 37, 31: τὸ <δοάν> ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ ο̅ δήν
δάν δοάν.
235
Il. Pr. O 365: τὸ ἥτε ξείνων θέμις ἐστί (Od. ι 268) δασύνεται,
τὸ <δὲ ἠΰτε> ψιλοῦται.
Ep. Cr. I 313, 5: τὰ εἰς ω̅ λήγοντα ῥήματα εἴτε βαρυτονεῖται
εἴτε περισπᾶται, διὰ τοῦ υ̅ βραχυνομένου ἐπεκτείνεται παρὰ τοῖς Ἴωσιν
οἷον κινῶ κινύω, φορῶ φορύω, ἐξ οὗ κατὰ παρένθεσιν Δωρικὴν τοῦ
ν̅ φορύνω.
236
Schol. A ad Il. Γ 272: <ἄωρτο>. —τοῦ ἄρω ὁ παρακείμενος
ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συ-
στολῇ ἄρτο, ἐπενθέσει τοῦ ω̅ ἄωρτο ὥσπερ εἶθα εἴωθα. οὕτως <Ἡρω-
διανὸς ἐν τῷ βʹ τμήματι τῷ περὶ παθῶν Διδύμου>.
E. Or. 57, 10: ἐτήτυμον: ἐτεόν ἔτυμον καὶ πλεονασμῷ τῆς τ̅η̅
συλλαβῆς ἐτήτυμον.
237
Eustath. 890, 9: φασὶν <Ἀπίων καὶ Ἡρόδωρος>, ὅτι ἔοικεν ὁ
<Ῥοδίος> ποταμὸς παρὰ τὸν ῥόον ὠνομάσθαι πλεονάσαντος τοῦ δ̅ι̅
ὡς καὶ ἐν τῷ πῖδαξ. πίαξ γὰρ παρὰ τὸ πιεῖν. καὶ ἐν τῷ πόρδαλις
καὶ πάρδαλις· παρὰ τὸ προάλλεσθαι γὰρ καὶ παράλλεσθαι.
240
Arcad. 161, 10: σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ
δαγκάνω καὶ κατὰ συγκοπήν.
Il. Pr. Μ 148: τὰ εἰς μ̅ο̅ς̅ μετ' ἐπιπλοκῆς τοῦ χ̅ ὀξύνεσθαι θέλει,
αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές
ἐστιν, ὀξυτονηθήσεται.
E. Or. 57, 2, E. M. 316, 40: ἕδνα τὰ πρὸ τοῦ γάμου ὑπὸ τοῦ
241
νυμφίου διδόμενα δῶρα τῇ νύμφῃ. παρὰ τὸ ἥδω τὸ εὐφραίνω ἥδανον
καὶ συγκοπῇ καὶ συστολῇ ἕδνον. ἥδονται γὰρ τούτοις οἱ γαμούμενοι.
242
Choer. Dict. 380, 27: κάρηαρ καρήατος καὶ κατὰ συγκοπὴν κάρη-
τος ὡς παρὰ τῷ ποιητῇ (Od. ψ 157)
κὰδ δὲ κάρητος
οὔλας ἧκε κόμας.
Mon. 23, 25: τὰ εἰς μ̅ε̅ν̅ λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν
ἔχειν τὸ μ̅, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν. εἰ μέντοι σύμφωνον
εὑρεθείη, συγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη ἴσαμεν ἴσμεν, ἴδομεν
ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν.
E. M. 428, 29: »ἤλσατο βοῦς« Ἴβυκος παρὰ τὸ ἠλάσατο.
243
Theogn. 123, 15: <πλαίσιον:> γέγονε παρὰ τὸ πέλας καὶ συγκοπῇ
πλάσιος καὶ πλεονασμῷ τοῦ ι̅ πλαίσιος. οὕτως <Ἡρωδιανὸς ἐν τῇ
καθόλου>.
Ep. Cr. I 338, 22: τὰ εἰς ο̅ς̅ δισύλλαβα τοῖς αὐτοῖς συμφώνοις
κεχορηγημένα, παραληγόμενα τῷ ο̅ βαρύνεται οἷον κόττος, ὄσσος, ὄρρος,
Κόλλος, σπόγγος· τὸ <νοσσός> ἐκ τοῦ νεοσσός.
E. M. 319, 27: <ἔθρισε:> παρὰ τὸ θερίζω κατὰ συγκοπὴν θρίζω
καὶ ἀποθρίζω καὶ ἀπέθρισεν.
E. Or. 55, 6, E. M. 386, 7: <ἐτάζω:> ὥσπερ παρὰ τὸ μάταιον
γίνεται ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεόν τὸ ἀληθές γίνεται ἐτεάζω
τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἀποβολῇ τοῦ ε̅ ἐτάζω καὶ ἐξετάζω.
Arcad. 62, 18: τὸ ἀμνός ὀξύνεται· ἀπὸ γὰρ τοῦ α̅ καὶ ἐπιθετικώ-
τερον. ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος.
Schol. BDLV ad Il. Β 461: <Ἀσίω ἐν λειμῶνι> (Β 461) ἐν γε-
νικῇ ἐκληπτέον καὶ χωρὶς τοῦ ι̅ ὡς τὸ »ἐϋμμελίω Πριάμοιο«. οὕτως
<Ἡρωδιανὸς ἐν τῇ καθόλου>.
245
Eust. 1446, 24: τοῦ ὄσσος ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε,
παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπήν, ἄδηλον γάρ φησι (sc. Herodianus, ut
videtur, in Catholica) τὸ πάθος, ἐποίησε τὸ ὄσσε.
Choer. Dict. 463, 4: τὸ σπέεσσι συγκοπὲν καὶ γενόμενον σπέσσι
διὰ μὲν τὴν δισυλλαβίαν ὤφειλεν ὀξύνεσθαι, διὰ δὲ τὸν διπλασιασμὸν
τοῦ σ̅, ὅστις ἀεὶ ἐν βαρυνομέναις δοτικαῖς θεωρεῖται, κατὰ τοῦτο
ἐβαρύνθη. Ἡρωδιανὸς ἐν τῇ Α ῥαψῳδίᾳ τῆς Ὀδυσσειακῆς προσῳδίας.
Io. Alex. 29, 2: ὠκέα ὦκα, σαφέα σάφα καὶ τούτων ἀνεβιβάσθη
ὁ τόνος καὶ μετὰ τὴν ὑπεξαίρεσιν τοῦ ε̅.
Il. Pr. Ω 202: ἔκλε': τὴν κ̅λ̅ε̅ συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης,
ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλ' ἐκλέεο τετρα-
246
συλλάβως. καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ
μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι·
οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι »σὺ δ' αἴδεο καί μ' ἐλέησον«
(Il. Φ 74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων,
ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται.
Il. Pr. Κ 67: ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύ-
νοντες· οὐκ ἐχρῆν δέ. εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε
παθητικός, ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θ̅α̅ι̅ λήγοντα ἀπαρέμ-
φατα, ἔχοντα πρὸ τοῦ θ̅ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι,
ἐσπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ
ἐγρήγορθαι τὸ τὰ εἰς θ̅α̅ι̅ λήγοντα, τῇ ο̅ρ̅ συλλαβῇ παραληγόμενα, μὴ
παρ' ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι,
ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος
ὁμοίως τοῖς προκειμένοις.
Ep. Cr. I 136, 11: ἔσεται καὶ κατὰ συγκοπὴν ἔσται.
247
Theogn. 26, 27: τὸ <Ἀλκμάν>, εἰ παρὰ τὴν ἀκμήν ἐγένετο, πε-
πλεόνακε τὸ λ̅, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ̅, εἰ δὲ παρὰ τὸ
ἄλκιμος, ἐν συγκοπῇ γέγονε. οὕτως <Ἡρωδιανὸς ἐν τῇ καθόλου>.
Il. Pr. Α 464: τὸ <μηρίον> ἐντελέστερον τοῦ μήρου· ἐκ γὰρ συγκο-
πῆς αὐτοῦ γέγονε.
Il. Pr. Ο 320: <κατένωπα:> Ἀρίσταρχος ὡς δῶμα ἀπ' εὐθείας τῆς
ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς
κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ
συγκοπὴν κατένωπα ὡς μηρία μῆρα, σιτία σῖτα.
Arcad. 88, 14: τὸ <ἐπεσβόλος> παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν.
249
E. Gud. 330, 59, E. M. 523, 7: τὸ <κνύζα>, ὡς λέγει <Ἡρῳδια-
νὸς ἐν τῇ καθόλου>, εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον
»χαμαιζήλοιο κονύζης« (Nicand. Ther. 70), εἰ δὲ ἐπὶ τοῦ παρεφθαρ-
μένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλ' ἀπὸ τοῦ κνύω, ἀφ'
οὗ κνύος ἡ φθορά.
Arcad. 149, 26: <γνυπῶ> τὸ γονυπετῶ.
Il. Pr. Ξ 351: τὸ <λάγνος> ἔννοιαν ἔχει συνθέσεως. Eust. 1412,
250
29: ἐκ τοῦ γόνος ἤτοι γονή οὐ μόνον ὁ λάγνος ἀλλὰ καὶ ὁ κατὰ τοὺς
παλαιοὺς λάγνης ὡς οἱονεὶ λαγόνης ἤγουν πολύγονος. καὶ μέν τινες
παρὰ τὸ λ̅α̅ ἐπιτατικὸν καὶ τὸ γυνή τὰ τοιαῦτα παρήγαγον.
253
St. B. 200, 5: Γέα πλησίον Πετρῶν ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Γέϊος·
ἐν Πέτραις δ' ἐπιχωριάζειν κύριον ὄνομα τὸ Γέσιος. κατὰ ἀναλογίαν
δ' ἔδει Γεάτης ὡς Τεγεάτης. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθα-
κήσιος καὶ κατὰ συγκοπὴν Γέσιος.
E. Or. 57, 29: <ἐχθρός:> παρὰ τὸ ἔχθος ἐχθηρός καὶ συγκοπῇ
ἐχθρός ἢ ὡς κῦδος κυδρός. <Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ>.
Choer. Dict. 773: τὸ <τρέφοιν> ὡς παρ' Εὐριπίδῃ »ἄφρων ἂν
εἴην εἰ τρέφοιν τὰ τῶν πέλας« (fr. 152 Dind.) τρεφοίην ὡς περιπα-
τοίην καὶ ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ η̅ γέγονε τρέφοιν.
Il. Pr. Γ 102: <διακρινθεῖτε:> οὕτως προπερισπᾶται διακρινθεῖτε.
ἔστι γὰρ εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε ὁμοίως τῷ
»καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε« (Od. χ 62) ὧν πάλιν πρῶτα διακρινθείη-
254
μεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ »ἡμεῖς δ' ἐς δεκάδας διακοσμη-
θεῖμεν Ἀχαιοί« (Il. Β 126).
255
Mon. 41, 1: <χείρων:> οὐδὲν εἰς ω̅ν̅ λῆγον συγκριτικὸν πρὸ τοῦ
ω̅ τὸ ρ̅ ἔχει, ἀλλὰ μόνον τὸ χείρων· αἴτιον δὲ τὸ πάθος.
Schol. ad Od. π 175, Choer. Dict. 174, 9, E. M. 576, 15: <με-
λαγχροιής:> ὀξυτόνως· τοῦτο δὲ κατὰ συγκοπὴν Ἀττικοὶ μελαγχρής.
256
E. Or. 117, 26, E. M. 618, 8: »<οἶμα> λέοντος ἔχει« Ἰλιάδος Π
(752) ἀπὸ τοῦ οἰμῶ οἰμήσω »οἴμησε δὲ ἀλεὶς ὥστ' αἰετός« (Χ 308)
οἴμημα καὶ κατὰ συγκοπὴν οἶμα.
Arcad. 79, 24: τὰ εἰς τ̅ο̅ς̅ ὀξύνεται, εἰ μὴ ἐκ πλειόνων συλλαβῶν
εἰς δισυλλαβίαν μεταστῇ ὡς <δύστος> ὁ δύστηνος, καὶ πόστος ἐκ τοῦ
πόσατος γέγονεν.
257
Mon. 14, 15: <χαρίεις:> οὐδὲν εἰς ε̅ι̅ς̅ λῆγον ὄνομα ὑπὲρ μίαν συλ-
λαβὴν ἀρσενικὸν τῷ ι̅ παραλήγεται. —τὸ τοίνυν χαρίεις σημειῶδες τῷ
ι̅ χρησάμενον πρὸ τέλους. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόεις εἶπεν,
ἀποδοὺς τὸ ἐντελὲς τῇ λέξει.
Mon. 27, 5: <ἐκεῖθεν:> οὐδὲν εἰς θ̅ε̅ν̅ λῆγον ἐπίρρημα τοπικὸν τῇ
ε̅ι̅ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. αἴτιον δὲ τὸ πάθος·
ὁ γοῦν Ἀλκαῖος κεινόθεν ἐστὶν ὅπου ἀπεφήνατο αὐτό.
αἲ γάρ κ' ἄλλοθεν ἔλθῃ, τί δὲ φὴ κήνοθεν ἔμμεναι.
Il. Pr. Ζ 239: <ἔτας:> ὁ Ἀσκαλωνίτης τὸ ἔτης ψιλωτέον φησίν,
εἰ καὶ ἐπὶ τῶν ἑταίρων τάσσεται, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ
ἥλατο ἆλτο.
258
Il. Pr. Ω 213: <ἄντιτα:> παραφυλακτέον, ὅτι συλλαβὴ λείπει ἡ τ̅ι̅
τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.
Arcad. 62, 8: τὸ <λίχνος> βαρύτονον ὡς σύνθετον παρὰ τὸ λίαν
χαίνειν.
Il. Pr. Λ 257: <ὄπατρον:> ψιλωτέον οὐχ ὡς οἴονται διὰ τὴν συγκο-
πήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι· ἀπεδείξαμεν δὲ ἡμεῖς
ἐν ἑτέροις, ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν, Ἡράκλεες
Ἥρακλες· τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ
συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο̅ πρὸ τοῦ
π̅ κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι.
Arcad. 47, 18: τὸ ὄμαργος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ ἀργός·
ἔστι δὲ ὄνομα κυνός.
259
Il. Pr. Ο 619: <ἠλίβατος>· ἀπὸ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ
ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνος· συγκοπὴν δὲ ἔπαθεν.
262
Choer. Dict. 387: Ἰστέον ὅτι τινὲς θέλουσιν ὀξύνειν τὴν Ἀττικὴν
γενικὴν τῶν ἑνικῶν οἷον τοῦ κρεώς τοῦ γηρώς τοῦ κερώς ὀξυτόνως
λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ
συγκοπὴν τοῦ α̅ καὶ τ̅ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο̅ ὀξυτόνως
τῷ λόγῳ τῶν εἰς ο̅ς̅ δισυλλάβων γενικῶν οἷον ὥσπερ πατρός μητρός
φωτός μηνός χηνός παιδός σπληνός συός φρενός γραός καὶ λοιπὸν οἱ
Ἀθηναῖοι ἐκτείνοντες τὸ ο̅ εἰς ω̅ ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς
γηρώς κερώς. <τῷ δὲ Ἡρωδιανῷ> οὐ δοκεῖ τοῦτο, ἀλλὰ ταῦτα βα-
ρυτόνως δοξάζει λέγεσθαι οἷον τοῦ κρέως τοῦ γήρως τοῦ κέρως τῷ
λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς
ὀξεῖαν βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος
Δημοσθένους, Διομήδεος Διομήδους. κέχρηται δὲ λόγῳ τοιούτῳ· εἰ
δὲ λέγεται συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ
γενέσθαι καὶ ἐν τῇ δοτικῇ καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει
καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός, πατέρι πατρί,
μητέρος μητρός, μητέρι μητρί, Δημήτερος Δήμητρος, Δημήτερι Δήμητρι,
ἀνέρος ἀνδρός, ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός, θυγατέρι…
οὖν…
ἐπ…
The complete text is available when the reading interface loads.