Partitiones ($1 *)EPIMERISMOI/
- Authority group
- Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Partitiones [Sp.?] (= Ἐπιμερισμοί) (e codd. Paris. 2543 + 2570), ed. J. F. Boissonade, Herodiani partitiones, London, 1819 (repr. Amsterdam: Hakkert, 1963): 1–282.
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg036.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
ἑνὸς ἑκάστου τῶν συμφώνων κατὰ τάξιν. Καὶ μετὰ
ταῦτα ἀρχόμεθα ἀπὸ τοῦ ζ, κατὰ τὴν ἄνω ῥηθεῖσαν ἀκολου-
θίαν, καὶ προχωροῦμεν μέχρι τέλους τῶν εἰκοσιτεσσάρων
γραμμάτων καθ' εἱρμόν.
Ὅρα καὶ ἐν τοῖς μετωπίοις τῶν καταβατῶν ἐπισημαι-
νομένους τοὺς ἐπιμερισμοὺς, ὡς ἂν ἔχῃς εὑρίσκειν ῥᾳδίως
τὸ ζητούμενόν σοι· ἐν οἷς δὲ κεῖται τὸ “πλὴν τοῦδε
3
καὶ τοῦδε,” οὐδὲν τῶν ἐκείνης τῆς μοίρας παραλέλειπται,
τυχὸν τῶν διὰ τοῦ βαι διφθόγγου, ὡς ἂν πάντα μαθόντες
τὰ δίφθογγα, ἐξ ἀνάγκης καὶ τὰ λοιπὰ γινώσκωμεν διὰ
τοῦ ε ψιλοῦ γράφεσθαι, κἂν ἴσως τινὰ ψιλὰ καὶ παρα-
λειφθῶσιν ἐνταῦθα τοῖς ἐπιμερισμοῖς, οὕτω ποιοῦμεν ἐν
πᾶσιν. Οὐδὲν δὲ τῶν πάνυ καινολέκτων καὶ ξενηκούστων
4
λαμβάνομεν, ἀλλὰ τὰ μᾶλλον ἑλληνικώτερα καὶ γραμ-
ματικώτερα, καὶ τὰ ἐν χρήσει· τιθέαμεν δὲ καὶ τὰς σημα-
σίας τῶν λέξεων.
ΤΟ α τὸ ἐν τῷ διφθόγγῳ αι ζήτει ἐν τοῖς ἐπιμερισμοῖς
τοῦ ε ψιλοῦ.
{ἈΡΧΗ ΤΟΥ Β.}
Πᾶσα λέξις ἀπὸ τῆς βε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε
ψιλοῦ γράφεται· οἷον· βέβαιος, ὁ ἀληθής· βεβαιῶ, ῥῆμα·
βέβηλος, ὁ μυσαρός· βεβηλῶ, ῥῆμα· Βενιαμὶν, Βεσελεὴλ,
Βελισσάριος, καὶ Βελεροφόντης, κύρια· βέλος, βελεὼν, τὸ
αὐτό· βελτίων, ὁ κρείττων, βέλτιστος, τὸ αὐτό· βελόνη, ἡ
ῥαφίς· Βέῤῥοια, πόλις· Βεῤῥονικεὺς, τοπικόν· καὶ τὰ λοιπά.
5
Πλὴν τοῦ βαιὸς, ὁ μικρός· βαίνω, τὸ περιπατῶ· καὶ
βαιθὴλ, οἶκος Θεοῦ παρ' Ἑβραίοις.
Πᾶσα λέξις ἀπὸ τῆς βλε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε
ψιλοῦ γράφεται· οἷον· βλέπω· βλέφαρον· βλέμμα· βλέπος,
τὸ αὐτό· Βλεψίδημος, κύριον· βλεσσὸς, ὁ στραβοπόδης· καὶ
τὰ λοιπά.
Πλὴν τοῦ Βλαισσοὶ, ἔθνος.
Πᾶσα λέξις ἀπὸ τῆς βρε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε
ψιλοῦ γράφεται· οἷον· βρέφος· βρεφοκομῶ· βρεχμὸς, τὸ
ἄκρον τοῦ κρανίου τῆς κεφαλῆς· Βρετανία, χώρα· βρέτας,
τὸ εἴδωλον· Βρεντήσιον, τόπος περὶ τὴν Ἰαπυγίαν· καὶ
τὰ λοιπά.
Πᾶσα λέξις ἀπὸ τῆς βη συλλαβῆς ἀρχομένη διὰ τοῦ η
γράφεται· οἷον· Βηθλεὲμ, καὶ Βηθανία, Βηθεσδὰ, Βηθ-
σαϊδὰ, καὶ Βηθσφαγὴ, ὀνόματα τόπων ἐν Ἱεροσολύμοις·
Βὴλ, θεὸς Αἰγύπτιος· βὴξ, νόσος, καὶ κλίνεται βηχός·
βήχω, ῥῆμα· βῆμα· βηματίζω· βῆσσα, καὶ βησσήεις, ὁ
σύνδενδρος τόπος, ἢ ὁ ἐν τῷ ὄρει βάσιμος.
6
Πλὴν τοῦ βία· βίαιος· Βίας, κύριον, καὶ κλίνεται
Βίαντος· Βιθυνία, χώρα· βίκος, τὸ ἀγγεῖον· βινῶ, τὸ
συνουσιάζω· βιὸς, τὸ τόξον· βίος δὲ, ἡ ζωὴ καὶ ἡ περιουσία·
Βιτάλιος, καὶ Βίτων, κύρια· βίσεξτον· καὶ τὰ λοιπά.
Τὰ ἀπὸ τῆς βλι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γράφε-
ται· οἷον· βλίτον, εἶδος λαχάνου· βλίνος, ἰχθύς· βλίτυρι,
ζῶον· βλιμάζω, τὸ ἀποστάζω μέλιτος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ βληχὴ, ὁ τῶν προβάτων πταρμός· βληχῶ-
μαι, ῥῆμα· βλήχημα· καὶ βλήδην, ἀντὶ τοῦ καταπληκτι-
κῶς.
Τὰ ἀπὸ τῆς βρι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γράφε-
ται· οἷον· βριαρὸς, ὁ ἰσχυρός· Βριάρεως, γίγας· βρίθω, τὸ
βαρῶ· βριθοσύνη· βριμῶμαι, ῥῆμα, τὸ ἐπιπλήττω· βρί-
μημα, ἡ ἐπίπληξις· Βρισηῒς, κύριον· Βριμὼ, ἡ Ἥρα·
καὶ τὰ λοιπά.
7
Πᾶσα λέξις ἀπὸ τῆς βο συλλαβῆς ἀρχομένη, διὰ τοῦ
ο μικροῦ γράφεται· οἷον· βοῶ· βοὴ, ἡ κραυγή· βοηδρομῶ,
τὸ μετὰ κραυγῆς τρέχω· βοανεργὲς, Ἑβραϊστὶ, ὁ υἱὸς τῆς
βροντῆς· βοηδρομιὼν, ὄνομα μηνὸς παρ' Ἀθηναίοις· Βὸγ,
ὁ θεὸς κατὰ Βουλγάρους, ἢ διδάσκαλος, ἐξ οὗ καὶ Βογόμι-
λος· βόθυνος, ὁ βόθρος βόειον κρέας, καὶ βοεικόν· βοηλασία·
βόλος, τὸ δίκτυον, καὶ ἡ δρόσος· βότρυς· βοτρυδὸν,
ἐπίῤῥημα· βόστρυχος, ὁ πλόκαμος· Βόσπορος, τόπος· βορὰ,
ἡ τροφή· βόσις, τὸ αὐτό· βορὸς, ὁ φάγος· βοτὴρ, ὁ βοσκός·
8
βότειρα ἡ γῆ, ἡ θρεπτική· βορέας, ὁ ἄνεμος· Βονιφάτιος,
κύριον· βόμβος, κυρίως τῶν κωνώπων ἢ τῶν μελισσῶν ὁ
ἦχος· βομβῶ, ῥῆμα· βολβὸς, κρομυῶδες φυτὸν, τούτῳ καὶ
Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις χρᾶται· βόλβιτον, ἡ τῶν
βοῶν κόπρος· Βοσὸρ, τόπος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ βωμὸς, ὁ ναὸς, κυρίως τὸ θυσιαστήριον, ἐξ
οὗ καὶ βωμολόχος, ὁ ἱερόσυλος· βῶλος, τὸ βωλάκιον·
9
βώλαξ, τὸ αὐτό· βωλοστροφῶ, ῥῆμα· βώτωρ, ὁ βοσκός·
βωτιάνειρα γῆ, ἡ τοὺς ἄνδρας τρέφουσα· βὼς θηλυκὸν,
τὸ σκουτάριον· βῶξ, ἰχθὺς, καὶ κλίνεται βωκός· βωτα-
λὶς, ἡ νυκτερίς· βωνίτης, ὁ βουκόλος· καὶ βωτὰ, πρό-
βατα· καὶ βωστρῶ, τὸ βοῶ.
Πᾶσα λέξις ἀπὸ τῆς βρο συλλαβῆς ἀρχομένη διὰ τοῦ
ο μικροῦ γράφεται· οἷον· βρόμος, ὁ ἦχος· καὶ Βρόμιος, ὁ
Διόνυσος· βρόχος, ἡ ἀγχόνη· βροτὸς, ὁ ἄνθρωπος· βρότειον
γένος· βρομᾶσθαι, τὸ ὀγκᾶσθαι· καὶ τὰ λοιπά.
10
Πλὴν τοῦ βρῶμα, ἡ τροφή· βρωματίζω, τὸ τρέφω·
βρωματισμός· βρωτὺς, ἡ βρῶσις, καὶ κλίνεται βρωτύος·
βρῶμος, ἡ δυσωδία· καὶ βρωμώμενος λέων, ὁ βρυχώ-
μενος.
Πᾶσα λέξις ἀπὸ τῆς βυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ
ψιλοῦ γράφεται· οἷον· βυθός· βυθίζω· βυσσὸς, ὁ βυθὸς,
ἐξ οὗ καὶ βυσσοδομεύω, τὸ εἰς βάθος κρύπτω· βύσσος, τὸ
κόκκινον· βύω, τὸ ἀσφαλίζω· Βύζας, κύριον, ἐξ οὗ καὶ
Βυζάντιον· βυκάνη, τὸ βύκινον, ἐξ οὗ καὶ βυκανίτης, ὁ
σαλπίζων· βύρσα, τὸ τραχὺ καὶ παχὺ δέρμα, ἐξ οὗ καὶ
βυρσοδέψης, ὁ τὰς βύρσας μαλάσσων· καὶ τὰ λοιπά.
Πλὴν τοῦ Βοιωτία, χώρα· Βοιωτὸς ἀνήρ· καὶ βοίδιον,
κατὰ συναλοιφὴν, τὸ βοΐδιον.
Πᾶσα λέξις ἀπὸ τῆς βλυ συλλαβῆς ἀρχομένη διὰ τοῦ
11
υ ψιλοῦ γράφεται· οἷον· βλύω· βλύσις· βλύσμα· βλύζω·
βλυστάνω· καὶ τὰ λοιπά.
Πᾶσα λέξις ἀπὸ τῆς βρυ συλλαβῆς ἀρχομένη, διὰ τοῦ
υ ψιλοῦ γράφεται· οἷον· βρύω· βρύσις· βρύχω, ἐπὶ ἀνθρώ-
που· βρυχῶμαι, ἐπὶ λέοντος· καὶ βρύχημα.
{ἈΡΧΗ ΤΟΥ Γ.}
Πᾶσα λέξις ἀπὸ τῆς γε συλλαβῆς ἀρχομένη, διὰ τοῦ
ε ψιλοῦ γράφεται· οἷον· γένος· γενεά· γενέτης, ὁ πατήρ·
γένειον· γενειάσκω· γέλως· γελῶ· γέλοιος, ὁ γελωτοποιός·
γελοῖος δὲ, ὁ καταγέλαστος· γεωργός· γεωργία· γεηπόνος·
γεηρός· γέρων· γεραίρω, τὸ ὑμνῶ· γέφυρα· γεώδης· γεώ-
λοφος· γεωμέτρης· Γεδεὼν, κύριον· Γεθσημανὴ, Γενησαρὲτ,
καὶ Γελβουὲ, τόποι περὶ τὰ Ἱεροσόλυμα· γενναῖος, ὁ
ἰσχυρός· γεννικὸς, τὸ αὐτό· Γερμανοὶ, οἱ Ἀλαμάνοι·
Γερασηνὸς, τοπικόν· καὶ Γερήνιος· Γεράνεια, τόπος·
12
γέῤῥον, τὸ κοντάριον· Γεραιστὸς, λίμνη· Γεὼν, ποταμός·
καὶ τὰ λοιπά.
Πλὴν τοῦ γαῖα, ἡ γῆ, ὅθεν καὶ γαιήοχος, ὁ Ποσειδῶν·
γαίω, τὸ γαυριῶ· καὶ γαισσὸς, τὸ κοντάριον.
Πᾶσα λέξις ἀπὸ τῆς γραι συλλαβῆς ἀρχομένη διὰ τῆς
αι διφθόγγου γράφεται· οἷον· γραία, ἡ γηραία· Γραικὸς, ὁ
Ἕλλην· γραικίζω, τὸ ἑλληνιστὶ λαλῶ· καὶ γραικιστὶ,
ἐπίῤῥημα.
Τὰ ἀπὸ τῆς γι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα γρά-
13
φεται· οἷον· γίγας, ὁ μεγαλόσωμος, καὶ κλίνεται γίγαν-
τος· γιγαντιαῖος, ὁ μέγας· Γιεζὴ, κύριον· γίγαρτον, ὁ
ἐντὸς τῆς σταφυλῆς ξυλώδης κόκκος· Γιζέριχος, κύριον·
γιγλισμὸς, ὁ γαργαλισμός· καὶ τὰ ὅμοια.
14
Γαμήσας, πλουτήσας, φιλοσοφήσας, καὶ ἕτερα, εἶ
μὲν οἰκεῖον τοῦ ταῦτα ἑαυτοῦ ὁ λέγων, ἦτα· οἷον· ἐγὼ
γαμήσας, ἤτοι εἰς γάμον ἐλθών· εἰ δὲ ἑτέρῳ προσάπτει,
ἰῶτα· οἷον· πλουτίσας τὸν δεῖνα, ἤτοι πλούσιον ποιήσας.
Πλὴν τοῦ γῆ· γήϊνος· γηγενής· γήδιον, ὑποκοριστικῶς ἡ
γῆ· γήλοφος, ὁ ὑψηλὸς τόπος· γηπόνος, ὁ γεωργός· γήπεδον,
ἡ γῆ· Γήπαιδες, ἔθνος, οἳ καὶ Ἐρεχθεῖς ὀνομάζονται· φασὶ
δὲ τούτους ἀπὸ τοὺς Γίγαντας· γήθομαι, τὸ χαίρω· γηθο-
σύνη, ἡ χαρά· γῆρας· γηραιός· γηράσκω, ῥῆμα· γηρωκό-
μος· γηρωκομεῖον· γηρωβοσκός· γῆρυς, ἡ φωνή· γηρύω,
15
τὸ φωνῶ· Γηρυόνης, κύριον· Γηρυόνειος βοῦς· γήμω,
ῥῆμα, τὸ εἰς γάμον ἔρχομαι· καὶ γήμας, μετοχικὸν, ὁ
γαμήσας.
Τὰ δὲ διὰ διφθόγγου εἰσὶ ταῦτα· γείτων, γείτονος·
γειτνιάζω· γειτνίασις· γεῖσσον, τὸ θεμέλιον· γεισσῶ, τὸ
θεμελιῶ· γειόλοφος· γειοπείνης· γειόμωρος, ὁ κοπιῶν περὶ
τὴν γῆν· γειώρας, ὁ γεωργός· καὶ γείνατο, Ἰωνικῶς, ἀντὶ
τοῦ ἐγέννησεν.
Τὰ ἀπὸ τῆς γλι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα
γράφεται· οἷον· γλίσχρος, ὁ φειδωλὸς καὶ ὀλισθηρός·
γλισχρότης, ἡ φειδωλία· γλίχομαι· γλίνη, ὁ ῥυπός· καὶ τὰ
ὅμοια.
16
Πλὴν τοῦ γλήνη, ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὡς τὸ,
“ἔῤῥε κακὴ γλήνη·” καὶ γλήχων, τὸ φλισκούνιον.
Πᾶσα λέξις ἀπὸ τῆς γνη συλλαβῆς ἀρχομένη διὰ τοῦ η
γράφεται· οἷον· γνήσιος, γνησία, θηλυκόν· γνησιότης· καὶ
τὰ ὅμοια.
Πᾶσα λέξις ἀπὸ τῆς γρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι
γράφεται· οἷον· γρίφον, τὸ ἀσαφές· γριφότης, ἡ ἀσάφεια·
γριφώδης λόγος, ὁ δύσκολος· γρίφος, τὸ δύσλυτον αἴνιγ-
μα· γρίφος, καὶ τὸ δίκτυον· γρίπος, τὸ αὐτό· καὶ τὰ λοιπά.
Πλὴν τοῦ γρηγορῶ· Γρηγόριος· γρήγορσις· καὶ γρηΐδιον,
τὸ γραΐδιον.
Πᾶσα λέξις ἀπὸ τῆς γο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο
μικροῦ γράφεται· οἷον· γόος, ὁ θρῆνος· γοῶμαι, τὸ θρηνῶ·
γόνος, τὸ σπέρμα καὶ τὸ τέκνον· γονεὺς, ὁ πατήρ· γονεία,
ἡ γέννησις· γονοῤῥυὴς, ὁ ῥοὴν σπέρματος νοσῶν· γόης, ὁ
μάγος· γοητεύω· γοητεία, ἡ μαγεία· Γόμοῤῥα, τόπος· γόμ-
φος, ὁ ξύλινος ἦλος· γομφίτης ὀδοὺς, ὅθεν καὶ γομφιασμὸς,
ὁ αἱμωδιασμὸς τῶν ὀδόντων· γόνυ, γόνατος· γονυπετῶ·
17
Γοργίας, κύριον· Γοργόνη, τερατοπρόσωπος γυνή·
Γοργὼ, τὸ αὐτό· γοργῶπις, ἡ φοβερόφθαλμος· Γόρτυνα,
τόπος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ γωνία, ἡ τοῦ σπιτίου, ὅθεν καὶ γωνιάζω·
γωλιὰ, ὁ φωλεός· γωρυτὸς, ἡ βελοθήκη· καὶ Γωβίας,
κύριον ὄνομα.
18
Πᾶσα λέξις ἀπὸ τῆς γυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ
ψιλοῦ γράφεται· οἷον· γυμνός· γυμνήτης· γυμνητεύω·
γυμνοποδῶ· γυνή· γυναικίας, ὁ θηλυδρίας ἀνήρ· γυναικωνί-
της, ὁ οἶκος τῶν γυναικῶν· γύρος, ὅθεν καὶ Ἀνάγυρος· γὺψ,
ὄρνεον, καὶ κλίνεται γυπός· Γύγης, κύριον· καὶ τὰ ὅμοια.
Γυῖα δὲ, τὰ μέλη, μετὰ τοῦ προσγεγραμμένου ἰῶτα.
{ἈΡΧΗ ΤΟΥ Δ.}
Πᾶσα λέξις ἀπὸ τῆς δε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε
ψιλοῦ γράφεται· οἷον· δέησις· δεητήριον· δεξιά· δεξιοῦμαι·
Δεξικράτης, κύριον· δεσπότης· δεσπόζω· δεσμός· δεσμώ-
της· δέκα· δεκὰς, ἐπὶ ἀριθμοῦ, ἐξ οὗ καὶ δεκάζω, τὸ
παρακρίνω· δένδρον, καὶ δενδροφόρος λειμών· δελφὶς καὶ
δελφὶν, ζῶον θαλάττιον, καὶ κλίνεται δελφῖνος· δέλεαρ, ἡ
ἀπάτη· δελήτιον, τὸ αὐτό· δέλτος, ἡ βίβλος· δέλφαξ, ὁ
μικρὸς χοῖρος· δέρω, τὸ ἐκδέρω, ὅθεν καὶ δέρμα· δέῤῥις, ἡ
βύρσα· δέρη, ὁ τράχηλος, ὅθεν καὶ περιδέραιος κόσμος, ὁ
περιτραχήλιος· Δεβώῤῥα, ὄνομα κύριον· δεδίττομαι, τὸ
ἐκφοβῶ· δέδια καὶ δέδοικα, τὸ φοβοῦμαι· Δεκέλεια, τόπος·
δέμας, τὸ σῶμα· δέμνιον, ἡ κοίτη· καὶ τὰ λοιπά.
19
Πλὴν τοῦ δαίμων, ἄγγελος σκοτεινός· δαίμων, ἡ τύχη,
καὶ ὁ θεὸς καθ' Ἕλληνας· δαιμόνιος, ὁ εὐφυής· Δαίδαλος, ὁ
ἀγαμαλτοποιός· Δαιδάλειον ἔργον, τὸ τοῦ Δαιδάλου.
δαιδάλω, ῥῆμα, τὸ ποικίλλω· δαιδάλαιον, τὸ ποικίλον·
δαίω, τὸ καίω· δαίω, τὸ εὐωχῶ· δαίννυμι, τὸ αὐτό· δαίω,
τὸ μερίζω, ὅθεν καὶ δαιτρὸς, ὁ μάγειρος· δαιτρεύω· δαιτρεία,
ἡ μαγειρεία· δαίρω, τὸ τύπτω· δαὶς, ἡ εὐωχία, καὶ
κλίνεται δαιτὸς, ὅθεν καὶ δαιτυμὼν, ὁ εὐωχούμενος, καὶ
κλίνεται δαιτυμόνος.
Πᾶσα λέξις ἀπὸ τῆς δρε συλλαβῆς ἀρχομένη διὰ τοῦ
ε ψιλοῦ γράφεται· οἷον· δρέπανον· δρεπανηφόρος· καὶ δρέ-
πομαι, τὸ τρυγῶ.
Τὰ ἀπὸ τῆς δι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ἰῶτα
γράφεται· οἷον· δίκαιος· δικαιοσύνη· δικαιῶ, ῥῆμα· διδά-
σκαλος· διδασκαλία· διχάζω· διχασμός· διψῶ· δίψα· δίκελα,
γεωργικὸν ἐργαλεῖον· διὰ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς·
διάβολος· καὶ διαβολεὺς, ὁ διαβάλλων· διαιτῶ· διαιρῶ·
διαίρεσις· διάκενον, τὸ κοῦφον· δίαιτα, ἡ τροφή· διακόρησις,
20
ἡ διαπαρθένευσις· διασφὰξ, τὸ σχίσμα τῆς γῆς· διακρι-
δὸν, ἐπίῤῥημα, ἀντὶ τοῦ κεχωρισμένως· διαῤῥήδην, ἀντὶ
τοῦ μεγαλοφώνως· διάσια, ἑορτὴ τοῦ Διός· δίδυμος, ὁ δι-
πλοῦς· Διόνυσος, ὄνομα θεοῦ Ἑλληνικοῦ· διθύραμβος, ὁ
Διόνυσος· Διομήδης, κύριον· δῖος, ὁ ἔνδοξος, καὶ κύριον
ὄνομα· δῖνος, ἡ συστροφή· δινῶ, ῥῆμα, τὸ στρέφω· Δίνα,
ὄνομα κύριον· Διογένης, Διοκλητιανὸς, καὶ Διόσκορος,
κύρια· Δίρκη, πηγή· διφῶ, ῥῆμα, τὸ ψηλαφῶ· Διόφιλος,
κύριον· δίφρος, τὸ ἅρμα· διφρηλάτης, ὁ ἡνίοχος· δίκω, τὸ
τιτρώσκω· διώβολον, οἱ δύο ὀβολοί· διώροφος οἶκος, ὁ δύο
ὀρόφους ἔχων· καὶ τὰ λοιπά.
Πλὴν τοῦ δημιουργός· δημιουργῶ, ῥῆμα· δημιούργημα·
δῆμος, ὁ ὄχλος· δημότης, ὁ ἀγοραῖος· δημόσιος· δήμιος·
Δημοσθένης, Δημώναξ, Δημοφῶν, καὶ Δημάδης, ὀνόματα
κύρια· δηθύνω, τὸ βραδύνω· δῆτα, καὶ δηλαδὴ, ἐπιῤῥήματα
βεβαιωτικά· δῆθεν, ἀντὶ τοῦ τάχα· Δηόκης καὶ Δηΐφο-
βος, κύρια· Δηϊάνειρα, κύριον· δηῒς, ἡ μάχη, καὶ κλίνεται
δηΐδος, ὅθεν καὶ δήϊον, τὸ πολεμικόν· δήκω, τὸ δάκνω καὶ
τὸ λυπῶ· δῆλον, τὸ φανερὸν, ὅθεν καὶ ἔκδηλον καὶ πασί-
21
δηλον· δηλήμων, ὁ βλαπτικός· δηλητήριον, φάρμακον,
τὸ ὀλέθριον· Δῆλος, νῆσος, ἐξ ἧς καὶ Δήλιος ὁ Ἀπόλλων·
Δημαινέτη, κύριον· Δημήτριος, κύριον· Δημήτηρ, ἡ γῆ,
καὶ Δημήτρειος καρπός· δημὸς, τὸ λίπος· δηνάριον, τὸ
νόμισμα· δηναιὸν, τὸ πολυχρόνιον· δηρὸν, τὸ ἐπὶ πολύ·
δῆρις, ἡ φιλονεικία· δηῶ, τὸ ἀφανίζω· καὶ δὴ, ἀργόν.
Τὰ δὲ διὰ διφθόγγου εἰσὶ ταῦτα· δεῖμος, ὁ φόβος·
δειμαίνω, τὸ φοβοῦμαι· δεῖσις, ἡ ἐκφόβησις, ὅθεν καὶ
22
δεισιδαιμονία, ὁ περὶ τοὺς θεοὺς φόβος, καὶ δεισιδαίμων
ἄνθρωπος· δεινὸν, τὸ χαλεπὸν καὶ δύσκολον· δεινότης·
Δείναρχος, κύριον· δεῖπνος, ἡ τροφὴ καὶ ἡ τράπεζα·
δεῖπνα, τὰ βρώματα· δειλός· δειλία· δείλανδρος· δειλαίνο-
μαι, τὸ φοβοῦμαι· δείλη καὶ δείελον, τὸ δειλινόν· δείκηλον,
τὸ εἴδωλον· δειδία, ἡ νύξ· δείκω, τὸ δεικνύω· δείσας, ὁ
φοβηθείς· δειμάμενος, ὁ κτίσας, μετοχικόν· καὶ δεῖ, ἀντὶ
τοῦ ἐνδέχεται.
Πᾶσα λέξις ἀπὸ τῆς δρι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι
23
γράφεται· οἷον· δριμὺς, δριμέος δριμεῖα· δριμύττω, ῥῆμα·
δρία, τὰ ἄκρα τῶν ὀρῶν· καὶ τὰ λοιπά.
Πᾶσα λέξις ἀπὸ τῆς δο συλλαβῆς ἀρχομένη διὰ τοῦ
ο μικροῦ γράφεται· οἷον· δόξα· δοξάζω· δοξάριον, ὑποκο-
ριστικῶς ἡ δόξα· δοκῶ, τὸ νομίζω· δόκησις· δονῶ, τὸ τα-
ράσσω· δόνησις· δόλος· δόλιος· δολερός· δοκιμάζω· δοκι-
μασία· δοκεύω, τὸ ἐπιτηρῶ· δοκὸς, θηλυκὸν, τὸ μέγα
ξύλον· δολιχὸν, τὸ μακρὸν, ὅθεν καὶ δολιχόσκιον
δόρυ, τὸ μακρὰν σκιὰν ἀποτελοῦν· καὶ δολιχόδειρος
γέρανος, ἡ μακροτράχηλος· δόμος, ὁ οἶκος· δόμημα, τὸ
κτίσμα· δόμα, τὸ δῶρον· καὶ δόσις, τὸ αὐτό· Δοσίθεος καὶ
Δομετιανὸς, κύριον· δόναξ, ὁ κάλαμος· δόρυ, τὸ κοντάριον,
ὅθεν καὶ δορυφόρος· δορατίζω, τὸ πλήττω· δόρπος, ὁ
δεῖπνος· δορκὰς, ἡ ἔλαφος, καὶ κλίνεται δορκάδος· καὶ τὰ
λοιπά.
Πλὴν τοῦ δῶρον· δωροῦμαι· Δωρόθεος, κύριον· δωροδό-
κος, ὁ λαμβάνων δῶρα· δωρεά· δώδεκα, ἐπὶ ἀριθμοῦ·
δῶμα, τὸ οἴκημα· Δωδώνη, πόλις· Δωδωναῖον χαλκεῖον,
τὸ ἐκ τῆς Δωδώνης· Δωριεὺς, ἐθνικὸν καὶ κλίνεται Δω-
ριέως· Δωρὶς, θηλυκὸν καὶ κλίνεται Δωρίδος· δωτίνη, ἡ
δωρεά· δὼς, τὸ αὐτό· καὶ δώτωρ, ὁ δωρούμενος.
24
Πᾶσα λέξις ἀπὸ τῆς δρο συλλαβῆς ἀρχομένη διὰ τοῦ ο
μικροῦ γράφεται· οἷον· δρόμος· δρομεύς· δρομαῖος, ὁ ταχύς·
δρόμων, εἶδος πλοίου, καὶ κλίνεται δρόμωνος· δρόσος·
δροσώδης· καὶ τὰ λοιπά.
Πλὴν τοῦ δρώπαξ, εἶδος ξίφους, καὶ κλίνεται δρώ-
πακος· δρωπακίζω, τὸ κόπτω· δρῶ, τὸ πράττω, ἀπὸ
συναιρέσεως, καὶ δρώμενα, μετοχικὸν, τὰ πραττόμενα.
Πᾶσα λέξις ἀπὸ τῆς δυ συλλαβῆς ἀρχομένη διὰ τοῦ
υ ψιλοῦ γράφεται· οἷον· δύναμις· δυναμοῦμαι· δυνατός·
δύο, ἐπὶ ἀριθμοῦ· δυὰς, τὸ αὐτὸ, καὶ κλίνεται δυάδος· δύω,
ῥῆμα, τὸ ὑπεισέρχομαι· δύσκολος· δυσχερής· δυσμενής·
δυσώδης· δύστηνος, ὁ ἄθλιος· Δυῤῥάχιον, τόπος· δύη, ἡ
κακοπάθεια· καὶ τὰ λοιπά.
Πλὴν τοῦ δοιὸς, ὁ διπλοῦς, ὅθεν καὶ ἐνδοιάζω, καὶ ἐνδοια-
σμός· καὶ δοίδυξ, τὸ κοχλιάριον, ὃ καὶ κλίνεται δοίδυκος.
25
Πᾶσα λέξις ἀπὸ τῆς δρυ συλλαβῆς ἀρχομένη, διὰ τοῦ
υ ψιλοῦ γράφεται· οἷον· δρύπω, τὸ ξέω· δρῦς, τὸ δένδρον,
καὶ κλίνεται δρυός· δρυμὼν, ὁ τόπος τῶν δρυῶν, καὶ
κλίνεται δρυμῶνος· δρυτόμος, ὁ τὰς δρῦς τέμνων· δρυοκο-
λάπτης, ὄρνεον· δρύφακτος οἶκος, ὁ ἐκ δρυῶν πεφραγμένος·
καὶ τὰ λοιπά.
{ἈΡΧΗ ΤΟΥ Ε.}
Τὸ ε πρὸ παντὸς φωνήεντος ψιλογραφεῖται· οἷον· ἔαρ·
ἐαρινός· ἐαρίζω, ῥῆμα· ἐανὸν, τὸ ποικίλον καὶ λεπτὸν ἱμά-
τιον· ἐΐσκω, τὸ ὁμοιῶ· ἑὸν, τὸ ἴδιον καὶ τὸ ἀγαθόν·
26
ἑορτή· ἑορτάζω· ἕως, ἡ ἡμέρα καὶ ἡ ἀνατολὴ, ὅθεν καὶ
ἑωσφόρος, καὶ ἑωθινός· ἕωλον, τὸ χθεσινὸν καὶ τὸ μάταιον·
καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰάζω, τὸ θρηνῶ· καὶ Αἴας, Αἴαντος, Αἰακὸς,
κύρια· Αἰακίδης, ὁ υἱὸς τοῦ Αἰακοῦ· αἶα, ἡ γῆ· αἰανὸν,
τὸ χαλεπὸν καὶ σκοτεινόν· αἰετὸς, ὁ ἀετός· αἰὲν, ἀντὶ τοῦ
διηνεκῶς· Αἰήτης καὶ Αἴολος, κύρια· Αἰολεὺς, ἐθνικὸν, καὶ
κλίνεται Αἰολέως· αἰολίζω, ῥῆμα· αἰόλον, τὸ ποικίλον·
αἰονῶ, τὸ βρέχω· αἰὼν, αἰῶνος· αἰώνιον, τὸ διηνεκές· καὶ
αἰωνίζω, ῥῆμα, τὸ διηνεκίζω.
Τὸ ε πρὸ παντὸς φωνήεντος ψιλογραφεῖται, ὡς ἔφα-
μεν, καὶ πρὸ τοῦ β· οἷον· Ἑβραῖος· Ἑβραῒς διάλεκτος·
Ἕβερ, κύριον· Ἔβενος, ὁ ἔβελος· ἕβδομος· ἑβδομάς· ἑβδο-
μήκοντα· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰβάλη, ἡ θύρα· καὶ αἰβοὶ, ἐπίῤῥημα
σχετλιαστικόν.
Τὸ ε πρὸ τοῦ γ ψιλογραφεῖται· οἷον· ἐγώ· ἐγείρω·
ἔγερσις· ἐγγύς· ἔγγιον, τὸ πλησίον· ἐγγίζω· καὶ ἁπλῶς
27
ὅσα ἐκ τῆς ἐν προθέσεως· ἐγγυμνάζω· ἐγγυῶμαι· ἐγχειρί-
διον, τὸ ἀνὰ χεῖρας βιβλίον, ἢ ξίφος· ἐγχέλυς· ἐγχρίπτω,
τὸ πλησιάζω· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰγίδιον, ἡ μικρὰ αἴξ· αἰγόκερως· αἴγαγρος,
εἰδὸς αἰγὸς ἀγρίου· Αἰγαῖος, κόλπος θαλάσσης· Αἰγεὺς,
κύριον, καὶ κλίνεται Αἰγέως· Αἰγαίων, κύριον, καὶ κλίνε-
ται Αἰγαίωνος· αἴγειον ἔνδυμα ἢ δέρμα· Αἰγίοχος, ἐπώνυ-
μον Διὸς καὶ Ποσειδῶνος· αἰγιαλός· αἰγιαλίτης ψάμμος·
Αἴγιστος, κύριον· αἴγειρος, δένδρον· Αἴγινα, πόλις· αἴγλη,
ἡ λαμπηδών· καὶ αἰγλῆεν, τὸ λαμπρόν.
Τὸ ε πρὸ τοῦ δ ψιλογραφεῖται· οἷον· ἔδω, τὸ ἐσθίω·
ἔδεσμα· ἐδητὺς, ἡ βρῶσις, καὶ κλίνεται ἐδητύος· ἐδὸς, ὁ
λαίμαργος· Ἐδὼμ, κύριον· Ἔδεσσα, πόλις· Ἐδεσσηνὸς, ὁ
ἐξ Ἐδέσσης· ἕδος, τὸ ἔδαφος· ἑδώλιον, ἡ τῶν κωπηλα-
τῶν καθέδρα· ἕδρα· ἑδραῖος· ἑδράζω, ῥῆμα· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰδὼς, ἡ ἐντροπή· αἰδοῖος, ὁ ἐντροπῆς ἄξιος·
28
αἰδέσιμος· αἰδήμων, ὁ ἐντροπικὸς, καὶ κλίνεται αἰδήμονος·
αἰδοῦμαι, ῥῆμα· καὶ Αἰδουμαῖοι, ἔθνος.
Τὸ ε πρὸ τοῦ ζ ψιλογραφεῖται· οἷον· Ἐζεκίας, κύριον·
ἕζομαι, τὸ κάθημαι· καὶ ἑζόμενος, ὁ καθήμενος.
Πλὴν τοῦ αἰζηὸς, ὁ νέος, ἀπὸ τοῦ αἷμα ζεῖν, ἤτοι
βράζειν.
Τὸ ε πρὸ τοῦ θ ψιλογραφεῖται· οἷον· ἔθος· ἐθίζω· ἐθισμὸς,
ἡ συνήθεια· ἐθὰς, ὁ συνήθης, καὶ κλίνεται ἐθάδος· ἔθειρα,
ἡ θρίξ· ἐθέλω· ἐθελοντής· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἴθω, τὸ καίω· αἰθαλόω, αἰθαλῶ, τὸ κατα-
καίω· αἰθάλη, ἡ στακτή· αἰθαλόεις, ὁ καυστικός· αἰθὴρ,
αἰθέρος· αἰθέριον, τὸ ὑψηλόν· αἰθεροβατῶ, τὸ ἐν τῷ αἰθέρι
πορεύομαι· αἴθρα, ἡ λαμπηδών· αἰθρία, ἡ λαμπρότης· αἰ-
θριάζω, τὸ λάμπω· αἰθρηγενέτης, ὁ Βορέας· Αἰθίοψ,
ὁ Σαρακηνός· Αἰθιοπία, ἡ χώρα τῶν Αἰθιόπων·
29
Αἴθη, ἡ Ἀγαμεμνόνειος ἵππος· αἴθων, ὁ λαμπρός, καὶ
κλίνεται αἴθωνος· αἰθύσσω, τὸ ὁρμῶ· καὶ αἴθυια, ζῶον
θαλάττιον.
Τὸ ε πρὸ τοῦ κ ψιλογραφεῖται· οἷον· ἑκατόν· ἑκατον-
τάς· Ἑκάβη, καὶ Ἑκαμήδη, κύριον· Ἑκάτη, ἡ σελήνη·
ἑκὰς, ἀντὶ τοῦ πόῤῥω, ἐξ οὗ καὶ ἑκηβόλος, ὁ μακρόθεν
βάλλων· ἑκατηβελέτης, τὸ αὐτό· ἕκαστος· ἑκάστοτε· ἑκα-
σταχοῦ, ἐπίῤῥημα· ἕκατι, ἀντὶ τοῦ χάριν· ἐκεχειρία, ἡ
ἄδεια· ἕκηλος, ὁ ἥσυχος· ἑκὼν, ὁ ἐθελούσιος· ἑκοντὶ,
ἐπίῤῥημα, ἀντὶ τοῦ ἐθελουσίως· Ἕκτωρ, κύριον· ἐκυρὸς,
ὁ πενθερός· ἐκ, πρόθεσις, καὶ τὰ ἐξ αὐτῆς· ἔκτοπον· ἔκφο-
ρον· ἐκτενές· ἔκτισις, ἡ ἀπόδοσις· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰκάλλω, τὸ ἀπατῶ· αἰκάλη, ἡ ἀπάτη·
αἰκίζω, τὸ μαστίζω· αἰκία, ἡ μάστιξ· Αἰκατερίνα, κύριον·
αἴκα καὶ αἴκε, ἀντὶ τοῦ ἐάν γε· καὶ αἶκνον, τὸ δεῖπνον.
30
Τὸ ε πρὸ τοῦ λ ψιλογραφεῖται· οἷον· ἔλεος· ἐλεημοσύνη
ἐλεήμων· ἐλεεινός· ἐλεῶ, ῥῆμα· ἐλαία, δένδρον· ἔλαιον, τὸ
τρωγόμενον· ἔλαφος, ζῶον· Ἐλάτεια, πόλις· ἐλαφρός·
ἐλαφρύνω· ἕλος, τὸ δάσος, ὅθεν καὶ ἕλειος τόπος, ὁ σύν-
δενδρος· Ἕλενος, Ἑλένη, κύρια· ἔλεγος, ὁ θρῆνος, ὅθεν
καὶ ἐλεγεῖον, μέτρον θρηνητικόν· Ἐλεὶμ, τόπος· ἐλέβορον,
τὸ καρπίν· ἐλέβωρον, βοτάνη ὀλέθριος· ἐλέφας, ζῶον·
Ἐλευσὶν, τόπος, ἡ γενικὴ Ἐλευσῖνος· ἔλεγχος· ἐλέγχω·
ἕλιξ, ἡ συστροφὴ, καὶ κλίνεται ἕλικος· ἑλίσσω, τὸ
συστρέφω, ὅθεν καὶ ἑλικωπὶς κόρη, ἡ γοργόφθαλμος·
Ἑλικὼν, ὄρος, καὶ κλίνεται Ἑλικῶνος· ἐλεύθερος· ἐλευθε-
ρία· Ἑλισσαῖος, ὄνομα κύριον· ἑλινύω, τὸ βραδύνω·
Ἕλλην, Ἕλληνος, ὅθεν καὶ Ἑλληνοταμίας, ὁ τῶν Ἑλλή-
νων ταμίας, καὶ Ἑλλανοδίκης, ὁ Ἕλλησι δικαστής· Ἕλλη,
κύριον, ἐξ οὗ καὶ Ἑλλήσποντος· ἔλλοψ, ἄφωνος, ὁ ἰχθὺς,
καὶ κλίνεται ἔλλοπος· ἐλλόβιον, ὁ ἐνώτιος κόσμος· Ἔλου-
31
ρος, ἔθνος· ἕλω, τὸ λαμβάνω, ὅθεν καὶ ἑλέπολις, τὸ
τειχομαχικὸν ὄργανον· ἕλκω, τὸ σύρω· ἕλκος, τὸ τραῦμα·
ἕλυτρον, τὸ κάλυμμα· ἑλλώριον, τὸ σπάραγμα· ἐλπίς·
ἐλπίζω· ἕλμινθες, τὰ ἐγγάστρια ζῶα, ἤτοι οἱ σκώληκες·
Ἐλωῒ, Ἑβραϊστὶ ὁ Θεός· καὶ ὅσα ἀπὸ τῆς ἐν προθέσεως,
ἔλλαμψις· ἔλλειψις· ἔλλογος· ἐλλόγιμος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἴλινος, ὁ θρῆνος· Αἴλιος καὶ Αἰλιανὸς, κύρια·
Αἰλία, ἡ Ἱερουσαλήμ· αἴλουρος, ζῶον· καὶ Αἰλὰμ, κύριον.
Τὸ ε πρὸ τοῦ μ ψιλοῦται· οἷον· ἐμός· ἐμόν· ἐμὲ, ἀντω-
νυμία· ἐμῶ, ῥῆμα, τὸ χέω, ὅθεν καὶ ἐμετὸς, τὸ ἐξέρασμα·
ἔμπης, ἐπίῤῥημα, ἀντὶ τοῦ ὅμως· καὶ ὅσα ἀπὸ τῆς ἐν
32
προθέσεως· οἷον· ἐμμελής· ἐμμέλεια· καὶ Ἐμμελία, κύριον·
ἔμπειρος· ἔμπεδος, ὁ στερεός· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἷμα· αἱματηρός· αἱμοσταγὴς, ὁ διάβροχος
αἵματι· αἱμωπὸς, ὁ αἱματηροὺς ἔχων τοὺς ὀφθαλμούς·
αἱμοβόρος· αἱμοπότης· αἱμασιὰ, τὸ ἐξ ἀκανθῶν περί-
φραγμα· αἱμωδιὰ, ἡ νάρκη τῶν ὀδόντων· αἱμωδιῶ, τὸ
ναρκῶ· αἱμύλος, ὁ ἀπατεών· αἱμυλία, ἡ ἀπάτη· Αἷμος,
33
ὄνομα ὄρους· Αἰμιλιανὸς, κύριον· καὶ αἵμων, ὁ ἐπι-
στήμων, ὃ καὶ κλίνεται αἵμονος.
Τὸ ε πρὸ τοῦ ν ψιλογραφεῖται· οἷον· ἐννέα· ἐνενήκοντα·
ἔνος, ὁ χρόνος· ἐνιαυτὸς, τὸ αὐτό· Ἐνετοὶ, οἱ Παφλα-
γόνες· ἔνη, ἡ ἀρχὴ τοῦ μηνός· ἔνια, τὰ τινά· ἓν, ἑνός· καὶ
34
ἑνιαῖον, τὸ ἁπλοῦν· Ἐνὼς καὶ Ἐνώχ, κύρια· ἕνωσις,
ἡ μίξις· ἑνόω, ἑνῶ, ῥῆμα, τὸ μιγνύω· ἔνοσις, ἡ κίνησις,
ἐξ οὗ καὶ Ἐνοσίχθων, Ποσειδῶν, ὁ τὴν γῆν κινῶν· ἐνυὼ,
ἡ μάχη· ἐνυάλιον, τὸ μάχιμον· καὶ ὅσα ἀπὸ τῆς ἐν προθέ-
σεως· ἔννυχον, τὸ νυκτερινόν· ἐνόδιον· ἔνοπτρον· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰνὸν, τὸ χαλεπὸν καὶ δύσκολον· αἶνος, ὁ
ἔπαινος, καὶ τὰ ἐξ αὐτοῦ· αἰνέτης· αἰνετήριον· καὶ, αἰνῶ,
ῥῆμα, τὸ ἐπαινῶ· αἰνίσσομαι, τὸ αἰνιγματωδῶς δηλῶ·
αἴνιγμα, καὶ αἰνιγματώδης λόγος· Αἰνείας, κύριον, ὅθεν
καὶ Αἰνειᾶνες, οἱ Λατῖνοι, καὶ Αἰνειάδαι, οἱ αὐτοί· Αἶνος,
πόλις· καὶ αἰνῶς, ἐπίῤῥημα, ἀντὶ τοῦ λίαν καὶ χαλεπῶς.
35
Τὸ ε πρὸ τοῦ ξ ψιλογραφεῖται· οἷον· ἓξ, ἐπὶ ἀριθμοῦ·
ἑξὰς, τὸ αὐτὸ, καὶ κλίνεται ἑξάδος· ἑξήκοντα· ἕξις, ἡ
διάθεσις καὶ ἡ κράτησις· ἑξῆς, ἀντὶ τοῦ καθεξῆς· ἐξ, πρό-
θεσις, καὶ τὰ ἐξ αὐτῆς· ἔξοχος, ὁ ὑπερέχων· ἔξωμος, ὁ
κυρτός· ἔξαιτος, ὁ ἐξαίρετος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἲξ, τὸ αἰγίδιον, ὃ καὶ κλίνεται αἰγός.
Τὸ ε πρὸ τοῦ π ψιλογραφεῖται· οἷον· ἔπος, τὸ λόγιον·
ἐπήτης, ὁ φρόνιμος· ἐπητεία, ἡ φρόνησις· ἐπείγω, τὸ σπου-
δάζω· ἔπειξις καὶ ἐπειγωλὴ, ἡ σπουδή· ἐπὶ, πρόθεσις, καὶ
τὰ ἐξ αὐτῆς· ἔπαινος· ἐπαινέτης· ἐπαοιδός· ἔπηλυς, ὁ
ξένος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἶπος, τὸ ὕψος, ὅθεν καὶ αἰπεινὸς, ὁ ὑψηλός·
αἰπὺ, τὸ ὑψηλὸν καὶ τὸ χαλεπόν· αἰπὺς, ὁ χαλεπὸς, καὶ
αἰπεῖα, ἡ χαλεπή· αἰπύκερως τράγος, ὁ ὑψηλὰ κέρατα
ἔχων· αἰπόλος, ὁ ποιμήν· καὶ αἰπόλιον, τὸ ποίμνιον.
Τὸ ε πρὸ τοῦ ρ ψιλοῦται· οἷον· ἔρως, ἡ ἐπιθυμία· ἐρω-
τώεις, ὁ ἐπιθυμητός· ἐράω, ἐρῶ, ῥῆμα, τὸ ἐπιθυμῶ· ἔρα,
36
ἡ γῆ· ἔρεβος, τὸ χάος· ἔρανος, ἡ συλλογή· ἔριον, τὸ μά-
λιον, ὅθεν καὶ ἐρέα, ἀρχιερατικὸν ἔνδυμα· ἔργον· ἐργάζομαι·
ἔρις, ἡ φιλονεικία· ἐρίζω, τὸ φιλονεικῶ, ὅθεν καὶ ἐρεσχελία,
ἡ διὰ τῶν χειλέων ἔρις· ἐρέβινθος, εἶδος ὀσπρίου· ἐρείδω,
τὸ ἐπιστηρίζω, ὅθεν καὶ ἔρεισμα· ἐρέσσω, τὸ κοπηλατῶ,
ὅθεν καὶ ἐρετμὸς, ἡ κωπηλασία· ἔρημος· ἐρημία· ἔρω, καὶ
ἔρομαι, τὸ ἐρωτῶ· ἐρητύω, τὸ κωλύω· ἐρείπιον, τὸ κατα-
βεβλημένον οἴκημα· Ἐρετριεὺς, τοπικόν· ἐρὶ, ἀντὶ τοῦ
ἄγαν, καὶ τὰ ἐξ αὐτοῦ· ἐρίζηλος· ἐρίγδουπος, ὁ μεγαλόη-
χος. Σὺν τούτοις, Ἑρμῆς, θεὸς Ἑλληνικὸς, καὶ ὁ λόγος·
ἕρμαιον, τὸ εὕρεμα· ἡ ἐρινεὸς, ἡ ἀγρία συκῆ· ἕρκος, τὸ
περίφραγμα· ἕρπω· ἑρπετόν· ἐρσήεις, ὁ δροσώδης· Ἐρυθρὰ
Θάλασσα· ἐρυθρὸν, τὸ κόκκινον· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἴρω, τὸ ἐπαίρω· καὶ αἰρῶ, τὸ κρατῶ· αἱροῦ-
μαι, τὸ βούλομαι· ὅθεν καὶ αἵρεσις· αἱρετικὸς, αἱρεσιάρχης·
αἶρα, τὸ σκύβαλον.
Τὸ ε πρὸ τοῦ σ ψιλοῦται· οἷον· ἔσω, ἀντὶ τοῦ ἔσωθεν·
ἐσία, ἡ πρεσβεία· ἑσπέρα· ἐσθὴς, τὸ ἱμάτιον· ἐσθίω, τὸ
τρώγω· ἑστιῶ, τὸ εὐωχῶ· ἔσοπτρον, τὸ κάτοπτρον· ἑστία,
ἡ κατοικία· ἑστιάτωρ, ὁ τροφεύς· καὶ τὰ λοιπά.
37
Πλὴν τοῦ αἶσα, ἡ μοῖρα· αἴσιον, τὸ δίκαιον· αἴσιμον,
τὸ αὐτό· αἶσις, ἡ καῦσις· αἰσιμῶ, τὸ ἀναλίσκω· Αἴσωπος,
ὄνομα κύριον· Αἰσώπειος μῦθος· αἴσθησις· αἰσθάνομαι·
αἰσθητήριον· αἶσχος, τὸ μῦσος· αἴσχιστος, ὁ μυσαρός·
αἰσχύνη· αἰσχυντηλός· αἰσχρός· αἰσχρότης· αἴσχιον, τὸ
αἰσχρόν· καὶ Αἰσχύλος, κύριον.
Τὸ ε πρὸ τοῦ τ ψιλοῦται· οἷον· ἔτος, ὁ χρόνος· ἔτειον,
τὸ χρόνιον· ἐτήσιον, τὸ αὐτό· ἑταῖρος, ὁ φίλος· ἑταιρία, τὸ
τῶν φίλων ἄθροισμα, ὅθεν καὶ ἑταιρειώτης, καὶ ἑταιριάρ-
χης, ἑταίρα, καὶ ἑταιρὶς, ἡ πόρνη. Ἔτι πρὸ τοῦ τ δασύ-
νεται· ἕτερος, ὁ ἄλλος· ἑτεροῖον, τὸ ἀλλοῖον· ἐτεὸν, τὸ ἀληθές·
38
Ἐτεοκλῆς, κύριον· ἕτυμον, τὸ ἀληθὲς, ὅθεν καὶ ἑτυμολογία·
ἕτοιμον, τὸ πρόχειρον, ὅθεν καὶ ἑτοιμοπειθὴς, καὶ ἑτοι-
μάζω· ἔτνος, τὸ φάβα· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἰτῶ, τὸ ζητῶ, ὅθεν καὶ αἴτης, ὁ πτωχὸς, καὶ
ἐπαίτης καὶ προσαίτης, καὶ αἴτημα, τὸ ζήτημα· Αἰτωλοὶ,
ἔθνος· καὶ Αἴτνη, ὄρος Σικελίας, ὅθεν καὶ Αἰτναῖον πῦρ.
Τὸ ε πρὸ τοῦ φ ψιλοῦται· οἷον· ἔφεσις, ἡ ἐπιθυμία· ἐφετὸν,
τὸ ἐπιθυμητόν· ἐφθὸν, τὸ ἐψημένον· καὶ ὅσα ἀπὸ τῆς ἐπὶ
προθέσεως· ἔφιππος· ἔφηβος· ἐφάμιλλος· ἐφόλκιον· ἐφίε-
μαι, ῥῆμα· καὶ τὰ λοιπά.
Πλὴν τοῦ αἴφνης· αἰφνιδόν· αἰφνίδιον, ὅθεν καὶ τὸ
ἐξαίφνης.
Τὸ ε πρὸ τοῦ χ ψιλοῦται· οἷον· ἔχω, καὶ τὰ ἐξ αὐτοῦ·
ἐχέφρων, ὁ φρόνιμος· ἐχέμυθος, ὁ κρυψιλόγος· ἐχενηῒς,
ὄνομα ἰχθύος· ἔχις, ὁ ὄφις, ὅθεν καὶ ἔχιδνα· ἐχῖνος, ζῶον
χερσαῖον, καὶ θαλάσσιον· ἔχης, ὁ πλούσιος· Ἔχετος,
39
κύριον· ἐχυρὸς, ὁ ἀσφαλής· ἐχέτλη, ὁ κρατὴρ τοῦ ἀρό-
τρου· ἔχθος, τὸ μῖσος, ὅθεν καὶ ἐχθρὸς, καὶ ἐχθραίνω· καὶ
τὰ λοιπά.
Πλὴν τοῦ αἰχμὴ, τὸ κοντάριον· αἰχμητὴς, ὁ πολεμικός·
καὶ αἰχμάζω, ῥῆμα, τὸ δορατίζω, ὅθεν καὶ αἰχμάλωτος,
καὶ αἰχμαλωσία.
Τὸ ε πρὸ τοῦ ψ δασύνεται· οἷον· ἑψητὸν, τὸ βρῶμα·
ἑψητήριον, ἡ χύτρα· ἕψημα· ἐψιὰ, ἡ ὁμιλία· καὶ τὰ
λοιπά.
40
Πλὴν τοῦ αἶψα, ἐπίῤῥημα, ἀντὶ τοῦ ταχέως, ὅθεν καὶ
αἰψηρὸς, ὁ ταχύς.
{ἈΡΧΗ ΤΟΥ ΖΗΤΑ.}
Πᾶσα λέξις ἀπὸ τῆς ζε συλλαβῆς ἀρχομένη διὰ τοῦ ε
ψιλοῦ γράφεται· οἷον· ζέω, τὸ βράζω· Ζεβεδαῖος, κύριον·
ζέσις· ζέφυρος, ὄνομα ἀνέμου· ζεφύριον πνεῦμα· καὶ τὰ
λοιπά.
Τὰ ἀπὸ τῆς ζι συλλαβῆς ἀρχόμενα διὰ τοῦ ι γρά-
φεται· οἷον· ζιζάνιον, ἡ ἄκανθα· ζιβύνιον, ἀκόντιον ὁλοσί-
δηρον· καὶ τὰ λοιπά.
Τὰ δὲ διὰ τοῦ ἦτα, εἰσὶ ταῦτα· ζητῶ· ζήτησις· ζήτημα·
ζηλῶ· ζηλωτής· ζηλωτυπία· ζῆλος, μίμησις, καὶ ὁ
41
φθόνος, ὅθεν καὶ ζηλότυπος, καὶ ζηλήμων, ὁ φθονερός·
ζημία· ζημιῶ, καὶ ζημίωμα· Ζήνων, Ζηνόβιος, καὶ Ζηνο-
δότης, κύρια· Ζῆβος, ὄνομα κιθαρῳδοῦ· καὶ ζῆθι, προστα-
κτικὸν, ἀντὶ τοῦ ζῆσον.
Δίφθογγα δὲ ταῦτα· ζειὰ, εἶδος σπέρματος· ζείδωρος
γῆ, ἡ τὰς ζειὰς δωρουμένη· καὶ ζεῖ, ῥῆμα, ἀντὶ τοῦ βράζει.
Πᾶσα λέξις ἀπὸ τῆς ζο συλλαβῆς ἀρχομένη διὰ τοῦ
ο μικροῦ γράφεται· οἷον· ζόφος, τὸ σκότος· καὶ τὰ ἐξ
αὐτοῦ· ζοφερός· ζοφώδης· ζοφῶ, ῥῆμα, τὸ σκοτίζω· ζόφω-
σις· καὶ Ζοροβάβελ, κύριον.
Πλὴν τοῦ ζῶ· ζωή· ζῶον· ζωγράφος· ζωγρῶ, τὸ
ἀγρεύω· ζωγρία, ἡ ἄγρα· ζώνη, τὸ ζωνάριον· ζώννυμι· ζώ-
πυρον· ζωπυρῶ, ῥῆμα· ζώδιον· ζωογονῶ· ζωΰφιον· καὶ τὰ
λοιπά.
42
{ἈΡΧΗ ΤΟΥ ἸΩΤΑ.}
Τὸ ἦτα ἐν τοῖς πλήν.
Τὸ ἰῶτα πρὸ παντὸς φωνήεντος ἰωτίζεται.
Ἡ ἰῶτα συλλαβὴ πρὸ παντὸς φωνήεντος διὰ τοῦ
ἰῶτα γράφεται· οἷον· ἰατρός· Ἰάκωβος, Ἰάσων, καὶ
Ἰάειρος, κύρια· ἰάλεμος, ὁ θρῆνος· ἴαμβος, μέτρον στί-
χου· ἴασπις, ὄνομα λίθου· ἰαταταιὰξ, ἐπίῤῥημα θρηνητικόν·
ἰαχὴ, ἡ κραυγή· ἰαύω, ῥῆμα· ἱερός· ἱερεύς· ἱερεῖον, τὸ
θῦμα· Ἱέρων, κύριον· Ἱερουσαλὴμ, καὶ Ἱεριχὼ, ὀνόματα
πόλεων· Ἱερεμίας, Ἱεροβοὰμ, Ἰεσσαὶ, Ἰεχονίας, καὶ
Ἰεζεκιὴλ, ὀνόματα κύρια· ἸΗΣΟΥΣ· ἰήϊος, ἐπίθετον τοῦ
Ἀπόλλωνος· Ἰόβας, Ἰοβιανὸς, καὶ Ἰουλιανὸς, κύρια· Ἰοθὸρ,
ὁ τοῦ Μωσέως πενθερός· Ἰορδάνης, ποταμὸς, καὶ κύρια
ὀνόματα· ἰὸς, τὸ βέλος, ὅθεν καὶ ἰόμωρος, ὁ περὶ τὰ βέλη
μεμωραμένος· ἰὸς, τὸ φάρμακον, ὅθεν καὶ ἰοειδὴς, ὁ μέλας·
ἰότης, ἡ βουλή· Ἰόλαος, κύριον· Ἰοκάστη, θηλυκόν·
43
ἴουλος, τὸ γένειον· Ἰωάννης· Ἰωακείμ· Ἰωνία, χώρα·
Ἴωνες ἄνδρες· ἰῶτα, τὸ στοιχεῖον· ἰωὴ, ἡ κραυγή· ἰωκὴ, ἡ
δίωξις· Ἰωνὰς, Ἰωνάθαν, καὶ Ἰώσηπος, κύρια· ἰὼ, ἐπίῤῥημα,
ἀντὶ τοῦ φεῦ· καὶ τὰ λοιπά.
44
Πλὴν τοῦ Ἠετίων, ὄνομα κύριον· ἠέλιος, ὁ ἥλιος· ἠερο-
φοίτης, ὁ εἰς τὸν ἀέρα φοιτῶν· Ἠερίβοια, κύριον· ἠϊὼν,
ὁ αἰγιαλός· καὶ ἠὼν τὸ αὐτό· ἠῢς, ὁ πλατὺς, ὅθεν καὶ
ἠϋγένειος· ἠὼς, ἡ ἡμέρα καὶ ἡ πρωΐα· καὶ ἠῶθι, ἐπίῤῥημα,
ἀντὶ τοῦ ἐκ πρωΐας.
Δίφθογγα δὲ ταῦτα· εἰαρινὸς, ὁ ἐαρινός· καὶ εἰ, ἀντὶ τοῦ
ἐάν· εἴα, ἀντὶ τοῦ ἄγε· καὶ εἰαμενὴ, ὁ κάθυγρος τόπος.
Ἡ ι συλλαβὴ πρὸ τοῦ β γράφεται διὰ τοῦ ἰῶτα·
οἷον· Ἴβηρες, ἔθνος· Ἰβηρία, χώρα· Ἴβυκος, κύριον· Ἴβις,
ζῶον, καὶ κλίνεται Ἴβεως· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἥβη, ἡλικία· ἡβῶ, τὸ ἀκμάζω· ἡβάσκω, τὸ
αὐτό· ἡβηδὸν, ἐπίῤῥημα.
Εἴβω, τὸ στάζω, μόνον, δίφθογγον.
Ἡ ι συλλαβὴ πρὸ τοῦ γ διὰ τοῦ ι γράφεται· οἷον· ἰγνὺς,
καὶ ἰγνύη, ἡ ἄντζα· ἴγδη, τὸ ἰγδίον· καὶ τὰ λοιπά.
45
Πλὴν τοῦ ἡγοῦμαι· ἡγεμών· ἡγεμονεύω· ἡγεμονία· ἡγου-
μενεία δὲ, τὸ νει δίφθογγον· Ἡγήσιππος, καὶ Ἡγησί-
λαος, κύρια· καὶ ἠγάθεος, ὁ ἄγαν θεῖος.
Ἡ ι συλλαβὴ πρὸ τοῦ δ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἴδος, ὁ κόπος, καὶ ὁ ἱδρώς· ἰδίω, τὸ κοπιῶ· Ἴδη, ὄνομα
ὄρους, ἐξ ἧς καὶ Ἰδαῖος Ἀλέξανδρος· ἰδέα, ἡ θεωρία· Ἰδομε-
νεὺς, κύριον· Ἰδουμαῖος, τὸ οἰκεῖον· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἥδω, τὸ εὐφραίνομαι· ἡδὺς, ὁ εὐφραντός· ἡδεῖα,
θηλυκὸν, ἡ εὐφραντή· ἡδίων, ὁ εὐφραντώτερος· ἥδιστος, τὸ
αὐτό· ἡδύνω· ἡδύτης· ἡδύοσμος, βοτάνη· ἡδυπάθεια, ἡ εὐπά-
θεια· ἡδονή· ἦδος, τὸ ὄφελος· Ἡδωνὸς, ὁ Μακεδών· Ἡδωνὶς
γῆ, ἡ Μακεδονική· ἡδυεπὴς, ὁ ἡδυλόγος· καὶ ἤδη, ἀντὶ τοῦ
ἀπάρτι.
Τὰ δὲ διὰ διφθόγγου, εἰσὶ ταῦτα· εἶδος, ἡ θεωρία, ὅθεν
καὶ εἰδεχθὲς, τὸ δύσμορφον, καὶ εἴδωλον, τὸ ὁμοίωμα·
46
εἴδησις, ἡ γνῶσις· εἰδήμων, ὁ ἐπιστήμων· εἰδὺς, ἡ ἡμέρα·
καὶ εἶδαρ, τὸ βρῶμα.
Ἡ ι συλλαβὴ πρὸ τοῦ ζ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἵζω, τὸ κάθημαι, ἐξ οὗ καὶ ἵζησις, καὶ συνίζησις· ἱζάνω,
τὸ κάθημαι· καὶ τὰ λοιπά.
Ἡ ι συλλαβὴ πρὸ τοῦ θ, διὰ τοῦ ἰῶτα γράφεται·
οἷον· ἰθύς· ἰθεῖα, ἡ εὐθεῖα· ἰθύνω, τὸ κατευθύνω· ἰθυτενὴς, ὁ
κατηυθυσμένος· Ἰθάκη, νῆσος, ὅθεν καὶ Ἰθακήσιος· ἰθαγενὴς,
ὁ ἐγχώριος· ἴθι, ἀντὶ τοῦ ἐλθέ· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἦθος, ὁ τρόπος, ἐξ οὗ καὶ ἠθικός· ἠθμὸς, τὸ σα-
κελιστήριον· ἠθεῖος, ὁ ἄγαν θαυμαστός· καὶ Ἠθὰμ, τόπος.
Ἡ ι συλλαβὴ πρὸ τοῦ κ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἱκετεύω· ἱκετεία· ἵκω, τὸ ἱκετεύω· ἱκεσία· ἱκέτης, ὁ παρα-
κλήτωρ· Ἴκαρος, κύριον, ἐξ οὗ καὶ Ἰκάριον πέλαγος·
Ἰκόνιον, χώρα· ἰκρίον, τὸ ὄρθιον ξύλον· ἰκμὰς, ἡ ὑγρασία,
καὶ κλίνεται ἰκμάδος· ἰκμάζω, τὸ ὑγραίνω· ἴκτερος, νόσος·
ἰκτῖνος, ὁ λούπης· καὶ τὰ λοιπά.
47
Πλὴν τοῦ ἥκω, τὸ ἔρχομαι· ἥκιστα, ἀντὶ τοῦ οὐδαμῶς
ἢ μετρίως· καὶ ἦκα, ἀντὶ τοῦ ἡσύχως.
Δίφθογγα δὲ ταῦτα· εἴκω, τὸ ὑποχωρῶ καὶ ὑποτάσσο-
μαι· εἰκάζω· εἰκῆ, ἀντὶ τοῦ μάτην· εἰκαῖον, τὸ μάταιον·
εἴκοσι, ἐπὶ ἀριθμοῦ· εἰκὰς, εἰκάδος, τὸ αὐτό· εἰκὸς, τὸ πρέ-
πον· εἰκότως, ἐπίῤῥημα, ἀντὶ τοῦ πρεπόντως· καὶ εἰκάθω,
ῥῆμα, τὸ ὑποτάσσομαι.
Ἡ ι συλλαβὴ πρὸ τοῦ λ διὰ τοῦ ἰῶτα γράφεται·
οἷον· ἱλαρός· ἱλαρύνω· ἵλεως, ὁ εὐμενής· ἱλάσκω, τὸ ἐξευ-
μενίζω· ἴλη, ἡ τάξις· ἰλαδὸν, ἐπίῤῥημα, ἀντὶ τοῦ κατὰ
τάξιν· Ἴλιος, ἡ Τροία· καὶ Ἰλιεὺς ἀνὴρ, ὁ Τρωϊκός· ἴλλος,
ὁ ὀφθαλμός· ἰλὺς, ὁ βόρβορος, καὶ κλίνεται ἰλύος, ὅθεν
καὶ ἰλυσπώμενος, ὁ ἐν τῇ ἴλῃ στρεφόμενος· ἰλεὸς, ὁ
φωλεός· ἴλιγγος, ἡ ναυτία· ἰλιγγιῶ, τὸ ναυτιῶ· Ἰλλυ-
ρικὸν χωρίον· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἥλιος, ὁ λάμπων· ἡλιοειδὴς, ὁ λαμπρός·
Ἡλιάδες, αἱ τοῦ ἡλίου θυγατέρες· Ἡλιούπολις· ἧλος, τὸ
καρφίον· ἡλῶ, τὸ προσκαρφῶ· Ἠλίας, κύριον· Ἠλιοῦ, τὸ
48
αὐτό· Ἠλὶ, ὄνομα ἱερέως Ἑβραίου· ἡλικία· ἡλικιώτης·
ἧλιξ, ὁμῆλιξ, καὶ κλίνεται ἥλικος· ἠλακάτη· Ἤλεκτρος,
κύριον· ἠλίθιος, ὁ ἀναίσθητος· Ἡλιόδωρος, κύριον· ἠλιαῖα,
δικαστήριον ἐν Ἀθηναίοις· ἡλίβατος, ὁ ὑψηλὸς τόπος·
ἡλίκον, τὸ ὁποῖον· ἠλύγη, ἡ νύξ· ἠλύσιον, τὸ πεδίον, καὶ
ἤλυσις, ἡ ἔλευσις.
Δίφθογγα δὲ ταῦτα· εἵλη, ἡ θερμασία, ὅθεν καὶ εἱλη-
θεροῦμαι· εἱλεὸς, ἡ μαγειρικὴ τράπεζα· εἰλικρίνεια, ἡ
καθαρότης· Εἵλως, ὁ δοῦλος, καὶ κλίνεται Εἵλωτος·
εἱλωτεύω, τὸ δουλεύω· εἱλωτεία, ἡ δουλεία· εἱλίπους
βοῦς, ὁ τοὺς πόδας συστρέφων· εἱλύω, τὸ κρύπτω, ὅθεν
καὶ εἱλυὸς, ὁ φωλεός· εἶλαρ, τὸ βρῶμα· εἰλαπίνη, ἡ εὐω-
χία· εἰλαπινάζω, τὸ εὐωχῶ· καὶ Εἰλείθυια, θεὰ ἔφορος
τῆς γέννας.
Ἡ ι συλλαβὴ πρὸ τοῦ μ διὰ τοῦ ι γράφεται· οἷον·
ἵμερος, ἡ ἐπιθυμία· ἱμείρω, ῥῆμα, τὸ ἐπιθυμῶ· ἱμερτὸς,
ὁ ἐπιθυμητός· ἱμερόεις, τὸ αὐτό· ἱμάτιον· ἱματίζω· ἱμα-
τισμός· ἱμὰς, ὁ λῶρος, καὶ κλίνεται ἱμάντος, ὅθεν καὶ
49
ἱμάσθλη, ἡ βίτζα· ἱμῶ, τὸ ἀντλῶ, ὅθεν ἱμονιὰ, τὸ ἀν-
τλητήριον· Ἱμέρα, πόλις· Ἴμβρος, νῆσος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἡμεῖς· ἡμέτερος· ἡμεδαπός· ἡμέρα· ἡμερό-
κοιτος, ὁ κλέπτης· ἡμερήσιον· ἦμαρ, ἡ ἡμέρα· ἠμάτιον,
ἀντὶ τοῦ δι' ὅλης τῆς ἡμέρας· ἥμερος, ὁ πρᾷος· ἡμερῶ,
ῥῆμα, τὸ πραΰνω· ἥμισυ· ἡμιόλιον, εἶδος ἀριθμοῦ· ἡμίονος·
ἥμων, ὁ ἀκοντιστὴς, καὶ κλίνεται ἥμονος· Ἠμαθία, τόπος·
ἠμερὶς, ἄμπελος· ἠμύω, τὸ κλίνω· ἠμὶ, ῥῆμα, ἀντὶ τοῦ
φημί· καὶ ἡ 'μὴ, ἡ ἐμή.
Εἷμα δὲ, τὸ ἱμάτιον· εἱμένος, ὁ ἐνδεδυμένος· εἶμι, τὸ
πορεύομαι· καὶ εἰμὶ, τὸ ὑπάρχω· δίφθογγα.
Ἡ ι συλλαβὴ πρὸ τοῦ ν διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἰνίον, τὸ νεῦρον· Ἰνὼ, κύριον, θηλυκόν· Ἵναχος, κύριον· ἰνῶ,
τὸ ἐνδυναμῶ, καὶ ἰνόω· ἵνα, ἀντὶ τοῦ ὅπως, καὶ ἀντὶ τοῦ
50
ὅπου· ἴνδαλμα, τὸ ὁμοίωμα· ἰνδάλλω, τὸ ὁμοιῶ, ἴνδικτος·
καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἡνία, θηλυκὸν, ὁ χαλινὸς, ὅθεν καὶ ἡνίοχος,
ἡνιοχεύω, ἡνιοχεία· ἡνίκα, ἀντὶ τοῦ ὁπότε· ἠνορέη, ἡ ἀν-
δρία· καὶ ἠνεμόεις, ὁ τόπος ὁ ἀνέμοις καταπνεόμενος.
Εἰνάτηρ δὲ ἡ νύμφη· εἰνοσίφυλλον γήδιον· εἵνεκα, ἐπίῤ-
ῥημα, ἀντὶ τοῦ χάριν· καὶ εἷνα, τὸν ἕνα, ποιητικῶς·
δίφθογγον.
Ἡ ι συλλαβὴ πρὸ τοῦ ξ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἰξός· ἰξεύω· ἰξευτής· Ἰξίων, κύριον, καὶ κλίνεται Ἰξίωνος·
ἲξ, ὁ σκώληξ, καὶ κλίνεται ἰκός· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἥξω, ἀντὶ τοῦ ἔλθω· τοῦτο γὰρ διὰ τοῦ η
γράφεται.
Εἴξω δὲ, τὸ ὑποχωρήσω καὶ ὑποταγῶ· δίφθογγον.
Ἡ ι συλλαβὴ πρὸ τοῦ π, διὰ τοῦ ι γράφεται· οἷον·
ἵππος· ἱππεύω· ἱππεύς· ἱππηλάτης· Ἵππιος, ἐπώνυμον
τοῦ Ποσειδῶνος· ἰπνὸς, ὁ φοῦρνος, ἢ ἡ κάμινος· καὶ τὰ
λοιπά.
51
Πλὴν τοῦ ἤπιος, ὁ πρᾷος· ἠπία, θηλυκὸν, ἡ πρᾳεία·
ἠπῶ, ῥῆμα, τὸ ῥάπτω· καὶ ἠπίαλος, νόσος, ὃ λέγεται
ῥιγοπύρετον.
Εἴπω δὲ, τὸ λέξω· εἶπα, ἀντὶ τοῦ ἔλεξα· καὶ εἰπὼν,
ὁ λέξας· δίφθογγον.
Ἡ ι συλλαβὴ πρὸ τοῦ ρ διὰ τοῦ ι γράφεται· οἷον· ἶρος,
ὁ πτωχός· καὶ Ἶρος, ὄνομα κύριον· Ἴρις, ὄνομα θεᾶς, καὶ
τὸ ἐν νεφέλαις τόξον· ἵρηξ, ὁ ἱέραξ, κατὰ συγκοπήν· ἱερός·
ἱερεύς· ἱρεῖον, τὸ θῦμα, κατὰ συγκοπήν· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἠρέμα, ἀντὶ τοῦ ἡσύχως· ἠρεμῶ, ῥῆμα· ἠρε-
μία, ἡ ἡσυχία· Ἡρώδης, καὶ Ἡρωδίανος, κύριον· Ἥρα,
52
θεά· Ἡρακλῆς· Ἡρόδοτος· ἥρως, ὁ ἡμίθεος, καὶ κλίνεται
ἥρωος· Ἥρων, φιλόσοφος, καὶ κλίνεται Ἥρωνος· Ἡρα-
κλεία λίθος, ἡ μαγνῆτις· ἦρτο· ἔαρ, καὶ τὰ ἐξ αὐτοῦ·
ἠριγένεια· ἠριγέρων, βοτάνη· ἠρινὸς, ὁ ἐαρινός· Ἠριδανὸς,
ποταμός· καὶ ἠρίον, τὸ μνημεῖον.
Δίφθογγα δὲ ταῦτα· εἴρων, ὁ ἀπατεὼν, καὶ κλίνεται
εἴρωνος· εἰρηνεύω· εἰρωνεία· εἴρω, τὸ πλέκω· εἰρμὸς,
εἴρεμος, ὁ δεσμός· εἴργω, τὸ κωλύω· εἰρκτὴ, ἡ φυλακή·
εἰργνύω· εἰραφιώτης, ὁ Διόνυσος· εἰρεσία, ἡ κωπηλασία·
εἰρεσιώνη, ὁ στέφανος· εἰρίον, τὸ μαλίον· εἰρηκὼς, ὁ εἰπὼν,
ἐπὶ μετοχῆς· καὶ εἴρυον, ἀντὶ τοῦ εἷλκον.
53
Ἡ ι συλλαβὴ πρὸ τοῦ σ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἶσον, τὸ ὅμοιον· ἰσότης, θηλυκόν· ἰσόω, ἰσῶ, ῥῆμα, τὸ
ὁμοιῶ, ὅθεν καὶ ἰσόπεδον, καὶ ἰσόμετρον· Ἰσοκράτης, κύ-
ριον· ἰσηγορία· ἰσῆλιξ· ἰσθμὸς, ἡ μέσον δύο θαλασσῶν γῆ·
Ἰσραήλ Ἰσραηλῖται, οἱ Ἑβραῖοι· Ἰσμαήλ Ἰσμαηλῖται,
οἱ Πέρσαι· Ἰσμηνίας, κύριον· Ἰσμηνὸς, ποταμός· Ἰσπανία,
χώρα· Ἴστρος, ποταμός· ἱστορῶ· ἱστορία· ἵστωρ, ὁ ἐπι-
στήμων· ἵστημι, ῥῆμα· ἱστίον, τὸ ἄρμενον· ἱστὸς, τὸ
κατάρτιον, καὶ τὸ γυναικεῖον ἔργον· ἰσχνός· ἰσχναίνω·
ἰσχυρός· ἴσχω, τὸ κρατῶ· ἰσχίον, μέλος τοῦ σώματος·
καὶ ἕτερα.
Πλὴν τοῦ Ἠσαῦ, Ἡσίοδος, καὶ Ἡσαΐας, ὀνόματα κύ-
ρια· ἥσυχος· ἡσυχία· ἡσυχάζω, ῥῆμα· ἧσις, ἡ εὐφροσύνη·
ἧσσα, ἡ τροπή· ἡσσῶ, ῥῆμα, τὸ νικῶ· ἥσσων, ὁ ἐλάττων,
καὶ κλίνεται ἥσσονος· ἡστὸν, τὸ εὐφραντόν· καὶ ἦσθα,
ἀντὶ τοῦ ὑπάρχεις.
54
Δίφθογγα δὲ ταῦτα· εἴσω, ἀντὶ τοῦ ἔσθεων· εἰς, πρόθεσις,
καὶ τὰ ἐξ αὐτῆς· εἰσαγωγεύς· εἰσαγγελεύς· εἰσιτήριος·
καὶ εἴσεται, ἀντὶ τοῦ γνώσεται.
Ἡ ι συλλαβὴ πρὸ τοῦ τ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἰτέα, δένδρον· Ἰταλία, χώρα, ὅθεν καὶ Ἰταλὸς, καὶ Ἰτα-
λιώτης ἀνήρ· ἰταμὸς, ὁ ἄγριος· ἰταμότης, ἡ ἀγριότης·
ἴτης, ὁ πτωχός· Ἴτυς, κύριον, καὶ κλίνεται Ἴτυος· ἴτυς, ἡ
περιφέρεια τοῦ ἅρματος· Ἰταμύριον, ὄρος· ἰτρίον, εἶδος
βρώματος· ἰτέον, ἐπίῤῥημα, ἀντὶ τοῦ πορευτέον· καὶ τὰ
λοιπά.
Πλὴν τοῦ ἧττα, ἡ τροπή· καὶ ἡττῶ, ῥῆμα, τὸ νικῶ·
ἥττων, ὁ ἐλάττων, καὶ κλίνεται ἥττονος· ἦτορ, ἡ ψυχή·
καὶ ἦτρον, τὸ ἔντερον.
Ἡ ι συλλαβὴ πρὸ τοῦ φ διὰ τοῦ ι γράφεται· οἷον· ἶφι,
ἐπίῤῥημα, ἀντὶ τοῦ ἰσχυρῶς, ὅθεν καὶ ἴφθιμος, ὁ ἰσχυρός·
Ἰφιγένεια, κύριον· καὶ τὰ λοιπά.
Πλὴν τοῦ Ἥφαιστος, θεὸς Ἑλληνικὸς, καὶ τὸ πῦρ·
Ἡφαιστίων, κύριον, ὃ καὶ κλίνεται Ἡφαιστίονος.
55
Ἡ ι συλλαβὴ πρὸ τοῦ χ διὰ τοῦ ἰῶτα γράφεται· οἷον·
ἰχὼρ, τὸ γράμμα, καὶ κλίνεται ἰχῶρος· ἴχνος· ἰχνεύω·
ἰχνευτής· ἰχνηλάτης· ἰχθὺς, ἰχθύος· καὶ τὰ λοιπά.
Πλὴν τοῦ ἦχος, ἡ κραυγή· ἠχῶ, ῥῆμα· ἠχήεις, ὁ ἠχητι-
κός· ἠχήεσσα· ἠχὼ, θηλυκὸν, ἡ κραυγὴ, καὶ κλίνεται
ἠχοῦς· Ἠχὼ, κόρη· καὶ ἧχι, ἐπίῤῥημα, ἀντὶ τοῦ ὅπου.
Ἡ ι συλλαβὴ πρὸ τοῦ ψ διὰ τοῦ ι γράφεται· οἷον· ἲψ,
ὁ σκώληξ, καὶ κλίνεται ἰπός· ἴψω, ἐπὶ μέλλοντος, ἀντὶ
τοῦ βλάψω· ἡψάμην δὲ, ἐπὶ παρῳχημένου.
56
{ἈΡΧΗ ΤΟΥ Θ.}
Πᾶσα λέξις ἀπὸ τῆς θε συλλαβῆς ἀρχομένη, διὰ τοῦ
ε γράφεται· οἷον· θεός· Θεόδωρος, Θεοφάνης, καὶ Θεόδοτος,
κύριον· θέω, τὸ τρέχω· θεῶ, τὸ βλέπω· θεωρῶ· θεωρία·
θεωρεῖον, τὸ ἱπποδρόμιον· θέλω θέλησις· θέλημα· Θεαγέ-
νης, Θεμιστοκλῆς, καὶ Θεογένης, κύρια· θεμέλιον· θέ-
μεθλο…
The complete text is available when the reading interface loads.