The Greek Library Author

Anonymous

Philetaerus

Authority group
Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
Edition reference
Philetaerus [Sp.?] (fort. auctore Corneliano) (e codd. Vat. gr. 2226 + Paris. gr. 2552), ed. A. Dain, Le "Philétaeros" attribué à Hérodien, Paris: Les Belles Lettres, 1954: 41–72.
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg037.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

16

Σοφοκλῆς ἐν Σατύροις (revera ἐν βᾳ Τυροῖ; fr. 593 N.).

17

<Λαρυγγίζειν,> τὸ λαμπροφωνεύεσθαι.

18

<Θᾶττον> ἐρεῖς, οὐχὶ <τάχιον·> καὶ <βραδύτερον,>

οὐχὶ <βράδιον·> καὶ <αἴσχιον,> οὐχὶ <αἰσχρότερον·>

καὶ <κάκιον> ὁμοίως.

19

<Ἐμβάδες,> ὑποδήματα τῶν κωμῳδῶν· καὶ

θηλυκῶς αἱ ἐμβάδες. Οἱ <ἐμβάται> δὲ τραγῳδῶν.

20

<Γρῦ·> οὕτως ἔλεγον τὸν ὑπὸ τῷ ὄνυχι τοῦ δακτύ-

λου ῥύπον· ἀπὸ δὲ τούτου καὶ πᾶν τὸ βραχύτατον.

21

<Φάσκωλος,> τὸ ῥαπτὸν εἰς ὃ ἐμβάλλονται τὰ

ἱμάτια· καὶ θύλακος ὁμοίως.

22

<Κυμινοπρίστης,> ὁ ὑπερβαλλόντως μικρολόγος.

23

<Δρυπετής,> καρπὸς ὁ ὡραῖος.

24

Τὰ <λαγῷα·> οὕτως ἔλεγον οὐ προστιθέντες τὸ

κρέα.

25

Ὁ <γάρος> ἀρσενικῶς· τὸν ἰχθύων γάρον (Aes-

chyl. Proteus, fr. 211 N)· καὶ γάρον τὸν ἰχθύειον, Σοφο-

κλῆς (Triptol., fr. 549 N.).

26

<Πόρρω> καὶ <πρόσω> ἀμφοτέρως.

27

Τὸ <ἡνίκα> καὶ τὸ <πηνίκα> ἐπὶ τοῦ καιροῦ τῆς

ἡμέρας μᾶλλον· τὸ δὲ πότε ἐπὶ χρόνου· ἔστι δὲ καὶ

τὸ <πηνίκα> ἐπὶ χρόνου παρὰ τῷ Δημοσθένει (De coron.

229, 24).

28

<Θεάσασθαι> τραγῳδοὺς καὶ κωμῳδούς, οὐχὶ

<ἀκούειν> τῶν τραγῳδῶν καὶ τῶν κωμῳδῶν· ὡς

Δημοσθένης· «εἰ γὰρ ἐν Διονύσου τραγῳδοὺς

ἐθεᾶσθε» (De pace, 58, 25).

29

Τὸν <ἥρω,> τὸν <Μίνω,> τὸν <Ἀπόλλω,> τὸν <Πο-

σειδῶ> ἄνευ τοῦ ν οἱ Ἀττικοί. Τὸν <λαγὼν> καὶ τὸν

<νεών,> τὸν <λαγὼ> καὶ τὸν <νεώ,> ἄνευ τοῦ ν ἢ σὺν τῷ ν.

30

«<Ἐννεάμυκλος> ὄνος», παρὰ Ἀντιμάχῳ (revera

Καλλιμάχῳ; fr. 650 Pf.) ἐπὶ ὄνου· <μύκλαι> δὲ λέγον-

ται αἱ ἐν τοῖς σκέλεσι τῶν ὄνων περιγραφαί.

31

<Τέλειοι> παρὰ τοῖς Ἀττικοῖς οἱ ἔντεκνοι· ὅθεν

παρὰ τῷ ποιητῇ οὕτως ἀκούουσι τὸν ἡμιτελῆ δόμον

παρόσον ἄτεκνος ἦν ὁ Πρωτεσίλεως·

καὶ δόμον ἡμιτελῆ (Β 701).

32

<Ἄρχει Ἀθηναίοις.> Καὶ ὁ Κρατῖνος (fr. 294 K.)·

ἄρχων 〈γάρ〉 εἰμι νῦν Ἀθηναίοις ἐγώ.

Ὅτι καὶ κατὰ τοὺς νόμους ἡ ἀρχή.

33

<Ἀχάριστος> καὶ <ἀχαριστία> συνηθῶς εἰπεῖν.

<Εὐχάριστος> δὲ ὁ ἐπίχαρις, οὐχ ὁ ἀποδιδοὺς τὴν

χάριν· οὐδὲ γὰρ <εὐχαριστεῖν> λέγουσιν, ἀλλὰ χάριν

εἰδέναι.

34

<Κατακεῖσθαι> ἐπὶ τῶν ἑστιωμένων, <ἀνακεῖσ-

θαι> δὲ ἐπὶ εἰκόνων καὶ ἀνδριάντων. Εἰπόντος γοῦν

τινος «ἀνάπιπτε», ὁ Κωμικὸς (Diphilus, fr. 125 K.;

cf. Philippides, fr. 30 K.) παίζων, «ἀνδριάντας

ἑστιᾷς», ἔφη.

35

<Εὐσκώμμων> καὶ <φιλοσκώμμων,> ὁ ἀστεῖος ἐν

τούτοις.

36

Τοὺς <θυλάκους> καὶ <σάκτας> ἔλεγον ἀπὸ τοῦ

σάττεσθαι· <κυνούχους> δὲ ὁ Ξενοφῶν ἐν τῷ Κυνη-

γετικῷ (II, 9).

37

Τούτων ὁ <ἕτερος·> προσθήσεις τὸ ἄρθρον ὅταν

περὶ δύο ποιούμενος ᾖς τὸν λόγον· ἐπὶ δὲ τοῦ τρίτου

καὶ ἐν ἴσῳ τοῦ ἄλλου ἂν εἴπῃς <ἕτερος> ἄνευ τοῦ

ἄρθρου, φεύξῃ τὴν αἰτίαν.

38

<Ἀπονυχίζεσθαι> λέγουσι τὸ ἀφαιρεῖσθαι τοὺς

ὄνυχας τῶν δακτύλων· <ἐξονυχίζειν> δὲ τὸ λεπτο-

λογεῖσθαι, ὅπερ καὶ <τερθρείαν> λέγουσιν.

39

<Ὑπογενειάζειν> τὸ ἅπτεσθαι τοῦ γενείου

δεόμενον· ὡς ὁ Τίμαρχος δεόμενος τοῦ Πιτταλάκου

παρὰ τῷ Αἰσχίνῃ (In Tim., 61). <Ὑπογενειάσκειν>

δὲ τὸ ἄρτι ἐξανθεῖν τὸ γένειον.

40

<Καμαρωτὸν> ὄχημα, ὅπερ νῦν <σκεπαστὸν>

λέγουσιν· καλοῦσι δὲ αὐτὸ καὶ <ἀπήνην.

41

Βόλιτα> οἱ Ἀττικοί· <βόλβιτα> οἱ Δωριεῖς.

42

<Εἱληθερεῖν> τὸ ἐν ἡλίῳ θέρεσθαι· καὶ <εἱληθε-

ρὲς> ὕδωρ ὁμοίως.

43

Τὸ <προσκυνεῖν> αἰτιατικῇ πτώσει συντάττου-

σιν, οἷον προσκυνῶ τοὺς θεούς· οὐδέποτε δὲ τῇ

δοτικῇ, ὥσπερ οἴονταί τινες.

44

Οἱ <Διόσκουροι> σὺν τῷ υ ὅταν πληθυντικῶς

λέγονται· τὼ <Διοσκόρω> δὲ ἐν τῷ δυικῷ ἀριθμῷ

ἄνευ τοῦ υ.

45

<Ὁμίχλη,> οὐχὶ <ὁμίχλα·> ἀλλ' ὁμοίως ἡ ὁμίχλη

τῷ ἡ <τρίγλη> διὰ τοῦ η.

46

<Παρδαλῆ> τὸ τῆς παρδάλεως δέρμα, ὡς <λεοντῆ>

καὶ <ἰξαλῆ,> τὸ τῆς αἰγός, καὶ <μοσχῆ· ἀρνέα> δὲ καὶ

<λυκέα.

47

Διπλοΐδιον> τὸ διπλοῦν ἱμάτιον.

48

<Ποικίλλειν> τὸ ὑφαίνειν ποικίλα καὶ <ποι-

κιλτὴς> ὁ τὰ τοιαῦτα κατασκευάζων παρὰ τῷ Αἰσχίνῃ

(In Tim., 97).

49

<Αἰνῶς> ἐστιν εἰπεῖν καὶ ἐπὶ τοῦ σφόδρα. Καὶ

ὁ Ποιητὴς ἐπὶ τῆς Ἑλένης (Γ 158).

αἰνῶς ἀθανάτοισι θεῇς εἰς ὦπα ἔοικεν.

50

<Ἐθὰς> ἡ κατοικίδιος περιστερά· ἡ γὰρ ἀγρία

<πελειάς.

51

Ὑπόχαλκον> νόμισμα τὸ μὴ δόκιμον καὶ

κίβδηλον. Ἐρεῖς δὲ καὶ τὸν πονηρὸν οὕτως· κίβδηλος

ἄνθρωπος καὶ ὑπόχαλκος. Λέγεται δὲ <κίβδηλον>

κρύβδηλόν τι ὄν, παρὰ τὸ ἀποκεκρυμμένον ἔχειν ἐν

ἑαυτῷ τὸ δῆλον.

52

<Κατεαγὼς τῆς κεφαλῆς,> οὔτε μὴν πᾶσαν τὴν

κεφαλήν, ἀλλὰ μέρος τι αὐτῆς. Εὔπολις (fr. 323 K.).

οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα.

53

<Ἀφυπνίσαι> μᾶλλον, οὐχὶ <ἐξυπνίσαι.

54

Γραμματεῖον> ἐρεῖς καὶ <δέλτον,> οὐχὶ <πίνακα·>

θετταλὸν γὰρ τοὔνομα.

55

<Κατάρξασθαι> μὲν τοῦ ἱερείου, <ἀπάρξασθαι>

δὲ τῶν σπλάγχνων.

56

<Ἐριοκόμος> ὁ ἐριουργός· κομεῖν γὰρ τὸ ἐπιμε-

λείας ἀξιοῦν. Οὕτως ὁ <ὀρεωκόμος, ὁ ἱπποκόμος>

καὶ αὐτὴ ἡ <κομιδή.

57

Τεθνεὼς> καὶ <τεθνεῶσα> διῃρημένως.

58

<Λῃστικὸν> τὸ σύστημα τῶν λῃστῶν· Κρατῖνος

ἐν Τροφωνίῳ. <Λῃστρικὸν> δὲ τὸ κτῆμα, οἷον τὸ ξίφος

καὶ πλοῖον καὶ εἴ τι ἄλλο.

59

Τὸ <δεῖν> οὐ μόνον δοτικῇ, ἀλλὰ καὶ αἰτιατικῇ

συντάσσουσι πτώσει·

εὐρυχωρίας σε δεῖ (Com. adespot. 46 D.).

60

Ἡ <παλαιστὴ> θηλυκῶς· ὁ γὰρ <παλαιστής>

ἐστιν ὁ παλαίων.

61

<Ὀλίγον> αὐτοῦ μοι μέλει, ἀντὶ τοῦ <οὐδ' ὅ-

λως.> Καὶ ὁ Ποιητής (Ε 800)·

Ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.

62

<Ἐπίτηδες> καὶ <ἐξεπίτηδες,> ἀμφοτέρως.

63

<Κηδεστὴς> ὅ τε διδοὺς τὴν θυγατέρα καὶ ὁ

λαμβάνων τὴν γυναῖκα ὁμοίως λέγονται.

64

<Χαλκεῖον·> ἐκεῖνοί γε <θερμαντήριον> τοῦτο καὶ

<λεβήτιον> ἔλεγον· ἐξ οὗ καὶ τὸ <θερμόν.>

65

Τὸ <ἐπισχεῖν> ἐπὶ τοῦ καταπαῦσαι· τὸ δὲ <προ-

σχεῖν> ἐπὶ τοῦ προσεχῆ γενέσθαι καὶ φροντίσαι.

66

<Δεξιοὺς> ἔλεγον τοὺς φιλομαθεῖς, <σκαιοὺς> δὲ

τοὺς ἀμαθεῖς, ἀπὸ τῶν χειρῶν μεταφέροντες.

67

<Ὠνήμην> διὰ τοῦ η ἀντὶ τοῦ <ὠφελήθην·>

τὸ δὲ <ὠνάμην> ἐπὶ τοῦ <ἐμεμψάμην.> Καὶ ὁ Ποιητής

(Ρ 25) «ὅτε μ' ὤνατο», ἀντὶ τοῦ ἐμέμψατο.

68

<Ἀπανθρακίσαι·> τὸ ἐπὶ τῶν ἀνθράκων· ὅπερ

οἱ Δωριεῖς <ζαπυρίσαι> λέγουσιν.

69

<Ἄχρι> καὶ <μέχρι> ἄνευ τοῦ σ· τὸ δὲ σὺν τῷ σ

ἰωνικόν.

70

<Οὐκ ἂν φθάνοις> φράζων παραφυλακτέον ὅτι

τῷ <φθάνω> τὸ πολὺ συντάττουσιν οἱ Ἀττικοὶ τὴν

μετοχήν· φθάνω εἰρηκώς, φθάνω πεποιηκώς. Εἰ δὲ

ῥῆμα ἐπιφέρεις, ἀνάγκη τὸ φθάνω τραπῆναι εἰς

μετοχήν· οἷον φθάσας ἔπραξα καὶ φθάσας εἶπον.

71

<Τῆς ὑστεραίας> οὐ λέγουσιν ἐπὶ τῆς γενικῆς

πτώσεως, ἀλλ' ἐπὶ τῆς δοτικῆς, <τῇ ὑστεραίᾳ,>

καὶ ἐπὶ τῆς αἰτιατικῆς, <τὴν ὑστεραίαν.> Ἐρεῖς δὲ

<ἐφ' ἡμέρας> καὶ ἐν τῷ παρεληλυθότι χρόνῳ, ἐπὶ δὲ

τοῦ μέλλοντος οὐκέτι· τὸ δὲ <τῇ ὑστεραίᾳ> καὶ ἐπὶ

τὴν ἐκκλησίαν τὴν ὑστεραίαν.

72

<Πρίασθαι> ἐρεῖς, οὐχὶ <ὠνήσασθαι·> ὅπου δὲ μὴ

δυνατὸν κλῖναι τὸ πρίασθαι ῥῆμα, τότε τῷ <ὠνεῖσθαι>

χρήσῃ. Οἷον <ἐπριάμην, ἐπρίω, ἐπρίατο,> καὶ

<πρίω> τὸ προστακτικόν—Εὔπολις (Caprae, fr. 1, 2 K.)

πρίω μοι σελάχιον

φησίν—, ἐπὶ δὲ τοῦ παρακειμένου, <ἐώνημαι·> οὐ

γὰρ ἐνεχώρει ὁ παρακείμενος τὴν τοῦ πρίασθαι χρῆσιν.

73

<Ἄξιον> λέγουσιν οἱ Ἀττικοὶ καὶ ἡμεῖς συνηθῶς,

οἷον ἄξιος λόγου, ἄξιος ἐπαίνου· ἤδη καὶ ἐπὶ τοῦ

λυσιτελοῦς, οἷον τὸ ἄξιον ἐπριάμην ἀντὶ τοῦ εὔωνον.

74

<Λυσιτελὲς> μὲν λέγουσιν, <λυσιτελῶς> δὲ οὐκέτι,

ἀλλὰ <λυσιτελούντως.

75

Ἀνακογχυλίσασθαι,> οὐχὶ <ἀναγαργαρί-

σασθαι·> Εὔπολις ἐν Φίλοις (fr. 275 K.).

76

Τὸ ἐπὶ μέρους λέγειν ἴδιον τῶν Ἀττικῶν·

ἔφαγον τῶν ἄρτων, ἔπιον τοῦ οἴνου.

77

<Πανδοκεύς, εὐρύβατος.> Τὸ λεγόμενον ἐπὶ τῶν

πονηρῶν· τοιοῦτοι γὰρ οἱ εὐρύβατοι.

78

<Πύελος> διὰ τοῦ ε καὶ θηλυκῶς· ἔλεγον δὲ

οὕτως καὶ τὰς ἐν τοῖς βαλανείοις ἐν αἷς λουόμεθα.

79

<Τὸ ὠμόλινον> ἐν τοῖς Ἀρχιλόχοις Κρατίνου

(fr. 9 K.)· οὕτως χρὴ λέγειν.

80

<Ἄμυστιν> ἔλεγον φιάλην ἣν δεῖ ἄπνευστον

πιεῖν πρὶν καταμύσαι· οἱ δὲ ἀπὸ τοῦ μὴ μεμυκέναι τὰ

χείλη τὸ ἔκπωμα πλατὺ ὄν.

81

<Φιάλη> διὰ τοῦ α καὶ θηλυκῶς· εἴρηται ἀπὸ

τοῦ πιεῖν ἅλις ἐξ αὐτῆς.

82

<Οἶμαι> καὶ <οἴομαι> διαφέρει· τὸ μὲν γὰρ οἶμαι

τιθέασιν ἐπειδὰν περί τινος διισχυριζομένου λέγωσιν,

ὥσπερ καὶ ὁ Δημοσθένης (Ol. I, 12, 9) «ἀλλ' οἶμαι,

παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων

κτήσεως»· οὐ γὰρ λέγει ὅτι νομίζω, ἀλλ' ὅτι ὄντως

ἐστί. Καὶ συντάττεται ῥήματι ὁριστικῷ. Τὸ δὲ οἴομαι

ἴσον δύναται τῷ <νομίζω> καὶ συντάττεται ῥήματι

ἀπαρεμφάτῳ· οἴομαι εἶναι καὶ οἴομαι εἰρηκέναι, καὶ

ὅσα τοιαῦτα.

83

<Σημεῖον> λέγοντες <σημειοῦσθαι> οὐ λέγουσιν,

ἀλλ' <ἀποσημαίνεσθαι.> Ἀριστοφάνης Πελαργοῖς (fr.

432 K.)·

ἀπεσημηνάμην

τὰς τῶν κακούργων οἰκίας.

Ὁμοίως καὶ <βέβαιον> λέγοντες <βεβαιοῦσθαι> οὐ

λέγουσιν, ἀλλὰ <διισχυρίζεσθαι.> Ἐπὶ μέντοι τῶν

κτημάτων καὶ τῶν συνθηκῶν <βεβαιῶσαι> λέγουσιν.

84

Πάλιν <προκόπτειν> λέγοντες τὴν <προκοπὴν>

οὐ λέγουσιν, ἀλλὰ προκοπτομένων τῶν πραγμάτων.

Δημοσθένης. Καὶ <ἀμύνεσθαι> λέγοντες, οὐκέτι καὶ

τὴν <ἄμυναν,> εἰ μὴ Θεόπομπος ἅπαξ (fr. 3 D.)·

καὶ ἔχειν ἄμυναν.

Ὥσπερ καὶ ὁ Σοφοκλῆς.

85

<Βλαύτας> καὶ <σανδάλια> ἀμφοτέρως λέγουσιν·

τὰς <βλαύτας> καὶ τὰ <σανδάλια.

86

Ἀμβλυώττειν> τὸ μὴ σφόδρα ὁρᾶν.

87

<Πρῶτον> καὶ <δεύτερον> ἐρεῖς, οὐχὶ <πρώτως>

καὶ <δευτέρως·> ὅσα γὰρ τάξεώς ἐστι δηλωτικὰ

ὀνόματα οὐ ποιεῖ ἐπιρρήματα.

88

Τὸ <ἀρέσκει> ῥῆμα οὐ μόνον τῇ αἰτιατικῇ

πτώσει συντάττουσιν, οἷον ἀρέσκει με τόδε καὶ οὐκ

ἀρέσκει με, ἀλλὰ καὶ τῇ δοτικῆ. Καὶ ὁ Δημοσθένης

(In Phil. I, 40, 4)· «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ

τούτων ῥηθέντων». Ὧι καὶ μᾶλλον χρηστέον.

89

<Λαγὼς> διὰ τοῦ ω μεγάλου ὁ χερσαῖος παρὰ

τοῖς Ἀττικοῖς· <λαγὸς> δὲ ὁ ἀστικός (revera θαλάσ-

σιος). Φασὶ δὲ τοῦτον καὶ ἰὸν ἔχειν, ὅθεν καὶ τοὺς

πονηροὺς ὁ Κρατῖνος (16 D.) «λαγοὺς» καλεῖ.

90

<Κάθησο> ἐρεῖς, οὐχὶ <κάθου.>

91

Διαφέρει <ναυαγία> καὶ <ναυάγιον·> ναυαγία

μὲν τὸ πρᾶγμα, ναυάγιον δὲ πᾶν τὸ ἐκβρασθέν.

92

<Σίκυος σπερματίας> παρὰ τοῖς ἀρχαίοις (Crat.,

Ulix., fr. 136 K.)· ὃν νῦν <πέπονα> λέγουσιν.

93

<Εὐήτριος> χιτὼν ὁ λεπτὸς καὶ εὐυφής.

94

<Δρῦν> κοινότερον πᾶν ἐκάλουν δένδρον· οὕτω

καὶ <ἀκρόδρυα> πᾶσαν τὴν ὀπώραν. Καὶ <δρυφάκτους>

οὐ μόνον τοὺς ἐκ δρυΐνων, ἀλλ' ἐξ ὁτουδήποτε ξύλου·

καὶ <δρυπετεῖς> ἐλάας ὁμοίως.

95

<Ἀείφρουρα> ἔλεγον τὰ ἀειθαλῆ τῶν δένδρων.

96

Τὸ <ἀγοράσαι> οὐ μόνον ἐπὶ τοῦ ἐν ἀγορᾷ

διατρῖψαι, ἀλλὰ συνήθως ἡμῖν·

οὐκοῦν ἀγοράσαι

χρὴ νὼ πρὶν ἀπιέναι (Com. adespot., 43 D.).

97

<Ἐχρῆν> καὶ <χρὴ> διαφέρει τῷ χρόνῳ· τὸ μὲν

γὰρ ἐχρῆν ἐπὶ τοῦ παρεληλυθότος καὶ ἴσον δύναται

τῷ <ἔδει·> ἐχρῆν γενέσθαι· τὸ δὲ 〈ἐπὶ〉 τοῦ μέλλοντος

καὶ ἴσον τῷ <δεῖ.> Καὶ ὁ Δημοσθένης (Ol. I, 16, 4)· «χρὴ

τοίνυν, ὦ ἄνδρες, τὴν ἁμαρτίαν (revera ἀκαιρίαν) τὴν

ἐκείνου ....».

98

<Κίλιξ> ὁ ἀνήρ, <Κίλισσα> δὲ ἡ γυνή· ὁμοίως <Λί-

βυς, Λίβυσσα· Θρᾷξ, Θρᾷσσα· Μάγνης, Μάγ-

νησσα·>

Πελίου τε Μάγνησσαν κόραν (cf. Callim., fr. 708 Pf.).

<Μαγνῆτις> δὲ 〈ἡ〉 λίθος.

99

Τὸ <ἐπιτροπεύειν> γενικῇ καὶ αἰτιατικῇ συν-

τάσσεται· ἐπιτροπεύειν τοῦδε καὶ ἐπιτροπεύειν τόνδε.

100

Τὸ <κληρονομεῖν> μόνῃ γενικῇ· ἐκληρονόμησα

τοῦδε, οὐχὶ τόνδε.

101

Ὁ <φιλόλογος> καὶ ἡ <φιλολογία> παρὰ Πλά-

τωνι (Phaedr., 236e; Theaet., 146a)· τὸ δὲ <φιλολογεῖν>

οὐκέτι παρὰ τοῖς ἀρχαίοις, ἀλλὰ <φιλοσοφεῖν.

102

Ἐπ' ὄρνισι καθέζεσθαι> ἔλεγον τὸ οἰονο-

σκοπεῖσθαι.

103

<Ἀπέδραν> ἐγώ, οὐχὶ <ἀπέδρων,> τὸ πρῶτον

πρόσωπον. Καὶ <ἀπέδραμεν ἡμεῖς> τὸ πληθυντικόν.

Καὶ Ἀριστοφάνης·

δεῦρο δ' ἂν οὐκ ἀπέδραμεν,

ἐν τοῖς Ταγηνισταῖς (fr. 505 K.). Καὶ <ἀπέδραν ἐκεῖ-

νοι> ἀκολούθως τὸ πληθυντικὸν τὸ τρίτον, ἀντὶ τοῦ

<ἀπέδρασαν.>

104

Ἰδιόστολον πλοῖον, ὅπερ οἱ νῦν <αὐτόστο-

λον> λέγουσιν.

105

<Ἔτους ὥραν> ἰδίως τὸ θέρος οἱ Ἀττικοί.

106

<Πατρικὸς> φίλος, οὐχὶ <πατρῷος.> Καὶ ὁ Κρα-

τῖνος (fr. 17 D.)·

πατρικὸς ὢν ξένος

πυνθάνομαι τάδε σου.

107

<Μειράκιον> καὶ <μεῖραξ> διαφέρει· Μειράκιον

μὲν ὁ ἄρρην. Ἔστι δὲ ἡλικίας ὄνομα, ὥς που διαστέλλει

καὶ ὁ Μένανδρος λέγων (fr. 18 D.; fr. 724 Kö.)·

παῖς γέγονεν, ἔφηβος, μειράκιον, ἀνήρ, γέρων.

Μεῖραξ δὲ ἡ θήλεια. Ἢν δέ ποτε λεχθῇ ἐπὶ τοῦ ἄρρενος

ἐν τῇ κωμῳδίᾳ τὸ τῆς μείρακος ὄνομα, δῆλον ὡς

κωμῳδεῖται εἰς κιναιδίαν ὁ ἄρρην.

108

<Μαχαιρίδες> καὶ <μάχαιραι·> μαχαιρίδες μὲν

γὰρ αἱ τῶν κουρέων, μάχαιραι δὲ αἱ τῶν μαγείρων.

109

<Ἀναμφιλέκτως> καὶ <ἀναμφιβόλως· ἀναν>-

τιρρήτως δ' οὐκ ἐροῦμεν.

110

<Ἐπιλαθέσθαι> μᾶλλον, οὐχὶ <ἐκλαθέσθαι.

111

Κενέβρεια·> τὰ θνησείδια οὕτως ἔλεγον. Καὶ ὁ

Κωμικός (Aristoph. fr. 693 K.)·

οὐκ ἔσθω κενέβρειον· ὅταν θύσῃς τι, κάλει με.

112

<Κόπτειν> τὴν θύραν ἐπὶ τῶν ἔξωθεν, <ψοφεῖν>

δ' ἐπὶ τῶν ἔνδοθεν παιόντων.

113

<Ἡματώμενον> λέγουσιν, οὐχ <ἡμασμένον.

114

Φασιανοὶ> μὲν ἵπποι λέγονται. Καὶ Ἀριστο-

φάνης (Nub. 109).

εἰ δοίης γέ μοι

τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.

<Φασιανικοὶ> δὲ ὄρνιθες· ὡς ὁ αὐτὸς ἐν Ὄρνισιν (v. 68).

115

<Τροχοπέδη> [καὶ ἀργυροπέδη]· ὃ ἔχουσιν εἰς

τοὺς τροχοὺς πρὸς τὰ κατάντη τῶν ὁδῶν.

116

<Κλεῖν> ὁ Δημοσθένης, οὐχὶ τὴν <κλεῖδα·> «τὴν

κλεῖν κατεαγώς» (De corona, 247, 11).

117

<Πύλαι> τείχους κυρίως· <προπύλαια> δέ, ὡς

θύραι, οἰκίας.

118

<Κοτταβίζειν> τὸ τῷ κοττάβῳ χρῆσθαι, οὐχὶ

τὸ <ἐμεῖν> ὥσπερ οἱ νῦν λέγουσιν. Ὁ δὲ <κότταβος>

ἦν τοιοῦτό τι· κανόνιον ἦν ἐν τῷ μέσῳ κείμενον τοῦ

συμποσίου ἔχον ἐπὶ πλέον ἕτερον σμικρόν, ὃ ἔδει

καταδῦσαι τὸν πέμψαντα τὸ περιττὸν τοῦ πώματος.

Ἦν δὲ τοῦτο σημεῖον τοῦ ἐρᾶσθαι ὑπὸ γυναικὸς ἢ

παίδων. Καὶ ἆθλα οἱ νικῶντες ἐλάμβανον πλακουντι-

κούς, πυραμοῦντας ἢ σησαμοῦντας, ἅπερ <κοττάβια>

ἐλέγετο. Ὁ ἦχος δὲ ἐκάλειτο <λάταξ.

119

Ἆθλα> λέγουσιν, οὐχὶ <ἔπαθλα·> τάδε γὰρ

σπανίως.

120

<Κανοῦς> ἀρσενικῶς· ἔστι δὲ ἡ φωνὴ Μακε-

δόνων. Ἀριστοφάνης κέχρηται (Acharn. 244; etc.).

121

<Βασίλισσαν> ὁ Δημοσθένης ἐν τῷ κατὰ Νεαί-

ρας (1370, 16)· ἔστι δὲ ἡ φωνή Μακεδόνων.

122

<Ἐπενεγκεῖν γραφήν,> οὐχὶ <ἀπενέγκαι.

123

Διδάξαι> καὶ <διδάξασθαι> διαφέρει· διδάξαι

μὲν γάρ ἐστι τὸ δι' ἑαυτοῦ, διδάξασθαι δὲ ἐπὶ ἑτέρου

αὐτὸν τὰ ἐπιτήδεια παρέχοντα.

124

Ὁμοίως <πήξασθαι> καὶ <πῆξαι·> πήγνυσι μὲν

γὰρ τὴν ναῦν ὁ τέκτων, πήγνυται δὲ ὁ ναύκληρος.

125

<Στλεγγὶς> ἡ ξύστρα καὶ <ἀποστλεγγίσασ-

θαι> τὸ ἄνευ ἀλείμματος λούσασθαι. Ἔστι δὲ καὶ τὸ τῆς

ξύστρας ὄνομα παρὰ Ἀρχίππῳ τῷ κωμικῷ (fr. 50 K.).

126

<Προσῆκε> καὶ <προσήκει> διαφέρει· τὸ μὲν γὰρ

προσῆκε ἐπὶ τοῦ παρεληλυθότος τάττουσιν ἐν ἴσῳ τῷ

<ἔδει·> τὸ δὲ προσήκει ἐπὶ τοῦ ἐνεστῶτος ἐν ἴσῳ τῷ

<δεῖ.> Ὁμοῖον τούτῳ τὸ <ἐχρῆν> καὶ <χρή.

127

Ὀργάσαι> καὶ <μάξαι> διαφέρει· ὀργάσαι μὲν

γὰρ ἐπὶ πηλοῦ ἐρεῖς, ἐπὶ μάζης δὲ τὸ μάξαι.

128

<Προτένθην> λέγουσιν ὃν οἱ νῦν <προγεύστην·>

τένθης γὰρ ὁ λίχνος παρ' Ἀττικοῖς.

129

<Ὦπες> οἱ ὀφθαλμοί· ἀλλὰ τοὺς μὲν <ὦπας> οὐ

λέγουσι, τὰ <ὑπώπια> δέ. Ὁμοίως καὶ τὸ <λῶπος> οὐ

λέγοντες, τὸν <λωποδύτην·> καὶ τὸν <πατραλοίαν>

ἀπὸ τοῦ <ἀλοιᾶν,> ὅπερ οὐδ' αὐτό ἐστιν ἐν χρήσει.

130

<Κατορθῶσαι> ἐπὶ πολέμου καὶ τῶν τοιούτων·

τὸ δὲ <κατόρθωμα> οὐ πάντη εὕρομεν. <Ἐπανορ-

θῶσαι> δὲ ἐπὶ λόγων καὶ τῶν ἡμαρτημένων· ἅπαξ

δὲ τὸ <κατορθῶσαι> ἐπὶ λόγων κεῖται. Τὸ δὲ <διορθῶ-

σαι> ἐπὶ τῶν διαστροφῶν, ἂν αὐτὸ ἀπευθύνῃ.

131

<Μαχοῦμαι, ὀμοῦμαι·> οὕτω κλινεῖς τὸν μέλ-

λοντα· καὶ <πλευσοῦμαι.>

132

Διὰ τὸ προστακτικὸν καὶ ὁ λόγος. Τὰ τρίτα

πρόσωπα τοῦ παρατατικοῦ ὁριστικοῦ ἀφαιρέσει τοῦ

κατ' ἀρχὴν χρόνου τὸ δεύτερον ποιεῖ προστακτικόν·

οἷον <ἔδρων, ἔδρας, ἔδρα> καὶ τὸ προστακτικὸν <δρᾶ·

ἐβόων, ἐβόας, ἐβόα, βόα· ἔπιον, ἔπιες, ἔπιε, πίε>

(οἱ τοίνυν λέγοντες <πῖθι> ἁμαρτάνουσιν). Ὁμοίως

<ἔπλεον, ἔπλεες, ἔπλεεν ἢ ἔπλει, πλεῖ ἢ πλοῦ.

133

Ἀπὸ τότε> καὶ <ἔκτοτε> οὐ λέγουσιν, ἀλλ' <ἐξ

ἐκείνου·> καθόλου δὲ τοῖς χρονικοῖς ἐπιρρήμασιν οὐ

συντάττουσι τὰς προθέσεις.

134

<Πλὴν εἰ τόδε> οὕτω συντάξεις ἢ <εἰ μὴ τόδε.>

Οὐκέτι δὲ ἀμφότερα παραλήψῃ, οἷον <πλὴν εἰ μὴ

τόδε.

135

Καθίζεσθαι> ἀντὶ τοῦ <καθίζειν,> καὶ <ἐκαθί-

ζετο> ἀντὶ τοῦ <ἐκάθιζεν.> Οὕτω καὶ παρὰ τῷ Θου-

κυδίδῃ (III, 75, 5)· «Καθιζόμενοι γὰρ εἰς τὸ Ἡραῖον»

ἀντὶ τοῦ καθίζοντες· ἐμφαίνονται γὰρ ὅτι ἐλθόντες

ἐκάθισαν· τὸ δὲ «καθιζόμενοι» ἀναγινώσκετε.

136

<Καθεσθήσεται> οὐ λέγουσιν, <καθεδεῖται> δέ·

οὐδὲ <ἐκαθέσθη,> ἀλλ' <ἐκάθισε.> Καὶ <καθέζου> τὸ

προστακτικὸν ἢ <κάθισον,> οὐχὶ <καθέσθητι.

137

Ἄγαμαί σε> καὶ <ἄγαμαί σου.> Τὸ μὲν ἦθος

ἔχει καὶ εἰρωνείαν τὸ ἄγαμαί σου. Καὶ Εὔπολις (21 D.)·

ἄγαμαι κεραμέως αἴθωνος ἐστεφανωμένου.

Τὸ δὲ ἔπαινον, ὡς ἀποδεχομένου τοῦ λέγοντος. Ὁμοίως

λέγουσι τούτῳ καὶ τὸ <θαυμάζω σε.

138

Ἀτρέμα· ἀτράμα> (?) βάρβαρον.

139

<Χόνδρον> οἱ Ἀττικοί· τὸ δὲ <ἄλιξ> ἰταλιω-

τικὸν ὄνομα.

140

<Φερέγγυος> καὶ <ἀξιόχρεως,> ἀμφοτέρως.

141

<Ἀναξυρίδες> ἐπὶ τῶν στρατιωτῶν· ἀνασυ-

ρίδες τινὲς οὖσαι παρὰ τὸ <ἀνασύρεσθαι.>

142

Διαφέρει <λῆμα> καὶ <λῆμμα·> τὸ μὲν γὰρ δι'

ἑνὸς μ τὴν παράστασιν τῆς ψυχῆς σημαίνει· τὸ δὲ

διὰ τῶν δύο τὸ λαμβανόμενον.

143

<Προσγελᾶν> αὐτὸν καὶ <προσπαίζειν> αὐτόν·

οὕτω συντάττουσιν· καὶ <βασκαίνειν> αὐτόν, οὐχὶ

αὐτῷ· καὶ σημαίνει τὸ βασκαίνειν τὸ διαβάλλειν καὶ

ἐξαπατᾶν, οὐ τὸ φθονεῖν.

144

<Ἐπίδοξος> οὔκ ἐστιν ὁ αὐτὸς τῷ <ἐνδόξῳ,>

ἀλλ' ὁ προσδόκιμος.

145

Νῖψαι εἰς βιβλίον καὶ εἰς τὴν στήλην ἐρεῖς·

γέγραπται δὲ καὶ ἐν τῷ βιβλίῳ καὶ ἐν τῇ στήλῃ.

146

Τὸ <χρέως> καὶ τὸ <χρέος,> ἀμφοτέρως.

Ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;

Ἀριστοφάνης ἐν Νεφέλαις (v. 30).

147

<Ὄφλημα> καὶ <ὀφείλημα> διαφέρει· ὄφλημα μὲν

τὸ ἐκ καταδίκης λέγεται, ὀφείλημα δὲ ὃ ἐδανείσατό τις.

148

<Προμνήστρια,> ἡ προμνωμένη τὴν γυναῖκα.

149

<Ἀνυπόδητος,> οὐχὶ <ἀνυπόδετος.

150

Ἐπιλήσμων,> ὁ ἐπιλανθανόμενος· <λήθαργος> δὲ

κύων ὁ κρύφα δάκνων (Soph., fr. 800 N.; Men. fr. 1029 K.).

151

<Τῇ ἐπιούσῃ> ἐρεῖς μὴ προστιθεὶς ἡμέρᾳ· <τῆς>

δὲ <ἐπιούσης ἡμέρας.

152

Σιτευτοὺς> ὄρνιθας, οὓς οἱ νῦν <σιτιστούς.

153

Πάρεδροι> λέγονται οἱ νῦν <συγκάθεδροι.

154

Μέσον ἡμέρας> καὶ <μεσημβρία,> οὐχὶ μέση

ἡμέρα· καὶ <μεσονύκτιον,> οὐχὶ <μεσανύκτιον.

155

Διήγησιν> λέγουσιν, οὐχὶ <διήγημα.

156

Εὐθηνεῖσθαι> λέγοντες, <εὐθηνίαν> οὐ λέγουσιν,

ἀλλ' <εὐετηρίαν.>

157

Τὸ <ἀντέχειν> αἰτιατικῇ συντάττουσι μᾶλλον·

ἀντέσχεν αὐτόν, οὐχὶ αὐτῷ.

158

<Κρεμάθρας> οἱ νῦν <κρεμάστρας.

159

Ἔναγχος,> τὸ πρὸ ὀλίγου.

160

<Εἴληχα,> οὐχὶ <λέλογχα·> καὶ <εἰληχώς,> οὐχὶ

<λελογχώς.

161

Μνηστεύειν> αὑτῷ τινα τὸν γάμον· <μνησ-

τεύεσθαι> δὲ ἑτέρῳ.

162

<Ὑποτίθησιν> ὁ δανειζόμενος τὰ ἐνέχυρα·

<ὑποτίθεται> δὲ ὁ λαμβάνων.

163

<Εὔγλωττος,> ὁ λάλος.

164

<Αἴσχιστον,> οὐχὶ <αἰσχρότατον.

165

Σοφώτατος τῆς ἡλικίας,> ἀντὶ τοῦ τῶν ἡλι-

κιωτῶν.

166

Τὸ <εὐστομεῖν> ἐπὶ τοῦ εὐφημεῖν. Καὶ Ἡρόδοτος

(II, 171)· «εὔστομα κείσθω».

167

<Ὀλίγης> ἐστὶ <διδασκαλίας,> ἀντὶ τοῦ ὀλίγων

δεῖται πρὸς τὴν μάθησιν.

168

<Ἀφηλικέστερος> λέγεται ὁ προβεβηκὼς τὴν

ἡλικίαν.

169

<Μῆλα μηδικά,> ἃ οἱ νῦν <κίτρια.

170

Ἐπομβρίαν> λέγουσιν ὅταν πολλοὶ καὶ συν-

εχεῖς ὑετοὶ γένωνται.

171

Τὸ <ὄροφος> καὶ ἡ <ὀροφὴ> ἀμφοτέρως.

172

Τὸν <λάρυγγα> ἀρσενικῶς, τὴν δὲ <φάρυγγα>

θηλυκῶς.

173

<Τρεῖς> καὶ <δέκα> κοινόν ἐστι τῶν δύο γενῶν,

τοῦ τε ἀρσενικοῦ, τοῦ τε θηλυκοῦ· οἱ γὰρ τρεῖς καὶ

δέκα ἄνδρες καὶ αἱ τρεῖς καὶ δέκα γυναῖκες· Τρία καὶ

δέκα δὲ τὰ παιδία καὶ τρία καὶ δέκα τάλαντα καὶ τὰ

ὅμοια.

174

Τοῖς <δύο> μᾶλλον, οὐχὶ τοῖς <δυσίν.> Ὅσα γὰρ

μὴ συνεμφαίνει γένος, οὐδὲ πτῶσιν ἐπιδέχεται· οἷον

τὰ δύο, τῶν δύο, τοῖς δύο. Τὰ δὲ γένος ἔχοντα καὶ

τὴν πτῶσιν ἔχει, ὥσπερ οἱ <τρεῖς,> τῶν <τριῶν,> τοῖς

<τρισὶν> ἔχει τὴν κλίσιν· παράκειται γὰρ οὐδέτερον

αὐτοῖς τὰ <τρία·> ὁμοίως καὶ τοῖς <τέτρασιν.> Ἀπὸ

δὲ τῶν κλινομένων ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί.

175

<Ἐνεύναιον> ἱμάτιον καὶ <ἐπιβόλαιον> τὸ ἐν

τῇ εὐνῇ.

176

<Πολίτης> καὶ <δημότης> καὶ <φυλέτης> ἄνευ τῆς

σὺν προθέσεως. <Συνέφηβος> δὲ καὶ <συνθιασώτης>

καὶ <συμπότης> ἔχει τὴν σὺν πρόθεσιν· ὅτι καὶ πρόσ-

καιρος αὐτῶν ἡ κοινωνία· ἐπὶ δὲ τῶν προτέρων οὐχ

ὁμοίως.

177

<Ἀρτοπόπος,> οὐχὶ <ἀρτοκόπος·> ἔγκειται γὰρ

τὸ πέπτειν, οὐχὶ ὁ κόπος.

178

<Ἐξίστασθαι> λέγουσιν. Τὸ δὲ <περιΐστασ-

θαι> οὐχ ὅμοιον τῷ <ἐκστῆναι·> τὸ γὰρ <περιστῆ-

ναί> ἐστι πέριξ στῆναι.

179

<Ἀδολέσχης,> οὐχὶ <ἀδόλεσχος.

180

Γέλως πλατύς,> οὐχὶ <πολύς.

181

Δίκη> ἡ ἰδία· <γραφὴ> δὲ ἡ δημοσία.

182

<Τὰς> ῥᾶγας θηλυκῶς οἱ Ἀττικοί, οὐχὶ τοὺς

ῥῶγας. Ὁμοίως <τὴν βῶλον,> καὶ <τὴν πύελον,>

καὶ <τὴν ὕελον,> καὶ <τὴν φιάλην,> καὶ <τὴν λίθον>

(μάλιστα ἐπὶ <τῆς σφραγῖδος>).

183

Τὸ <δυσωπεῖσθαι> ἐπὶ τοῦ ὑφορᾶσθαι, οὐκ ἐπὶ

τοῦ αἰσχύνεσθαι.

184

<Ἐμφανίσαι> τὸ ἐμφανὲς ποιῆσαι, οὐχ ὥσπερ

οἱ νῦν τὸ <ὀφθῆναι·> τὸ δηλῶσαί τι κατὰ μήνυσιν.

185

<Κοιτὴν> τὴν κίστην, οὐχὶ τὴν εὐνήν.

186

<Κηδεῦσαι,> οὐχὶ τὸ <θάψαι·> ἀλλὰ τὸ κατὰ γά-

μον οἰκεῖον γενέσθαι.

187

<Κλιμακτῆρες,> ἃ διέπειρον τῆς κλίμακος· οὐχ

ὥσπερ οἱ νῦν ἐπὶ τῆς εἰμαρμένης.

188

<Τεχνήσασθαι> τὸ μετὰ τέχνης τι κατασκεύα-

σαι· καὶ <τέχνημα· τεχνάσασθαι> δὲ τὸ πονηρεύ-

σασθαι καὶ κακουργῆσαι· καὶ <τέχνασμα.

189

Ἀσύμβολος> παιδείας, ὁ ἀπαίδευτος· ἐκ δὲ

τῶν ἐναντίων οὐκ <ἀσύμβολος,> ὁ πεπαιδευμένος.

190

<Εἰς τάχος> γράφειν τὸν <ταχυγράφον·> καὶ

<εἰς κάλλος> γράφειν τὸν <καλλιγράφον> διαιροῦσιν.

191

<Λευκὴν ἡμέραν> (Soph., Atham., fr. 5 N.) δια-

γαγεῖν τὴν ἡδεῖαν καὶ ἱλαράν.

192

Τὸν <ἕτερον τοῖν ποδοῖν> οὐ λέγουσιν, ἀλλὰ

τὸν <ἕτερον πόδα.

193

Αὐτοχειρίᾳ> πράττειν, ἐπὶ παντὸς τοῦ αὐτουρ-

γοῦντος· ὁμοίως <αὐτοποδίᾳ> παρὰ Στράττιδι τῷ

κωμικῷ (5 D.) ἐπὶ τοῦ βάδην ἁνύοντος τὴν ὁδόν.

194

<Ἀργυροθήκη,> τὸ νῦν <ἀργεντάριον> καλού-

μενον· παρὰ Διοκλεῖ (fr. 1 D.)· ἔστι δὲ οὗτος τῆς ἀρ-

χαίας κωμῳδίας ποιητής.

195

<Βασανιστὴς> μὲν ὁ ἐπὶ τῆς βασάνου· <δημό-

κοινος> δὲ ὁ στρεβλῶν καὶ βασανίζων· <δήμιος>

δὲ ὁ ἀπάγων ἐπὶ τῷ θανάτῳ.

196

<Ἀκάθαρτον> ὁ Δημοσθένης ἐν τῇ πρὸς τὸν

Πανταίνετον γραφῇ (980, 20), εἰς τὴν παχύτητα τοῦ

σώματος ὡς τὸ εἰκὸς διαβάλλων.

197

<Ἱμαντελιγμός,> ἡ διὰ τοῦ ἱμάντος παιδεία.

198

<Τρίμματα> ἔλεγον οἱ ἀρχαῖοι ἃ οἱ νῦν <θλίμ-

ματα·> οὕτω καὶ Ξενοφῶν ἐν τῷ Ἱππαρχικῷ, περὶ

ἵππου διαλεγόμενος.

199

<Ἀπαράσκευος> καὶ <ἀπαρασκεύαστος,> ἀμφο-

τέρως.

200

<Ἔγγεια> δανείσματα οἱ Ἀττικοί· <ἔγγεα> δὲ οἱ

Ἴωνες. Καὶ ἐπὶ τῶν κτημάτων ὁμοίως οἱ Ἴωνες <ἔγγεα.

201

Καθιστᾶν> οὐ λέγουσιν, ἀλλὰ <καθιστάναι·>

καὶ γέγονεν ἀπὸ τοῦ <καθίστημι.

202

Ἡ προθεσμία> παρὰ Λυσίᾳ (Areop., 17, etc.).

203

<Σπανίᾳ> οὐ λέγουσιν· ἀλλὰ <σπάνιον.>

204

Τὸ <ἐντρεχὲς> παρὰ Περσεῖ ἐν τῷ Μεταλλικῷ.

205

<Ἱερομηνίαν> λέγουσιν ὁπόταν ὅλος ὁ μὴν

ἱερὸς ᾖ.

206

<Λεκάνη> διὰ τοῦ ε·

βούλει κομίσω σοι τὴν λεκάνην ἐγώ;

(Com. adespot. 44 D.).

207

<Ζῶστρα> καὶ <διαμηρίδια> ἐπὶ τῶν τὰ ἰσχυρὰ

παιζόντων.

208

<Γρυμέαν> οἱ Ἀττικοὶ τὴν <γρύτην> τῶν

σκευῶν.

209

<Ξυρεῖν> περισπωμένως· καὶ <ξυρήσω> ὁ μέλ-

λων, ὡς ἀπὸ τοῦ νοῶ, <νοήσω.

210

Κυνάρα ἡ ἄκανθα> παρὰ Σοφοκλεῖ (Colch.,

fr. 323 N.)· 〈ὃ〉 οἱ νῦν κινάραν λέγουσιν.

211

<Πρατὴρ> ὀξυτόνως ἀποδιδόμενος παρὰ Δημο-

σθένει ἐν τῇ πρὸς Πανταίνετον γραφῇ (997, 22).

212

<Βαρύνει> μᾶλλον· οὐχὶ <βαρεῖ.

213

Ἐπίκαινα> καὶ <δευτερουργὰ> καὶ <ἔπεργα>

οἱ Ἀττικοὶ τὰ <ἐπίγναφα.

214

Πεζὴν ἑταίραν,> τὴν ἄνευ ὀργάνου.

215

<Κηρίνην,> θρυαλλίδα· Ἄρχιππος ὁ κωμικός

(3 D.)· ὃ οἱ νῦν <κηρίολον.

216

Ἰπνίον,> ὃ οἱ νῦν <μιλιάριον.

217

Κοχλιώρυχον,> τὸ νῦν <κοχλιάριον.

218

Κωπάρια> ἔλεγον οἱ ἀρχαῖοι τὰ νῦν <μύστρα.

219

Ἐγκαρπεῦσαι,> τὸ ἐμφυτεῦσαι τοῖς ἀκάρποις

ὥστ' εὐκαρπεῖν.

220

<Καθυφεῖναι> λέγουσι· <καθυφεῖσθαι> δὲ οὐκέτι.

221

<Δασυχειρόμακτρον,> τὸ κατὰ τῆς τραπέζης.

222

<Καθειμένη ὁδός,> ἡ πεδιὰς καὶ ὑπτία.

223

<Ψυχάσαι> καὶ <ἀναψῦξαι.> Καὶ <Ψυχασταὶ>

δρᾶμα Στράττιδος· οἷον ἀναψύχοντες.

224

<Ἐπαλλὰξ> τὼ χεῖρε ἔχειν· ἐπὶ τοῦ τοὺς δακ-

τύλους διαπλέξαντος· ὁμοίως τῷ παρ' Ἀριστοφάνει

(Nub. 983)·

μηδ' ἴσχειν τὼ πόδ' ἐπαλλάξ.

225

<Δυοῖν> παρὰ Δημοσθένει ἀεί. Οἱ δὲ ἄλλοι

<δυεῖν> λέγουσιν.

226

<Ἀλαβαστροθήκην> ἔλεγον οἱ ἀρχαῖοι καὶ ὁ

Δημοσθένης (De falsa leg., 415, 5)· ὃ οἱ νῦν κελλάριον.

227

<Εὑρέ> ὀξυτόνως· τὸ δὲ <λέγε> βαρυτόνως, ὅτι

ἐπὶ μὲν τοῦ εὑρέ μακρὰ ἡ πρώτη, ἕπεται δὲ βραχεῖα.

Τὰ δὲ τοιαῦτα ὀξύνεται· εἰπέ, <εὑρέ·> ἀλλὰ καὶ τὸ

<ἐλθέ> διὰ τὴν θέσει μακράν· τὸ δὲ <λέγε> καὶ <γράφε>

βραχείας ἔχει τὰς δύο· <λέγε, γράφε.> Τὸ δὲ <λαβέ>

παρὰ τοῖς Ἀττικοῖς παραλόγως ὀξύνεται.

228

<Λάγνος> ἐπὶ τῶν ἀνδρῶν· οὕτως Ἀριστοφά-

νης· παρά τισι <λάγνης· μάχλος> δὲ ἐπὶ τῶν

γυναικῶν· καὶ <μαχλάς,> ὡς Μένανδρος. Καί ἐστι

λάγνος σύνθετον ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ

τοῦ γόνος· ἔστι γὰρ πολύγονος.

229

Ὅτι <πυξίδας> οὐκ ἔλεγον, ἀλλ' <ἱμάντας·>

ἱμάντας ἥξω δεῦρο πυκτικοὺς ἔχων·

παρὰ τῷ Εὐπόλιδι (fr. 22 D.).

230

Τῶν δὲ διὰ τοῦ –ίζω ῥημάτων τῶν ὑπὲρ δύο

συλλαβὰς τοὺς μέλλοντας κατὰ περιγραφὴν τοῦ ζ

λέγουσιν οἱ Ἀττικοί· οἷον <κομίζω κομιῶ, κιθαρίζω

κιθαριῶ, λακωνίζω λακωνιῶ.> Πρόκειται «ὑπὲρ

δύο συλλαβὰς» διὰ τὸ <πρίζω, κτίζω·> «διὰ τοῦ

–ιζω» δέ, διὰ τὸ <κατάζω, πελάζω> καὶ τῶν

ὁμοίων· ταῦτα γὰρ ὁμοίως ἡμῖν προσφέρονται. Ἀπὸ

μέντοι τοῦ <δανείζω,> οὐκέτι <δανείω> λέγουσιν, οὐδὲ

<δανειοῦμαι,> ἀλλὰ <δανείσω> καὶ <δανείσομαι.

231

Τρώγειν> καὶ <ἐσθίειν> διαφέρει· τὸ μὲν τρώγειν

ἐπὶ τῶν ἀλόγων ζῴων· ἔστι δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων

τὸ τρώγειν. Εὔπολις (fr. 23 D.)·

κἀν ποίᾳ πόλει

τοσοῦτος 〈ὢν〉 τὸ μέγεθος ἰχθὺς τρώγεται;

Μᾶλλον δὲ ἐπὶ τῶν τραγημάτων χρῶνται τῷ <τρώγω.

232

Ἐπίχαρις> καὶ <ἐπιχάριτος,> ἐάν τε ἀρσενικὸν

ἐάν τε θηλυκὸν ᾖ. Τὰ γὰρ σύνθετα τὴν τῶν ἁπλῶν

φυλάσσει κλίσιν· <καλὸς καλοῦ, φιλόκαλος φιλο-

κάλου.> Οὕτως οὖν <χάρις χάριτος, ἐπίχαρις

ἐπιχάριτος.>

233

Τὸ <ἐξεῖναι> ὑφ' ἓν λέγουσιν, οὐ διαιροῦντες

ἐξὸν εἶναι.

234

<Εὔχρως> καὶ <λευκόχρως· μελαγχρὴς> διὰ

τοῦ η.

235

<Οὐδέποτε> καὶ <οὐδεπώποτε·> παράκειται μὲν

ταῦτα ἀλλήλοις, διαφέρει δέ. Τὸ μὲν γὰρ οὐδεπώποτε

ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ

τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε

ποιήσω. Καὶ ὁ Αἰσχίνης (In Tim., I, 1)· «οὐδένα πώ-

ποτε πολιτῶν οὔτε γραφὴν γραψάμενος, οὐτ' ἐν εὐθύ-

ναις λυπήσας». Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ

παρεληλυθότος χρόνου λαμβάνεται· ἔστι δ' ὅτε καὶ

τοῦτο συγχέουσιν. Ἀριστογείτων ἐν τῷ κατὰ Τιμο-

κράτους· «ὡς οὐδεπώποτε δώσει δίκην».

236

<Πείθεσθαι> καὶ <πιστεύειν> διαφέρει· πιστεύειν

μὲν γὰρ ὑποσχέσεσι, πείθεσθαι δὲ συμβουλεύοντι.

237

<Ἐπιδοῦναι> καὶ <μεταδοῦναι> διαφέρει· ἐπι-

δοῦναι μὲν γὰρ πόλει ἢ ἔθνει, μεταδοῦναι δὲ φίλῳ ἢ

πολίτῃ.

238

<Δωρεῖσθαι> τὸ ἐκ χειρὸς δοῦναι· <χαρίζεσθαι>

δὲ ἐπὶ τῶν ἔργων.

239

Τοῦ <ἐσθίω> ὁ παρατατικὸς <ἤσθιον,> ὁ παρα-

κείμενος <ἐδήδοκα> καὶ ὁ ὑπερσυντελικὸς <ἐδηδόκειν·>

Ὁ δὲ ἀόριστος <ἔφαγον·>

ὧν ἔφαγόν τ' ἔπιόν τε (ο 373).

Καὶ ὁ μέλλων ἔδομαι·

Οὖτιν ἐγὼ πύματον ἔδομαι (ι 369).

240

<Αἱρετὸς> καὶ <αἱρετέος> διαφέρει· αἱρετὸς μὲν

γὰρ ὁ δι' αὑτὸν, αἱρετέος δὲ ὁ δι' ἀπορίαν ἄλλου.

241

<Ἀχρεῖος> παρὰ τοῖς Ἀττικοῖς βαρυτόνως.

242

Τὰ ἐν τόπῳ ἐπιρρήματα ἰσοδυναμεῖ τῇ ἐν

προθέσει μετὰ δοτικῆς πτώσεως· τὸ γὰρ Θήβῃσιν

ἐν Θήβαις ἐστὶ καὶ τὸ Ἀθήνῃσιν ἐν Ἀθήναις. Τὰ δὲ

εἰς τόπον τῇ <εἰς> προθέσει μετὰ αἰτιατικῆς πτώσεως·

οἷον Θήβαζε ἄπειμι· ἔστι γὰρ εἰς Θήβας· Ἀθήναζε, εἰς

Ἀθήνας. Τὰ δὲ ἐκ τόπου ἰσοδυναμεῖ τῇ <ἐξ> προθέσει

μετὰ γενικῆς πτώσεως· οἷον Θήβηθεν, ἐκ Θηβῶν,

Ἀθήνηθεν παραγίνομαι, ἀντὶ τοῦ ἐξ Ἀθηνῶν. Ὅθεν

οἱ λέγοντες <ἐξ οἴκοθεν> παραγίνομαι ἁμαρτάνουσι·

δὶς γὰρ τὴν <ἐξ> πρόθεσιν παραλαμβάνουσιν. Σημειω-

τέον οὖν τὸ ὁμηρικὸν <ἐξ οὐρανόθεν> (Η 19) καὶ τὸ

παρὰ τῷ Ἡσιόδῳ·

ἐγὼ δ' ἐξ ἀγρόθεν ἥκω.

243

<Ἀτεχνῶς·> οὕτω λέγουσιν οἱ Ἀττικοὶ περισ-

πωμένως· σημαίνει τὸ ἁπλῶς. Τὸ δὲ <ἀτέχνως>

βαρυτόνως λεγόμενον τὸ ἄνευ τέχνης σημαίνει.

244

<Ἕωλον> τὸ ὑπολειφθὲν εἰς τὴν ἑξῆς ἕω οὕτω

καλοῦσιν.

245

<Ἄναντες> καὶ <κάταντες> βαρυτόνως μᾶλλον.

246

<Κωμῳδοποιοὺς> καὶ <τραγῳδοποιοὺς> τοὺς

ποιητάς· <τραγῳδοὺς> δὲ καὶ <κωμῳδοὺς> τοὺς ὑπο-

κριτὰς καὶ χορευτάς.

247

<Ἐπιστεῖλαι> καὶ <ἐπισκῆψαι> διαφέρει· ἐπι-

στεῖλαι μὲν γὰρ τὸ διὰ γραμμάτων· ἐπισκῆψαι δὲ διὰ

λόγων. Τὸ <ἐντειλέσθαι> σπάνιον.

248

<Ὄχημα> ἐπὶ ζεύγους ἡμιόνων, <ἅρμα> δὲ ἐπὶ

ἁμιλλητηρίου καὶ πολεμιστηρίου.

249

<Πολιτεύειν> καὶ <πολιτεύεσθαι> λέγουσιν·

<πολιτευτὴν> δὲ οὐκέτι, ἀλλ' ἢ <δημηγόρον.>

250

Τὸ <συνειδέναι> καὶ τὸ <συνειδός· συνείδησιν>

δὲ οὐκέτι. Καὶ Αἰσχίνης· «ὅτι δὲ οὕτως ἔχει .........».

Καὶ ὁ Εὐριπίδης (Orest. 396).

ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος.

251

<Πυθοῦ, λαβοῦ·> οὕτως οἱ Ἀττικοὶ περισπῶσι.

252

<Γενέσθαι, λαβέσθαι> παροξυτόνως μᾶλλον

προσενεκτέον.

253

<Δύσερως, φιλόγελως, χρυσόκερως> προ-

παροξυτονοῦντες οἱ Ἀττικοὶ λέγουσιν.

254

Ἐπιτάδε καὶ ἐπέκεινα, βαρυτόνως οἱ Ἀττικοί.

255

Τὸ <ὤφελον> συντάττεται πτώσει ὀνομαστικῇ

καὶ ἐγκλίσει ἀπαρεμφάτῳ καὶ χρόνῳ παρεληλυθότι·

οἱ δὲ ἀοριστικοῖς συντάττοντες ἁμαρτάνουσιν.

256

Τὸ <πολυωρεῖν> γενικῇ συντάττουσι καὶ τὸ

<ὀλιγωρεῖν> ὁμοίως λέγουσιν· ὀλιγορῶν τοῦδε.

257

Καὶ τὸ <λαβέσθαι> μᾶλλον γενικῇ συντάττουσιν.

258

<Ἔχειν> τὸν ἀγρὸν καὶ <λαβεῖν> τὸν ἵππον.

259

<Πείθεσθαι> δοτικῇ συντάττεται· πείθεσθαι τῷ

πατρί. Καὶ Ὅμηρος (α 123).

πείθεσθαι τῷ γέροντι.

260

<Πείθω> σε τόδε καὶ πρὸς τόδε. <Πείθομαί> 〈σοι〉.

261

Παρὰ δὲ τὰς προθέσεις σημειώσαιτ' ἄν τις ὑπὸ

<μάλην> τὸ κατὰ συντάξιν. Καίτοι <μασχάλην> κατ'

αὐτὸ λέγουσιν.

262

<Ἀποπέμπει> ἀνὴρ τὴν γυναῖκα· <ἀπολείπει>

δὲ ἡ γυνὴ τὸν ἄνδρα.

263

Τόνδε <ἀποστερῆσαι τόδε,> οὐ <τοῦδε.

264

Χάριν ἔχειν> καὶ <χάριν εἰδέναι,> ὁμοίως ἀμφο-

τέροις χρῶνται.

265

<Πρὸς περίπατον> ἐξιέναι καὶ <εἰς περίπατον.

266

Λόγιος> ὁ ἱστορίας ἔμπειρος, οὐχ ὁ δεινὸς

λέγειν. Καὶ Ἡρόδοτος «Περσέων μὲν νῦν οἱ λόγιοι»

φησί (I, I), περὶ τῶν τὰ ἐπιχώρια ἐξηγουμένων ποι-

ούμενος τὸν λόγον.

267

<Βάναυσος> ὁ χειροτέχνης, οὐχ ὁ θρυπτικός·

καὶ <βαναυσικαὶ> τέχναι λέγονται αἱ τῶν τοιούτων.

268

<Μετριάζειν> ἐπὶ τοῦ μετρίως φέρειν, οὐδέποτε

ἐπὶ τοῦ ἀσθενεῖν.

269

<Ὅραμα,> οὐ τὸ ἐνύπνιον, ἀλλὰ τὸ θέαμα.

270

<Εὐφραίνειν> τὸ μετ' ὠφελείας ψυχαγωγεῖν·

<τέρπειν> δὲ τὸ μετ' ἀπάτης.

271

<Ποῖ> τὸ εἰς τόπον. Καὶ ὁ Πλάτων ποῖ (revera

πῶς) καὶ πόθεν (Phaedr., 269d); Καὶ <πῇ> οἱ Ἴωνες.

<Ποῦ> δὲ τὸ ἐν τόπῳ.

272

Ἁμαρτάνουσιν οἱ λέγοντες <ποῦ> πορεύῃ ἀντὶ

τοῦ <ποῖ, ἢ ποῦ> ἦς καὶ <ποῦ> ἐγένου.

273

Οὐχ <ἑκὼν εἶναι,> οὐκέτι δὲ <ἑκὼν εἶναι,> ἀλλ' <ἁ-

πλῶς> ἑκών, ἄνευ τοῦ <εἶναι.

274

Ἀναλγὴς> καὶ <ἀνάλγητος> διαφέρει· ἀναλ-

γὴς μὲν γὰρ ὁ μὴ ἔχων νόσημά τι, ἀνάλγητος δὲ ὁ

τοῦ προσήκοντος μὴ ἐπιστρεφόμενος.

275

<Πεινῆν> καὶ <διψῆν,> δώρια ὄντα, ἡμῖν ἄπειρα,

παρὰ τοῖς Ἀττικοῖς. Οὐκ ἂν ἄλλως εἴποις κατὰ πάντα

τὰ πρόσωπα καὶ τοὺς ἀριθμοὺς ἢ διὰ τοῦ η.

276

<Πίομαι,> οὐχὶ <πιοῦμαι·> καὶ τὸ δεύτερον <πίῃ,>

καὶ τὸ τρίτον <πίεται.> Καὶ Ἀριστοφάνης (Eq., 1289)·

πίεται ποτηρίου.

277

<Ἀποστεῖλαι> τὸν χιτῶνα, ὅπερ οἱ νῦν <ἀπορ-

ράψαι.>

278

Τὸ <προπηλακίζειν> ἐπὶ τοῦ ὑβρίζειν, οὐχ

ὥσπερ οἱ νῦν ἐπὶ τοῦ τρέπειν καὶ προάγειν εἴς τι.

279

<Ἑτερόφθαλμος> ὁ ἀφῃρημένος τὸν ἕτερον τῶν

ὀφθαλμῶν, ὡς ὁ Φίλιππος. <Μονόφθαλμος> ὁ ἐκ γενε-

τῆς ἕνα ἔχων ὀφθαλμόν, ὡς οἱ Κύκλωπες.

280

<Ἀσφαλὲς> καὶ <ἀσφαλέστερον· ἀσφαλίζεσ-

θαι> δὲ οὐκέτι.

281

<Ζώνη> ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· <ζώνιον δὲ>

ἐπὶ γυναικῶν μόνον.

282

<Παιδίσκη> ἐπὶ τῆς ἐλευθέρας· λέγουσι δὲ

οὕτω τὴν νέαν.

283

<Παιδισκάριον> δὲ ἐπὶ τῆς δούλης· <δουλά-

ριον> οὐδέποτε ἐπὶ τοῦ ἄρρενος, ἀλλ' ἐπὶ τοῦ θήλεος.

284

Τὸ <πέπερι> κατὰ μίαν πτῶσιν κλίνεται· λέ-

γουσι δὲ πεπέριδας.

285

<Ἐβλασφήμησεν εἰς> αὐτόν, καὶ <περὶ> αὐτοῦ,

καὶ <κατ'> αὐτοῦ· οὐχὶ <ἐβλασφήμησεν αὐτόν.> Οὕτω

δὲ ὁ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου (228, 15;

253, 1).

286

<Κατέχειν> ξίφος τῇ χειρί, οὐ <κρατεῖν·> τὸ κρα-

τεῖν ἐπὶ τοῦ περιγενομένου τινός, οἷον τὸ κρατεῖν τῶν

πολεμίων καὶ κρατεῖν τοὺς πολέμους.

287

<Πρόεισι> καὶ <ἔξεισιν> ἐπὶ τοῦ μέλλοντος μόνον,

ἀντὶ τοῦ <προήξει> καὶ <ἐξήξει·> ἐπὶ δὲ τοῦ ἐνεστῶτος

προέρχεται καὶ ἐξέρχεται.

288

<Προϊέναι> καὶ <ἐξιέναι> σὺν τῷ ε. <Ἥξει> καὶ

<ἀφίξεται,> οὐχὶ <ἐλεύσεται·> ἰωνικὸν γὰρ τοῦτο.

289

<Πλευσοῦμαι,> οὐχὶ <πλεύσομαι·> ὅμοιον τῷ

<μαχοῦμαι> καὶ <ὁμοῦμαι.

290

Ὑποβαίνειν> ἐπὶ τῶν ἵππων λέγουσιν ὅταν

ἐγκλίνωσιν αὐτοὺς ὑπὲρ τοῦ ῥᾷον εἶναι ἀναβῆναι τὸν

ἱππέα.

291

<Ἠτριαία> τὸ ὑπογάστριον· λέγουσι δὲ καὶ τὸ

<ὑπογάστριον.> Ἀριστοφάνης (Vesp. 195)·

ὑπογάστριον γέροντος ἡλιαστικοῦ.

292

<Ἧπαρ καρποῦ> ἔλεγον οἱ ἀρχαῖοι ὅπερ οἱ νῦν

<συκωτόν.

293

Φιλόπολις> οὐχὶ <φιλόπατρις·> καὶ <φιλοπό-

λιδος·> οὕτως οἱ Ἀττικοί.

294

<Γενέθλια,> οὐχὶ <γενέσια·> ἐπὶ γὰρ τῶν τελευ-

τηκότων τὰ γενέσια ἔλεγον.

295

<Προκοπὴν> οὐ λέγουσιν, ἀλλ' <ἐπίδοσιν> καὶ

<αὔξησιν.

296

Ὄπισθεν> σὺν τῷ σ· τὸ γὰρ <ὄπιθεν> ἰωνικόν.

297

<Λαλίστατοι, ὀψοφαγίστατοι, κλεπτίσ-

τατοι·> τὸ ὑπερθετικόν.

298

<Λῃστάς,> οὐ <πειρατάς·> καὶ <λῃστεύειν,> οὐ

<πειρατεύειν.> Καὶ Θουκυδίδης (I, 5, 2)· «καὶ οἱ πα-

λαιοὶ τῶν ποιητῶν τὰς πύστεις τῶν καταπλεόντων

πανταχοῦ ὁμοίως ἐρωτῶντες εἰ λῃσταί 〈εἰσιν〉».

299

<Κεραννύειν,> οὐχὶ κιρνᾶν.

300

<Ἐρρύη,> οὐχὶ <ἔρρευσεν·> «ὁ γὰρ Ἀσωπὸς

ποταμὸς ἐρρύη πολύς», Θουκυδίδης (II, 5, 2). Καὶ

<ῥυῆναι,> οὐχὶ <ῥεῦσαι.

301

Προτέλεια> οἱ Ἀττικοί· <προγάμια> δὲ οἱ

Δωρίδες.

302

Ἡ <ἔγχελυς> διὰ τοῦ υ, ὅταν ἑνικῶς λέγεται·

καὶ <ἐγχέλεις> δὲ διὰ τῆς ει διφθόγγου πληθυντικῶς.

303

<Ἐπίτεξ> ἡ γυνή, οὐχὶ <ἐπίτοκος.

304

Ὀσμή,> οὐχὶ <ὀδμή,> καὶ <εὔοσμον,> καὶ <κάκοσ-

μον·> ἡ δὲ <ὀδμὴ> παρὰ τοῖς Ἴωσιν.

305

<Ἀργὸς> κοινόν ἐστιν ὄνομα ἐπὶ τε ἀρσενικοῦ

καὶ θηλυκοῦ· οἷον ἀργὸς ἀνὴρ καὶ ἀργὸς ἡ ἑταίρα.

Καὶ ὁ Κωμικός (Incert. poetarum fr. 590 K.; 34 D.)·

ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.

Καὶ ἔστι τὸ πλῆρες <ἀεργός.> Τὰ εἰς –ος λήγοντα

ὑπὲρ δύο συλλαβὰς σύνθετα κοινά ἔστι ἀρσενικοῦ καὶ

θηλυκοῦ· οἷον ὁ <ἔνδοξος> καὶ ἡ <ἔνδοξος, ὁ φιλό-

λογος> καὶ ἡ <φιλόλογος·> ὁμοίως φιλότιμος, φιλό-

τιμος.

306

<Ἔγημεν> ὁ ἀνήρ, <ἐγήματο> δὲ ἡ γυνή.

307

<Τορεῦσαι,> οὐχὶ <τορῆσαι.>

308

Τὸ <φρούριον> τρίτην ἀπὸ τέλους ἔχει τὴν

ὀξεῖαν.

309

<Σκηνῆσαι> διὰ τοῦ η, οὐχὶ <σκηνῶσαι.

310

Γῆμον> ἐρεῖς πρὸς τοὺς ἄνδρας· <γῆμαι> δὲ

πρὸς τὴν γυναῖκα.

311

<Ἐπορθρεῦσαι, ἐφεσπερεῦσαι> ἀμφοτέρως

παρὰ Πλάτωνι.

312

<Ἡδύσματα,> οὐχὶ <ἀρτύματα.

313

Μαθητής, μαθητεύειν> δὲ οὐκέτι· καίτοι

ἀπὸ τοῦ φοιτητὴς φοιτᾶν λέγουσιν.

314

<Ἄρκτος> σὺν τῷ τ· καὶ <ἀπαρκτίας> ἄνεμος.

315

<Τίθεται> τὸ ὁριστικόν, καὶ ἐὰν <τιθῆται> τὸ

ὑποτακτικόν.

316

<Ἱστάναι> καὶ <συνιστάναι,> οὐχὶ <συνιστᾶν.

317

Ὁ πῆχυς,> τοῦ <πήχεως> καὶ τῶν <πήχεων,>

οὐχὶ τῶν <πηχῶν·> ἰσοσύλλαβος ἡ γενικὴ πληθυντικὴ

τῇ γενικῇ 〈ἑνικῇ〉.

318

<Ἀπήντησε,> οὐχὶ <ἀπηντᾶτο·> ἰωνικὸν γάρ.

<Ἀπαντῆσαι> ἐπὶ τοῦ τυχεῖν καθ' ὁδόν τινι, <ὑπαν-

τῆσαι> δὲ λόγῳ.

319

<Ἐγγυτέρω> καὶ <κατωτέρω· ἐνδοτέρω> δὲ

οὐκέτι, ἀλλ' <ἔνδον> μᾶλλον.

{ΗΡΩΔΙΑΝΟΥΠΕΡΙ ΤΩΝ ΖΗΤΟΥΜΕΝΩΝΚΑΤΑ ΠΑΣΗΣ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΟΣ} —〈Ἁμαρτάνουσιν οἱ λέγοντες <ὄπιθεν>〉· ἔστι γὰρτὸ πλῆρες ὄπισθεν, ὡς πρόσθεν ἀπὸ τοῦ <πρόσωθεν.>〈προσκεῖ〉σθαι οὖν δεῖ τὸ σ. Ὅμηρος δὲ ἀνάγκῃ μέτρουἔφη (Δ 545)· ὄπιθεν δὲ σάκος βάλε.Λεκτέον οὖν μόνως <ὄπισθεν.> —Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες <μᾶλλον πλου-σιώτερος> τοῦ δεῖνος καὶ <μᾶλλον πενέστερος·>ἀμφότερα γὰρ συγκριτικά ἐστι καὶ τὸ <μᾶλλον> καὶτὸ <πλουσιώτερος.> Οὐ δύναται δὲ ὁμοῦ δύο συγκρι-τικὰ πίπτειν· ἐροῦμεν οὖν τὸ ἕτερον. Τὸ δὲ αὐτὸ καὶἐπὶ τῶν ὑπερθετικῶν παραφυλακτέον· οὐκ εἴποις γὰρ<μάλιστα εὐγενέστατος,> ἀλλ' ἢ <εὐγενέστατος>καθ' αὑτό, ἢ <μάλιστα εὐγενής.

235

—Οὐδέποτε> καὶ <οὐδεπώποτε·> παράκειται μὲν

ταῦτα ἀλλήλοις, διαφέρει δέ. Τὸ μὲν γὰρ οὐδεπώποτε

ἐπὶ τοῦ παρεληλυθότος χρόνου, τὸ δὲ οὐδέποτε ἐπὶ

τοῦ μέλλοντος· οἷον οὐδεπώποτε ἐποίησα, οὐδέποτε

ποιήσω. Καὶ ὁ Αἰσχίνης· «οὐδένα πώποτε πολιτῶν

οὔτε γραφὴν γραψάμενος, οὔτε ἐν εὐθύναις λυπήσας».Πολλάκις δὲ οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος

χρόνου λέγεται· ἔστι δ' ὅτε καὶ τοῦτο συγχέουσιν.

Ἀριστογείτων ἐν τῷ κατὰ Τιμοκράτους· «ὡς οὐδε-

πώποτε δώσει δίκην» (=Philet. § 255).

—Πλὴν εἰ τόδε οὕτω συντάξεις ἢ εἰ μὴ τόδε. Οὐκέτι

237

δὲ ἀμφότερα παραλήψῃ. Τὸ μὴ γὰρ καὶ τὸ πλὴν

ἀμφότερα ἀρνητικά ἐστι καὶ οὐ δύναται ὁμοῦ πίπτειν(=Philet. § 134). —Τὸ <ἀντικρύ> ἐστιν ἐπίρρημα τοπικόν, ὃ καὶμετὰ τοῦ σ καταγράφεται· οἷον ἀντικρὺ κάθηται,καταντικρὺ Ἀθηνῶν· τὸ δὲ <ἄντικρυς> ἐπὶ τοῦ

239

φανερῶς· καὶ ἄνευ δὲ τοῦ σ εἴρηται παρὰ τῷ Ἀλε-

ξάνδρῳ (Η 362), <ἄντικρυς ἀπόφημι> καίτοι τοῦ μέ-τρου ἐγχωροῦντος. —<Μάτην ᾐτιάσατο> δεῖ λέγειν, οὐχὶ <ματαίως·>μόνως γὰρ οὕτω καὶ παρὰ τοῖς ἀρχαίοις, ὡς ἐν ταῖςΝεφέλαις (v. 1436) Ἀριστοφάνης· μάτην ἐμοὶ κεκλαύσεται ... —Ἁμαρτάνουσιν οἱ λέγοντες <κἀγὼ εἶπον,κἀμοὶ δός.> Δέον ὁλοκλήρως ἐκφέρεσθαι τὸν <καὶ>σύνδεσμον ὅλον· <καὶ ἐγὼ> εἶπον, <καὶ ἐμοὶ> δός.Συναλοιφὴν γὰρ ὁ <καὶ> σύνδεσμος πάσχειν οὐ δύνα-ται· οὐδέ ἐστιν, οὐδὲ ἐλλείπει παρὰ τοῖς πολιτικοῖς,ἀλλὰ παρὰ τοῖς ποιηταῖς μόνον. Εὐριπίδης (Androm.936)· κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους·{ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ} <Συγγενίδα> οὐ ῥητέον οὔτε μὴν <εὐγενίδα,> ἀλλὰ<συγγενῆ> καὶ <εὐγενῆ> τὸ θηλυκόν, διὰ τὸ κοινὸν εἶναι τὸ ὄνομα·

242

ὥσπερ γὰρ ὁ <εὐτυχής, ἡ εὐτυχὴς> καὶ <τὸ εὐτυχές,>

οὕτω καὶ ταῦτα. Καὶ ὥσπερ οὐκ <εὐτυχίδα> λέγομεν, οὕτωςοὐδὲ <συγγενίδα,> ἀλλὰ <συγγενῆ.> Ὥς που καὶ Μένανδρος(fr. 929 K; 345* Kö.). Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ. Ὅσα τῶν ὀνομάτων παρὰ οὐδέτερον ὄνομα σύγκειται, τὴναὐτὴν ἕξει κλίσιν ἣν καὶ τὰ οὐδέτερα· ἐπεὶ οὖν <τὸ συγγενὴς> ἐκτοῦ γένους ἐστὶν ὀνόματος οὐδετέρου, τὴν αὐτὴν ἕξει κλίσιν τῷοὐδετέρῳ. Ἁμαρτάνουσιν οἱ τὰ <ἡμίση> λέγοντες καὶ οὐ τὰ<ἡμίσεα·> τὰ γὰρ τριγενῆ τῶν ὀνομάτων ἐπὶ τῶν οὐδετέρωνδιαιρεῖται· <οἱ γλυκεῖς, αἱ γλυκεῖαι, τὰ γλυκέα· οἱ ὀξεῖς,αἱ ὀξεῖαι, τὰ ὀξέα·> οὕτως ἄρα καὶ <οἱ ἡμίσεις, αἱἡμίσειαι,> τὰ <ἡμίσεα.> Καὶ τὸ ἑνικὸν οὖν μόνως τοῦ <ἡμίσεος,>ὡς τὸ <ὀξέος> καὶ <γλυκέος,> ἀλλ' οὐ τοῦ <ἡμίσους.> Τὸ <Λήδα, Λήδας,> καὶ <Φιλομήλα, Φιλομήλας> ἀντίκειταιτῷ κανόνι τὸ α φυλάξαντι ἐπὶ γενικῆς· οὔτε γὰρ καθαριεύειοὔτε διὰ τοῦ ρ ἐκφέρεται. Λέγομεν οὖν διὰ τὸ ἐκτείνεσθαι τὴντελευταίαν συλλαβήν· καὶ ταῦτα γὰρ πάντα φυλάσσει τὸ α.

255

Ἁμαρτάνουσιν οἱ λέγοντες <ταμία,> καὶ μὴ <ταμίου·> μόνα

γὰρ τὰ ὑπὲρ βʹ συλλαβὰς εἰς –ας ἢ εἰς –ρας τρέπει τὴν γενικὴνεἰς –ου, οἷον <Μειδίας Μειδίου, Διαγόρας Διαγόρου> καὶ<ταμίας ταμίου. Νόος> καὶ <ῥόος> οὐ ῥητέον· ὅσα γὰρ διαιροῦνται ἐν τῇεὐθείᾳ, ἐν ταῖς ἄλλαις πτώσεσιν οὐ διαιροῦνται· καὶ ἀνάπαλινὅσα οὐ διαιροῦνται ἐν ταῖς εὐθείαις, διαιροῦνται ἐν ταῖς ἄλλαιςπτώσεσιν· <βοῦς βοός,> καὶ <ποὺς ποδός. Ἀνθέων> γραπτέον καὶ μὴ <ἀνθῶν,> ὡς βελῶν καὶγενῶν, ἵνα μὴ συνεμπέσῃ τῷ ἀνθ' ὧν ἔγραψας, ἀνθ' ὧν ἔδωκας. <Ὀλυμπιονίκης, ὀλυμπιονίκου,> ἀπὸ τοῦ νίκη. <Πολυ-νείκης> δέ, <Πολυνείκους,> ἀπὸ τοῦ νεῖκος γίνεται. <Ὑπερείδης, Ὑπερείδου,> ὡς <Πηλείδης, Πηλείδου,>διὰ τὸ τύπον ἔχειν πατρωνυμικοῦ. Ζητεῖται πῶς γραπτέον τὸ <Σμύρνα,> ἐπειδή τινες μετὰτοῦ ζ γράφουσιν αὐτό, ἕτεροι δὲ μετὰ τοῦ σ. Διπλοῦν γὰρ ὂντὸ ζ οὐκ ἐγχωρεῖ μετὰ τοῦ μ γράφεσθαι, διὰ τὸ μὴ δύνασθαι τρία

268

σύμφωνα ἐν ἀρχῇ τίθεσθαι λέξεως, εἰ μὴ μετὰ τοῦ ρ, ὃ ἔχει τινὰ

οἰκειότητα πρὸς τὰ φωνήεντα. <Φακὸς> φακοῦ ἐπὶ τοῦ ὠμοῦ· φακῆ δὲ φακῆς ἐπὶ τοῦἑφθοῦ. <Φιλοπότης> ὁ τοὺς πότους καὶ τὰ συμπόσια φιλῶν·

271

<φιλοπώτης> ὁ πολλὰ πίνειν φιλῶν.

Τὸ…

The complete text is available when the reading interface loads.