Excerpta e Herodiano
- Authority group
- Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Excerpta e Herodiano [Sp.] (e codd. Paris. gr. 2650 + 2662 + Paris. suppl. 70), ed. Dain, op. cit., 75–82.
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg039.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
23
(Π. τ. ζ. p. 73) Ἄκαιρον τὸ μᾶλλον πλουσιώτερος καὶ μά-
λιστα πλουσιώτατος.
24
(235) (Π. τ. ζ. p. 73) Τὸ οὐδέποτε ἐπὶ μέλλοντος· οὐδέποτε
ποιήσω. Τὸ οὐδεπώποτε δὲ ἐπὶ παρεληλυθότος· οὐδεπώποτε
εἶδον ἢ ἐποίησα.
25
(134) (Π. τ. ζ. p. 74) Χωρὶς εἰ μὴ δοίη ἀδόκιμον· τὸ γὰρ
μὴ καὶ τὸ χωρὶς ἀμφότερα ἀρνητικὰ ὄντα, ὁμοῦ πίπτειν οὐ δύνα-
ται, ἀλλὰ τὸ ἕτερον, ἢ τὸ μή, ἢ τὸ χωρίς.
26
(Π. τ. ζ. p. 74) Ἄντικρυς ἕστηκεν ἢ καθέζεται οὐκ ἐρεῖς,
ἀλλ' ἀντικρὺ χωρὶς τοῦ σ.
27
(Π. τ. ζ. p. 74) Ματαίως ᾐτιάσατο οὐκ ἐρεῖς, ἀλλὰ μάτην,
ὡς Ἀριστοφάνης ἐν Νεφέλαις· «μάτην ἐμοὶ κεκλαύσεται».
28
(83) Σημεῖον λέγοντες, σημειοῦσθαι οὐ λέγομεν, ἀλλ'
ἀποσημαίνεσθαι· ὡς Ἀριστοφάνης ἐν Πελαργοῖς· «ἀπεσημη-
νάμην τὰς τῶν κακούργων οἰκίας». Ὁμοίως καὶ βέβαιον λέγοντες
βεβαιοῦσθαι οὐ λέγομεν, ἀλλὰ διισχυρίζεσθαι. Ἐπὶ μέντοι τῶν
κτημάτων καὶ τῶν συνθηκῶν βεβαιῶσαι λέγομεν.
29
(88) Τὸ ἀρέσκει αἰτιατικῇ καὶ δοτικῇ.
30
(90) Κάθησο ἐρεῖς, οὐχὶ κάθου.
31
(92) Σίκυος σπερματίας, ὃν νῦν ἰδίως πέπονα λέγουσιν.
32
(93) Εὐήτριος χιτὼν ὁ λεπτὸς καὶ εὐυφής.
33
(94) Δρῦν κοινότερον πᾶν ἐκάλουν δένδρον οἱ παλαιοί,
οὕτω καὶ ἀκρόδρυα πᾶσαν τὴν ὀπώραν. Καὶ δρυφάκτους οὐ
μόνον τοὺς ἐκ δρυΐνων, ἀλλὰ καὶ ἐξ ὁτουδηποτοῦν ξύλου· καὶ
δρυπετεῖς ἐλάας ὁμοίως.
34
(98) Κίλιξ ὁ ἀνήρ, Κίλισσα γυνή· ὅμοιον Λίβυς, Λίβυσσα,
Θρᾷξ, Θρᾷσσα, Μάγνης, Μάγνησσα, καὶ Κρής, Κρῆσσα.
35
(101) Φιλολογεῖν οὐ καλόν, ἀλλὰ φιλοσοφεῖν. Καὶ ὁ φιλό-
λογος καὶ ἡ φιλολογία ἐν χρήσει καὶ παρὰ Πλάτωνι.
36
(102) Ἐπ' ὄρνισι καθέζεται, ἤτοι ὀρνεοσκοπεῖ.
37
(103) Ἀπέδραν ἐγὼ τὸ πρῶτον πρόσωπον, οὐχὶ ἀπέδρων,
καὶ ἀπέδραμεν ἡμεῖς τὸ πληθυντικόν. Καὶ Ἀριστοφάνης ἐν
τοῖς Ταγηνισταῖς· «δεῦρο δ' ἂν οὐκ ἀπέδραμεν». Καὶ ἀπέδραν
ἐκεῖνοι τὸ πληθυντικὸν τὸ τρίτον.
38
(105) Ἔτους ὥραν ἰδίως τὸ θέρος Ἀττικοί.
39
(108) Μαχαιρίδες αἱ τῶν κουρέων· μάχαιραι αἱ τῶν
μαγείρων.
40
(112) Κόπτειν τὴν θύραν ἐπὶ τῶν ἔξωθεν· ψοφεῖν δὲ ἐπὶ
τῶν ἔνδοθεν.
41
(111) Κενέβρεια· τὰ θνησείδια οὕτως ἔλεγον οἱ παλαιοί.
42
(114) Φασιανοὶ ἵπποι, φασιανικοὶ δὲ ὄρνεις.
43
(115) Τροχοπέδη ἃ ἔχουσιν εἰς τοὺς τροχοὺς εἰς τὰ
κατάντη τῶν ὁδῶν.
44
(116) Κλεῖν ὁ Δημοσθένης, ἀλλ' οὐχὶ κλεῖδα· «τὴν κλεῖν
κατεαγώς».
45
(117) Πύλαι ἐπὶ τείχους· θύραι ἐπὶ οἰκίας.
46
(123) Διδάξασθαι καὶ διδάξαι διαφέρει· τοῦτο γάρ ἐστι τὸ
δι' ἑαυτοῦ, ἐκεῖνο δὲ τὸ δι' ἑτέρου, αὐτὸν τὰ ἐπιτήδεια παρέ-
χοντα.
47
(124) Ὁμοίως καὶ πῆξαι καὶ πήξασθαι· πήγνυσι μὲν τὴν
ναῦν ὁ τεχνίτης· πήγνυται δὲ ὁ ναύκληρος.
48
(125) Στλεγγὶς ἡ ξύστρα καὶ ἀποστλεγγίσασθαι τὸ ἄνευ
ἀλείμματος λούσασθαι. Ἔστι δὲ καὶ τὸ τῆς ξύστρας ὄνομα
παρ' Ἀρχίππῳ τῷ κωμικῷ.
49
(126) Τὸ προσῆκε, τὸ ἐχρῆν, τὸ ἔδει ἐπὶ παρεληλυθότος·
τὸ προσήκει, τὸ χρή, τὸ δεῖ ἐπὶ ἐνεστῶτος.
50
(127) Ὀργάσαι ἐπὶ πηλοῦ· μάξαι ἐπὶ μάζης.
51
(128) Προτένθης ὁ λίχνος παρ' Ἀττικοῖς, ἐκ τῆς πρὸ
προθέσεως, καὶ τοῦ τένδω, τὸ ἐσθίω.
52
(129) Ὧπας τοὺς ὀφθαλμοὺς οὐ λέγομεν, ὑπώπια δέ·
ὁμοίως καὶ τὸ λωποδύτης ἐπὶ κλέπτου, τὸ δὲ λῶπος οὐ λέγομεν.
53
(130) Κατορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιούτων· τὸ δὲ
κατόρθωμα οὐκέτι. Ἐπανορθῶσαι δὲ ἐπὶ λόγων καὶ τῶν ἡμαρ-
τημένων· ἅπαξ δὲ τὸ κατορθῶσαι ἐπὶ λόγων κεῖται. Τὸ δὲ
διορθῶσαι ἐπὶ τῶν διαστροφῶν, ἂν αὐτὸ ἀπευθύνῃ.
54
(131) Μαχοῦμαι, ὀμοῦμαι, οὕτω κλινεῖς τὸν μέλλοντα.
55
(133) Ἀπὸ τότε καὶ ἔκτοτε οὐ λέγουσιν, ἀλλ' ἐξ ἐκείνου· καὶ
καθόλου δὲ χρονικοῖς ἐπιρρήμασιν οὐ συντάττουσι τὰς προθέσεις.
56
(140) Φερέγγυος καὶ ἀξιόχρεως, ἀμφοτέρως.
57
(141) Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν· ἀνασυρίδες τινὲς
οὖσαι παρὰ τὸ ἀνασύρεσθαι.
58
(142) Λῆμα δι' ἑνὸς μ τὴν παράστασιν τῆς ψυχῆς, ἀπὸ
τοῦ λῶ, τὸ θέλω, λήσω. Λῆμμα ἐπὶ τοῦ λαμβανομένου διὰ τοῦ
η, καὶ γίνεται ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω.
59
(143) Προσγελῶ αὐτόν, ὡς οἱ Ἀττικοί, καὶ βασκαίνω
αὐτόν, οὐχὶ αὐτῷ· σημαίνει δὲ τὸ διαβάλλειν καὶ ἐξαπατᾶν,
οὐ τὸ φθονεῖν.
60
(144) Ἐπίδοξος, οὐχὶ ὁ ἔνδοξος, ἀλλὰ ὁ προσδοκώμενος.
61
(147) Ὄφλημα καὶ ὀφείλημα διαφέρει. Ὄφλημα γὰρ τὸ ἐκ
καταδίκης λέγεται· ὀφείλημα δὲ ὃ ἐδανείσατό τις.
62
(150) Ἐπιλήσμων ὁ ἐπιλανθανόμενος· λήθαργος δὲ κύων
ὁ κρύφα δάκνων.
63
(151) Τῇ ἐπιούσῃ ἐρεῖς, μὴ προστιθεὶς τὴν ἡμέραν· τῆς δὲ
ἐπιούσης ἡμέρας.
64
(152) Σιτευτοὺς ὄρνιθας, οὓς νῦν σιτιστοὺς λέγουσι.
65
(153) Πάρεδροι, οἱ νῦν συγκάθεδροι.
66
(154) Μέσον ἡμέρας καὶ μεσημβρία, οὐχὶ μέση ἡμέρα.
67
(155) Διήγησιν λέγουσιν, οὐχὶ διήγημα.
68
(156) Εὐθηνεῖσθαι λέγοντες εὐθηνίαν οὐ λέγουσιν, ἀλλ'
εὐετηρίαν.
69
(162) Ὑποτίθησι μὲν δανειζόμενος τὰ ἐνέχυρα· ὑποτί-
θεται δὲ ὁ λαμβάνων.
70
(165) Σοφώτατος τῆς ἡλικίας, ἀντὶ τοῦ ἡλικιωτῶν.
71
(166) Εὐστομεῖν, ἀντὶ τοῦ εὐφημεῖν· καὶ Ἡρόδοτος· «εὔσ-
τομα κείσθω».
72
(167) Ὀλίγης ἐστι διδασκαλίας, ἀντὶ τοῦ ὀλίγων δεῖται
πρὸς μάθησιν.
73
(168) Ἀφηλικέστερος ὁ τὴν ἡλικίαν προβεβηκώς.
74
(169) Μῆλα μηδικά, τὰ νῦν κίτρα.
75
(172) Τὸν λάρυγγα ἀρσενικῶς· τὴν φάρυγγα θηλυκῶς.
76
(175) Ἐνεύναιον ἱμάτιον, καὶ ἐπιβόλαιον τὸ ἐν τῇ εὐνῇ.
77
(176) Πολίτης, δημότης, φυλέτης, ἡλικιώτης ἄνευ τῆς σύν·
Συνέφηβος δὲ καὶ συνθιασώτης καὶ συμπότης μετὰ τῆς σύν·
ὅτι καὶ πρόσκαιρος αὐτῶν ἡ κοινωνία· ἐπὶ δὲ τῶν προτέρων
οὐχ ὁμοίως.
78
(180) Γέλως πλατύς, οὐχὶ πολὺς ἐρεῖς.
79
(181) Δίκη ἡ ἰδία, γραφὴ δὲ ἡ δημοσία.
80
(183) Τὸ δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι· οὐκ ἐπὶ τοῦ
αἰσχύνεσθαι.
81
(174) Τοῖς δύο μᾶλλον· ὅσα γὰρ μὴ συνεμφαίνει γένος,
οὐδὲ πτῶσιν δέχεται· 〈Τὰ δὲ γένος ἔχοντα〉 ὥσπερ οἱ τρεῖς, τῶν
τριῶν, τοῖς τρισίν, ἔχει τὴν κλίσιν· παράκειται γὰρ οὐδέτερον
αὐτοῖς τὰ τρία· ὁμοίως τοῖς τέτρασιν. Ἀπὸ δὲ τῶν κλινομένων
καὶ ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί.
82
(178) Ἐξίστασθαι λέγουσι. Τὸ δὲ περιΐστασθαι οὐχ ὅμοιον
τῷ ἐκστῆναι· τὸ γὰρ περιστῆναί ἐστι πέριξ στῆναι.
83
(188) Τεχνήσασθαι τὸ μέτα τέχνης τι κατασκευάσαι·
τεχνάσασθαι δὲ τὸ κακουργῆσαι.
84
(189) Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος· οὐκ ἀσύμβολος
δὲ ὁ πεπαιδευμένος.
85
(190) Εἰς τάχος γράφειν τὸν ταχυγράφον· καὶ εἰς κάλλος
γράφειν τὸν καλλιγράφον διαιροῦσιν οἱ Ἀττικοί.
86
(191) Λευκὴν ἡμέραν διαγαγεῖν, τὴν ἡδεῖαν καὶ ἱλαράν.
87
(192) Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ τὸν
ἕτερον πόδα.
88
(193) Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς τοῦ αὐτουρ-
γοῦντος.
89
(195) Βασανιστὴς μὲν ὁ ἐπὶ τῆς βασάνου· δημόκοινος
δὲ ὁ στρεβλῶν καὶ βασανίζων· δήμιος δὲ ὁ ἀπάγων ἐπὶ τῷ
θανάτῳ.
90
Κώμας τὰς στενωπούς, ἀφ' οὗ καὶ ἐγκώμιον. Ἐγκώμιον
δὲ καὶ ἔπαινος εἰς ἀνθρώπους λέγεται· καὶ ἔστι μὲν ἔπαινος ἐν βρα-
χεῖ· τὸ δὲ ἐγκώμιον ἐκφέρεται κατὰ τέχνην. Ὕμνος δὲ ἐπὶ θεῶν.
91
Πλάτωνος χρεία· ὡς χαρίεν ἂν ἦν σοῦ, Διόγενες, τὸ ἄπλα-
στον, εἰ μὴ πλαστὸν ἦν.
92
Τήθη λέγεται ἡ μάμμη· τίτθη ἡ βυζάστρια· τιθήνη ἡ
τροφός.
93
Τὸ μὴ ἀπαγορευτικὸν οὐ συντάσσεται σὺν τῷ ὑποτακτικῷ
ἐνεστῶτι, ἀορίστῳ δέ· οἷον μὴ ποιῇς, οὐκ εἴποις, μὴ ποιήσῃς δέ.
94
Ἢ τρὶς ἕξ, ἢ τρεῖς κύβοι (Zenobii Prov. IV, 25).
95
Ἤτοι τέθνηκεν, ἢ διδάσκει γράμματα (Zen. IV, 17).
96
Ἢ κρίνον, ἢ κολοκύντην (Zen. IV, 18).
97
Θᾶττον τόκος τρέχει Περιναίου Ἡρακλείτου (Zen. IV, 35).
98
Ἱστίᾳ θύει (Zen. IV, 44).
99
Κωφότερος τοῦ Τορωναίων λιμένος (Zen. IV, 68).
100
Ὄρτυξ ἔσωσεν Ἡρακλέα τὸν καρτερόν (Zen. V, 56).
101
Ὁ Καρπάθιος τὸν λαγών (Zen. IV, 48).
102
Ὁ παῖς τὸν κρύσταλλον (Zen. IV, 58).
103
Οὐδὲ τὰ τρία τοῦ Στησιχόρου γινώσκεις (Diogeniani
Prov. VII, 14).
104
Οὐδὲ πυρφόρος ἐλείφθη (Diog. VII, 15).
105
Μὴ ποιῇς οὐκ ἐρεῖς, ἀλλὰ μὴ ποίει· μὴ ποιήσῃς δὲ ἐρεῖς,
καὶ μὴ ποίησον οὐκ ἐρεῖς· τὸ δὲ μὴ ψεῦσον καινόν.
106
Ἐπαγγέλλω τὸ αἰτῶ, ἐπαγγέλλομαι δὲ τὸ ὑπισχνοῦμαι.
Στίχος ἐστὶ συλλαβῶν καὶ λέξεων σύνθεσις δηλωτικὸς συμμε-τρίας καὶ μεγέθους. εἴδη δὲ στίχων εἰσὶ δεκαδύο· ἰσόχρονος, ἀπηρ-τισμένος, ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς,κακόφωνος, λογοειδὴς, προκέφαλος, σφηκίας, δολιχόουρος. <Ἰσόχρονος> μὲν οὖν ἐστιν ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶνκαὶ τοὺς πόδας ἀπὸ τοῦ πρώτου μέχρι τοῦ ἐσχάτου τοὺς αὐτοὺςἔχων, οἷον· τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν (φ 15). <Ἀπηρτισμένος> δὲ ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ,οἷον· ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ (Η 1). <Ἀκέφαλος δέ> ἐστιν ὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον· ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο (Ψ 2). <Λαγαρὸς> δὲ ὁ κατὰ μέσην τὴν συμπλοκὴν τὴν σύνθεσιν μὴσώζων, οἷον· Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1). <Μείουρος> δὲ ὁ κατὰ τὸ τέλος τὴν σύνθεσιν μὴ σώζων, καὶτὴν παρατέλευτον συλλαβὴν βραχεῖαν ἔχων, οἷον· Τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208). <Τραχὺς> δέ ἐστιν ὁ τῷ ῥοίζῳ τὸν φθόγγον συνιστὰς, ὡς τὸ τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός (Γ 363). <Μαλακοειδὴς> δέ ἐστιν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς καὶμὴ βιαίως, οἷον· αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι (Ρ 51). <Κακόφωνος> δέ ἐστιν ὁ πολλὰ φωνήεντα ἔχων, οἷον· φῄη ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ (λ 127). <Λογοειδὴς> δέ ἐστιν ὁ πεζότερος τῇ συνθέσει, οἷον· ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα (Λ 679). <Προκέφαλος> δὲ οἷον· ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349). <Σφηκίας> δὲ οἷον· ἢ λάθετ' ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ (Ι 533). <Δολιχόουρος> δὲ οἷον· Κάστοράθ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα (Γ 237). <Ἀβάκησαν,> ἠγνόησαν. καθίσταται δὲ ὁ σχηματισμὸςοὗτος οὕτως· ἔστι τὸ ῥῆμα φῶ τὸ λέγω· παράγωγον φάζω καὶτροπῇ βάζω· ὁ μέλλων βάξω, ὁ παρακείμενος βέβαχα, ὁ παθητι-κὸς βέβαγμαι, βέβακται. βακτὸς ὡς πρακτὸς καὶ ἀκτὸς ῥεκτός·καὶ ἄβακτος ὡς ἄπρακτος. ὥσπερ οὖν ἀπὸ τοῦ ἄπρακτος ἀπρακτῶ,οὕτω καὶ ἀπὸ τοῦ ἄβακτος ἀβακτῶ, ὡς καὶ ἀπὸ τοῦ ἄβλεπτοςἀβλεπτῶ καὶ ἄπεπτος ἀπεπτῶ καὶ ἄλεπτος ἀλεπτῶ καὶ ἄλλα μυρία.ἀβακτῶ οὖν καὶ κατ' ἔνδειαν ἀβακῶ, ὅθεν ἄβακας καὶ ἀβακήμοναςκαλοῦσι τοὺς ἀπαιδεύτους. ὅτι δὲ τὸ ἀβάκησαν σημαίνει τὸ ἠγνό-ησαν, ἡ ἀντιδιαστολὴ παρίστησιν· «οἱ δ' ἀβάκησαν πάντες· ἐγὼ δέμιν οἴη ἀνέγνων» 〈Hom. δ 249 f.〉: <Ἀγοστός,> ἀγκών, ᾧ περιάγεται ἡ χεὶρ καὶ κάμπτεται.τινὲς δὲ κόλπον, ἢ τὸ ἔνδον. γίνεται οὕτως· ἀγῶ ἀγέσω ἀγεστὸςῥηματικὸν καὶ ἀγοστὸς ὡς τελεστός: <Ἁδινόν> (ἀδινόν cod.), λεπτόν· καταχρηστικῶς δὲ πυκνόν: <Ἀδευκές,> ἄδηλον, ἀφανές, ἄμορφον. δέκω τὸ ἐπιμελῶςβλέπω, καὶ ἐπιτηρῶ. καὶ ὡς ἐκ τοῦ πρέπω ἀπρεπής, σέβω ἀσεβής,οὕτως ἐκ τοῦ δέκω ἀδεκής, καὶ κατὰ παρένθεσιν τοῦ υ̅ ἀδευκής.σημαίνει δὲ τὸ μὴ ὁρώμενον, ἢ τὸ δι' εὐτέλειαν καὶ δυσμορφίανπαρορώμενον: <Ἄητον,> τὸ μέγα καὶ πολυσχημάτιστον, οὕτως· ἐῶ τὸπληρῶ, ἔημι ἔσω· ἔτον (so) τὸ πλῆρες καὶ μέγα, καὶ κατὰ ἔκτασινἦτον (so), καὶ τὸ α̅ πρόσκειται, σημαῖνον τὸ μέγα καὶ ἀχανὲςπέλαγος. τινὲς δὲ οὕτως· ἄητον (so) ἀντὶ τοῦ ὥρμητο· «δίχαδέ σφι θυμὸς ἄητ<ο>ν <το>» (so) 〈Hom. Φ 386〉, ὅθεν καὶ ἀήτης ὁ ἄνεμοςἀπὸ τοῦ ἄω τὸ πνέω: <Ἀΐσθων,> ἐκπνέων. οἱ δὲ μὴ αἰσθανόμενος, ἢ ἀϊστούμε-νος καὶ ἀφανιζόμενος, ὃ μᾶλλον ἐγγίζει. καὶ σχηματίζεται οὕτως·εἴδω εἴσω εἶκα εἶσμαι εἶσται ἰστὸς ὁ ὁρατός, ἄιστος ὁ ἀόρατος,καὶ ἀίστω, καὶ τροπῇ τοῦ τ̅ εἰς θ̅ ἀίσθω, μεταβαλόντος τοῦ τόνουδιὰ τὸ μὴ ἐγνῶσθαι τὸν σχηματισμόν: <Αἰσυητήρ·> οἱ μὲν τὸν κεκινημένον καὶ ἐντρεχῆ, παρὰ τὸσεύω συῶ συήσω συητήρ. οἱ δὲ τὸν νέον· ἴσως καὶ τὸν αἴσιον καὶκόσμιον περὶ τὴν αἶσαν: <Ἀπινύσσειν,> ἀσυνέτως ἔχειν (so hat die hs.): <Ἁλοσύδνης·> οἱ μὲν τῆς ἐν ἁλὶ τεθραμμένης, παρὰ τὸἵζω (am rande 34edw)· οἱ δὲ τῆς τοῦ ἁλὸς ἐμπείρου, παρὰ τὸ εἰδέναιἴδνη καὶ ὕδνη. οἱ δὲ παρὰ (so hat die hs.) τὸ σέεσθαι ἢ δονεῖσθαι: <Ἀνέεργε·> εἴργω τὸ θέμα, καὶ ὁ παρατατικὸς εἶργονεἶργες εἶργε, καὶ κατὰ διαίρεσιν ἔεργε καὶ ἀνέεργε: <Ἀμολγῷ·> οἱ μὲν μεσονυκτίῳ, οἱ δὲ ἑσπέρας, οἱ δὲ πρωΐ,οἱ δὲ μεσημβρίας, οἱ πλείους δὲ τὸν καιρὸν σημαίνεσθαι βούλονται,καθ' ὃν ἀμέλγεται τὰ βοσκήματα: <Ἄμνιον,> ἀγγεῖον, ᾧ ὑποδέχονται τοῦ ἱερείου τὸ αἷμα,αἵμνιον καὶ ἄμνιον: <Ἀνόπαια·> οἱ μὲν ἀφανῆ, τινὲς δὲ τὸ ἄνω φέρεσθαι.Ἐμπεδοκλῆς· καρπαλίμως δὲ ἀνόπαιαν, ἐπὶ τοῦ πυρός. οἱ δὲ ἀνὰτὴν ὀπήν· τὴν γὰρ κάπνην ὀπὴν καλοῦσιν· οἱ δὲ γένος ὀρνίθωνοὕτω καλουμένων· οἱ δὲ πᾶν ὄρνεον οὕτω λέγεσθαι παρὰ τὸ δια-τρίβειν ἐν ταῖς ὀπαῖς: <Αὐέρυσαν,> ἄνω εἵλκυσαν, καὶ ἐπὶ τῶν ἱερείων καὶ ἐπὶτοῦ τόξου καὶ ἐφ' (ὑφ' cod.) ὁτουοῦν: <Ἀφήτωρ,> ἐπίθετόν ἐστιν Ἀπόλλωνος. καὶ οἱ μὲν ἀπὸτῆς ἀφέσεως τῶν βελῶν· ἀφίημι ἀφήσω ἀφητὴρ καὶ ἀφήτωρ· οἱδὲ ἀπὸ τοῦ ὁμοῦ πᾶσι φατίζειν, ὅ ἐστι μαντεύεσθαι: <Ἀπεσκοράκιζεν,> ὕβριζεν, ἐξέρριπτεν ἢ ἐχλεύαζεν, εἰςἐρημίαν ἔπεμπεν· ἀπὸ τοῦ κόραξ κόρακος κορακίζω καὶ ἀποκορα-κίζω. σημαίνει δὲ τὸ καταλιμπάνω. λέγουσι γάρ τινες ὅτι ἐδόθηχρησμός τισι παρακαθημένοις πόλει, ἡνίκα ἴδοιεν λευκοὺς κόρακας,λύειν τὴν πολιορκίαν. αἰσθόμενοι δὲ οἱ ἐν τῇ πόλει καὶ κονίᾳλευκάναντες κόρακας ἀφῆκαν πέτεσθαι. καὶ οὕτως οἱ πολέμιοιτοῦτ' ἐκεῖνο τὸ μαντευθὲν ὑποτοπάσαντες εἶναι ἀναστρέφεινἔγνωσαν: <Ἁμωσγέπως,> ὁπωσδήποτε: <Ἁμόθεν,> ἀπό τινος μέρους: <Ἀπούρας·> ἀπουρίζω, ὁ μέλλων ἀπουρίσω, ἀπουρίσαςκαὶ κατὰ συγκοπὴν τοῦ ι̅ καὶ σ̅ ἀπούρας: <Ἄρσαντες,> ἀπὸ τοῦ ἄρω ἀρῶ ἄρσω παρενθέσει τοῦ σ̅Αἰολικῶς. ἡ μετοχὴ ἄρσας: <Ἀγηγέραται·> ἀγείρω ἀγερῶ ἤγερκα καὶ ἀγήγερκα·ὁ παθητικὸς Ἀττικὸς ἀγήγερμαι ἀγήγερται καὶ ἐπενθέσει τοῦ α̅ἀγηγέραται: <Ἄωρτο·> αἰωρῶ αἰωρήσω ᾐώρηκα ᾐώρημαι ᾐωρήμηνᾐώρητο καὶ κατὰ συγκοπὴν τοῦ η̅ ἤωρτο, εἶτα Δωρικῶς ἄωρτο: <Ἆλτο·> ἅλλομαι ἧλα ἡλάμην ἥλατο: <Ἀμπεπαλών·> πάλλω παλῶ ἔπηλα ἔπαλον παλών ὡςτὸ ἔμαθον ἔπαθον μαθών παθών, εἶτα μετὰ προθέσεως κατὰσυγκοπὴν καὶ ἀναδίπλωσιν: <Ἀφίκηαι,> μέσος δεύτερος ἀόριστος Ἰωνικὸς ὑποτακτι-κός· ἵκω, ὅθεν τὸ ἱκάνω ἱκνῶ ἱκνοῦμαι ἀφικνοῦμαι· ὁ δεύτερος