Schematismi Homerici
- Authority group
- Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Schematismi Homerici, ed. P. Egenolff, "Zu Herodianos technikos," Jahrbücher für classische Philologie 149 (1894) 338–345.
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg041.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
25
ἀόριστος ἵκον (so), ὁ μέσος ἱκόμην, καὶ τὸ ὑποτακτικὸν ἐὰν ἀφίκωμαι,
ἐὰν ἀφίκηται, εἶτα ὑποστολῇ Ἰωνικῇ τοῦ τ̅ ἀφίκηαι ὡς πύθηαι
λάβηαι δείξηαι:
26
<Ἀγήοχα,> παρακείμενος ἔχων πάθος καὶ διάλεκτον
Ἀτθίδα· ἄγω ἄξω ἦχα καὶ μετὰ τῆς (τὴν cod.) σύν μὲν τὸ ξυνῆχα
παρὰ Ξενοφῶντι ἀντὶ τοῦ συνήγαγον, καὶ προσθήκῃ δὲ Ἀττικῇ
τῶν κατὰ τὴν ἀρχὴν γραμμάτων δύο καὶ πλεονασμῷ τοῦ ο̅, ἐπεὶ
φιλεῖ ὁ τοιοῦτος τὴν τρίτην ἔχειν βραχεῖαν, ἀγήοχα:
27
<Βλεμμεαίνει,> θυμοῦται, γαβριᾷ· ἀπὸ τῆς φλεβός φλε-
βεαίνει ἤτοι ἀναρρώννυται καὶ προθυμεῖται· εἶτα τῶν στοιχείων
γίνεται μετάληψις, ἐντεῦθεν καὶ τὸ νωθρόν ἀφλεβές λέγεται, ὡς
ἄσφυγμον καὶ ἀκίνητον κατὰ ἡμιθνῆτας:
28
<Βιώτω,> ἀπὸ τοῦ βιῶ· τὸ προστακτικὸν βιούτω, ὅπερ οἱ
Δωριεῖς βιώτω ἐποίησαν:
29
<Βεβολήατο,> παθητικὸς ὑπερσυντέλικος· βολῶ βολήσω
βεβόληκα βεβόλημαι ἐβεβολήμην ἐβεβόλητο καὶ Ἰωνικῶς ἐβεβο-
λέατο, εἶτα ἐκβολῇ τῆς ἀρχούσης καὶ τροπῇ τοῦ ε̅ εἰς
30
<Βῆ·> βίβημι βήσω ὡς ἵστημι στήσω· ὁ δεύτερος ἀόριστος
Ἰωνικὸς βῆ ὡς τὸ στῆ καὶ φῆ:
31
<Γλήνεα,> τὰς πεπλανημένας (πεπλασμένας coni. Sturz)·
γλήνη δὲ ὁ ὀφθαλμὸς ἢ ἡ πρόσοψις:
32
<Γέντο·> ἑλῶ ἑλόμην Ἰωνικῶς, ἕλου ἕλετο καὶ συγκοπῇ
ἕλτο ὡς ἥλατο ἆλτο· καὶ ἐπεὶ οἱ Δωριεῖς, ὅτε ἐπιφέρεται τῷ λ̅ τὸ
τ̅ ἢ τὸ θ̅, μεταβάλλουσιν εἰς τὸ ν̅ τὸ λ̅—«ἦνθόν τοι βοῦται»
〈Theokr. eid. 1, 80〉—, τὸ ἕλτο ἕντο ἐγένετο Δωρικῶς, εἶτα κατ'
ἐπένθεσιν τοῦ γ̅, ἵνα μὴ συνεμπέσῃ τῷ ἕντο ἀντὶ τοῦ ἐπλήρωσαν
〈Hom. Α 469〉, γέντο:
33
<Δενδίλλων,> ἐννεύων τοῖς ὀφθαλμοῖς κατὰ τὴν ἀνα-
στροφήν:
34
<Δέροτρον,> τὸ δέρμα:
35
<Ἔδδεισα·> ἐπένθεσις γίνεται:
36
<Δέδοικα,> μέσος παρακείμενος· δέδοιδα ὤφειλεν εἶναι,
ἀλλὰ διὰ τὴν εὐφωνίαν δέδοικα ὡς κέκλοφα· κέκλοπα γὰρ ὤφει-
λεν· ἀλλὰ προὐτιμήθησαν τῶν μέσων οἱ παρακείμενοι:
37
<Δειδέχαται,> ἀπὸ τοῦ δέδεκται· Ἰωνικῶς δεδέκαται
ὤφειλεν, ἀλλὰ δι' εὐφωνίαν τροπὴ γίνεται τοῦ κ̅, 〈ὡς〉 ἐν τῷ
τετύφαται τοῦ π̅:
38
<Ἐδήδοκα,> ἀπὸ τοῦ ἤδοκον (so) κατὰ ἀναδιπλασιασμόν:
39
<Ἐξέσσυτο,> ἀπὸ τοῦ σεύω· «ὣς εἰπὼν πυλέων ἐξέσσυτο
φαίδιμος Ἕκτωρ» 〈Hom. Η 1〉:
40
<Ἔρυτο,> ἀπὸ τοῦ εἰρύω εἰρύσω εἴρυσα εἰρυσάμην, «εἰρύ-
σατο ζωστήρ τε παναίολος» 〈Hom. Δ 186〉. ἐκ τούτου γοῦν τοῦ
εἰρύω ὁ παρατατικὸς εἰρύετο, ὃς ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ι̅
ἔρυτο. δυνατὸν δὲ καὶ ἀπὸ τῶν εἰς μ̅ι̅ σχηματίζειν αὐτό· εἰρύω
εἴρυμι, τὸ παθητικὸν εἴρυμαι εἰρύμην:
41
<Ἐπενήνοθε,> ἀπὸ τοῦ θέω, καὶ κατὰ μετάθεσιν ἔθω,
ἐνέθω· ὁ μέσος παρακείμενος ἔνηθα καὶ κατὰ ἀναδιπλασιασμὸν
ἐνήνοθα:
42
<Ἐρηρέδαται·> ἐρείδω ἐρείσω ἤρεικα ὁ κοινὸς παρακεί-
μενος· ὁ Ἀττικὸς ἐρήρικα ἐρήρισμαι ἐρήρισται, καὶ Ἰωνικῶς ἐρηρί-
σαται ὤφειλε〈ν〉· ἀλλὰ διὰ τὸ πάθος τοῦ σ̅ πρὸς τὸ δ̅, καὶ ἄλλως
ὅτι τοῦ ἐνεστῶτος ἦν, τροπὴ γίνεται τοῦ σ̅ πρὸς τὸ δ̅ καὶ τοῦ ι̅
δι' εὐφωνίαν πρὸς τὸ ε̅:
43
<Ἐρράδαται·> ῥάζω ῥάσω ἔρρακα, ὡς τὸ μιάζω μιάσω
μεμίακα, πιάζω πιάσω πεπίακα, κεκοπίακα, τέτακα, ἵλακα, πεπέ-
τακα, ἀπὸ τοῦ κοπιάζω τάζω ἱλάζω πετάζω (so hat die hs. deut-
lich, nicht πετάσω)· ὁ μέσος ἔρραδα διὰ τὸ ζ̅· ἔρρασμαι ὁ παθη-
τικός· τὸ τρίτον ἔρρασται καὶ Ἰακῶς ἐρράδαται:
44
<Εἰδώς,> ἀπὸ τοῦ εἰδηκώς, ὡς ἑστώς ἀπὸ τοῦ ἑστηκώς·
οὕτω καὶ τὸ κεχαρηότες (so hat die hs. fol. 86r oben ganz deut-
lich) καὶ τετιηότες (τετιότες cod.) κατὰ συγκοπήν· χαρῶ τιῶ
κεχάρηκα τετίηκα κεχαρηκώς τετιηκώς καὶ ἀποβολῇ τοῦ κ̅ κεχα-
ρηώς καὶ τετιηώς (τετιώς cod.):
45
<Ἐῳνοχόει·> τὸ θέμα οἰνοχοῶ (so)· ᾠνοχόουν καὶ
ἐῳνοχόουν:
46
<Ἕσσατο> (ἔσσατο cod.)· ἕω ἕσω, ὅθεν τὸ ἕσμα καὶ τὸ
ἀμφίεσμα καὶ ἔσθος καὶ ἐσθής, τραπέντος τοῦ πνεύματος διὰ τὸ θ̅.
ὁ μέσος ἀόριστος ἑσάμην· ἕσσατο ποιητικῶς διὰ τὸ μέτρον:
47
<Ἔμμορε> (oder ἔμμορα): über dem worte steht das zeichen
.͜.͜.͜, wodurch auf den rand verwiesen wird, wo das gleiche zeichen
und ζήτει steht.
48
<Ἔοργε> (oder ἔοργα) (darüber steht das zeichen:, wo-
durch wohl auch auf den rand verwiesen werden soll, der aber kein
entsprechendes zeichen bietet). dann folgt ἔρρεχα ἔργω ἔοργα
(über ἔρρεχα scheint ebenfalls das zeichen: zu stehen; nach ἔοργα
steht nicht, wie nach den übrigen artikeln ,:, sondern ein punkt
oben).
49
<Ἐγρήγορθα,> ἀπὸ τοῦ ἐγρήγορα πλεονασμῷ:
50
<Ἔπλευ·> ἐπελόμην ἐπέλου καὶ Δωρικῶς ἔπλευ:
51
<Ἔλπεαι> ὡς πέλεαι Ἰωνικῶς: (über πέλεαι wird durch:
auf den rand verwiesen, wo dasselbe zeichen und κέλεαι: steht).
52
<Ἕσσο> (ἔσσο cod.), ἐνεδέδυσο· ἕω ἕσω ἧκα· ἕμαι ἕμην
ὑπερσυντέλικος· ἕσο καὶ διπλασμῷ ἕσσο:
53
<Ἐπώρουσα·> ὄρω (oder ὀρῶ) ὀρύω, ὡς ὄλλω ὀλύω·
ὀρούω κατ' ἐπένθεσιν:
54
<Ἔκπεσσον,> δεύτερος ἀόριστος· πετῶ πεταίω παράγω-
γον, ὡς λιλῶ λιλαίω, καὶ ἐν συγκοπῇ πταίω. παρὰ δὲ τὸ πετῶ
τὸ προπετής ὁ σφόδρα πίπτων. ὁ μέλλων πετήσω, ὁ ἀόριστος
ἐπέτησα, ὁ δεύτερος ἔπετον (allenfalls ἔπεσον), ὡς ὠλίσθησα
ὤλισθον, καὶ τροπῇ ἔπεσσον:
55
<Εἰλήλουθας·> ἐλήλυθας, καὶ Βοιώτιον ἐλήλουθα, εἶτα
ἐπενθέσει τοῦ ι̅:
56
<Ζωρότερον,> ἀκρατέστερον ἢ ταχύτερον:
57
<Ἠκέστας,> ἀκεντήτους, ἀδαμάστους:
58
<Ἦνιν,> ἀπειρόζυγον, ἢ τὴν τελείαν, ἀπὸ τοῦ ἔνος ὁ
ἐνιαυτός:
59
<Ἔγερθεν,> ἠγέρθησαν, κατὰ συγκοπήν:
60
<Ἠρήριστο,> ἀπὸ τοῦ ἄρω ἀρῶ ἀρίζω ἀρίσω:
61
<Ἠνίπαπεν·> ἐνίπτω, ὁ δεύτερος ἀόριστος ἤνιπον· δι-
πλασιασμὸς ἠνίπαπε〈ν〉, ὡς ἤγαγεν, ἤκαχεν:
62
<Ἠλήλουθμεν,> ἐληλύθαμεν, συγκοπὴ καὶ ἐπένθεσις καὶ
ἔκτασις τοῦ κατ' ἀρχὴν ε̅ εἰς η̅:
63
<Ἤκαχεν·> ἄχω τὸ λυποῦμαι, ὅθεν τὸ ἄχος· ὁ δεύτερος
ἀόριστος ἦχον καὶ ἤκαχον, ὡς ἤγαγον καὶ ἤραρον:
64
<Ἧστο·> ἕω ἕημι ἕεμαι ἧμαι κάθημαι· ἥμην παρατατικός·
ἧτο, ἧστο κατὰ πλεονασμόν· ἢ ἀπὸ ἕζω:
65
<Θέμωσε,> ἠμέλησε, ἢ ἤγγισε, ἢ μᾶλλον ἔοικε:
66
<Ἴξαλον> (ἴξαλον cod.), τὸν τέλειον, ἀπὸ τοῦ ἱκέσθαι καὶ
ἅλλεσθαι, ἢ ἐνιαύσιον, ἢ τριετῆ, ἢ τομίαν:
67
<Ἰόεντα σίδηρον,> ἀπὸ τοῦ ἰοῦσθαι, ἢ τὸν εἰς ἀκίδας
τετυπωμένον:
68
<Ἴδμεν> (am rande), ἴσμεν Δωρικῶς, ὡς ὀδμὴ ἡ ὀσμή:
69
<Ἴψαο·> ἰάπτω ἰαψάμην ἰάψω ἰάψατο καὶ ὑφαιρέσει τοῦ
α̅ καὶ τοῦ τ̅ ἴψαο:
70
<Κεκαφηότα,> ἐκπεπνευκότα. καπῶ τὸ πνέω, ἔνθεν
καπνώδης ἡ πυρρώδης πνοή, καὶ κῆπος ὁ περιπνεόμενος τόπος·
καπήσω κεκάπηκα κεκαπηκώς· Ἰωνικῶς κεκαπηότα, ὡς κεχαρηότα
καὶ τροπῇ:
71
<Κέλεαι,> Ἰωνικῶς:
72
<Κεκάδοντο> (so hat die hs., nichts anderes)· χάζω κέχακα
κέχαδα, ὡς χέζω κέχοδα· ὁ δεύτερος ἀόριστος ἔχαδον ἔκαδον, καὶ
διπλασιασμὸς ἐκέκαδον· ὁ μέσος ἐκεκαδόμην, ἐκεκάδοντο:
73
<Κέχανδα·> χάζω· ὁ μέσος παρακείμενος (so hat die hs.
mit dem üblichen compendium) κέχανδα (κεχάνδα cod.) ἐπενθέσει
τοῦ ν̅· ὅθεν τὸ «κεχανδότα πολλὰ [τε] καὶ ἐσθλά» 〈Hom. δ 96〉:
74
<Λαισήια,> ἀσπιδίσκια, ἢ πάντα τὰ σκεπαστήρια, διὰ τὸ
ἐν τῇ λαιᾶ φέρεσθαι:
75
<Λέλογχα·> λήχω λέληχα· τροπῇ τοῦ η̅ εἰς ο̅ λέλοχα, εἰς
τύπον τοῦ κέκλοφα, καὶ ἐπενθέσει τοῦ γ̅, ὡς τὸ ἔνχος ἔγχος (am
rande steht: ἐνέχεται γάρ):
76
<Μάσταξ,> τὸ στόμα, ἀπὸ τοῦ μασᾶσθαι:
77
<Μολοβρός,> ἢ τὸν ἀδδηφάγον, τὸν εἰς βορὰν προθύμως
μολίσκοντα, ἢ τὸν μονοφάγον, ἢ τὸν πτωχὸν καὶ ὑπηρέτῃ μὴ χρώ-
μενον, ἀλλ' αὐτομολοῦντα ἐπὶ τὴν βοράν:
78
<Μέμηλεν,> ἀπὸ τοῦ μελῶ (μο<ε>λῶ cod.), ὅθεν καὶ τὸ μέλει·
μολήσω μεμόληκα μέμολα, καὶ μέμηλα κατὰ τροπὴν τοῦ ο̅ εἰς η̅,
ὡς ἑτέρωθι τοῦ η̅ εἰς ο̅:
79
<Μέμασαν·> μεμῶ μέμακα ἐμεμάκειν ἐμεμάκεισαν ἐμέμασαν:
80
<Νέαται·> νῶ τὸ ὀγκῶ (l. οἰκῶ) νήσω, ὅθεν νηός καὶ
ναός· νένηκα νένηται, καὶ Ἰωνικὸς (so, nicht Ἰωνικῶς. hat die hs.)
νενέαται, καὶ ἄρσει τῆς ἀναδιπλάσεως νέαται:
81
<Ὄρσεο·> ὄρω ὀρῶ· οἱ Αἰολεῖς θέλοντες βαρῦναί (βαρύναι
cod.) φασιν ὄρσω, ὡς ἐπὶ (ἐπὶ ist aus ἀπὶ corrigiert) τοῦ κερῶ
κέρσω, ὅθεν ὁ ἀκερσοκόμης:
82
<Ὀρώρει·> ὄρω ὀρῶ ὦρα· μέσος παρακείμενος διπλα-
σιασμὸς ὄρωρα ὁ ὑπερσυντέλικος ὀρώρειν:
83
<Ὄγκιον,> ἡ σιδηροθήκη, παρὰ τὸν ὄγκον:
84
<Πηγόν·> εὐτραφές, πεπυκνωμένον:
85
<Πεπίθοιμεν> (so)· πίθω, ὅθεν τὸ πιθανός, ὡς ἀπὸ τοῦ
ἵκω ἱκανός· ὁ δεύτερος ἀόριστος ἔπιθον, ἐπιθόμην, πιθοίμην, πε-
πιθοίμην κατὰ ἀναδίπλωσιν:
86
<Πεπτηυῖαι,> πεσοῦσαι (so hat die hs., nicht πεπτηυῖα,
πεποῦσα, das lemma bezieht sich wohl auf Hom. ν 52)· πετῶ
πεπέτηκα πέπτηκα, ὅθεν τὸ πέπτωκα· πεπτηκώς, ὡς ἑστηκῶς, καὶ
ἀφαιρέσει πεπτηώς πεπτηυῖα, ὡς ἑστηκυῖα, μεμαυῖα:
87
<Πέπτωκα> ἄλλως· πετῶ πετώσω πεπέτωκα, καὶ πέ-
πτωκα· ἢ ποτῶ ποτήσω πεπότηκα πέπτωκα:
88
<Πέφαται,> πεφόνευται. φῶ φάζω καὶ σφάζω φάσω
πέφασμαι πέφασται, πέφαται καθ' ὑφαίρεσιν:
89
<Πέπονθα·> πήθω πήσω ἔπαθον· πέποθα παρακείμενος
μέσος καὶ πέπονθα:
90
<Πεφυζότες,> λελιγμότες, ἀπὸ τοῦ φυζῶ καὶ λιχμῶ,
λελιχμηκότες πεφυζηκότες, εἶτα κατὰ συγκρότησιν:
91
<Παρμέμβλωκα·> μένω μενῶ μεμένηκα (so)· μεμέμβληκα
(so), ὡς ἔρρηγα ἔρρωγα· ἢ ἀπὸ τοῦ μολῶ μεμόληκα μέμολκα·
ὑπερθέσει τοῦ λ̅ μέμλοκα, εἶτα τροπῇ τοῦ ο̅ εἰς ω̅ μέγα καὶ [κατὰ]
κατ' ἐπένθεσιν τοῦ β̅ μέμβλωκα:
92
<Πόρκις> (so), τῆς ἐπιδορατίδος ὁ δακτύλιος:
93
<Στίβη,> τὸ ἐκ τῆς πάχνης πάγος, ἐκ τοῦ ἐναντίου κληθὲν
τοῦ στίβειν· δυσκίνητα γὰρ ποιεῖ τὰ μέλη:
94
<Στεῦται·> στέγω, καὶ κατὰ παραγωγὴν στέω στέομαι
στέῃ στέεται, συναιρέσει στεῦται:
95
<Σῶκος,> ἐπίθετον Ἑρμοῦ, σάοικος, ὁ τοὺς οἴκους σώζων·
ἢ ἀπὸ τοῦ σέσωκα σωκῶ σῶκος:
96
<Τήθεα,> τὰ ὄστρεα, τὰ παρὰ τὴν θῖνα ἐρριμμένα:
97
<Τεῦχε·> ἀναύξητον· οἱ γὰρ Ἴωνες οὔτε τὴν χρονικὴν
οὔτε τὴν συλλαβικὴν ποιοῦσιν αὔξησιν, ἀλλ' ἀπὸ τοῦ αὐτοῦ
ἄρχονται ἐπί τε ἐνεστῶτος καὶ παρατατικοῦ καὶ ἀορίστου καὶ
μέλλοντος:
98
<Ταφών·> θήπω ἔθαπον θαπών, εἶτα καθ' ὑπαλλαγὴν
τῶν στοιχείων εἰς τὰ ἀντίστοιχα ταφών:
99
<Τετύκοντο·> τεύχω ἔτυχον ἔτυκον, καὶ κατὰ ἀναδιπλα-
σιασμὸν ἐτέτυκον ἐτετυκόμην:
100
<Τεθναίη·> θνῶ τεθνῶ τέθνημι τεθνάς:
101
<Ὑπεμνήμυκα·> ἠμύω ἠμύσω· «τῷ κε τάχ' ἠμύσειε
πόλις Πριάμοιο ἄνακτος» 〈Hom. Β 373. Δ 290〉. ἤμυκα, ἀναδιπλα-
σιασμὸς ἐμήμυκα, ἐμήμνυκα πλεονασμῷ, σημαίνει δὲ τὸ ἐστύγνασε
καὶ κατηνέχθη:
102
<Χώσεται,> χολώσεται, καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ
χώομαι χωόσομαι χώσομαι:
103
<Ὤρεσι,> γυναιξί· ἀπὸ τοῦ ὀαρίζειν ἤτοι ὁμιλεῖν· ἢ ἀπὸ
τοῦ συναρηρέναι, ἔνθεν καὶ ξυνωρίς, παρὰ τὸ συνηρμόσθαι:
104
<Ὠλέναι,> (am rande steht κυρίως) αἱ χεῖρες, ἀπὸ ὀλοῦ-
σθαι καὶ πληροῦσθαι ἐνεργημάτων ἀεί:
105
<Τετρήχει·> ταράσσω ταράξω τετάραχα τέτραχα τέτρηχα
Ἰωνικῶς, ἐτετρήχει:
106
<Τέτληκα·> ταλῶ ταλάσω, ἐξ οὗ ταλάσια ἔργα ταῖς γυναι-
ξὶν οἰκεῖα, τὰ ἀπὸ τῆς ἐρέας καὶ τῶν τοιούτων· τετάλακα τέτλακα,
καὶ Ἰωνικὴ ἐπέκτασις τέτληκα:
107
<Τεταγών·> τάζω τὸ λαμβάνω, ἔταγον, διπλασιασμὸς
τέταγον, τεταγών:
108
<Ἑαδότα> (ἐαδότα cod.)· ἥδω τὸ ἡδονὴν ἐμποιῶ καὶ
ἀρέσκω· ὁ μέλλων ἥσω· ἧκα· ἧδα μέσος· κατὰ διαίρεσιν ἔαδα
ἐαδώς ἐαδότα (so):
109
<Καραδοκεῖν,> τὸ τοῦ πράγματος κεφάλαιον ἐπιζητεῖν
καὶ ἐπιτηρεῖν ὅποι χωρήσει (χωρήση cod.)· παρὰ τὸ κάρα καὶ τὸ
δοκῶ τὸ ἐπιτηρῶ:
110
<Κομιδή,> συναγωγή, ἐπιμέλεια, ἀπὸ τῆς τῶν καρπῶν
συγκομιδῆς. ἀπὸ οὖν τοῦ κομιδή ὀνόματος γίνεται κομιδῇ ἐπίρρημα:
111
<Κωμᾶσθαι,> κυρίως τὸ ἐπὶ τοῖς κοιμωμένοις βαδίζειν.
ἔστιν οὖν κῶμος ὁ καιρὸς ὁ ἀπὸ δείπνων πρὸς ὕπνον καλῶν. ἐκ
τούτου καὶ τὸ κωμάζειν τὸ ἐπὶ ὕπνον βαδίζειν. τὸ δὲ κῶμος ἀπὸ
τοῦ κοιμῶμαι, ἐξ οὗ καὶ κώμη τὸ χωρίον, ἡ κοιμητηρία καὶ ἀνά-
παυσις τῶν ζώων:
112
<Καρυκεύουσα,> ἡδύνουσα (so hat die hs.)· καρύκη γὰρ
βρῶμα Λύδιον ἐκ πολλῶν ἐδεσμάτων συνεστηκός:
113
<Κατεκήλησε,> κατεπράυνε, κατέθελξε. κηληθμός λέ-
γεται ἡ τῆς ἀκοῆς θέλξις (über diesem worte steht in der hs. τέρ-
ψις)· εἴρηται ἀπὸ χαληθυμός τις ὤν, καὶ συγκοπῇ χαληθμός, καὶ
τροπῇ κηληθμός. τὸ δὲ κηλῶ παρὰ τὸ χῶ τὸ χαλῶ, ὁ μέλλων
χήσω, καὶ ἐξ αὐτοῦ χηλῶ καὶ κηλῶ:
114
<Κιγκλίδες,> τῶν ἐν δικαστηρίοις θυρῶν. καὶ κιγκλίζειν
(so hat die hs. deutlich) τὸ κινεῖν καὶ πειράζειν. καὶ κίγκλος ὄρνις
τις, πυκνῶς τὸ οὐράδιον σείουσα, διὰ τοῦτο καὶ σεισοπυγὶς ὀνο-
μάζεται. κιγκλίς οὖν, οἱονεὶ κυκλὶς οὖσα, παρὰ τοὺς γινομένους
κύκλους σειομένης αὐτῆς:
115
<Καταπροέσθαι·> προίημι· ὁ παθητικὸς παρακείμενος
ἕμαι, ὁ ἀόριστος ἕθην· ὁ μέσος ἕμην, τὸ ἀπαρέμφατον ἕσθαι καὶ
προέσθαι:
116
<Κ<Σ>αρδαμύττειν> (so), σημαίνει τὸ συνεχῶς τὰ βλέφαρα
κινεῖν καὶ εἰς ἐπίμυσιν ἄγειν, ἀπὸ τοῦ καρδάμου, ὃ ἄν τις προσ-
ενέγκηται, συνεχῶς τὰ βλέφαρα μύει:
117
<Ὀνῶ,> σημαίνει τέσσαρα· ὀνῶ τὸ μέμφομαι· «νῦν δέ σευ
ὠνοσάμην (ὀνοσάμην cod.) πάγχυ φρένας, οἷον ἔειπες» 〈Hom.
Ρ 173〉, τρίτης συζυγίας τῶν περισπωμένων. ὀνῶ τὸ ἀπολαύω,
συζυγίας δευτέρας τῶν αὐτῶν· «αὐτὰρ (ἀτὰρ cod.) Ἀχιλλεὺς οἶος
τῆς (so) ἀρετῆς ἀπονήσεται» 〈Hom. Λ 761 f.〉. ὀνῶ τὸ ὠφελῶ
(ὀφελῶ cod.). καὶ ὠνῶ, ὅπερ ὠνοῦμαι γράφεται:
Nach diesem artikel folgt in der hs. noch folgendes: μεγίστας
ἁπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοί τι παρὰ τὸν βίον, καὶ
οἱ μὴ τὰ (am rande λν<κ'> = Λουκιανός) ἀληθῆ συγγεγραφότες· ἐν
οἷς ἦν καὶ Κτησίας ὁ Κνίδιος ἦν (so) καὶ Ἡρόδοτος: sodann
a linea: ἀνερπύσαντες δὲ ὅμως κατὰ κρημνοὺς προῄειμεν διά
τινος ἀκανθώδους καὶ σκολόπων μεστῆς ἀτραποῦ usw. bis herunter
fol. 87r. auf fol. 87v steht von neuerer hand: περὶ τοῦ θανάτου
τοῦ σοφοκλέους, und nun folgt die bekannte geschichte über das
ende des Sophokles: Σοφοκλῆς ῥάγα σταφυλῆς καταπιὼν ἀπεπνίγη
εʹ καὶ ρʹ ζήσας ἔτη: οὗτος ἀπὸ (so) ἰοφῶντος τοῦ υἱέος usw., also
jedenfalls lauter dinge, die mit den σχηματισμοί in gar keinem zu-
sammenhang stehen.
{ΗΡΩΔΙΑΝΟΥΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ.} Ἔτι τῶν σημείων ἄν τις φαίη καὶ ταῦτα, ὅσα ἀριθμοῦσημεῖά ἐστι. καὶ γὰρ ταῦτα ἔν τε ταῖς γραφαῖς τῶνβιβλίων ἐπὶ τοῖς πέρασιν ὁρῶμεν γραφόμενα· ἀλλὰ καὶπαρὰ Σόλωνι τῷ τοὺς νόμους Ἀθηναίων γράψαντι τὰ ἐπ'ἀργυρίῳ προστιμήματα τούτοις ὁρῶ τοῖς γράμμασι σε-σημασμένα. καὶ στήλας δὲ τὰς παλαιὰς καὶ ψηφίσματακαὶ νόμους πολλοὺς οὕτως ἐστιν εὑρέσθαι τὰ τῶν ἀριθμῶνσημεῖα ἔχοντας. φέρε οὖν καὶ ταῦτα γράψωμεν, ἵνα μη-δὲν ὑμῖν παρῶφθαι δόξῃ. τὸν μὲν οὖν ἕνα ἀριθμὸν, ἓνἰῶτα σημαίνει· τὸν γὰρ δύο, δύο ιι. καὶ οὕτω μέχρι τῶν