tlg0087.tlg043
- Authority group
- Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Περὶ αὐθυποτάκτων καὶ ἀνυποτάκτων, ed. I. Bekker, Anecdota Graeca, vol. 3, Berlin: Reimer, 1821: 1086–1088.
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg043.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ὅπου, οὐχ ὑποτάσσουσιν. ἀλλ' οὐδὲ τὸ ἵνα τί, ἀντὶ τοῦ διὰ τί,ὑποτάσσει. Καὶ τὸ μή ὑποτάσσει, ὅτε λέγει τις ὡς προςτάσσων<μὴ ἐλεήσῃς ὑπεύθυνον.> ὑποτάσσει δὲ τὸ μή καὶ ὅτε ἔχειπροκείμενον αὐτοῦ τὸ οὔ, ὡς τὸ <ἑπόμενος ἐμοὶ οὐ μὴ ἐκ-τοπίσῃς.> ὅτε δὲ τὸ μή ἐρωτηματικόν ἐστιν, οὐχ ὑποτάσσει, <μὴμάτην διδάσκομεν;> Καὶ τὸ ἕως, ὅτε κεῖται μόνον, οὐχ ὑπο-τάσσει· ὅτε δὲ κεῖται μετὰ τοῦ οὗ, ὑποτάσσει.{HERODIANVSDE SOLOECISMO ET BARBARISMO.} Πᾶς λόγος μὴ ἀκριβῆ τὴν ὁμιλίαν ἔχων ἀπαιδευσίας ἱκανὰφέρει τεκμήρια· ὅθεν τοὺς πειρωμένους τὴν γραμματικὴν μεταδιώ-κειν ἀναγκαῖόν ἐστιν ἀσολοίκιστον καὶ ἀβαρβάριστον τὴν προφορὰντῶν λόγων ποιεῖσθαι, εἰδότας τὴν ἐν αὐτῇ γινομένην ἁμαρτίαν. μή-τηρ γὰρ φιλοσοφίας καὶ ῥητορικῆς γέγονε γραμματικὴ καὶ πάσηςκαλῶς λεγομένης ἐπιστήμης τε καὶ τέχνης ῥίζα καὶ γένεσις πέφυ-κεν αὕτη, θρέψαι δυναμένη παιδὸς ἀρετήν, ἀκριβουμένη διὰ τεχνι-κῆς ἐμπειρίας εἰς τὴν ἀναμάρτητον τῆς λέξεως ἐμπειρίαν, ἐξ ἧςπᾶς ἔπαινος ὑψοῦται. ἐπὶ τὴν εὔθυναν οὖν τῶν σολοικισμῶν καὶβαρβαρισμῶν τὸν λόγον ἡμῶν ἀναγκαῖόν ἐστιν ἐσπεῦσθαι. πειράσο-μαι δὴ κατὰ πάντα προνοεῖσθαι τοῦ διδασκαλικώτατα καὶ σαφέ-στατα λέγειν· μία γὰρ αὕτη πρὸς νέον λόγων ὁδὸς εὐκόλως καὶ λευ-κῶς ἐπὶ τὴν μάθησιν ἐλθεῖν. τρεῖς οὖν γίνονται κακίαι περὶ λόγον·σολοικισμός, βαρβαρισμὸς καὶ ἀκυρολογία. πρῶτον δὲ τὰ τοῦ σολοι-κισμοῦ καταμάθωμεν. γίνεται οὖν σολοικισμὸς ἐν συμπλοκῇ λέξεων ἀλλήλαις ἀναρ-μόστων εὔκολος, ὅταν ἡ διαίρεσις πρὸς τὴν συμπλοκὴν τῶν λόγωνμὴ ἄγαν ᾖ εὐάρμοστος. ὧν γὰρ καλοῦμεν ἢ προφερόμεθα πάντωςἕκαστόν ἐστιν ἢ ὄνομα ἢ προσηγορία ἢ ῥῆμα ἢ μετοχὴ ἢ ἄρθρον ἢἀντωνυμία ἢ πρόθεσις ἢ ἐπίρρημα ἢ σύνδεσμος· ἐννέα γὰρ ταῦταἔστι μέρη τοῦ λόγου, ὧν ἔξωθεν οὐδεμία ταῖς ὁμιλίαις ἐμπολιτεύεταιλέξις. ἡ δὲ παραλλαγὴ τούτων εἰς τὸν τῶν ἁμαρτημάτων ὄλισθονἁλίσκεται. προσηγορία μὲν οὖν ἐστὶ λέξις γενικήν τινα ἐμφαίνουσα διά-νοιαν, οἷον ἄνθρωπος, ἵππος, βοῦς· ἔθνος γὰρ τούτων ἕκαστον καὶγένος. ὄνομα δέ ἐστιν ὃ ἀπὸ τοῦ γένους τὸ εἶδος χαρακτηρίζει. ἄν-θρωποι γὰρ πολλοί· ὅταν δὲ εἴπωμεν Δημοσθένης, Αἰσχίνης, τῷὀνόματι τὸ εἶδος ὑποπίπτει. ῥῆμα δέ ἐστιν ὃ τῶν πραγμάτων τὰπάθη δηλοῖ ἢ τὰς ἐνεργείας, οἷον ὁ μὲν ἄνθρωπός ἐστι προσηγορία·εἶτα ἠρωτήσαμεν, τίς; ὑπήντησε τὸ ὄνομα, Δημοσθένης· ἀνάγκητοῦτον τί ποιεῖ κατηγορεῖσθαι. τὸ γὰρ ῥῆμα οὐκ ἐν σώματι κεῖται,ἀλλ' ἐνεργείᾳ ἢ πάθει· δηλοῦται γὰρ ὑπὸ μὲν τῶν προσηγοριῶν τὰγένη, ὑπὸ δὲ τῶν ῥημάτων αἱ πράξεις. ἴδωμεν οὖν πῶς πρῶτον ὁσολοικισμὸς περὶ ταῦτα συμβαίνων τὴν ὀρθοέπειαν ἀδικεῖ· ἀρξόμεθαδὲ ἀπὸ τῶν προσηγοριῶν καὶ τῶν ὀνομάτων. παρέπονται δὲ ταῖς προσηγορίαις καὶ τοῖς ὀνόμασιν ἀριθμοὶ μὲντρεῖς, πτώσεις δὲ πέντε καὶ γένη πέντε· ἀρσενικόν, θηλυκόν, οὐδέ-τερον, κοινὸν καὶ ἐπίκοινον. ἐν τάξει δὲ ἀπὸ τῶν ἀριθμῶν εὐθύνω-μεν τὸ σφάλμα τοῦ σολοικισμοῦ. ἀριθμός ἐστιν ἑνικὸς ὁ Αἴας, δυϊκὸς τὼ Αἴαντε, πληθυντικὸςοἱ Αἴαντες. δεῖ τοίνυν ἑνικὸν ἑνικῷ ἐπιφέρειν καὶ δυϊκῷ δυϊκὸν καὶπληθυντικῷ πληθυντικόν· ἐὰν δέ τις ἑνικῷ πληθυντικὸν ἢ πληθυν-τικῷ ἑνικὸν ἢ πάλιν δυϊκῷ πληθυντικὸν ἐπενέγκῃ, περὶ τοὺς ἀριθ-μοὺς ὁ σολοικισμός, οἷον ὅστις γὰρ ἀνδρῶν οἴεται μεῖζον φρονεῖν, οὗτοι διαπτυχέντες ὤφθησαν κενοί·τῷ γὰρ ἑνικῷ τὸ πληθυντικὸν ἐπενεχθὲν ἀναρμόστως τὸν λόγονἔβλαψεν. ἐπὶ δυϊκοῦ· Αἴαντε δ' ὁρμήσαντες ἐκ ξυνωρίδος·ἔδει γὰρ ἐπενεχθῆναι δυϊκῷ δυϊκόν. τὸ δὲ πληθυντικὸν τῷ ἑνικῷσυναφθὲν ἀσχημονεῖ· ἦλθεν δὲ λαοὶ μυρίοι πρὸς ᾐόνα·πληθυντικῷ γὰρ ἐπιφερομένῳ τῷ λαοὶ μυρίοι ἔδει συνῆφθαι πληθυν-τικὸν τὸ ἦλθον, οὐχὶ ἦλθεν. οὕτω δεῖ καὶ ἐπὶ τῶν πτώσεων ὀνομαστικῇ μὲν ἐπιφέρειν ὀνομα-στικήν, γενικῇ δὲ γενικὴν καὶ πάσαις τὸ ἀκόλουθον. εἰ δέ τις παρ-αλλάξει τὰς πτώσεις, σολοικισμὸν ἀκούει· «Νέστωρ» γὰρ εἰπών,«οὐδὲν αὐτοῦ γλυκύτερον» εἰ ἐπενέγκοι, περὶ τὴν πτῶσιν ἁμαρτή-σεται. ὁμοίως δὲ κἂν δοτικήν τις ἀντὶ γενικῆς ἐπενέγκῃ, τῶν ἐπι-φερομένων οἰκείων τῇ γενικῇ τυγχανόντων, ἁμαρτήσεται, οἷον <Τρωσὶμὲν ἡγεμόνευεν> ἀντὶ τοῦ Τρώων· ἢ πάλιν αἰτιατικὴν ἀντὶ δοτικῆς· χεῖρας δὲ Τρώων ὅπλ' ἔδωκαν Ἑλλάδος,ἀντὶ τοῦ δοτικῇ χρήσασθαι «χερσὶ δὲ Τρώων ὅπλ' ἔδωκαν». καὶπάλιν ἀντὶ αἰτιατικῆς γενικήν· τιμᾶν Μακεδόνων εἵνεκ' εὐανδρησίας,ἀντὶ τοῦ αἰτιατικῇ χρήσασθαι «Μακεδόνας τιμᾶν». καὶ πάλιν εὐ-θεῖαν ἀντὶ κλητικῆς, οἷον <χαῖρε, φίλος> ἀντὶ τοῦ κλητικῇ χρή-σασθαι «χαῖρε, ὦ φίλε». γενῶν δὲ ἀρρενικὸν μέν ἐστιν ὁ Αἴας, θηλυκὸν δὲ ἡ Ἑλένη, οὐ-δέτερον δὲ ἀπὸ τοῦ μηδετέρου τὴν ἔμφασιν ἔχειν, οἷον τὸ βῆμα, τὸπαιδίον· κοινὸν δὲ ὃ ἴδιόν ἐστι τῶν δύο γενῶν ἀρσενικοῦ καὶ θηλυ-κοῦ, οἷον ὁ ἄνθρωπος· ἐπίκοινον δὲ ὃ τῇ μὲν δυνάμει τάσσεται κατὰτῶν δύο γενῶν, οὐκ ἐπιδέχεται δὲ τὸ ἀρρενικὸν ἄρθρον, οἷον γαλῆ,περιστερά· καὶ γὰρ ἡ θήλεια καὶ ὁ ἄρσην ἐπικοινωνεῖ ταῖς προση-γορίαις, τὸ δὲ ἄρθρον ἀναιρεῖται· οὐδεὶς γὰρ λέγει ὁ περιστερά, ὁγαλῆ. ὥσπερ οὖν καὶ ἐπὶ τῶν προαγόντων εἴρηται, δεῖ καὶ ἐπὶ τῶνγενῶν ἀρρενικὸν μὲν ἀρρενικῷ ἀκολουθεῖν, θηλυκῷ δὲ θηλυκόν, οὐδ-ετέρῳ δὲ οὐδέτερον. ἡ δέ γε ἀντεμβολὴ καὶ τούτων σολοικισμὸνἐνόσησεν, οἷον <πρὸς κίονα μακρήν·> ἀρρενικῷ γὰρ ὄντι τῷ κίοναἐπήνεγκε θηλυκὸν τὸ μακρά· ἔδει δὲ ἀρρενικῷ τῷ κίονα ἀρρενικὸνἐπενεγκεῖν τὸ μακρόν. πάλιν τὸ ἐναντίον ἐν τῷ <κλυτὸς Ἱππο-δάμεια·> ἔδει γὰρ τῷ Ἱπποδάμεια ὄντι θηλυκῷ συμφώνως καὶ τὸκλυτὴ συμπλέξαι. καὶ ἐπὶ τοῦ οὐδετέρου· <δῶρόν τοι ἐγώ, τέκ-νον φίλε·> οὐδετέρῳ γὰρ οὐδέτερον ἔδει συνεζεῦχθαι καὶ εἰπεῖν ὡςτέκνον, οὕτω καὶ φίλον. τὸ δὲ κοινωνεῖν τοῖς γένεσι τὸν τοῦ σολοι-κισμοῦ κίνδυνον ἐκφεύγει. τῷ δὲ ἐπικοίνῳ ἐστὶν ἐγχωροῦν ποτὲ εἰςὄλισθον σολοικισμοῦ πεσεῖν, ἐὰν προτάξῃ τις τὸ μὴ ὀφειλόμενονἄρθρον, ὁ περιστερά, ὁ γαλῆ. συγκρίσεις δὲ ταῖς προσηγορίαις παρακολουθοῦσιν, ὅθεν καὶπερὶ σύγκρισιν γίνονται σολοικισμοί. ἀπολελυμένον μὲν γάρ ἐστιταχύς, βραδύς, συγκριτικὸν δὲ ταχύτερος, βραδύτερος, ὑπερθετικὸνδὲ ταχύτατος, βραδύτατος. ὅταν μὲν οὖν μηδὲν μηδενὶ συγκρίνωνἐπαινῇς, λέγε ταχύς, παχύς, βραδύς, κυρτός· ὅταν δὲ πρὸς ἕνα τὴνπαράθεσιν προσάγῃς, λέγε ταχύτερος ὅδε τοῦδε· ὅταν δὲ ὑπερβάλ-λῃς τὸν ἔπαινον, λέγε ταχύτατος. ὅταν οὖν ἢ μηδενὶ συγκρίνων ἀντὶἀπολελυμένου τοῦ ταχὺς τῷ συγκριτικῷ προσέλθῃς, ἢ ἑνὶ συγκρί-νων ἀντὶ τοῦ ταχύτερος τὸ ὑπερθετικὸν εἴπῃς, ὅδε τοῦδε ταχύτατος,ἁμάρτημα μετὰ σολοικισμοῦ συναντήσει. γίνεται δὲ οὕτω τὸ ἁμαρ-τανόμενον, οἷον «Πηλείδης ἐστὶν Ὀιλιάδου ὀξύτατος» ἀντὶ τοῦ ὀξύ-τερος· πρὸς ἕνα γὰρ ἡ παράθεσις. καὶ πάλιν «ὠκύτερος πάντων»εἰπεῖν ἁμάρτημα· δεῖ γὰρ τοῦ πάντων κειμένου προτετάχθαι τὸὑπερθετικὸν ὠκύτατος. τῷ δὲ ὀνόματι καὶ ταῖς προσηγορίαις ἐν τάξει τῶν λόγων ἐπι-ζεύγνυται τὸ ῥῆμα· ἐπεδείκνυμεν γὰρ ὅτι τὸ ῥῆμά ἐστιν ὃ ἐνέργειανἢ πάθος δηλοῖ, ἐνέργειαν μὲν ὅταν εἴπω γράφω, πάθος δὲ ὅτανεἴπω γράφομαι. περὶ δὴ πρῶτον αὐτὸ γίνεται σολοικισμός, ὅταν τιςτῷ πάσχοντι ἐνεργητικὸν ῥῆμα περιάψῃ, οἷον