The Greek Library Author

Anonymous

tlg0087.tlg044

Authority group
Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
Edition reference
Περὶ σολοικισμοῦ καὶ βαρβαρισμοῦ, ed. A. Nauck, Lexicon Vindobonense, St. Petersburg: Eggers, 1867 (repr. Hildesheim: Olms, 1965): 294–312.
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg044.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

301

ἐγάμησεν Ἑλένη τὸν θεοῖς στυγούμενον·

ἔδει γὰρ τὸ παθητικὸν τῇ γυναικὶ περιάψαι, ἐγαμήθη Ἑλένη· νῦν

δὲ ἀντεισῆλθε τὸ ἐνεργοῦν, ἐγάμησεν Ἑλένη. πάλιν ἄν τις τάξῃ τὸ

παθητικὸν ἀντὶ ἐνεργητικοῦ, τὴν ὁμιλίαν ἀδικεῖ, οἷον <ἀπόλωλα δὲ

302

παρθενίαν·> τὸ γὰρ ἀπόλωλα παθητικόν ἐστιν, ἔδει δὲ τῷ ἐνεργη-

τικῷ χρήσασθαι, ἀπολώλεκα παρθενίαν.

ὥσπερ δὲ ἐπὶ τῶν προσηγοριῶν, οὕτω πάλιν καὶ ἐπὶ τῶν ῥημά-

των ἐκ τῶν παρεπομένων γίνεται σολοικισμός· παρέπεται δὲ τοῖς

ῥήμασι πρόσωπα, εἴδη, χρόνοι. πρόσωπα μὲν τρία, ἐγώ, σύ, ἐκεῖνος·

οἷον τρέχω ἐγώ, τρέχεις σύ, τρέχει ἐκεῖνος. γίνεται τοίνυν περὶ τὰ

πρόσωπα σφάλματα, ὅταν μὴ τῷ πρώτῳ προσώπῳ τις τὸ πρῶτον

ἐπενέγκῃ ἢ τῷ δευτέρῳ τὸ δεύτερον ἢ τῷ τρίτῳ τὸ τρίτον, ἀλλ' ἢ τὸ

τρίτον τῷ πρώτῳ ἢ ἕν τι τῶν ἄλλων ἀνακολούθως ἑτέρῳ· οἷον «ὡς

δὴ ἐγὼ γελᾷ» παρὰ τῷ λυρικῷ Σιμωνίδῃ· τὸ γὰρ ἐγὼ πρώτου ἐστὶ

προσώπου, τὸ δὲ γελᾷ τρίτου· διότι τοίνυν ἐπήνεγκε τῷ πρώτῳ τὸ

ἀνακόλουθον, τὴν ὀρθοέπειαν ἔβλαψεν· ἔδει γὰρ εἰπεῖν ἐγὼ γελῶ ἢ

ἐκεῖνος γελᾷ. καὶ τὸ Ὁμηρικόν·

ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς' ἐν Ὀλύμπῳ,

σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστοι.

303

τὸ μὲν γὰρ ἐπιπείθονται τρίτου προσώπου, τὸ δὲ δεδμήμεσθα πρώ-

του· ἔδει τοίνυν συνάψαι τὸ ἀκόλουθον, ἢ πειθόμεθα καὶ δεδμή-

μεσθα ἢ πείθονται καὶ δέδμηνται.

εἴδη δὲ τοῖς ῥήμασι ταῦτα παρέπεται, ὁριστικόν, εὐκτικόν, ἐπι-

ζευκτικόν, ὃ καὶ ὑποτακτικὸν καλεῖται, προστακτικόν, ἐρωτηματικόν,

ἀπαρέμφατον. ὁριστικὸν μὲν ὃ καὶ καταφατικὸν καλοῦσιν, οἷον γρά-

φω, παιδεύω· ταῦτα γὰρ προτασσόμενα ποιεῖ τὴν ἐπίζευξιν· ἐρω-

τηματικὸν δὲ ὁριστικοῦ τῷ τόνῳ τῆς προφορᾶς παραλλάσσει· γρά-

φω; παιδεύω; τὸ δὲ προστακτικὸν πρώτου προσώπου κατὰ τὴν

πρόσταξιν ἐρημοῦται· οὐδεὶς γὰρ ἑαυτῷ προστάσσει· γίνεται γὰρ

ὁριστικόν, εἴ τις ἐθελήσει λέγειν προστακτικῶς, εὖ γράφω· ἀλλὰ

δευτέρῳ καὶ τρίτῳ προσώπῳ, γράφε, γραφέτω. ἐπὶ μέντοι τῶν πλη-

θυντικῶν τοῖς τρισὶ προσώποις ὁλόκληρον τὴν πρόσταξιν ἐκσώζει,

γράφωμεν, γράφετε, γραφέτωσαν. ἀπαρέμφατον δὲ λέγεται τὴν

ἐτυμολογίαν ἔχον ἀπὸ τοῦ μήτε πρόσωπα μήτε ἀριθμοὺς ἐμφαίνειν·

γράφειν γὰρ ἐμὲ καὶ γράφειν σὲ καὶ γράφειν ἐκεῖνον, τὸ ῥῆμα τὸ

αὐτὸ ἐπὶ τῶν τριῶν προσώπων νοεῖται· γράφειν ἕνα καὶ γράφειν

πολλοὺς οὐδέν τι μᾶλλον εἰς ἀλλοίωσιν ἐπὶ τοῦ πλήθους μεταβαίνει

τὸ ῥῆμα. ἐν δὲ τοῖς εἴδεσι τούτοις σπανίως ὁρᾶται ὁ σολοικισμός·

ἀφέστηκε γὰρ ἀλλήλων. σολοικισμὸς δὲ γίνεται ἐπ' ἐνίων ἀντὶ τοῦ

προστακτικοῦ τῷ ὁριστικῷ χρωμένων κατὰ συνήθειαν· οἷον ἐντέλλο-

304

μαί σοι, εἶπον τῷ δεῖνι ἐλθεῖν· τὸ γὰρ εἶπον ὁριστικόν ἐστι πρώτου

προσώπου· δεῖ δὲ προστακτικῷ χρῆσθαι, εἰπὲ ἐλθεῖν. πλεῖστοι δὲ

ἐν τοῖς εἴδεσι περὶ τὰ ἐπιζευκτικὰ γίνονται σολοικισμοί, ἐνίων ὁμοίως

καθάπερ ἐπὶ τῶν ὁριστικῶν λέγομεν τὸ γράφω γράφεις γράφει καὶ

κατὰ τὸ ἐπιζευκτικὸν τὸ αὐτὸ νοούντων, ἐὰν γράφω, ἐὰν γράφεις,

ἐὰν γράφει· δεῖ δὲ ὅσα τῶν ὁριστικῶν διὰ τοῦ εις ει ἢ εῖς εῖ τὴν

ἔξοδον ἔχει, ἐπὶ δευτέρου καὶ τρίτου προσώπου ἐν τοῖς ἐπιζευκτικοῖς

διὰ τοῦ η ἐκφέρεσθαι, ποιεῖς, ποιεῖ, ἐὰν ποιῇς, ἐὰν ποιῇ· ἐὰν δὲ διὰ

τοῦ α καὶ ι, ὁμοίαν τοῖς ὁριστικοῖς προφορὰν ἔχει τὸ ἐπιζευκτικόν,

οἷον γελῶ γελᾷς γελᾷ, ἐὰν γελῶ, ἐὰν γελᾷς, ἐὰν γελᾷ.

παρέπονται δὲ καὶ χρόνοι τοῖς ῥήμασιν, ἐνεστώς, παρεληλυ-

θώς, μέλλων. καὶ ἐνεστὼς μέν ἐστι τὸ γράφω, παρεληλυθὼς δὲ τὸ

ἔγραψα, μέλλων γράψω. ἔτι δὲ ὁ παρεληλυθὼς ἐν τέσσαρσι διαφο-

ραῖς βλέπεται, μίαν μὲν ἔχων τοῦ παρακειμένου καὶ παρῳχημένου,

οἷον γέγραφα, δευτέραν δὲ τοῦ παρατατικοῦ, οἷον ἔγραφον, τρίτην

δὲ τοῦ ἀορίστου συντελικοῦ, οἷον ἔγραψα, τετάρτην δὲ τοῦ ὑπερ-

συντελίκου, οἷον ἐγεγράφειν. πολὺ τοίνυν ἀραίωμα περὶ τοὺς χρό-

305

νους· αὐτὴ γὰρ ἡ φύσις τῇ προφορᾷ τοὺς λόγους ἐφαρμόζει· καὶ ὁ

μέλλει τις ποιήσειν οὐ λέγει ὅτι πεποίηκα οὐδὲ ἐποίησα, ἀλλὰ ποιή-

σω, καὶ ὃ πεποίηκεν, οὐ ποιήσω, ἀλλὰ πεποίηκα. ἔσθ' ὅτε δέ τινες

ἀντὶ παρῳχημένου τῷ ἐνεστῶτι χρῶνται, οἷον

γαμεῖ δ' ὁ μὲν δὴ Τυνδάρεω κόρην μίαν,

ἀντὶ τοῦ ἐγάμησε· καὶ

θύρσον δέ τις λαβοῦς' ἔπαισεν εἰς πέδον,

ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς,

ἀντὶ τοῦ ἐξεπήδησεν. ἐκεῖνον δὲ μᾶλλον ἄξιον τὸν σολοικισμὸν ἀπα-

κριβῶσαι, ἀναιδέστερον δ' ἐπιτολμῶντα τῷ περὶ τοὺς χρόνους ἁμαρ-

τήματι. λέγουσι γάρ τινες «γέγραφα πέρυσιν» καὶ χρῶνται τῷ

παρῳχημένῳ παρακειμένῳ ἀντὶ τοῦ ἀοριστώδους συντελικοῦ ἔγραψα.

ὁ μὲν γὰρ ἀοριστώδης συντάσσεσθαι δύναται καὶ ἐπὶ τοῦ πάλαι,

ἔγραψα ἄρτι καὶ ἔγραψα πάλαι, διὰ τὸ τῆς συντελείας ἀόριστον·

306

τὸ δὲ γέγραφα συντετέλεσται μὲν καὶ παρῴχηκεν, ἐπεὶ δὲ τὸν χρό-

νον παρακείμενον ἔχει τὸ γέγραφα, ἄρτι, οὐ πέρυσιν, ὤφειλε λέγειν.

τοιούτους καὶ ἐν τοῖς ῥήμασι σολοικισμοὺς ἐννοοῦμεν.

μετοχὴ δέ ἐστι ῥῆμα εἰς πτῶσιν κεκλιμένον, οἷον ῥῆμά ἐστι

γράφω, μετοχὴ δὲ γράφων, γράφοντος. μετοχὴ δὲ εἴρηται ἀπὸ τοῦ

μετέχειν καὶ τῶν τοῖς ῥήμασι παρεπομένων καὶ τῶν τοῖς ὀνόμασι·

μετέχει γὰρ ἁπάντων, ἄρθρων, γενῶν, πτώσεων, ἀριθμῶν, χρόνων,

παθῶν καὶ ἐνεργειῶν. περὶ ταῦτα πάντα γίνονται σολοικισμοί, ὡς

ὑπεδείξαμεν· δεδήλωται γὰρ ὡς περὶ τὰ γένη, περὶ τοὺς ἀριθμούς,

περὶ τὰς πτώσεις, περὶ τοὺς χρόνους, περὶ τὰ πάθη, περὶ τὰς ἐν-

εργείας γίνονται σολοικισμοί.

ἄρθρον δέ ἐστι λέξις ἐν συλλαβικῇ δυνάμει προτακτικὴ καὶ

ὑποτακτικὴ τῶν ἐμφαινόντων γένη καὶ πτώσεις. προτακτικὰ μὲν

ἀρσενικὰ ὁ, τοῦ, τῷ, τόν· ὑποτακτικὰ δὲ ὅς, οὗ, ᾧ, ὅν· πληθυντικὰ

δὲ ἀρσενικὰ προτακτικὰ οἱ, τῶν, τοῖς, τούς· ὑποτακτικὰ δὲ οἵ, ὧν,

οἷς, οὕς. κατὰ μέντοι Ὅμηρον πληθυντικὰ ὑποτακτικὰ οὐκ ἔστιν,

ἀλλὰ τὸ αὐτὸ τῷ προτακτικῷ, καθά φησι· <τοὶ δ' ἐπὶ θινὶ θα-

λάσσης ἱερὰ ῥέζον.> γίνεται τοίνυν σολοικισμὸς περὶ τὰ ἄρθρα

ἀρρενικοῖς ἀκολούθως· <αὐλῶνά θ' ἣν ἄρδουσι,> δέον λέγειν «ὃν

ἄρδουσιν»· ἢ ὅταν ἀντὶ πτώσεως ἑτέρα πτῶσις παραληφθῇ· ὁ <μὲν

307

πτελέης, ὁ δ' ἐλαίης·> ἢ ὅταν ἀντὶ προτακτικοῦ χρήσηταί τις

τῷ ὑποτακτικῷ·

τοίων γὰρ ἀνδρῶν σπέρμ' ἔδωσεν Ἑλλάδος

τῆς κατὰ Τροίαν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων προτακτικῶν ἄρθρων

καὶ ὑποτακτικῶν.

εὐπαρατήρητος δὲ ὁ περὶ τὰς προθέσεις σολοικισμός· γίνεται

δὲ ἄλλης εἰς ἄλλην μετατεθείσης. ἐλέγχεται δὲ περὶ τὴν διάνοιαν

τῶν πραγμάτων καὶ συνεργίαν, οἷον <εἰς ἐλάτην ἀναβὰς περι-

μήκετον> ἀντὶ τοῦ ἐν ἐλάτῃ, καὶ ὡς ἁμαρτάνουσι περὶ τὴν κοινὴν

ὁμιλίαν πολλοί· ποῦ ἐστιν ὁ πατήρ; εἰς βαίταν, ἀντὶ τοῦ ἐν βαίτῃ.

ὅμοιον γάρ ἐστι τοῦτο, ἐάν τις πυθομένῳ τινὶ ποῖ πορεύεται, ἀπο-

κριθῇ «ἐν βαίτῃ».

ἀντωνυμία δέ ἐστι λέξις ἀντὶ ὀνόματος τιθεμένη, ἣ ἐνέργεια κα-

λεῖται. ἐπιδέχεται δὲ πρόσωπα μὲν ὁμοίως τοῖς ῥήμασι, πτώσεις δὲ

ὁμοίως τοῖς ὀνόμασιν, οἷον ἐγώ, σύ, οὗτος, ἐκεῖνος, ἡμέτερος, ὑμέ-

τερος, νωίτερος, σφωίτερος. εἰσὶ δὲ καὶ ἁπλαῖ τινὲς τῶν ἀντωνυμιῶν

καὶ σύνθετοι· ἁπλαῖ μὲν ἐμέ, σέ, ἕ· σύνθετοι δὲ ἐμαυτόν, σαυ-

τόν, ἑαυτόν.

[ὑποτακτικόν, μὴ πίῃς. περὶ πρόσωπα, ὡς ἐν ἀντωνυμίᾳ·

<σφέτερον πατέρ' ὑμνείουσαι,> ἀντὶ τοῦ ὑμέτερον. περὶ τὰς

μετοχάς, ὡς

308

οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ

ἀντὶ τοῦ πληγεῖσαι. περὶ τὰ ἄρθρα·

μακροῖσι ξυστοῖσι, τά ῥά σφ' ἐπὶ νηυσὶν ἔκειτο.

περὶ τὰς προθέσεις· <κάππεσον ἐν Λήμνῳ.> καὶ παρὰ Θουκυδίδῃ

κεῖται· εἰς τὸ Ἡραῖον ἐκαθέζοντο, καὶ παρὰ Μενάνδρῳ·

καθιζάνει μὲν ἐνίοτ' εἰς τὰ σήσαμα,

καὶ ἐν Ψοφοδεεῖ ἐπίσημον. παρ' Εὐριπίδῃ·

πολλὴ μὲν κοὐκ ἀνώνυμος

θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ' ἔσω,

ἀντὶ τοῦ ἔνδον. περὶ τοὺς συνδέσμους, ἐάν τις τῷ <μὲν> τὸ δὲ μὴ

ἐπενέγκῃ, οἷον

Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής,

παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα.]

Τοῦ λόγου ἀρεταὶ μὲν ἕξ, ἑλληνισμός, σαφήνεια, συντομία,

κυριολογία, εὐσυνθεσία, εὐπρέπεια· κακίαι δὲ ταύταις ἀντικείμεναι,

ἀσάφεια, μακρολογία, ἀκυρολογία, κακοσυνθεσία, ἀπρέπεια, βαρ-

309

βαρισμός. ἑλληνισμὸς μὲν οὖν ἐστὶ λέξις ὑγιὴς καὶ ἀδιάστροφος ἢ

λόγου μερῶν πλοκὴ κατάλληλος· βαρβαρισμὸς δέ ἐστι λέξις ἡμαρ-

τημένη περὶ τὴν συνήθειαν. διαφέρει δὲ βαρβαρισμὸς σολοικισμοῦ,

ὅτι ὁ μὲν σολοικισμὸς τὴν τάξιν βλάπτει τοῦ λόγου, ὁ δὲ βαρβαρισ-

μὸς τῆς λέξεως. γίνεται δὲ ὁ βαρβαρισμὸς κατὰ τρόπους ὀκτώ,

κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ ἐναλλαγὴν ἢ συναλοιφὴν ἢ διαίρεσιν

ἢ τόνους ἢ χρόνους ἢ πνεῦμα.

περὶ μὲν οὖν <πρόσθεσιν> βαρβαρίζουσιν οἱ λέγοντες Σωκράτην,

Δημοσθένην· τὰ γὰρ εἰς ης λήγοντα σύνθετα οὐ προσλαμβάνει ἐπὶ

τῆς αἰτιατικῆς τὸ ν, ὅταν παρ' οὐδέτερον πρὸς τὴν κατάληξιν ἢ

ῥῆμα ἐπὶ τέλος ἐμφαίνηται. περὶ δὲ <ἀφαίρεσιν,> ὡς εἴ τις λέγει

τὸν Ἑρμῆ· δεῖ γὰρ τὸν Ἑρμῆν. περὶ δὲ <μετάθεσιν> οἱ λέγοντες

τὸν δίφρον δίρφον καὶ τὸν Μυτιληναῖον Μιτυληναῖον· ἀπὸ γὰρ Μύ-

τωνος τοῦ κτίστου Μυτιλήνη καλεῖται. περὶ δὲ <ἐναλλαγήν,> ὅσοι

λέγουσιν ἀντὶ τοῦ ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην· ὅσα

γὰρ ἀπὸ συμφώνων ἄρχεται τῶν φωνηέντων ἐν τῷ ἐνεστῶτι χρόνῳ,

ταῦτα κατὰ παρατατικὸν ἀπὸ τοῦ ε ἄρχεται, οἷον λέγω ἔλεγον·

οὕτω καὶ μέλλω ἔμελλον καὶ βούλομαι ἐβουλόμην καὶ δύναμαι ἐδυ-

νάμην. περὶ <συναλοιφήν,> ὡς Μένανδρος λέγει·

310

ὁ θάτερος δὲ τῶν δυοῖν Διοσκόρων,

ἀντὶ τοῦ φάναι ὁ ἕτερος· ἡ γὰρ τοιαύτη συναλοιφὴ γίνεται ἐπὶ οὐδε-

τέρου ἄρθρου, ὅταν αὐτῷ ὄνομα ἀπὸ φωνήεντος ἀρχόμενον ἐπιφέρη-

ται, οἷον τὸ ἕτερον λέγω θάτερον, ἐπὶ δὲ ἀρρενικοῦ οὐδαμῶς. περὶ

δὲ <διαίρεσιν,> ὡς ὅταν Ἡσίοδος λέγῃ·

Μάγνης δὲ κατ' αὐτὸ καὶ ἀντίθεον Πολυδεύκεα·

οὐ γὰρ διαιρεῖται ὧν ἡ αἰτιατικὴ εἰς ν λήγει, ἀλλ' εἰς η, οἷον Δη-

μοσθένεα Διογένεα, Δημοσθένη Διογένη. περὶ δὲ <χρόνους> βαρβα-

ρίζουσιν οἱ λέγοντες «ἐὰν βούλομαι» καὶ «ἐὰν ἔρχομαι», ἐπειδὴ τὰ

ὑποτακτικὰ τοῖς ὁριστικοῖς μιγνύουσι· φέρομαι, ἐὰν φέρωμαι, λέγο-

μαι, ἐὰν λέγωμαι· οὕτω καὶ ἐὰν βούλωμαι, ἐὰν ἔρχωμαι. ὁμοίως

καὶ περὶ <τόνους> βαρβαρίζουσιν οἱ λέγοντες ἀκρᾶτον προπερισπωμέ-

νως· δεῖ γὰρ λέγειν ἄκρατόν ἐστιν. ἡ γὰρ στέρησις προτιθεμένη

τῶν δισυλλάβων ὀνομάτων εἰς ος ληγόντων ἀναβιβάζει τὸν τόνον,

οἷον ἄκακος, ἄφθαρτος· οὐκοῦν ἄκρατος. περὶ <χρόνους> βαρβαρί-

ζουσιν οἱ λέγοντες πίνακις ἐκτεταμένως· δεῖ γὰρ λέγειν πινακὶς καὶ

κεραμίς, ὡς θυρὶς καὶ σανίς. περὶ δὲ <πνεῦμα> βαρβαρίζουσιν οἱ

λέγοντες αὕριον δασέως· δεῖ γὰρ ψιλῶς, ἐπεὶ εἴρηται παρὰ τὴν αὔ-

311

ραν, ἥτις ἕωθεν ἐκ τῶν ποταμῶν ἀναδίδοσθαι φιλεῖ·

αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό·

ἄλλως τε καὶ διὰ ψιλοῦ ἀντιστοίχου ἐστὶν ἡ συναλοιφή· εἰ γὰρ ἐδα-

σύνετο, διὰ τοῦ θ ὤφειλε συνηλεῖφθαι.

ἔνιοι μὲν λέγουσιν ἑλληνισμὸν εἶναι τὸν ποιητήν, ἔνιοι δὲ τὴν κοι-

νὴν διάλεκτον, ἥτις ἐγένετο συνελθόντων τῶν Ἑλλήνων εἰς Ἴλιον,

ἄλλοι δὲ τὴν ἐτυμολογίαν, ἥτος ἄχρι τοσούτου ... ... ἦλθεν εἰς

Κόρινθον καὶ πρὸς παίδευσιν γραμματικῆς ἔλαβε τοὺς παῖδας τῶν

πολιτῶν. ἔπειτα ἐρωτηθείς τις τί ἐστιν ἑλληνισμός, ἔφη «τὸ πάσαις

ταῖς διαλέκτοις ὀρθῶς χρῆσθαι».

βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν λόγῳ γινόμενον περὶ τὴν τῶν

ἑλληνιζόντων συνήθειαν. βαρβαρισμὸς εἴρηται οἱονεὶ βαρυαυδησμός

τις ὤν. γίνεται δὲ τρόποις πέντε, προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ,

μεταθέσει καὶ περὶ προσῳδίας. προσθέσει γράμματος, ὡς ἐάν τις

λέγῃ Αἰσχίνους δέον εἰπεῖν Αἰσχίνου· ἀφαιρέσει, ὡς ἐάν τις λέγῃ

Δημοσθένου δέον εἰπεῖν Δημοσθένους· ἐναλλαγῇ γράμματος, ὡς τὸ

δίρφος δέον εἰπεῖν δίφρος· μεταθέσει γράμματος, ὡς κίσηλις δέον

εἰπεῖν κίσηρις. γίνονται δὲ βαρβαρισμοὶ καὶ περὶ προσῳδίας. λέ-

312

γομεν δὲ βαρβαρίζειν καὶ τὸν ἀλλοφύλῳ λέξει χρώμενον, ὡς εἴ τις τὸ

μὲν ὑπαυχένιον κερβικάριον λέγει, τὸ δὲ χειρόμακτρον μάππαν.

[ἔμφασις δέ ἐστιν ἥπερ δι' ὑπονοίας ἐπίτασιν τοῦ λεγομένου

παρίστησιν, οἷον

αὐτὰρ ὅτ' εἰς ἵππον καταβαίνομεν ὃν κάμ' Ἐπειός.

ἐν τῷ καταβαίνομεν τὸ μέγεθος τοῦ ἵππου ἐμφαίνει. ὅμοιον δὲ κἀ-

κεῖνο· <πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματος·> καὶ γὰρ ἐν τού-

τῳ παρέχει μείζονα ἔννοιαν, ὡς βαπτισθέντος τοῦ ξίφους οὕτως

ὥστε θερμανθῆναι.]

{ΗΡΩΔΙΑΝΟΥΠΕΡΙΠΑΡΑΓΩΓΩΝ ΓΕΝΙΚΩΝ ΑΠΟ ΔΙΑΛΕΚΤΩΝ.}ΑΙ Θετταλικαὶ γενικαὶ εἰ μὲν ἀπὸ περισπωμένων κοινῶν γε-νικῶν ὦσι προπερισπῶνται· οἷον· καλοῖο, σοφοῖο· ἀπὸ δὲ βαρυ-τόνων, προπαροξύνονται. οἷον, Πριάμοιο, φίλοιο. Ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ ο γινόμεναι, εἰμὲν ἀπὸ ὀξυτόνων γενικῶν ὦσι, προπερισπῶνται· οἷον, Πετέω,Πετῶο· στερέω, στερῶο· Ταλάω, Ταλῶο· εἰ δὲ ἀπὸ βαρυτόνωνπροπαροξύνονται· οἷον, τοῦ Μίνω, τοῦ Μίνωο· τοῦ Ἀνδρογέω, τοῦἈνδρογέωο. τοῦ τόνου καταλεχθέντος, διὰ τὸ μὴ δύνασθαι πρὸτριῶν συλλαβῶν πίπτειν τόνον. Αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαὶ, εἰ μὲν ἀπὸ βαρυτόνων γενι-κῶν κοινωνοῦσι, προπαροξύνονται· οἷον, Ἀτρείδεω, Ὀρεστέω·ἀπαθεῖς δηλονότι οὖσαι· πάσχουσαι δὲ, πρὸ μιᾶς ἔχουσι τὸντόνον· Ἑρμείου, Ἑρμειέω, καὶ ἐν συγκοπῇ Ἑρμείω· Ἥρης, Ἑρμείωτε καὶ Ἡφαίστοιο ἄνακτος· (Il. Ο. 214.)εἰ δὲ ἀπὸ περισπωμένων τινῶν γενικῶν ὦσι, παροξύνονται· αὐλη-τοῦ, αὐλητέω· Καυσοῦ, Καυσέω· ὄνομα κύριον. Αἱ διὰ τοῦ αω, ἀπὸ μὲν βαρυτόνων, βαρύνονται· ἀπὸ δὲ περισπω-μένων, περισπῶνται· Ἀτρείδου, Ἀτρείδαο· ἀργέστου, ἀργέσταο. Τὸ μὲν προσηγορικὸν συστέλλει τὸ α· καὶ διὰ καθαροῦ τοῦ οςκλίνεται· τὸ δὲ κυρίως ἐκτεταμένον ἔχει τὸ α, ὡς ἰσοσυλλάβωςκλίνονται κατ' ἀποβολὴν τοῦ σ· οἷον λάα· ὡς κλίνεται τὸ μέ-γας· τὸ μὲν κυρίως ἐκτεταμένον ἔχει τὸ α· καὶ ἀποβολῇ τοῦσ ποιεῖ τὴν γενικήν· οἷον ὁ μέγας, τοῦ μέγα· τὸ δὲ ἐπίθετονσυστέλλει τὸ α· καὶ ὀφείλει διὰ καθαροῦ τοῦ ος κλιθῆναι, οἷον τοῦμέγαος, ἀλλὰ γίνεται ἑτερόκλιτον, καὶ κλίνεται τοῦ μεγάλου. Διατὶ εἶπεν ὁ τεχνικὸς πᾶσα γενικὴ εἰς ος λήγουσα τροπῇτοῦ ος εἰς ι τὴν δοτικὴν ποιεῖ; ἄτοπον γάρ ἐστι τὰ σύμ-φωνα εἰς φωνήεντα τρέπεσθαι. Ἰστέον ὅτι ἡ τροπὴ πενταχῶςγίνεται· ἔστι γὰρ τροπὴ κατὰ πάθος· ὡς ἐπὶ τοῦ ἐλαφοβόλος,ἐλαφηβόλος· ἔστι τροπὴ κατὰ παραγωγὴν, ὡς ἐπὶ τοῦ νέμωνόμος, λέγω λόγος· ἔστι τροπὴ κατὰ διάλεκτον, ὡς ἐπὶ τοῦὄναρος ὄνειρος Αἰολικῶς· ἔστι τροπὴ κατὰ πάθος, ὡς ἐπὶ τοῦἐλαιάφυτον, ἐλαιόφυτον. ἔστι τροπὴ κατὰ κλίσιν, ὡς ἐπὶτοῦ Αἴαντος, Αἴαντι· τροπῇ οὖν κλισέως καὶ τὰ φωνήεντα εἰςσύμφωνα τρέπονται· καὶ τὰ σύμφωνα εἰς φωνήεντα· καὶ τού-του χάριν εἶπε τροπῇ τοῦ ος εἰς ι. Διατί ἐν τοῖς δυικοῖς συνεζευγμέναι εἰσὶν αἱ πτώσεις, ἐν δὲτοῖς πληθυντικοῖς οὐκ ἐστί; ἐπειδὴ δυικὰ τὰ δύο πρόσωπα ση-μαίνουσι· καὶ τούτου χάριν δύο πτώσεις ἐν μιᾶ φωνῇ ζητοῦσι·