The Greek Library Author

Anonymous

Excerpta e Herodiano

Authority group
Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
Edition reference
Excerpta e Herodiano [Sp.] (e cod. Paris. gr. 2552), ed. J. Pierson and G. A. Koch, Moeridis Atticistae lexicon Atticum, Leipzig: Lauffer, 1830 (repr. Hildesheim: Olms, 1969): 412–437.
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg046.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

426

πρὸ προθέσεως, καὶ τοῦ τένδω, τὸ ἐσθίω.

Ὦπας τοὺς ὀφθαλμοὺς οὐ λέγομεν, Ὑπώ-

πια δέ. ὁμοίως καὶ τὸ Λωποδύτης ἐπὶ κλέπτου,

τὸ δὲ Λῶπος οὐ λέγομεν.

Καθορθῶσαι ἐπὶ πολέμου καὶ τῶν τοιού-

των. τὸ δὲ Καθόρθωμα οὐκέτι· Ἐπανορθῶσαι

δὲ ἐπὶ λόγων· ἅπαξ δὲ τὸ Καθορθῶσαι ἐπὶ

λόγων κεῖται. τὸ δὲ Διορθῶσαι ἐπὶ τῶν δια-

στρόφων, ἂν αὐτὸ ἀπευθύνῃ.

427

Μαχοῦμαι, Ὀμοῦμαι, οὕτω κλινεῖς τὸν

μέλλοντα.

Ἀπὸ τότε καὶ ἔκτοτε μὴ λέγε, ἀλλ' ἐξ

ἐκείνου. καὶ καθόλου δὲ χρονικοῖς ἐπιῤῥήμασιν

οὐ συντάττουσι τὰς προθέσεις.

Φερέγγυος καὶ Ἀξιόχρεως, ἀμφοτέρως.

Ἀναξυρίδες ἐπὶ τῶν στρατιωτῶν, ἀνασυ-

ρίδες τινες οὖσαι παρὰ τὸ ἀνασύρεσθαι.

Λῆμα δι' ἑνὸς μ̅, τὴν παράστασιν τῆς ψυ-

χῆς ἀπὸ τοῦ λῶ τὸ θέλω, λήσω. Λῆμμα ἐπὶ

τοῦ λαμβανομένου διὰ τοῦ η̅, καὶ γίνεται ἀπὸ

τοῦ λήβω τὸ λαμβάνω.

Προσγελῶ αὐτὸν, ὡς οἱ Ἀττικοὶ, καὶ Βα-

428

σκαίνω αὐτὸν, οὐχὶ αὐτῷ· σημαίνει δὲ τὸ δια-

βάλλειν καὶ ἐξαπατᾷν, οὐ τὸ φθονεῖν.

Ἐπίδοξος, οὐχὶ ὁ ἔνδοξος, ἀλλ' ὁ προσδο-

κώμενος.

Ὄφλημα καὶ ὀφείλημα διαφέρει· Ὄφλημα

429

γὰρ τὸ ἐκ καταδίκης λέγεται. ὀφείλημα δὲ, ὃ

ἐδανείσατό τις.

Ἐπιλήσμων, ὁ ἐπιλανθανόμενος· Λήθαρ-

γος δὲ, κύων ὁ κρύφα δάκνων.

Τῇ ἐπιούσῃ ἐρεῖς, μὴ προστιθεὶς τὴν ἡμέ-

ραν, τῆς δὲ ἐπιούσης ἡμέρας.

430

Σιτευτοὺς ὄρνιθας, οὓς νῦν σιτιστοὺς λέ-

γουσι.

Πάρεδροι, οἱ νῦν συγκάθεδροι.

Μέσον ἡμέρας, καὶ μεσημβρία, οὐχὶ μέση

ἡμέρα.

Διήγησιν λέγουσιν, οὐχὶ Διήγημα.

431

Εὐθενεῖσθαι λέγοντες, εὐθενείαν οὐ λέγου-

σιν, ἀλλ' εὐετηρίαν.

Ὑποτίθησι μὲν δανειζόμενος τὰ ἐνέχυρα.

Ὑποτίθεται δ' ὁ λαμβάνων.

Σοφώτατος τῆς ἡλικίας, ἀντὶ τοῦ τῶν ἡλι-

κιωτῶν.

432

Εὐστομεῖν ἀντὶ τοῦ εὐφημεῖν. καὶ Ἡρόδο-

τος· εὔστομα κείσθω.

Ὀλίγης ἐστι διδασκαλίας, ἀντὶ τοῦ, ὀλίγων

δεῖται πρὸς μάθησιν.

Ἀφηλικέστερος, ὁ τὴν ἡλικίαν προβεβηκώς.

Μῆλα Μηδικὰ, τὰ νῦν κίτρα.

433

Τὸν Λάρυγγα, ἀρσενικῶς· τὴν Φάρυγγα,

θηλυκῶς.

Ἐνεύναιον, ἱμάτιον καὶ ἐπιβόλαιον τὸ ἐν

τῇ εὐνῇ.

Πολίτης, δημότης, φυλέτης, ἡλικιώτης,

ἄνευ τῆς σύν· Συνέφηβος δὲ καὶ συνθιασώτης

καὶ συμπότης μετὰ τῆς σύν· ὅτι καὶ πρόσκαι-

ρος αὐτῶν ἡ κοινωνία. ἐπὶ δὲ τῶν προτέρων

οὐχ ὁμοίως.

Γέλως πλατὺς, οὐχὶ πολὺς ἐρεῖς.

Δίκη, ἡ ἰδία· Γραφὴ δὲ, ἡ δημοσία.

434

Τὸ Δυσωπεῖσθαι ἐπὶ τοῦ ὑφορᾶσθαι, οὐκ

ἐπὶ τοῦ αἰσχύνεσθαι.

Τοῖς Δύο μᾶλλον· ὅσα γὰρ μὴ συνεμφαί-

νει γένος, οὐδὲ πτῶσιν δέχεται, ὥσπερ οἱ τρεῖς,

τῶν τριῶν, τοῖς τρισὶ, ἔχει τὴν κλίσιν. παρά-

κειται γὰρ οὐδέτερον αὐτοῖς τὰ τρία, ὁμοίως

τοῖς τέτρασιν. ἀπὸ δὲ τῶν κλινομένων καὶ

ἄχρι τῶν ἀκλίτων οἱ ἀριθμοί.

Ἐξίστασθαι λέγουσι. τὸ δὲ Περιΐστα-

σθαι, οὐχ ὅμοιον τῷ ἐκστῆναι. τὸ γὰρ Περι-

στῆναί ἐστι πέριξ στῆναι.

Τεχνήσασθαι, τὸ μετὰ τέχνης τι κατα-

σκευάσαι. Τεχνάσασθαι δὲ, τὸ κακουργῆσαι.

Ἀσύμβολος παιδείας, ὁ ἀπαίδευτος. οὐκ

ἀσύμβολος δὲ, ὁ πεπαιδευμένος.

Εἰς τάχος γράφειν τὸν ταχυγράφον, καὶ

435

εἰς κάλλος γράφειν τὸν καλλιγράφον διαι-

ροῦσιν οἱ Ἀττικοί.

Λευκὴν ἡμέραν διαγαγεῖν, τὴν ἡδεῖαν καὶ

ἱλαράν.

Τὸν ἕτερον τοῖν ποδοῖν οὐ λέγουσιν, ἀλλὰ

τὸν ἕτερον πόδα.

Αὐτοχειρίᾳ πράττειν, ἐπὶ παντὸς αὐτουρ-

γοῦντος.

Βασανιστὴς μὲν, ὁ ἐπὶ τῆς βασάνου· Δη-

μόκοινος δὲ, ὁ στρεβλῶν καὶ βασανίζων· Δή-

μιος δὲ, ὁ ἀπάγων τὴν ἐπὶ θανάτῳ.

436

Κώμας, τοὺς στενωποὺς, ἀφ' οὗ Ἐγκώ-

μιον. Ἐγκώμιον δὲ καὶ ἔπαινος εἰς ἀνθρώ-

πους λέγεται· καί ἐστι μὲν ἔπαινος ἐν βραχεῖ·

τὸ δὲ ἐγκώμιον ἐκφέρεται κατὰ τέχνην. Ὑμνὸς

δὲ, ἐπὶ θεῶν.

Τίθη λέγεται ἡ μάμμη. Τίτθη, ἡ βυζά-

στρια. Τιθήνη, ἡ τροφός.

Τὸ Μὴ ἀπαγορευτικὸν οὐ συντάσσεται

437

ὑποτακτικοῦ ἐνεστῶτι, ὑποτακτικῷ δέ. οἷον, μὴ

ποιῇς, οὐκ εἴποις. μὴ ποίησε δέ.

Μὴ ποιῇς οὐκ ἐρεῖς, ἀλλὰ μὴ ποίει. μὴ

ποίησε δὲ ἐρεῖς, καὶ μὴ ποίησον οὐκ ἐρεῖς. τὸ

δὲ, μὴ ψεῦσον, καινόν.

Ἐπαγγέλλω, τὸ αἰτῶ. Ἐπαγγέλλομαι δὲ, τὸ

ὑπισχνοῦμαι.

{ΗΡΩΔΙΑΝΟΥΠΕΡΙΤΩΝ ΖΗΤΟΥΜΕΝΩΝ ΚΑΤΑ ΠΑΣΗΣ ΚΛΙΣΕΩΣΟΝΟΜΑΤΟΣ.}ΠΟΛΛΩΝ σφαλλομένων κατὰ κλίσιν δοτικῆς πτώσεως καὶτοῦ ὀνόματος· καὶ τῶν μὲν λεγόντων τοῖς συγγενεῦσι, τῶν δὲτοῖς συγγενεῖσιν, ἀναγκαῖον εἰπεῖν ὅσα κλιτέον. Οὔτε οὖνσυγγενεῦσιν, ἐπεὶ μὴ ἔστιν ὀνομαστικὴ ὁ συγγενής· μόνα γὰρτὰ διὰ τῆς ευ διφθόγγου ἐκφερόμενα ἐπὶ τῆς ὀνομαστικῆς,ταῦτα τηρεῖται τὴν ευ δίφθογγον καὶ ἐπὶ τῆς δοτικῆς· οἷον, ὁἱππεὺς, τοῖς ἱππεῦσι· καὶ ὁ ἀριστεὺς, τοῖς ἀριστεῦσιν· ἐνταῦθαδὲ οὐκ ἔστι συγγενεύς· διὰ τοῦτο οὔτε συγγενεῦσιν, ἢ συγγε-νεῖσι· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰς μι ληγόντων ῥημάτων μετο-χαὶ διὰ τῆς ει κλίνονται· οἷον τίθημι, τοῖς τιθεῖσιν· σύνειμι,τοῖς συνεῖσιν. οὔτε οὖν τοῖς συγγενεῖσιν, οὐ γάρ ἐστιν ἀπὸ ῥή-ματος, ὥσπερ τίθημι, τοῖς τιθεῖσι· μόνως ἄρα κλιτέον τοῖςσυγγενέσι, λόγῳ τοιούτῳ· ὅσα τῶν ὀνομάτων ἔστι σύνθετα,παρ' οὐδέτερον ὄνομα συγκείμενα, τὴν αὐτὴν ἕξει κλίσιν, ὥσ-περ καὶ αὐτὰ τὰ οὐδέτερα· τοιοῦτόν ἐστι καὶ τὸ συγγενὴςπαρὰ τὸ γένος συγκείμενον. ὥσπερ ἀπὸ τοῦ γένους ἡ πληθυν-τικὴ δοτικὴ τοῖς γένεσι γίνεται, οὕτω καὶ ἀπὸ ὁ συγγενὴς,τοῖς συγγένεσι. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τὸ θηλυκὸν τὴν εὐγενίδα, καὶ

412

συγγενίδα· δέον, ὥσπερ ὁ εὐγενὴς, καὶ ἡ εὐγενὴς, καὶ ὁ συγ-

γενὴς, καὶ ἡ συγγενής· κοινοῦτε ὄντος τοῦ ὀνόματος, ὥσπερ ὁεὐτυχὴς, καὶ ἡ εὐτυχὴς, τὸν εὐτυχῆ, καὶ τὴν εὐτυχῆ, οὐ τὴνεὐτυχίδα· οὐδ' ἄρα οὐδὲ τὴν εὐγενίδα, οὐδὲ τὴν συγγενίδα·ἀλλὰ μόνως τὴν εὐγενῆ καὶ συγγενῆ· καθάπερ καὶ τὸ ἀρσενι-κὸν, ὥς που καὶ Μένανδρος, Κρωβύλῃ τῇ μητρὶ πείθου, καὶ γάμει τὴν συγγενῆ.

413

Ὁμοίως ἁμαρτάνουσιν οἱ τὰ ἡμίση λέγοντες, δέον τὰ ἡμίσεα,

λόγῳ τοιούτῳ· τὰ τριγενῆ τῶν ὀνομάτων, ἐπὶ τῶν οὐδετέρων

διαιρεῖται· οἷον, οἱ γλυκεῖς· αἱ γλυκεῖαι, τὰ γλυκέα· καὶ οἱ

ὀξεῖς, αἱ ὀξεῖαι, τὰ ὀξέα· οὕτως ἄρα καὶ οἱ ἡμίσεις, αἱ ἡμί-

413

σειαι, τὰ ἡμίσεα· καὶ τὸ ἑνικὸν, τοῦ ἡμίσεος, ὡς τοῦ ὀξέος,

καὶ τοῦ γλυκέος· ἁμαρτάνουσιν οὖν οἱ λέγοντες τοῦ ἡμίσουςκαὶ τὰ ἡμίση, δέον λέγειν τὰ ἡμίσεα καὶ τοῦ ἡμίσεος. Εἰσὶν οἱ σφάλλονται περὶ τὴν γενικὴν, λέγοντες τῆς ξύστρης,καὶ τῆς γεφύρης, δέον διὰ τοῦ α, τῆς ξύστρας, καὶ τῆς γεφύ-ρας, λόγῳ τοιούτῳ· πάντα ὅσα τῷ ρ παραλήγεται ὀνόματα,φυλάττει τὸ α ἐπὶ πασῶν τῶν πτώσεων· οἷον, σφαῖρα, σφαί-ρας· ἑταίρα, ἑταίρας· οὕτω ἄρα ξύστρα, ξύστρας· καὶ γεφύρα,γεφύρας· συμβέβηκε καὶ ἐπὶ τῆς διὰ καθαροῦ τοῦ α ἐκφερο-μένου· καὶ γὰρ ταῦτα φυλάττει τὸ α ἐπὶ πασῶν τῶν πτώσεων·οἷον, Μήδεια, Μηδείας· Σθενέβοια, Σθενεβοίας. Τὰ δὲ μήτεδιὰ τοῦ α ἐκφερομένα καθαροῦ, μήτε τῷ ρ παραληγόμενα, ἀλλὰἄλλῳ τινὶ συμφώνῳ, πάντως τρέπεται εἰς τὸ η· οἷον μέλισσα,μελίσσης· θάλασσα, θαλάσσης· τούτων δὲ οὕτως ἐχόντων,ζητεῖται πῶς ἡ Λήδα διὰ τοῦ α κλίνεται· καίτοι οὔτε διὰ καθ-αροῦ τοῦ α ἐκφέρεται, οὔτε τῷ ρ παραλήγεται· ἀλλὰ τῷ δ·πῶς οὖν ἐφύλαξε τὸ α τῆς Λήδας; λέγομεν οὖν, ὅτι ἐκ-τείνεται ἡ τελευταία συλλαβὴ τῆς Λήδας· πάντα δὲ τὰ ἐπὶτῆς τελευταίας συλλαβῆς ἐκτεινόμενα, πάντα φυλάττει τὸ α,ὁποίῳ συμφώνῳ ἂν παραλήγηται, οἷον φιλομήλα, φιλομήλας. Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τοῦ ταμία, δέον τοῦ ταμίου.μόνως γὰρ τὰ ὑπὲρ δύο συλλαβὰς εἰς ας λήγοντα ἢ εἰς ρας