The Greek Library Author

Anonymous

De locutionum pravitatibus

Authority group
Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
Edition reference
De locutionum pravitatibus (prior pars operis) [Sp.] (fort. auctore Corneliano) (e codd. Barocc. 76 + Laur. VI–22 + Mon. gr.
CTS identifier
urn:cts:greekLit:tlg0087.tlg047.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

248

πάντως τὴν γενικὴν εἰς ου τρέπει, οἷον Μειδίας, Μειδίου· Δια-

γόρας, Διαγόρου· οὕτως ἄρα καὶ ταμίας, ταμίου.

Εἰσὶν οἱ σφάλλοντες τὴν γενικὴν, λέγοντες τοῦ νοὸς, καὶ τοῦ

ῥοὸς, δέον τοῦ νοῦ, καὶ τοῦ ῥοῦ. οὐ γάρ ἐστιν ὅμοια τῷ βοῦς, τοῦ

βοὸς, καὶ τῷ ποῦς, τοῦ ποδός· ὅθεν οὖν σφάλλονται, ἔστιν ὁ

λόγος τοιοῦτος. ὅσα τῶν ὀνομάτων διαίρεσιν ἐπιδέχεται ἐν τῇ

ὀνομαστικῇ, ταῦτα ἐν ταῖς ἄλλαις πτώσεσιν οὐκέτι διαιρεῖται·

οἷον ὁ νοῦς διαιρεῖται, νόος γάρ ἐστι, καὶ ὁ ῥοῦς, ῥόος γάρ·

οὐκοῦν ταῦτα πάντα, ἐπὶ τῶν ἄλλων πτώσεων οὐκέτι διαιρε-

θήσεται, ἀλλὰ συσταλήσεται, οἷον ὁ νοῦς, τοῦ νοῦ· ὁ ῥοῦς, τοῦ

ῥοῦ. ὁ δὲ βοῦς, ἐπεὶ μὴ δύναται ἐπὶ τῆς ὀνομαστικῆς διαι-

ρεῖσθαι, ὁ βόος γὰρ οὐ λέγεται, διὰ τοῦτο ἐπὶ τῶν ἄλλων πτώ-

σεων διαιρεῖται· τοῦ βοὸς, τῷ βοΐ· ὁμοίως καὶ ὁ τοὺς ἐπεὶ μὴ

διαιρεῖται· ὁ πόος γὰρ μηδέν ἐστι διὰ τοῦτο ἐπὶ τῶν ἄλλων

διαιρεῖται πτώσεων, τοῦ ποδὸς καὶ τῷ ποδί.

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες, νήστης εἰμί· λέγειν οὖν

δέον νῆστις· συμβαίνει γὰρ ὅμοιοι τῷ νήστης ὁ κλώστης, καὶ

ἀπὸ τοῦ νήθω τὸ κλώθω, μόνως οὖν ὁ νῆστις· κοῖνον γὰρ τοὔ-

νομα, λόγῳ δὲ τούτῳ· πρῶτον μὲν οὐκ ἔστιν ὅμοιος ἐκείνοις,

ὡς ἀπὸ τοῦ νήθω, νήστης· νήστω γὰρ οὐκ ἔστιν· ἐπεὶ ἂν ἦν

καὶ ὁ νήστης εἰ τοιαύτη χρῆσις ἦν, μόνως γὰρ ὁ νῆστις οἱ

Ἀττικοὶ λέγουσι, καὶ Ὅμηρος δὲ εἰπὼν

νήστιας ἀκμηνοὺς (Il. Τ. 207.)

ἔδειξεν ὅτι νῆστις ἐστίν· εἰ γὰρ ἦν νήστης, εἶπεν ἂν νήστας,

τοῦ μέτρου ἐγχωροῦντος.

249

Ζητεῖται πότερόν ποτε ἡ αὐξῆ καλεῖται περισπωμένως ἢ

βαρυτόνως· οἱ μὲν ἀξιοῦσι καλεῖν καὶ περισπᾶν αὐξῆ, ὡς

αὐλῆ καὶ αὐδῆ· λέγομεν δὲ ὅτι οὐ δύναται· οὐδὲ γὰρ τὸ ῥῆμα

ἔστιν αὐξῶ· λέγομεν οὖν, ὅτι τρία ταῦτα ὁμοίως λέγεται· αὔξη,

καὶ βλάστη, καὶ ἄνθη· ἐπεὶ παρεσχημάτισται αὐτοῖς αὔξη-

σις, βλάστησις, ἄνθησις· τὸν αὐτὸν οὖν ἕξει καὶ ταῦτα τόνον·

οὐ περισπώμενα ἀλλ' ἀναβιβαζόμενα· αὔξη· βλάστη· ἄνθη.

Ὁμοίως πλημμελοῦσιν οἱ λέγοντες ἀπὸ τοῦ ἄνθη τὴν γενι-

κὴν τῶν πληθυντικῶν τῶν ἀνθῶν· ὡς βέλη, τῶν βελῶν· καὶ τὰ

γένη, τῶν γενῶν· ἀλλὰ τὰ μὲν ἄλλα περισπᾶται ὁμολογου-

μένως, τὰ δὲ ἄνθη οὐκέτι τῶν ἀνθῶν, ἐπειδὴ ἄλλο τι ἐμφαίνεται

οἷον “ἀνθ' ὧν ἔδωκας, ἀνθ' ὧν ἔγραψας·” ὅθεν τοῦτο μόνον διαι-

ρεῖται τῶν ἀνθέων, ὡς καὶ οἱ παλαιοὶ κέχρηνται.

Ὁμοίως σφάλλονται περὶ τὴν γενικὴν πτῶσιν τοῦ Ὀλυμ-

πιονίκου καὶ τοῦ Πολυνείκους, ὅτι μὴ ὁμοίως κλίνεται· ἀλλ' ὁ

μὲν Πολυνείκης μετὰ τοῦ σ· ὁ δὲ Ὀλυμπιονίκης ἄνευ τοῦ σ,

Ὀλυμπιονίκου. λέγομεν οὖν, ὅμοια εἶναι τῷ σύνθετα καὶ ἀμ-

φότερα· οὐ μὴν ὁμοίως σύγκειται, ὡς τὸ νεῖκος, τοῦ νείκους,

οὕτω Πολυνείκης, Πολυνείκους· ὁ δὲ Ὀλυμπιονίκης οὐκέτι

παρ' οὐδέτερον ὄνομα σύγκειται, ἀλλ' ἀεὶ θηλυκὸν, τὴν νίκην·

ὅθεν οὐκέτι προσλαμβάνει ἐπὶ τῆς γενικῆς τὸ σ· πῶς οὖν οὐχ

Ὑπερείδους λέγομεν τὴν γενικὴν, ἀλλ' ἄνευ τοῦ σ. Ὑπερείδου,

καίτοι τὸ εἶδος, τοῦ εἴδους λέγομεν; φαμὲν οὖν ὅτι εἰ καὶ

παρ' οὐδέτερον μάλιστα σύγκειται τὸ εἶδος, ὅμως οὐ προσλή-

ψεται τὸ σ, ἐπειδὴ τύπον ἔχει πατρωνυμικοῦ Ὑπερείδης, ὡς

Ἀτρείδης καὶ Πηλείδης· ὥσπερ οὖν τὰ πατρωνυμικὰ πάντα

ἐπὶ τῆς γενικῆς ἄνευ τοῦ σ κλίνεται· οὕτω καὶ τοῦτο τύπον

ἔχον πατρωνυμικοῦ, ὡς Ἀτρείδης, Ἀτρείδου, καὶ Πηλείδης,

Πηλείδου.

Ἔτι ἁμαρτάνουσιν οἱ γράφοντες νῆσσος διὰ δύο σσ, ὡς

250

θάλασσα καὶ μέλισσα· μόνα γὰρ ταῦτα διότι μεταβάλλονται,

οἷον, μέλιττα· ἃ δὲ μὴ δύνανται μεταβάλλεσθαι εἰς δύο ττ,

δηλονότι οὐδὲ διὰ τῶν δύο σσ γραπτέον, ὥσπερ καὶ Ὀδυσσεὺς,

δῆλον μὲν, ὅτι ἔχει ἐκφώνησιν διὰ τῶν δύο σσ, γράφεται καὶ

διὰ τοῦ ἑτέρου.

Ζητεῖται, πῶς γραπτέον τὸ Σμύρνα· ἐπειδὴ πολλοὶ ἁμαρ-

τάνουσι, γράφοντες διὰ τοῦ ζ. οὐδέποτε γὰρ πρὸ τοῦ μ τὸ ζ

γραπτέον, δι' αἰτίαν τοιαύτην· διπλοῦν γὰρ ὂν τὸ ζ· καὶ συν-

εστὸς ἐκ β συμφώνων, τοῦ τε σ καὶ τοῦ δ, οὐ δύναται μετὰ τοῦ

μ πίπτειν· τρία γὰρ σύμφωνα ὁμοῦ τάττεσθαι οὐ δυνατὸν, εἰ

μὴ ἄρα μετὰ τοῦ ρ, ὃ ἔχει τινὰ πλείονα οἰκειότητα πρὸς τὰ

φωνήεντα· οἷον, βάκτρον· τὸ δὲ στλεγγὶς οὐ γ σύμφωνον

ἔχει ἄνευ τοῦ ρ.

Ζητεῖται, πῶς σχῆμα μὲν λέγομεν χωρὶς τοῦ ι· σχῦς δὲ

οὐ λέγεται, καὶ σχᾶς ἄνευ τοῦ ι· λέγομεν οὖν ὅτι οὐδὲ μονο-

σύλλαβον ὄνομα εἶναι δύναται ἀπὸ δύο συμφώνων στεῤῥῶν ἀρ-

χόμενον· ὅθεν σχῦς, οὐδὲ σχᾶς μονοσυλλάβως, ἀλλὰ μετὰ

τοῦ ι, ἰσχὺς καὶ ἰσχάς. Πῶς οὖν γρὺψ λέγομεν, καὶ κλεὶς,

καὶ κλὼψ μονοσυλλάβως; καίτοι ταῦτα ἀπὸ δύο συμφώνων

ἄρχεται· λέγομεν οὖν, οὐκ ἀπὸ στεῤῥῶν συμφώνων ἄρχεται

ταῦτα, ὡς ἔφαμεν, συνέζευκται δὲ αὐτοῖς πάντως τὶ τῶν ὑγρῶν

καὶ ἀμεταβόλων· οἷον τῷ μὲν γρὺψ τὸ ρ· τῷ δὲ κλὼψ τὸ λ.

δοκεῖ δὲ ἀντιπίπτειν τῷ κανόνι τὸ πτὼξ, τοῦτο γὰρ φασὶ, καὶ

μονοσύλλαβόν ἐστι, καὶ ἀπὸ στεῤῥῶν ἄρχεται συμφώνων, τοῦ

τε π, καὶ τοῦ τ. λέγομεν οὖν πρὸς τοῦτο, ὅτι οὐκ ἔστιν οὐδ'

αὐτὸ μονοσύλλαβον, ἀλλὰ συνῄρηται ἀπὸ τοῦ δισυλλάβου τοῦ

πτόωξ εἴρηται δὲ παρὰ τὸ πτοεῖσθαι. Ἔτι δὲ ἀντιπίπτει

πολλὰ, οἷον σφὴξ, φθεὶρ, φθοῖς· διὰ τοῦτο ἄμεινον λέγειν τὰ

ἀπὸ σ καὶ τοῦ χ ἀρχόμενα μονοσύλλαβα μὴ δύνασθαι εἶναι,

ἀλλὰ προσλαμβάνει τὸ ι, οἷον ἰσχάς.

251

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τὴν δοτικὴν ταῖς χειρσὶ,

δέον ἄνευ τοῦ ι ταῖς χερσὶ λέγειν· καί τοι τῆς ἄλλης ἁπάσης

κλίσεως τοῦ ὀνόματος τὴν δίφθογγον ἐχούσης, οἷον ἡ χεὶρ, τῆς

χειρὸς, τῇ χειρὶ, τὴν χεῖρα· καὶ τῶν δυϊκῶν ὁμοίως, καὶ τῶν

πληθυντικῶν ἐχόντων τὴν δίφθογγον, διὰ τοῦ ε μόνου κλίνεται,

ταῖς χερσὶν, ἡ δοτικὴ πληθυντικὴ, μόνη γὰρ οὐκέτι ἔχει τὴν

δίφθογγον· λέγομεν οὖν ὅτι αἱ μὲν ἄλλαι πτώσεις, ἐφύλαξαν

τὴν δίφθογγον διὰ τὸ φωνῆεν ἐπιφέρεσθαι μετὰ τοῦ ρ, χειρὶ,

χεῖρα, καὶ χειρῶν· ἐνταῦθα δὲ συμφώνου ἐπιφερομένου τοῦ σ, οὐκ-

έτι ἡ δίφθογγος ἔμεινε χειρσὶν, ἀλλ' ἀφαιρεθέντος τοῦ ι, ἐῤῥήθη

χερσί· ἀντίκειται τῷ κανόνι τὸ φθειρσὶν, ὅτι καὶ τοῦ σ ἐπιφε-

ρομένου ἡ δίφθογγος ἔμεινε· μόνως οὖν ῥητέον ταῖς χερσί.

Ἔτι πλημμελοῦσιν οἱ λέγοντες ὑγεία τρισυλλάβως, δέον

ὑγίεια τετρασυλλάβως· μόνως γὰρ οὕτως οἱ ἀρχαιοὶ εἰρήκασιν·

ὡς ἐν τῇ κωμῳδίᾳ

αὗται γὰρ ἐπιθυμοῦσιν ὑγιείας τυχεῖν.

Ἔτι πλημμελοῦσιν οἱ διαιροῦντες τὸ μύϊα, ὑϊὸς, τρισύλλα-

βον· δεῖ γὰρ ἀμφότερα συναιρεῖν λόγῳ τοιούτῳ· ὅτι τὸ ι μετὰ

τοῦ υ ταττόμενον οὐδέποτε διαιρεῖται, οὐδὲ χωρίζεται κατ'

αὐτό· ἀλλὰ τὸ υ συνεκφωνεῖται, καὶ γίνεται μία δίφθογγος ἡ

υί· οὐκοῦν αἴθυια μὲν τρισύλλαβον καὶ ἅρπυια, μυία δὲ καὶ

υἱὸς δισύλλαβα.

Ἁμαρτάνουσιν οἱ λέγοντες Ἀπελλοῦς καὶ Ἑρμοῦς· καὶ

Ἀπελλῆ, καὶ Ἑρμῆ τὴν αἰτιατικὴν, δεὸν μετὰ τοῦ ν, τὸν

Ἀπελλῆν, τὸν Ἑρμῆν· τὴν δὲ γενικὴν χωρὶς τοῦ σ, τοῦ Ἀπελ-

λοῦ, καὶ τοῦ Ἑρμοῦ λόγῳ τοιούτῳ· ὅτι πάντα τὰ εἰς ης λή-

γοντα ἀρσενικὰ δισύλλαβά τε καὶ τρισύλλαβα μόνον κύρια

καὶ ἁπλᾶ, ἐπὶ μὲν τῆς γενικῆς ἀποβάλλει τὸ σ· οἷον, Ἑρμῆς

Ἑρμοῦ· Ἀπελλῆς, Ἀπελλοῦ· ἐπὶ δὲ τῆς αἰτιατικῆς προσ-

λήψεται τὸ ν· οἷον τὸν Ἑρμῆν, τὸν Ἀπελλῆν· τὸν εὐτυχῆ

252

μέντοι καὶ τὸν εὐγενῆ χωρὶς τοῦ ν. σύνθετα γάρ ἐστι, καὶ

πάντα κύρια. μόνως ἄρα ἐροῦμεν τὸν Ἀπελλῆν καὶ τὸν Ἑρ-

μῆν· τοῦ Ἀπελλοῦ καὶ τοῦ Ἑρμοῦ.

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες Σεραπεῖον, Ἀσκληπεῖον·

οὐ γάρ ἐστιν ὅμοια· ὅθεν Ἀσκληπεῖον μὲν ἐροῦμεν, Σεραπεῖον

δὲ οὐ, ἀλλὰ Σεραπίδιον λόγῳ τοιούτῳ· ὅσα ἐπὶ τῆς γενικῆς

διὰ τοῦ δος κλίνονται, ταῦτα καὶ ἐπὶ τοῦ κατηχητικοῦ σχή-

ματος τὸ δ φυλάξει. ἔστιν οὖν Σέραπις, Σεράπιδος· διὰ τοῦτο

καὶ Σεραπίδιον ἐροῦμεν· καὶ Ἴσις Ἴσιδος· Ἰσίδιον οὖν ἐροῦ-

μεν, ὡς καὶ Εὐριπίδης ἀπὸ τῆς Θέτιδος Θετίδιον εἶπε

Θετίδιον αὔδα.

Ὁμοίως ἁμαρτάνουσιν οἱ λέγοντες Διονυσεῖον, ὡς Ἀσκλη-

πεῖον· λόγῳ τοιούτῳ ὅσα ἐπὶ γενικῆς ὀνόματα περισπᾶται,

ταῦτα καὶ τοπικῶς σχηματιζόμενα περισπᾶται· ἐπεὶ οὖν

Ἀσκληπιὸς Ἀσκληπιοῦ, Διόνυσος δὲ Διονύσου, καὶ Θησεὺς

Θησέως, ἐπεὶ οὐ περισπᾶται, διὰ τοῦτο οὐκ ἐροῦμεν Θησεῖον,

οὐδὲ Διονυσεῖον, ἀλλὰ Διονύσιον καὶ Θήσειον· τὰ μέντοι διὰ

τῆς αι διφθόγγου ἐκφερόμενα οὐκέτι περισπᾶται, ἀλλ' ἀναβι-

βάζεται μόνον, Ἕρμαιον, Νύμφαιον.

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες τοῖς πρόβασιν, ὡς ἅρμασι,

τὴν δοτικὴν πτῶσιν, σφαλλόμενοι τῇ ὁμοιότητι· ὡς γὰρ ἀπὸ

τοῦ ἅρματα, τῶν ἁρμάτων, τοῖς ἅρμασιν, οὕτως φασὶ καὶ ἀπὸ

τοῦ πρόβατα, τῶν προβάτων, τοῖς πρόβασιν· οὐκ ἐννοήσαντες

ὅτι ἀνόμοια εἰσὶν αὐτῶν τὰ ἑνικά· τὸ μὲν γάρ ἐστι τὸ ἅρμα, ὅθεν

γίνεται τοῖς ἅρμασιν, ὡς τὰ πράγματα, τοῖς πράγμασιν· ἀπὸ

δὲ τοῦ πρόβατον τοῖς προβάτοις γίνεται, ὡς ἀπὸ τοῦ κάρυον

τοῖς καρύοις.

Ὁμοίως ζητεῖται καὶ ἡ δοτικὴ πῶς ῥηθήσεται τοῖς ὤτοις,

ἢ τοῖς ὠσί. πάλιν γὰρ σφάλλονταί τινες τῇ ὁμοιότητι. ὥσπερ

ἀπὸ τοῦ τὰ πλήκτρα τῶν πλήκτρων, τοῖς πλήκτροις, οὕτω φασὶ

καὶ ἀπὸ τοῦ τὰ ὦτα, τῶν ὤτων, τοῖς ὤτοις· ἁμαρτάνουσι δὲ,

253

δέον ἀπιδεῖν εἰς τὴν ὀρθὴν τοῦ ὀνόματος, ὅτι οὐκ ἔστιν ἀλλή-

λοις ὅμοια· ὅθεν οὐδὲ ὁμοίαν ἔχειν ὀφείλει τὴν κλίσιν, ἀλλ'

ἀπὸ μὲν τῆς τὸ πλῆκτρον εὐθείας, τοῖς πλήκτροις ἡ δοτικὴ

γίνεται, ἀπὸ δὲ τῆς οὖς, τοῖς ὠσίν.

Ἁμαρτάνουσιν οἱ λέγοντες ἐπὶ τῶν τάφων ἡρῶον, δέον λέ-

γειν ἠρίον, ὡς ὁ Καλλίμαχος·

παρὰ τίνος ἠρίον.

ἡρῷον δὲ λέγεται ἡ τοῦ ἥρωος εἰκὼν, ἢ τὸ τέμενος, ὡς Εὔπολις

ἡρῷον εἴπως μοι κομίσαιο τοῦ Λύκου.

Λύκος γὰρ ἥρως Ἀθηναῖος.

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες φακῆν πρίασθαι, ἢ φακῆν

σπείρειν· δέον λέγειν φάκους· οὕτω γὰρ καλεῖται ὠμὸν τὸ

ὄσπριον, ὡς Εὔπολις·

τῇ νῦν καταδέχεσθαι τοὺς φάκους.

τὸ δὲ ἑφθὸν μόνως ῥητέον·

φακὴν ῥοφήσομαι.

Παραπλησίως ἁμαρτάνουσιν οἱ λέγοντες τὰς ὄρτυγας, δέον

συστέλλειν λόγῳ τοιούτῳ· ὧν γὰρ αἱ ὀνομαστικαὶ συνεσταλ-

μένως ἔχουσι τὸ δίχρονον, τούτων καὶ αἱ αἰτιατικαὶ συσταλή-

σονται, οἷον, ὄνυξ, ὄνυξιν, ὄνυχας· οὕτως ἄρα καὶ τὸ ὄρτυξ, ὄρ-

τυγας· καὶ πέρδιξ, πέρδικας, καὶ Ἄραψ, Ἄραβας, συνεσταλ-

μένως ῥητέον.

Ὁμοίως σφάλλονται λέγοντες πινακὶς, καὶ κεραμὶς ἐκτετα-

μένως, δέον συνεσταλμένως λόγῳ τοιούτῳ· πάντα, ὅσα παρ'

ὄνομα γέγονε θηλυκὰ εἰς ις λήγοντα, συστέλλονται· οἷον θύρα,

θυρίς· πίναξ, πινακίς· κέραμος, κεραμίς· πύξος, πυξίς· μόνως

οὖν ἐροῦμεν συνεσταλμένως πινακίδα· κεραμίδα· ὡς πυξίδα

καὶ θυρίδα·

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες κορυφαιότατος, δέον μόνως

254

λέγειν κορυφαῖος, λόγῳ τοιούτῳ· πρῶτον μὲν τῶν ἀρχαίων οὐδεὶς

εἶπε κορυφαιότατος ἀλλὰ κορυφαῖος· ἄλλως καὶ ὁ κορυφαῖος

ἐστὶν ὄνομα ὑπερθετικόν· οὐκ ἄρα ἐροῦμεν οὔτε κορυφαιότατος,

οὔτε κορυφαιότερος, ἄλλα μόνως κορυφαῖος.

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες φιλοπότης, δέον φιλοπώτης·

διαφέρει δὲ ταύτῃ· φιλοπότης μὲν ὁ φιλῶν πότους καὶ συμ-

πόσια, φιλοπώτης δὲ ὁ φιλῶν πολλὰ πίνειν.

Ζητεῖται πῶς χρὴ λέγειν ἱέρεια προπαροξυτόνως, ἢ ἱερεία

παροξυτόνως· ἔνιοι μὲν γὰρ ἀξιοῦσιν ὡς Ὀδυσσεὺς, Ὀδύσσεια,

καὶ Ἀχιλλεὺς, Ἀχίλλεια, καὶ ἱερεὺς ἱέρεια, οὐκ ὀρθῶς· τοῦτο

γὰρ ἕτερον ὀφείλει τόνον ἔχειν· ῥηματικὸν γάρ ἐστι, καὶ ὥσ-

περ ἀπὸ τοῦ ἀριστεύω ἀριστεία, καὶ ἰατρεύω, ἰατρεία, οὕτω

καὶ ἀπὸ τοῦ ἱερεύω, ἱερεία· πρὸς τοῦτο φασὶν, ὅτι ἀριστεία

καὶ ἰατρεία· [πρὸς τοῦτο φασὶν] τὸ ἔργον ἐμφαίνομεν, ὡς

ἀπὸ ἀριστείας καὶ ἰατρείας· ἐὰν φησὶν εἴπωμεν ἱερεία, τὸ

ἔργον ἐμφαίνομεν, οὐ τὴν γυναῖκα· πρὸς τοῦτο λέγομεν, ὅτι

ἑτέρως λέγεται τὸ ἔργον, ἱερωσύνη· οὐκοῦν τὴν γυναῖκα ἱερειάν

ἐροῦμεν παροξυτόνως.

Ζητεῖται πῶς, τῶν διὰ τῆς ευ διφθόγγου προφερομένων ὀνο-

μάτων φυλαττόντων τὴν ευ δίφθογγον ἐπὶ τῆς δοτικῆς, οἷον ὁ

ἀριστεὺς, τοῖς ἀριστεῦσι, ὁ ἱππεὺς, τοῖς ἱππεῦσιν, ὁ Σιμωνίδης

ἐπέγραψεν

ἐπικίκοι δρομέσι

δέον τοῖς δρομεῦσιν, ὡς ἀριστεῦσι καὶ ἱππεῦσιν, οὕτω καὶ

δρομεῦσιν· λέγομεν οὖν ὅτι οὐ πρὸς τὴν ὀρθὴν ἀπεῖδεν ὁ δρο-

μεὺς, ἐπεὶ πάντως ἂν εἶπε τοῖς δρομεῦσιν, ἀλλὰ μόνως εἰς τὴν

πληθυντικὴν ἀπεῖδεν· οἷον ὀξεῖς, τοῖς ὀξέσι, καὶ οἱ ταχεῖς, τοῖς

ταχέσιν, οὕτω καὶ ἀπὸ τῆς οἱ δρομεῖς ἐπέγραψε τοῖς δρομέσι,

δέον τοῖς δρομεῦσιν, ὡς ἱππεῦσιν.

Ἔτι πλημμελοῦσιν οἱ λέγοντες, τρίγλα, καὶ κίχλα, καὶ

255

ὀμίχλα, δέον λέγειν διὰ τοῦ η· τρίγλη καὶ κίχλη καὶ ὀμί-

χλη· οὐδὲν γὰρ ὄνομα θηλυκὸν τῷ λ παραληγόμενον εἰς α,

ἀλλ' εἰς η· ὥσπερ πύλη, πύλης· κρωβύλη, κρωβύλης· ἀρβύλη,

ἀρβύλης· οὕτως ἐροῦμεν καὶ ταῦτα.

Τὰ εἰς αι λήγοντα ἐπὶ τῆς ὀνομαστικῆς πληθυντικῆς, ταῦτα

ἐπὶ τῆς γενικῆς περισπᾶται· οἷον Πέρσαι, Περσῶν· καὶ τὰ

παραπλήσια· πλὴν τριγενῶν, ξέναι, ξένων· φίλαι, φίλων· ἔστι

γὰρ τριγενῆ, ὁ ξένος, ἡ ξένη, καὶ τὸ ξένον· ὁ φίλος, ἡ φίλη,

καὶ τὸ φίλον· πῶς οὖν πόρναι, πορνῶν περισπῶμεν; καίτοι

καὶ αὐτὸ τριγενές ἐστιν· ὁ πόρνος, ἡ πόρνη, καὶ τὸ πόρνον,

μειράκιον· λέγομεν οὖν, τοῦτο περισπῶμεν πρὸς ἀντιδιαστολὴν

τοῦ ἄῤῥενος, καὶ πρὸς τὸ νοεῖσθαι, ὅτι περὶ θηλυκῶν ὁ λόγος,

οὐκ ἀῤῥένων τῶν πόρνων.

Ζητεῖται τὸ πῶϋ, πῶς κλίνεται; φαμὲν οὖν, ὅτι ἀκολούθως

τῷ μέθυ, μέθυος, μέθυϊ, καὶ πῶυ, πώϋος, πώϋι· τούτου δὲ οὕτως

ἔχοντος, ζητεῖται πῶς ὁ ποιητὴς τὴν ὀνομαστικὴν εἶπε,

πῶϋ μετ' οἰῶν·

ὡς καὶ τὸ μέθυ· οὐκέτι μέντοι ἐπὶ τῆς πληθυντικῆς ὀνομαστι-

κῆς αἰτιατικῆς ἐφύλαξε τὸ υ μόνον, οὐδὲ εἶπε καὶ πώϋα, καὶ

ταῦτα τοῦ μέτρου χωροῦντος, ἀλλ' εἶπε,

καὶ πώεα καλά. (Il. Σ. 528.)

φαμὲν οὖν ὅτι ἀφ' ἑτέρας εὐθείας πεποίηκε τὴν αἰτιατικὴν, ἀπὸ

τῆς πώας, ὡς τὸ κώας

παρ' δ' ἐτίθει δεῖπνόν τε μέγα, καὶ κώας ἐπ' αὐτόν.

ὥσπερ οὖν ἀπὸ τῆς κώας ὀνομαστικῆς ἡ πληθυντικὴ αἰτιατικὴ

γίνεται τὰ κῶα εἶτα κατὰ διαίρεσιν κώεα, καὶ πὰρ αὐτῷ

κώεα καλὰ

οὕτω καὶ ἀπὸ τῆς πώας γίνεται πῶα· εἶτα κατὰ συνήθη διαί-

ρεσιν αὐτῷ ὥς που ἔφη

καὶ πώεα μήλων.

256

{Περὶ κλίσεως ῥημάτων τοῦ αὐτοῦ.}

Εἰσὶν οἱ σφάλλονται λέγοντες δεδώκειν, ὡς ἐπεποιήκειν·

παντὸς γὰρ παρακειμένου ῥήματος ἀπὸ συμφώνου ἀρχομένου ὁ

ὑπερσυντελικὸς προσλαμβάνει τὸ ε· οἷον νένυχα ἐνενύχειν, καὶ

βέβληκα, ἐβεβλήκειν· οὕτως καὶ ἀπὸ τοῦ δέδωκα ἐδεδώκειν.

Ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες ζέζηκα καὶ πέψυχα, δέον διὰ

καθαροῦ τοῦ ε λόγῳ τοιούτῳ· τρίων ὄντων διπλῶν ζ, ξ, ψ.

πάντα τὰ ἀπό τινος τούτων ἀρχόμενα· οἷον ζῶ, ξηραίνω, ψύχω,

ταῦτα ἐπὶ τοῦ παρακειμένου ἀποβάλλοντα τὸ διπλοῦν στοι-

χεῖον, ἀπὸ τοῦ ε ἄρχεται· οἷον ἀπὸ τοῦ ε ἔζηκα· τοῦ ζ ἀπο-

βληθέντος· καὶ ἀπὸ τοῦ ξηραίνω, ἐξήρακα, καὶ ἀπὸ τοῦ ψύχω,

ἔψυχα διὰ καθαροῦ τοῦ ε. Ὥσπερ δὴ ταῦτα ἀπὸ διπλῶν ἀρ-

χόμενα ἀποβάλλει τὸ διπλοῦν ἐπὶ τοῦ παρακειμένου, καὶ διὰ

καθαροῦ τοῦ ε ἐκφέρεται, οὕτω καὶ τὰ ἀπὸ στεῤῥῶν συμφώνων

ἀρχόμενα, ὥσπερ τὸ πτύσσω ἀπὸ τοῦ π καὶ τοῦ τ ἀρξάμενον

ἐπὶ τοῦ παρακειμένου, διὰ τοῦ ε καθαροῦ· οἷον ἔπτυχα καὶ

φθονῶ ἐφθόνηκα, καὶ οὐ πεφθόνηκα· καὶ γὰρ αὐτὸ ἀπὸ δύο

συμφώνων ἄρχεται, τοῦ φ καὶ τοῦ θ. Τούτων δὲ οὕτως

ἐχόντων ζητεῖται πῶς τοῦ πλήσσω καὶ κρίνω ἀπὸ δύο συμφώ-

νων ἀρχομένων, καὶ αὐτῶν οὐκέτι ὁ παρακείμενος ἀπὸ καθαροῦ

τοῦ ε ἄρχεται ἀλλὰ μετὰ συμφώνου τοῦ κ, οἷον κέκρικα, καὶ

τοῦ π, οἷον πέπληχα· λέγεται οὖν ὁ λόγος, ὅτι τὰ ἀπὸ δύο

συμφώνων στεῤῥῶν ἀρχόμενα, ταῦτα ἀποβάλλει τὸ σύμφωνον

ἐπὶ τοῦ παρακειμένου, καὶ ἀπὸ τοῦ ε ἄρχεται· τὸ δὲ πλήσσω

καὶ κρίνω, εἰ καὶ δοκεῖ ἀπὸ δύο συμφώνων ἄρχεσθαι, ἀλλ' οὐ

στεῤῥῶν ἀμφοτέρων· τὸ γὰρ λ ὑγρόν ἐστι καὶ ἀμετάβολον· ὁμοίως

καὶ τὸ ρ· διὰ τούτου ὁ παρακείμενος οὐκέτι διὰ καθαροῦ τοῦ ε

κλίνεται, ἀλλὰ μετὰ τοῦ συμφώνου, οἷον κέκρικα, πέπληχα.

257

* πλημμελοῦσιν οἱ λέγοντες ἠνέστην, δέον ἀνέστην μόνως· ὁ δὲ

λόγος οὗτος, ὅσα τῶν ῥημάτων ἀπὸ προθέσεως ἄρχεται, φυλάτ-

τει τὴν πρόθεσιν ἐν πᾶσι τοῖς χρόνοις· οἷον καθίζω, ἀπὸ τῆς

κατὰ προθέσεως ἀρξαμένου τοῦ ῥήματος, μένει ἡ πρόθεσις καὶ

ἐν τοῖς ἄλλοις χρόνοις, οἷον καθεζόμην, οὐκ ἐκαθεζόμην, καὶ

καθέζοντο, οὐκ ἐκαθέζοντο· οὕτως καὶ τὸ ἀνίσταμαι, ἀπὸ τῆς

ἀνὰ προθέσεως ἀρχόμενον, φυλάττειν ὀφείλει, ἀνέστην, οὐκ ἠν-

έστην.

Ὁμοίως ἁμαρτάνουσιν οἱ λέγοντες, ῥέρανται καὶ ῥέρευκε,

δέον ἔῤῥανται καὶ ἔῤῥευκε· τὸ γὰρ ρ οὐδέποτε ἀναδιπλασιά-

ζεται.

Ὁμοίως ζητεῖται καὶ ἀπὸ τοῦ περιπατῶ καὶ περισσεύω τίς

ὁ παρατατικός· λέγομεν οὖν ὅτι ἀπὸ τοῦ περιπατῶ περιεπα-

τοῦν γίνεται, φυλαττομένης τῆς περὶ προθέσεως· τὸ δὲ περισ-

σεύω οὐκέτι ἐστὶ σύνθετον· οὐδὲ ἐκ προθέσεως ἤρξατο· ἐὰν

μὲν γὰρ αὐτὸ διαλῦσαι πειραθῶμεν χωρὶς τὸ περὶ, οὐδέν

ἐστιν, οὔτε αὐτὸ, οὔτε τὸ σ σεύω· ὅθεν ἐπεὶ μὴ ἔστι πρόθεσις,

οὐκ ἔμεινεν ἐν τῇ κλίσει τοῦ ῥήματος, οὐδὲ ῥηθήσεται περιέσ-

σευον, ἀλλ' ἐπερίσσευον ἀπὸ τοῦ ε· περιεπάτουν δὲ ἀπὸ τῆς

περὶ προθέσεως, οὐχ ὡς οἱ ἁμαρτάνοντες, ἐπεριεπάτουν, ἡ περι-

έσσευον.

Ζητεῖται τὸ ἕψω ῥῆμα πότερον περισπώμενόν ἐστιν, ἢ βαρύ-

τονον· λέγομεν οὖν, ὅτι ἁμαρτάνουσιν οἱ περισπῶντες τὸ ῥῆμα,

ἑψῶ· εἰ γὰρ ἦν περισπώμενον τὸ ῥῆμα, ἦν ἂν ὁ παρατατικὸς

ἥψουν· ὡς ἀπὸ τοῦ νοῶ, ἐνόουν, καὶ κρατῶ, ἐκράτουν, οὐδεὶς δὲ

τῶν ἀρχαίων εἶπεν ἥψουν, ἀλλ' ἥψον, ὡς ἀπὸ τοῦ ἔχω εἶχον·

καὶ ἄγω, ἦγον· οὐκοῦν βαρύτονον γίνεται τὸ ἕψω, ὥσπερ τὸ

ἔχω καὶ τὸ ἄγω. δοκεῖ δὲ ἀντιπίπτειν τῷ κανόνι τῷ τὸν μέλ-

λοντα περιττοσυλλαβεῖν μιᾷ συλλαβῇ· ἑψήσω γάρ ἐστιν·

258

οὐκοῦν φασὶν ἀπὸ τοῦ ἕψω εἶναι ἑψήσω, ὡς ἀπὸ τοῦ κρατῶ,

κρατήσω, πρὸς τοῦτο φαμὲν ὅτι βαρύτονον μέν ἐστι τὸ ῥῆμα,

ὡς δῆλον ἐκ τοῦ παρατατικοῦ, τοῦ ἥψον, ὡς εἶχον καὶ ἦγον·

ὁ δὲ μέλλων διελύθη εἰς περιττοτέραν συλλαβὴν, οὐχ ὡς ἀπὸ

περισπωμένου τοῦ ῥήματος, ἀλλὰ διὰ τὴν αἰτίαν τοιαύτην. οἱ

μέλλοντες κατὰ τὸ πλεῖστον διὰ τοῦ ξ ἢ ψ προφέρονται· οἷον

ἀπὸ τοῦ λέγω, λέξω, καὶ ἀπὸ τοῦ γράφω, γράψω· ἐνταῦθα δὲ

τὸ ἕψω προειλημένου τοῦ ψ, ἐξ ἀνάγκης ὁ μέλλων διελύθη

εἰς πλείονας συλλαβάς· μόνως δὴ λέγεται ἕψω, καὶ οὐχ ἑψῶ.

Ἔτι πλημμελοῦσιν οἱ λέγοντες ηὐξάμην καὶ ηὐχόμην,

λόγῳ τοιούτῳ. Ὅσα ἀπὸ τῆς ευ διφθόγγου ἄρχεται ῥήματα,

ταῦτα τηρεῖ τὴν ευ δίφθογγον καὶ ἐπὶ πάντων τῶν χρόνων· οὕ-

τως ἄρα καὶ τὸ εὔχομαι φυλάξει τὴν ευ δίφθογγον· τὰ δὲ

ἀπὸ τῆς αυ ἀρχόμενα τρέπεται εἰς τὸ ηυ, οἷον αὐλῶ, ἠύλουν·

αὐχῶ ηὔχουν· εὔχομαι δὲ εὐχόμην.

Ἔτι πλημμελοῦσιν οἱ λέγοντες ἀφειλάμην, καὶ ἀφείλατο,

δέον λέγειν διὰ τοῦ ο ἀφειλόμην, καὶ διὰ τοῦ ε ἀφείλετο· τοῦ

γὰρ ἁπλοῦ ῥήματος ὄντος εἱλόμην, εἵλου, ἐξ ἀνάγκης τὸ σύν-

θετον ἐφύλαξε τὰ βραχέα, τό τε ε καὶ τὸ ο· μόνως οὖν ῥήτεον,

ἀφειλόμην, ἀφείλετο.

Ὁμοίως πλημμελοῦσιν οἱ λέγοντες ἀπήλαυσα, δέον μόνως

διὰ τοῦ ε, ἀπέλαυσα· ἐπὶ γὰρ τῶν ἀπὸ προθέσεως ἀρχομέ-

νων, ᾖ ὅταν μετὰ τὴν πρόθεσιν ᾖ προαρχόμενον τῶν ῥημάτων,

τότε μετατραπήσεται εἰς η· οἷον ἀπὸ τοῦ ἀπάγω, ἀπῆγον·

ὅταν δέ τι σύμφωνον ᾖ μετὰ τὴν πρόθεσιν, τότε πάντως εἰς

τὸ ε τρέπεται· ἀποβάλλω, ἀπέβαλλον· καὶ ἀποπέμπω, ἀπέ-

πεμπον· καὶ ἀπολαμβάνω, ἀπελάμβανον, οὕτως ἄρα καὶ ἀπο-

λαύω, ἀπέλαυον· καὶ ἀπέλαυσα διὰ τοῦ ε μόνως ῥητέον.

Ζητεῖται πῶς ἀπὸ τοῦ ἀκούω ῥήματος ὁ παρακείμενος ἀκή-

259

κοα λέγεται· φαμὲν οὖν, ὅτι ἡ ἀναλογία ἀπὸ τοῦ ἀκούω, τὸν

παρακείμενον ἤκουκα ποιεῖ· ὡς ἀπὸ τοῦ ἀλείφω, ἤλειφα· καὶ

ἀπὸ τοῦ ἀλέθω, ἤλεκα· οἱ δὲ Ἀττικοὶ εἰώθασιν ἐν τοῖς τοιού-

τοις πολλάκις ἀναδιπλασιάζειν τὸ ῥῆμα ἐπὶ παρακειμένου·

οἷον ἤλειφα, ἀλήλιφα· καὶ ἤλεκα, ἀλήλεκα· οὕτω καὶ ἤκουκα

καὶ αὐτοὶ κατὰ ἀναλογίαν ἀναδιπλασιάζοντες ἀκήκοα λέγουσι·

τὸν μέντοι ὑπερσυντελικὸν, ἐπὶ μὲν τῶν ἄλλων διὰ τοῦ α,

ἀληλέκειν, καὶ ἀληλίφειν· ἐπὶ δὲ τούτου διὰ τοῦ η ἠκηκόειν.

μόνως οὖν ῥητέον ἀκήκοα, ἠκηκόειν.

Ἁμαρτάνουσιν οἱ λέγοντες ἔζων ἐγὼ, δέον λέγειν ἔζην· μό-

νως γὰρ οὕτως ἡ χρῆσις εὑρίσκεται· ἐπεὶ καὶ τὸ δεύτερον καὶ

τὸ τρίτον πρόσωπον ἐφύλαξε τὸ η· οἷον ἔζην, ἔζης, εὑρίσκεται

παρὰ Ἀριστοφάνη διὰ τοῦ ω·

καίτοι τότε ἦν ἐγὼ ζῶν

καὶ δῶμεν αὐτῷ λόγον ἔχειν· εἰ γὰρ διαιρούμενόν ἐστιν ἔζωον,

καὶ συναιρούμενον ἕξει τὸ ω, οἷον, ἔζωον, ἔζων, ὡς ἐπὶ τοῦ

ἔπλωον, ἔπλων, καὶ τὸ σύνθετον

ἐπέπλων εὐρέα πόντον. (Hesiod. Opp. I. 648.)

Ὁμοίως πλημμελοῦσιν οἱ λέγοντες τὸ προστακτικὸν, πλεῖθι·

καὶ ζῆθι, δέον λέγειν, σὺ ζῆ, καὶ σὺ πλεῖ, εἰ καὶ δοκεῖ συνεμ-

πίπτειν τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ, ἐκεῖνος ζῆ, καὶ ἐκεῖ-

νος πλεῖ. Ὁμοίως καὶ τὸ προστακτικὸν οὕτως ῥητέον·

λόγῳ τοιούτῳ· πάντα τὰ προστακτικὰ ῥήματα ἀπὸ τοῦ τρίτου

προσώπου γίνεται, ἀφαιρουμένης μόνης μιᾶς συλλαβῆς· εἰ οὖν

ἔστι πεμπέτω, τὸ δεύτερον πρόσωπον ἐγένετο πέμπε· ὁμοίως·

καὶ, κρατείτω ἐκεῖνος, κράτει σὺ, ἀφαιρεθείσης μόνης τῆς τω

συλλαβῆς· οὕτως ἄρα εἰ πλείτω λέγομεν τὸ τρίτον πρόσω-

πον, καὶ ζήτω, καὶ δράτω, ἀφέλοντες τὴν τελευταίαν συλλα-

260

βὴν, καὶ ἐροῦμεν τὸ δεύτερον πρόσωπον, σὺ πλεῖ, καὶ σὺ ζῆ,

καὶ σὺ δρᾶ.

Ἁμαρτάνουσιν οἱ λέγοντες ἐκτεταμένως βαδίζειν, δέον λέ-

γειν συνεσταλμένως βαδίζειν, καὶ ἐβάδιζον, λόγῳ τοιούτῳ·

τριῶν ὄντων διπλῶν ζ, ξ, ψ, καὶ τριῶν διχρόνων, α, ι, υ, πᾶν

δίχρονον, διπλοῦ ἐπιφερομένου, συστέλλεται, μάλιστα δὲ τοῦ ζ

ἐπιφερομένου, οἷον φροντίζω, αὐγάζω, κουφίζω, ἀκοντίζω· οὕτως

ἄρα καὶ βαδίζω, ἐβάδιζον, συνεσταλμένως, ὡς καὶ φροντίζω,

ἐφρόντιζον.

Ζητεῖται τοῦ οἰκῶ ῥήματος ὁ παρατατικὸς καὶ ἀόριστος,

πότερον φυλάξει τὴν οι δίφθογγον, ἢ τραπήσεται εἰς τὸ ω·

οἷον, ὤκουν καὶ ὠκήσα, καὶ τὸ σύνθετον κατῴκουν, κατῴκησα·

οὐχὶ κατοίκησα, ὡς ὁ Μένανδρος ἀπὸ τοῦ οἰδῶ τὸν παρατατι-

κὸν μεταβάλλει εἰς τὸ ω, λέγων,

ὤδουντ' ἐν ἐμαυτῷ.

ἐροῦμεν οὖν ὡς διὰ τοῦ ω· κατῴκουν, κατῴκησα· Ὅμηρος

μόνος ἐφυλάξατο δίφθογγον εἰπὼν,

Οἴκεον ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι. (Il. Ξ. 116.)

εἶπε δὲ Ἰακῶς, οὐκ Ἀττικῶς.

Εἰσὶν οἱ σφάλλοντες λέγοντες γεγράφηκα καὶ γεγραφήκειν·

ὡς δεδράμηκα, δεδραμήκειν· οὐ γάρ ἐστιν ὅμοια· τὸ μὲν γὰρ

ἀπὸ περισπωμένου ῥήματος ὂν, δραμῶ, ὡς κρατῶ, ἐῤῥήθη δε-

δράμηκα, ὡς κεκράτηκα· τὸ δὲ γράφω βαρύτονον ὂν οὐκέτι

δύναται ἐπὶ τοῦ παρακειμένου δύο συλλαβαῖς πλεονεκτεῖν, ἀλλὰ

μιᾷ· ὅθεν οὐκ ἐροῦμεν, γεγράφηκα, ἀλλὰ γέγραφα, καὶ γε-

γράφειν· πάντα γὰρ τὰ βαρύτονα ῥήματα ἀπὸ συμφώνου

ἀρχόμενα ἐπὶ τοῦ παρακειμένου μιᾷ συλλαβῇ πλεονεκτεῖ· ὥσ-

261

περ οὖν ἀπὸ τοῦ δέρω, δέδαρκα, καὶ τρέχω, τέτροχα, οὕτω καὶ

ἀπὸ τοῦ γράφω, γέγραφα μόνως ῥητέον.

Ἁμαρτάνουσιν οἱ λέγοντες πεῖν βούλομαι μονοσυλλάβως,

δέον λέγειν πιεῖν δισυλλάβως· μόνως γὰρ οὕτως καὶ παρὰ τοῖς

ἀρχαίοις πᾶσιν εἴρηται, καὶ παρὰ τῷ ποιητῇ·

πιεῖν ὅτε θυμὸς ἀνώγοι. (Il. Θ. 189.)

Σφάλλονται οἱ λέγοντες ἐπὶ τῶν μάντεων ἔθυσε, τὸ ἐπεσκέ-

ψατο, ἐθύσατο προσῆκον· θῦσαι μὲν γὰρ τὸ ἄνευ μαντείας

ἁπλῶς σφάξαι· τὸ δὲ καὶ τὰ ἱερεῖα ἐπισκοπῆσαι καὶ σκέψα-

σθαι, θύσασθαι λέγεται· κἀγὼ ἐθυσάμην, κἀκεῖνος ἐθύσατο ἐπὶ

τῆς μαντείας· μόνως οὕτως ῥητέον, καὶ τὸ τῶν ἱερείων μὴ καλῶς

φανθέντων δεύτερον ἱερεῖον ἀνατεμεῖν **

Ζητεῖται τὸ θέλω ῥῆμα πότερον βαρύτονόν ἐστιν, ἢ περι-

σπώμενον, ἐπειδὴ ὁ μέλλων περιττοσυλλάβως κλίνεται, ἔστι

γὰρ θελήσω· σφάλλονται δὲ οἱ τοῦτο λέγοντες· εἰ γὰρ περι-

σπώμενον τὸ θέλω ἦν, ἦν ἄρα ὁ παθητικὸς ἠθέλουν, ὡς νοῶ,

ἐνόουν· νῦν δὲ ἔστιν ἔθελον, ὡς ἀπὸ τοῦ λέγω, ἔλεγον· εἰ δὲ ὁ

μέλλων συλλαβῇ πλεονεκτεῖ, ἐπὶ τοῦ νέμω, νεμήσω, οὕτως ἄρα

καὶ θέλω, θελήσω· ὥστε εἶναι δευτέρου μέλλοντος.

Ἵνα οὐ μόνον τὰ ὑποτακτικὰ ῥήματα ἐπιφέρεται, οἷον, ἵνα

παύσωνται, ἵνα παύσωσιν, ἀλλὰ καὶ τὰ εὐκτικὰ, οἷον, ἵνα

παύσω καὶ ἵνα παύσαιμι, ὡς καὶ παρὰ τῷ ποιητῇ·

ἵνα μιν παύσειε πόνοιο. (Il. Φ. 249.)

Ἐχρῆν καὶ χρὴ διαφέρει τῷ χρόνῳ, τὸ μὲν ἐχρῆν ἐστὶν ἐπὶ

τοῦ παρεληλυθότος, καὶ ἴσον δύναται τῷ ἔδει, ἐχρῆν γενέ-

σθαι· τὸ δὲ χρὴ τοῦ μέλλοντος, ἴσον τῷ δεῖ· καὶ ὁ Δη-

μοσθένης· “χρὴ τοίνυν ὦ ἄνδρες Ἀθηναῖοι τὴν ἀκαιρίαν τὴν

”ἐκείνου.“

Κίλιξ, ὁ ἀνήρ· Κίλισσα δὲ ἡ γυνή· ὁμοίως Λίβυς, Λί-

βυσσα· Θρᾲξ, Θρᾷσσα· Μάγνης, Μάγνησσα

Πελίουτε Μάγνησσαν κόραν·

μαγνῆτις δὲ λίθος·

262

Τὸ κληρονομεῖν μόνῃ γενικῇ συντάσσεται· ”ἐκληρονόμησε

“τοῦδε” οὐχὶ “τόνδε.”

Ἀπέδραν ἐγὼ τὸ πρῶτον πρόσωπον, οὐχὶ ἀπέδρων· καὶ ἀπ-

έδραμεν ἡμεῖς τὸ πληθυντικόν· ὡς καὶ Σοφοκλῆς·

Ἀλλ' ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ' ἀπέδραν—

{ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΤΗΣ ΛΕΞΕΩΣΤΩΝ ΣΤΙΧΩΝ.}Στίχος ἐστὶ καὶ λέξεως δηλωτικῆς σύμμετρος καὶ μέγε-θος. εἴδη δὲ στίχων εἰσὶ ι̅β̅· ἰσόχρονος, ἀπηρτισμένος,ἀκέφαλος, λαγαρὸς, μείουρος, τραχὺς, μαλακοειδὴς, κακό-φωνος, λογοειδὴς, προκέφαλος, σφηκίας καὶ δολιχοῦρος.ἰσόχρονος μὲν οὖν ἐστὶ ὁ καὶ τὰ μεγέθη τῶν συλλαβῶν καὶτοὺς πόδας ἀπὸ τῶν πρώτων ἄχρη τῶν ἐσχάτων ἔχων,οἷον, τώδ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. ἀπηρτι-σμένος δὲ, ὁ τὴν διάνοιαν πᾶσαν ἔχων ἐν ἑαυτῷ, οἷον,ὡς εἰπὼν ἐξέσσυτο φαίδιμος Ἕκτωρ. ἀκέφαλος δὲ ἐστὶνὁ ἀπὸ βραχείας ἀρχόμενος, οἷον, ἐπειδὴ νῆας τὲ καὶἙλλήσποντον ἕκοντο. λαγαρὸς, ὁ κατὰ μέσον τὴνσυμπλοκὴν μὴ σώζων, τὴν θέσιν μὴ σώζων, οἷον, Νέ-στωρα δ' οὐκ ἔλαθεν ἡ ἀχὴ πίνοντα περ' ἔμπης. μείου-ρος δὲ, ὁ κατὰ τὸ τέλος τὴν θέσιν μὴ σώζων, καὶ τὴνπαρατέλει συλλαβὴν βραχεῖαν ἔχων, οἷον, Τρῶες δ' ἐῤ-ῥίγησαν, ὅπως ἴδον αἰόλον ὄσφιν. τραχὺς δὲ ἐστὶ ὁτὸν ῥῦζον τῶν φθόγγων συνιστὰς, ὡς, τριχθά τεκαὶ τετραχθὰ διατρυφθὴν κάππεσε χειρός. μαλα-κοειδὴς ἐστὶν ὁ λείως ἐπιπίπτων ταῖς ἀκοαῖς, οἷον, αἵ-ματε<ϊ> οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. κακόφωνοςἐστὶ ὁ τὰ πολλὰ φωνήεντα ἔχων, οἷον, φῄη ἀθερελοι-γὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. λογοειδὴς δὲ ἐστὶ ὁ πεζό-τερος τῇ συνθέσει, οἷον, ἵππους τε ξανθοὺς ἑκατὸνπεντήκοντα. προκέφαλος· ἢ οὐχ ἅλις, ὅτι γυναῖκαςἀνάλκιδας ἠπεροπεύεις. σφηκίας, οἷον, ἢ λάθετ', ἢ οὐκἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ. δολιχοῦρος, οἷον, Κά-στορά θ' ἱππόδαμον, καὶ πύξ ἀγαθὸν Πολυδεύκεα.Τέλος.{Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος ἐκ τῶν Ἡρωδιανοῦ.} Τί ἐστι ῥῆμα; μέρος λόγου ἄπτωτον, ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦνμετ' ἐνεργείας ἢ πάθους ἢ οὐδετέρου, προσώπου σημαντικόν, ὃ καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ. Διατί πρῶτον περὶ ῥήματος διδάσκει καὶ οὕτως τὰ παρεπόμενα αὐτῷ; ἐπειδὴ πᾶσα τεχνικὴ διδα-σκαλία παραλαμβάνεσθαι θέλει ἐξ ὅρου καὶ παρεπομένων. καὶ δεῖ πρῶτον μαθεῖν τὸν ὅρον, καὶ οὕτωςτὰ παρεπόμενα αὐτῷ. Πόσαι κυρίως ἐγκλίσεις; πέντε. ἡ ἀπαρέμφατος δὲ οὐ κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς. καὶδιατί; ἐπειδὴ ἔγκλισις λέγεται βούλημα ψυχῆς, ἡ δὲ ἀπαρέμφατος μὴ ἔχουσα βούλημα ψυχῆς εἰκότωςοὐδὲ ἔγκλισις λέγεται. Διατί μὴ προτέτακται ἡ ἀπαρέμφατος τῆς ὁριστικῆς; ἐπειδὴ ἀμφιβάλλεται τὰ ἀπαρέμφατα εἰῥήματά εἰσιν ἢ οὔ. οὐ δεῖ δὲ τὰς ἀρχὰς ἀπὸ τῶν μαχομένων ποιεῖσθαι. Διατί προτερεύει ἡ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων; ἐπειδὴ τελείας ἔχει τὰς φωνάς. ἔχει γὰρ ἐνε-στῶτα ἰδίως καὶ τοὺς ἄλλους χρόνους ὡσαύτως. αἱ δὲ ἄλλαι ἐγκλίσεις συνεζευγμένους ἔχουσι τοὺς χρό-νους. καὶ ὅτι αἱ ἀπὸ ῥημάτων γινόμεναι παραγωγαὶ καὶ συνθέσεις ἐκ τῶν ὁριστικῶν γίνονται καὶ οὐκἀπ' ἄλλων ἐγκλίσεων, οἷον γέγραμμαι γράμμα, βέβληται ἀβλής. Διατί προτέτακται ἡ προστακτικὴ τῆς εὐκτικῆς; ἐπειδὴ μᾶλλον τῆς εὐκτικῆς κοινωνεῖ τῇ ὁριστικῇἡ προστακτική, καὶ δεῖ τὸν κοινωνὸν ἐγγὺς εἶναι. Ὁ χρόνος ἐν κινήσει. ὁ δὲ ἐνεστὼς παρὰ τὸ ἑστάναι. πῶς φαμεν εἶναι ἐνεστῶτα χρόνον; ὥσπερ ἐὰνεἰς κρουνὸν ῥέοντα βρέξω τὸν δάκτυλόν μου, καὶ ἐὰν εἰς ποταμὸν βρέξω τὸν δάκτυλόν μου, δηλονότιἐνεστῶτος ἔβρεζα. οὕτως τοῦ χρόνου ἀεὶ κινουμένου οὐ δύναταί τι γενέσθαι οὔτε ἐν παρεληλυθότι χρονῷοὔτε ἐν μέλλοντι, ἀλλὰ δηλονότι ἐν ἐνεστῶτι γίνονται πράγματα. Τί διαφέρει ὁ παρατατικὸς τοῦ παρακειμένου, ὁ παρακείμενος τοῦ ὑπερσυντελίκου, ὁ ὑπερσυντέ-λικος τοῦ ἀορίστου; διαφέρει ὅτι ὁ μὲν παρατατικὸς παρῆλθεν ἐνισταμένην ἔχων τὴν πρᾶξιν καὶ οὔπωπεπληρωμένην, ὁ δὲ παρακείμενος νεωστὶ ἐπληρώθη, καὶ παράκειται αὐτῷ ἡ τοῦ ἔργου πλήρωσις, ὅθενκαὶ ἐνεστὼς συντέλικος ὀνομάζεται. ὁ δὲ ὑπερσυντέλικος πρὸ πολλοῦ ἐπληρώθη καὶ παράκειται αὐτῷ ἡπλήρωσις, εἴτε ἄρτι εἴτε πάλαι ἐπληρώθη. ὁ δὲ ἀόριστος ἀόριστον ἔχει τὴν σημασίαν. Διατί ὁ ἐνεστὼς ἔχει συγγένειαν πρὸς τὸν παρατατικόν, ὁ παρακείμενος πρὸς τὸν ὑπερσυντέλικον,καὶ ὁ ἀόριστος πρὸς τὸν μέλλοντα; ἐπειδὴ ὁ ἐνεστὼς καὶ ὁ παρατατικὸς παρατεταμένην ἔχουσι τὴνπρᾶξιν καὶ ἀπλήρωτον, ὁ δὲ παρακείμενος καὶ ὑπερσυντέλικος ἐπειδὴ πεπληρωμένοι εἰσίν, ὁ δὲ ἀόριστοςκαὶ ὁ μέλλων ἐπειδὴ ἀλλήλως ἔχουσι τοὺς χρόνους ἀμφότεροι. Διατί ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων προσλαμβάνουσι τὸ τ̅; ἐπειδὴ ἀπὸ τριῶνοὐκ ἔστι συζυγίας κυριολεξία· κυρίως γὰρ συζυγία ἐστὶ παρὰ τὸ δύο ἄγειν, ὅ ἐστι σημαντικὸν ἀρτίουἀριθμοῦ καὶ οὐ περιττοῦ· καὶ διὰ τοῦτο προσλαμβάνουσιν ἀπὸ τῆς τρίτης συζυγίας τὸ τ̅ καὶ γίνεται ἡπρώτη διὰ τοῦ π̅τ̅, καὶ ἡ δευτέρα διὰ τοῦ κ̅τ̅. Καὶ διατί ἡ τρίτη συζυγία διὰ τριῶν συμφώνων ἐκφέρεται; ἐπειδὴ ἐνταῦθα ἡ ἀκρίβεια τῆς συζυ-γίας οὐκ ἐφυλάχθη, ὅτι οἱ Ἀθηναῖοι ἀνύτω λέγουσι δι' ἑνὸς τ̅. Διότι τὸ α̅ προτερεύει τοῦ ε̅, διατί μὴ ἡ πρώτη συζυγία τῶν περισπωμένων ἐκφέρεται διὰ τῆς α̅ι̅(? ᾳ̅) διφθόγγου ἀλλὰ διὰ τῆς ε̅ι̅; ἐπειδὴ ἡ ε̅ι̅ δίφθογγος ἐν τοῖς ῥήμασι τιμιωτέρα ἐστὶν † ἀμέλει καὶ