tlg0087.tlg050
- Authority group
- Aelius Herodianus Et Pseudo- (catalogue association; authorship remains anonymous)
- Edition reference
- Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος, ed. J. La Roche, Παρεκβολαὶ τοῦ μεγάλου ῥήματος ἐκ τῶν Ἡρωδιανοῦ [Programm Akad. Gymn. Vienna. 1863]: 4–37.
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg050.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
ἀσφάλειαν αὐτῶν τὴν ε̅ι̅ δίφθογγον, οἷον ποιέω ποιῶ, ποιέεις ποιεῖς, ποιέει ποιεῖ· βοάω βοῶ, βοάεις
βοᾷς, βοάει βοᾷ· χρυσόω χρυσῶ, χρυσόεις χρυσοῖς, χρυσόει χρυσοῖ.
Διατί ἡ τετάρτη συζυγία τῶν εἰς μ̅ι̅ ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γέγονε καὶ οὐκ ἐξ ἄλλης τινός;
διὰ τὸ μὴ εἶναι τετάρτην συζυγίαν τῶν περισπωμένων ἠναγκάσθη ἐκ τῆς ἕκτης γενέσθαι· καὶ γὰρ αἱ
τρεῖς τῶν περισπωμένων ἐξ αὐτῆς ἐγένοντο.
Κατὰ πόσους τρόπους ἐκλιμπάνουσιν αἱ φωναὶ τῶν ῥημάτων; κατὰ τέσσαρας· κατὰ ἀσημασίαν,
κατὰ ἀσυνταξίαν, κατὰ τὸ φορτικὸν καὶ κατὰ τὴν τύχην· κατὰ ἀσημασίαν μὲν ὡς ὅλα τὰ πρῶτα πρό-
σωπα τῶν προστακτικῶν· ἀπολιμπάνουσι καὶ τοῦ θνήσκω, πίπτω, ὀφθαλμιῶ, πυρέσσω, ῥιγῶ, φρίσσω,
τρέμω, χαίρω τὰ παθητικά· καὶ τοῦ δέχομαι, εὔχομαι, πέτομαι, ψεύδομαι, ὀρχοῦμαι τὰ ἐνεργητικά,
διὸ τὰ μὲν αὐτοπαθῆ καλοῦνται, τὰ δὲ αὐτενεργητικά· κατὰ ἀσυνταξίαν δέ, ὡς ἐπὶ τοῦ τέτυπται,
κέκαρται, νένυκται τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ἀπολιμπάνουσι, καὶ διὰ μετοχῆς ἀναπληροῦνται·
6
κατὰ τὸ φορτικὸν, ὡς ἐπὶ τοῦ χέω χεύσω· κατὰ τύχην δὲ, ὡς ἐπὶ τοῦ ἔλαβον, ἔφαγον, ἔμαθον, ἔδακον,
ἔπεσον οὐκ εἰσὶν οἱ ἐνεστῶτες ἐν χρήσει, ἀλλ' ἐπιλιμπάνουσι κατὰ τύχην.
Πόσα ῥήματα ἄχρι τοῦ παρατατικοῦ κλίνονται; τὰ διὰ τοῦ α̅ν̅ω̅ βαρύτονα, οἷον λαμβάνω, τυγ-
χάνω, μανθάνω· καὶ τοῦ α̅θ̅ω̅, οἷον βιάθω τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ· καὶ τὰ διὰ τοῦ ε̅θ̅ω̅,
οἷον φλεγέθω, νεμέθω τὸ βόσκω· καὶ τὰ διὰ τοῦ υ̅θ̅ω̅, οἷον μινύθω· καὶ τὰ εἰς β̅ω̅ βαρύτονα ἔχοντα
πρὸ τοῦ β̅ σύμφωνον ἢ τὸ ε̅ μόνον, οἷον σέβω, φέρβω, ῥέμβω· καὶ τὰ εἰς σ̅κ̅ω̅ βαρύτονα, οἷον ἀρέσκω,
πιφαύσκω, χωρὶς τοῦ θνήσκω θνήξω καὶ ἀλύσκω ἀλύξω, τὸ γὰρ διδάξω οὐκ ἀπὸ τοῦ διδάσκω ἀλλ' ἀπὸ
τοῦ διδάχω, ἐξ οὗ καὶ διδαχή· καὶ τὰ διὰ τοῦ ε̅ι̅ν̅ω̅ ὑπὲρ δύο συλλαβὰς βαρύτονα, οἷον ἐρεείνω, φαείνω,
ἀλεείνω τὸ ἐκκλίνω· καὶ τὰ διὰ τοῦ ε̅ι̅ω̅ διὰ τῆς ε̅ι̅ διφθόγγου παραγόμενα ἀπὸ ἐνεστῶτος ἢ μέλλοντος,
οἷον κιχῶ κιχείω, ὀλῶ ὀλείω, βρώσω βρωσείω· καὶ τὰ διὰ τοῦ υ̅ω̅ ὑπὲρ δύο συλλαβὰς ποιοῦντα παρά-
γωγα εἰς μ̅ι̅, οἷον πηγνύω πήγνυμι, ὀμνύω ὄμνυμι, ῥηγνύω ῥήγνυμι.
Διατί πάντα τὰ εἰς ω̅ λήγοντα ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν; πρὸς ἀντιδιαστολὴν τῶν
εἰς ω̅ θηλυκῶν ὀνομάτων· τὰ γὰρ εἰς ω̅ λήγοντα θηλυκὰ ὀνόματα ὀξύνονται, οἷον Κλειώ, Καλυψώ, πειθώ.
Κατὰ ποίαν διάλεκτον τὸ α̅ καὶ ε̅ εἰς α̅ μακρὸν κιρνᾶται, καὶ κατὰ ποίαν εἰς η̅; τὸ α̅ καὶ ε̅ εἰς α̅
μακρὸν κιρνᾶται παρ' ἡμῖν καὶ τοῖς Ἀθηναίοις, παρὰ δὲ τοῖς Δωριεῦσιν εἰς η̅, οἷον ὁράεις ὁρῇς, πει-
νάεις πεινῇς. κέχρηνται δὲ καὶ τῷ πεινῇς καὶ διψῇς οἱ Ἀθηναῖοι.
Πόθεν τὸ ζῇς; παρὰ τὸ ἄω τὸ πνέω κατ' ἐπέκτασιν τῆς ζ̅α̅ συλλαβῆς γίνεται ζάω, οἷον πάνυ
πνέω, τὸ δεύτερον ζάεις καὶ κατὰ κρᾶσιν Δωρικὴν τοῦ α̅ καὶ ε̅ εἰς η̅ μακρὸν ζῇς.
Διατί τὸ χρυσόεις οὐ γίνεται κατὰ συναίρεσιν χρυσοῦς ἀλλὰ χρυσοῖς, τὸ γὰρ ο̅ καὶ ε̅ εἰς ο̅υ̅ κιρ-
νᾶται; ἐπειδὴ πᾶν πρῶτον πρόσωπον εἰς ω̅ λῆγον ἔχει διὰ διφθόγγου τὸ δεύτερον τῆς διὰ τοῦ ε̅ καὶ ι̅·
καὶ τούτου χάριν ἀπεβλήθη τὸ υ̅ καὶ ἐγένετο χρυσοῖς· καὶ διατί μὴ ἀπεβλήθη τὸ ο̅ ἀλλὰ τὸ υ̅; ἐπειδὴ
εὑρίσκεται μετὰ τὴν υ̅ι̅ δίφθογγον σύμφωνον, ὅπερ ἄτοπον· οὐδέποτε γὰρ μετὰ τὴν υ̅ι̅ δίφθογγον σύμ-
φωνον εὑρίσκεται.
Κατὰ ποῖον τρόπον ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐν τοῖς ἐνεργητικοῖς; δι' ἀσυν-
ταξίαν· δύο γὰρ κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, πᾶν δυϊκὸν ῥῆμα θέλει χαρα-
κτηρίζεσθαι ἢ διὰ τοῦ τ̅ ἢ διὰ τοῦ θ̅· διὰ τοῦ τ̅ μὲν ἐν τοῖς ἐνεργητικοῖς, διὰ τοῦ θ̅ δὲ ἐν τοῖς παθη-
τικοῖς, καὶ ὤφειλεν εἶναι τύπτοτον· ὁ δὲ ἕτερος λέγει ὅτι πᾶν μέρος λόγου ἐπιδεχόμενον ἀριθμοὺς θέλει
χαρακτηρίζεσθαι δι' ἐκείνου τοῦ στοιχείου ἐν τοῖς δυϊκοῖς, δι' οὗ καὶ τὸ πληθυντικὸν χαρακτηρί-
ζεται, χωρὶς τῶν πρωτοτύπων ἀντωνυμιῶν, καὶ ὤφειλεν εἶναι τύπτυμον· τῶν οὖν δύο κανόνων μαχο-
μένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὸ τ̅, τοῦ δὲ ἑτέρου τὸ μ̅, ἀπέλιπε τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν,
καὶ λοιπὸν ἐξ ἀνάγκης δύο εὑρίσκονται, δεύτερόν τε καὶ τρίτον.
7
Διατί τὰ δυϊκὰ ἐκ τῶν πληθυντικῶν [κανονίζεται] ὑστέρων ὄντων; ἐπειδὴ τὰ δυϊκὰ ὑστερογενῆ
ἐγένοντο καὶ οὔτ' ἐν πάσαις διαλέκτοις εὑρίσκονται· παρὰ γὰρ τοῖς Αἰολεῦσιν οὐχ εὑρίσκονται· οὐδὲ ἡ
κοινὴ διάλεκτος κέχρηται αὐτοῖς, καὶ διὰ τοῦτο ἀπὸ τῶν πληθυντικῶν κανονίζεται.
Διατί ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν δυϊκῶν; ἐπειδὴ πεφύκασι πολλάκις τὰ δυϊκὰ
ἀναδέχεσθαι ὁμοφωνίαν, ὥσπερ καὶ ἐπὶ ὀνομάτων λέγομεν ὀρθῆς καὶ αἰτιατικῆς καὶ κλητικῆς, καὶ ἐπὶ
τῶν μετοχῶν καὶ ἀντωνυμιῶν καὶ τῶν ἄρθρων· καὶ διὰ τοῦτο πολλάκις ὁμοφωνοῦσι τὰ δεύτερα καὶ
τρίτα πρόσωπα τῶν δυϊκῶν. καὶ διατί τὸ τρίτον τῶν δυϊκῶν οὐκ ἀπὸ τοῦ τρίτου τῶν πληθυντικῶν κανο-
νίζεται, ἀλλ' ἀπὸ τοῦ ἰδίου δευτέρου; ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν, οἷον τύπτουσιν, οὐκ ἔχει
σύμφωνον τὸ ἁρμόζον τοῖς δυϊκοῖς, ἤγουν τὸ τ̅, καὶ διὰ τοῦτο οὐ κανονίζεται τὸ τρίτον τῶν δυϊκῶν ἐκ
τοῦ τρίτου τῶν πληθυντικῶν.
Καὶ διατί ὅτε ἔχει τὸ τρίτον τῶν πληθυντικῶν τὸ τ̅, οὐ κανονίζεται ἐξ αὐτῶν τὸ τρίτον τῶν δυϊκῶν;
ἵνα μὴ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον εὑρεθῶσιν ἔχοντα τὸ θ̅, τὸ δὲ τρίτον τὸ τ̅, τοῦ κανόνος ἀπαιτοῦν-
τος τὰ τρίτα τῶν δυϊκῶν διὰ τοῦ αὐτοῦ συμφώνου ἐκφέρεσθαι δι' οὗ καὶ τὸ δεύτερον.
Διατί τὸ τρίτον πρόσωπον λέγομεν ἐν τοῖς δυϊκοῖς, ὁ γὰρ τρία ἀριθμὸς ἀρχή ἐστι πλήθους καὶ
οὐκ ἔστιν ἴδιος δυϊκοῦ ἀριθμοῦ; εἰ καὶ τρία πρόσωπα λέγομεν ἐν τοῖς δυϊκοῖς, ἀλλ' οὖν ἕκαστον αὐτῶν
δύο πρόσωπα σημαίνει, ἐπεὶ κατὰ λόγον ἡμῶν καὶ ἐν τοῖς ἑνικοῖς ἓν πρόσωπον ὤφειλεν εἶναι κυρίως, καὶ
οὐ τρία· ἀλλ' εἰ καὶ τρία εἰσὶ κἀκεῖ πρόσωπα, ἀλλ' οὖν ἕκαστον ἓν πρόσωπον σημαίνει.
Διατί τὸ <φᾶσι> μετοχὴ βαρύνεται, τὸ δὲ ῥῆμα <φασίν> ὀξύνεται; ἡ μετοχὴ βαρύνεται, ἐπειδὴ
πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι̅ λήγουσα δισύλλαβος ἀνεπέκτατος ἐπὶ μὲν τῶν ὀνομάτων ὀξύνεσθαι θέλει,
οἷον βουσί, Τρωσί, πλὴν τοῦ πᾶσιν· ἐπὶ δὲ μετοχῆς βαρύνεσθαι θέλει, οἷον δοῦσι, βᾶσι, στᾶσιν· οὕτως
οὖν καὶ τὸ φᾶσιν· τὸ δὲ ῥῆμα ὀξύνεσθαι θέλει, ἐπειδὴ ἐγκλιτικόν ἐστι, τὰ δὲ ἐγκλιτικὰ καθ' ἑαυτὰ
ὄντα ὀξύνονται, οἷον φασίν, εἰσίν.
Πότε γίνεται τὸ ν̅ ἐφελκυστικὸν τοῦ ι̅; ἡνίκα τοῦ ι̅ προηγούμενόν ἐστι τὸ σ̅ ἢ δυνάμει ἢ ἐνεργείᾳ,
δυνάμει μὲν ὡς φοίνιξιν, ἐνεργείᾳ δὲ ὡς πᾶσιν· ἐν γὰρ τῷ φοίνιξιν δυνάμει ἐστὶ τὸ σ̅, καὶ γὰρ τὸ ξ̅ ἐκ
τοῦ κ̅ καὶ σ̅ σύγκειται.
Ποῖα εἰσὶ ῥήματα ἀρχόμενα ἀπὸ συμφώνου καὶ μὴ γινόμενα ἐν τῷ παρατατικῷ κατὰ προσθήκην
τοῦ ε̅; πάντα τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα κατὰ προσθήκην τοῦ ε̅ αὐξάνουσιν ἐν τῷ παρατα-
τικῷ χωρὶς τῶν Ἰωνικῶν, οἷον τύπτεσκεν ἀντὶ τοῦ ἔτυπτε, καὶ τῶν ποιητικῶν, οἷον <„τύπτον ἐπιστρο-
φάδην“> (χ 308; conf. κ 483; ω 184) ἀντὶ τοῦ ἔτυπτε· καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων,
οἷον καταγράφω κατέγραφον, καὶ χωρὶς τοῦ δυσαρεστῶ καὶ δυσαπιστῶ, οἷον δυσηρέστουν καὶ δυση-
πίστουν. καὶ διατί οἱ ποιηταὶ καὶ Ἴωνες οὐκ αὐξάνουσι τὴν ἄρχουσαν τοῦ παρατατικοῦ; ἐπειδὴ
8
συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, εἴτε ἀπὸ συμφώνου, εἴτε ἀπὸ φωνήεντος
ἄρχεται ὁ ἐνεστώς· οἷον <”ἄγε δὴ ἡ μοῖρα βαρεῖα.”> χωρὶς τοῦ εἴπεσκε· τοῦτο δὲ τῆς μετοχῆς τὴν
ἄρχουσαν ἐφύλαξεν, οὐ μὴν τοῦ ἐνεστῶτος.
Διατί λέγουσί τινες τὸ ρ̅ φωνῆέν τε καὶ σύμφωνον εἶναι; διὰ τὸ δασύνεσθαι αὐτὸ καὶ ψιλοῦσθαι,
καὶ ὅτι τὰ εἰς α̅ λήγοντα θηλυκὰ καθαρὸν ἔχοντα τὸ α̅ ἢ μετὰ τοῦ ρ̅ τηρεῖ αὐτὸ καὶ ἐπὶ τῆς γενικῆς·
εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ α̅, τρέπουσιν αὐτὸ εἰς η̅, οἷον δόξα δόξης, καὶ διὰ τοῦτο λέγομεν αὐτὸ μὴ
εἶναι σύμφωνον ἀλλὰ φωνῆεν. καὶ πόθεν δῆλον ὅτι σύμφωνόν ἐστιν αὐτὸ καὶ οὐ φωνῆεν; ἐπειδὴ πᾶν
φωνῆεν καθ' ἑαυτὸ φωνὴν ἀποτελεῖ· τὸ δὲ ρ̅ οὐ δύναται καθ' ἑαυτὸ φωνὴν ἀποτελεῖν, [ἐκ τούτου] δῆλον,
ὅτι οὐκ ἐστὶ φωνῆεν ἀλλὰ σύμφωνον. καὶ ἄλλως· ὅτι οὐδέποτε ἐν μιᾷ συλλαβῇ τρία εὑρίσκονται
φωνήεντα· ἐὰν οὖν εἴπωμεν τὸ ρ̅ φωνῆεν εἶναι, εὑρεθήσεται ἐν τῷ ῥεῦμα ῥοῦς τρία φωνήεντα ἐν μιᾷ
συλλαβῇ, ὅπερ ἐστὶν ἀδύνατον· οὐκ ἄρα τὸ ρ̅ φωνῆεν ἀλλὰ σύμφωνον.
Διατί ἡνίκα ἐνεστὼς ἀπὸ τοῦ ρ̅ ἄρχεται καὶ ἕτερον ρ̅ προσλαμβάνει ὁ παρατατικός; ἵνα φυλάξῃ
τὸ πνεῦμα τοῦ ἐνεστῶτος· ἀεὶ γὰρ τὰ πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος φυλάττεσθαι θέλουσι καὶ
ἐν τοῖς παρῳχημένοις, οἷον φιλῶ ἐφίλουν ἰδοὺ ἐφύλαξε τὸ δασὺ φ̅· ἐὰν (sic) οὖν δι' ἑνὸς ρ̅ ὁ παρατατι-
κὸς ἐγένετο, ἠναγκάζετο ψιλοῦσθαι τὸ ρ̅· [τὸ γὰρ ρ̅] μεταξὺ δύο φωνηέντων ἐν ἁπλῇ λέξει ψιλοῦσθαι
θέλει, οἷον μέῤος, χαίῤω, φέῤω· καὶ τούτου χάριν προσλαμβάνει ἕτερον ρ̅ ὁ παρατατικός, ἵνα τὸ μὲν
πρῶτον ψιλωθῇ, τὸ δεύτερον δὲ δασυνθῇ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῶσι δύο ρ̅ρ̅, τὸ μὲν
πρῶτον ψιλοῦται τὸ δὲ δεύτερον δασύνεται, οἷον πόῤῥω, ἄῤῥωστος, χωρὶς τῶν Αἰολικῶν· οἱ γὰρ Αἰολεῖς,
ψιλωταὶ ὄντες, καὶ τὰ δύο ρ̅ρ̅ ψιλοῦσιν, οἷον κέῤῤω, φθέῤῤω, σπέῤῤω.
Καὶ πῶς τὸ <„ἔρεζε θεῶν αἰειγενετάων“> (Β 400) δι' ἑνὸς ρ̅ ἐκφέρεται; ποιητικῶς. πολλάκις
γὰρ διὰ τὸ μέτρον δι' ἑνὸς ρ̅ ἐκφέρουσι τοὺς παρῳχημένους ἐπὶ τῶν ἀπὸ τοῦ ρ̅ ἀρχομένων ῥημάτων· καὶ
διατί ἡνίκα εὑρεθῇ τὰ δύο ρ̅ρ̅ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται; ἐπειδὴ οὐδέποτε λέξις
οὐδὲ συλλαβὴ εἰς δασὺ καταλήγει, ὅθεν [ἐν] τῷ Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν
γράφομεν καὶ οὐ διὰ δασέων· καὶ διὰ τοῦτο οὐ δασύνεται τὸ πρῶτον ρ̅, ἵνα μὴ εὑρεθῇ συλλαβὴ εἰς
δασὺ καταλήγουσα.
Διατί τὸ η̅ καὶ τὸ ω̅ οὐ μεταβάλλονται ἐν τοῖς παρῳχημένοις; ὥσπερ τὰ σώματα τὸ ἴδιον μέγεθος
ἀπολαμβάνοντα ἀνεπαύξητα καθεστήκασι, τὸν αὐτὸν τρόπον καὶ τὰ τέλεια μεγέθη τῶν μακρῶν οὐ δύνα-
ταί τί ποτε πλέον μεγεθύνεσθαι.
Καὶ πῶς τὸ α̅ τὸ μακρὸν τρέπεται κατὰ τοὺς παρῳχημένους; ἐπειδὴ τὸ α̅ οὐκ ἔχει ἴδιον μέγεθος,
ἐκτείνεσθαι μόνον † ἀλλὰ καὶ τὸ συστέλλεσθαι.
9
Ποῖά εἰσι ῥήματα μὴ τρέποντα τὸ α̅ εἰς η̅ ἐν τοῖς παρῳχημένοις; τὰ Ἰωνικὰ καὶ τὰ ποιητικὰ καὶ
τὰ ἀπὸ προθέσεως ἀρχόμενα, καὶ τὸ <ἀηθέω> ἀήθεον, καὶ τὸ <ἀηδίζομαι> ἀηδιζόμην, ἵνα μὴ ἐπάλλη-
λον γένηται τὸ η̅, καὶ τὸ ἀΐω ἄϊον (Ο 252) τὸ ἀκούω, καὶ τὸ <ἄω> ἄεν, τὸ πνέω, ἵνα μὴ συνεμπέσῃ τῷ
ἦεν τὸ ὑπῆρχε.
Διατί τριῶν ὄντων τῶν διχρόνων α̅, ι̅, υ̅, τὸ μὲν α̅ εἰς η̅ τρέπεται τὸ δὲ ι̅ καὶ υ̅ οὐ τρέπεται; ἐπειδὴ
τὸ α̅ ἔσχεν ἀντίστοιχον τὸ η̅, καὶ τούτου χάριν ἐτράπη εἰς αὐτό, τὸ δὲ ι̅ καὶ υ̅ ἀντίστοιχον μὴ ἔχοντα
οὐ τρέπονται.
Τὰ ἀπὸ τοῦ ε̅ ἀρχόμενα ῥήματα ἅπαντα τρέπουσι τὸ ε̅ εἰς η̅ ἐν τῷ παρατατικῷ, χωρὶς τῶν ιδʹ,
οἷον <ἐθίζω> εἴθιζον, <ἑστιῶ> εἱστίων, <ἐρύω> εἴρυον, <ἑλκύω> εἵλκυον, <ἑρπύζω> εἵρπυζον, <ἐργάζο-
μαι> εἰργαζόμην· τοῦτο δὲ διφορεῖται καὶ διὰ τῆς ε̅ι̅ διφθόγγου καὶ διὰ τοῦ η̅· <ἐῶ> εἴων, <ἔρω> εἴρουν,
<ἕλκω> εἷλκον, <ἕρπω> εἷρπον τὸ βαδίζω, <ἕπω> εἷπον, τὸ λέγω καὶ τὸ ἀκολουθῶ· <ἕλω> εἷλον, τὸ φονεύω καὶ
τὸ λαμβάνω, <ἔθω> εἶθον τὸ ἐξ ἔθους τι διαπράττομαι, ἕω εἷον τὸ ἐνδύομαι, <ἕζω> εἷζον τὸ καθέζομαι.
Πόσα εἰσὶ ῥήματα μὴ τρέποντα τὴν ο̅ι̅ δίφθογγον εἰς ω̅; ἕνδεκα· <οἰοῦμαι> οἰώθη (Λ 401) τὸ
ἐμονώθη, <οἰμῶ> οἴμησεν (ω 538) τὸ ὥρμησεν, <οἰνῶ> οἴνουν, <οἰνίζω> οἴνιζον (Η 472), <οἰστρῶ> οἴστρουν,
<οἰωνίζομαι> οἰωνιζόμην, <οἰωνοσκοπῶ> οἰωνοσκόπουν, <οἰωνοπολῶ> οἰωνοπόλουν, <οἰακίζω> οἰάκιζον,
<οἰακονομῶ> οἰακονόμουν, <οἰακοστροφῶ> οἰακοστρόφουν· τινὲς δὲ προστιθέασι καὶ τὸ <οἰδαίνω>
οἴδαινον, <οἰκουρῶ> οἰκούρουν καὶ <οἰμώζω> οἴμωζον. καὶ διατί ταῦτα οὐ τρέπουσι τὸ ο̅ι̅ εἰς ω̅; ἢ
δι' ἀφωνίαν ἢ δι' Ἰωνικὸν ἔθος· οἱ γὰρ Ἴωνες πολλάκις συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς
ἰδίοις ἐνεστῶσι.
Διατί τῶν διφθόγγων ἡ ο̅υ̅ καὶ ἡ [ει] οὐ τρέπονται; ἐπειδὴ γνήσια μεγέθη ἔχουσι· τὸ γὰρ ε̅
μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι̅ μεγεθύνεται ἢ τρέπεται εἰς τὸ η̅· τὸ ο̅ μεγεθυνόμενον διὰ τῆς
προσθήκης τοῦ υ̅ μεγεθύνεται ἢ τρέπεται εἰς ω̅· καὶ ὡς ἔχοντα γνήσια μεγέθη, διὰ τοῦτο οὐ τρέπονται.
Καὶ διατί αἱ λοιπαὶ δίφθογγοι ἡ α̅ι̅ καὶ ἡ α̅υ̅ τρέπονται; ἐπειδὴ οὐκ ἔχουσι γνήσια μεγέθη· τὸ
γὰρ ι̅ καὶ υ̅ δι' ὧν μεγεθύνονται οὐκ εἰσὶν αὐτῶν γνήσια ἀλλὰ τοῦ ε̅ καὶ ο̅, καὶ τούτου χάριν τρέπονται.
Καὶ πῶς ἡ ε̅υ̅ δίφθογγος μὴ ἔχουσα ἴδιον μέγεθος οὐ τρέπεται; ἐπειδὴ χάριν εὐφωνίας ἐπεκρά-
τησε [παρ'] ἡμῖν καὶ οὐκ ἐτράπη· παρὰ δὲ Ἀθηναίοις τρέπεται τὸ ε̅ εἰς η̅ καὶ προσλαμβάνει καὶ τὸ υ̅,
ηὐχόμην γὰρ καὶ ηὐφράνθην λέγουσι.
Πόθεν τὸ <ἀντιβολῶ;> ἀπὸ τοῦ μολῶ τοῦ σημαίνοντος τὸ παραγίνομαι γίνεται ἀντιμολῶ καὶ
κατὰ μετάθεσιν τοῦ μ̅ εἰς β̅ ἀντιβολῶ.
Πῶς κιρνᾶται τὸ ε̅ καὶ ο̅ παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν; εἰς τὴν ο̅υ̅ δίφθογγον, οἷον ἐποίεον
ἐποίουν. διατί τοῦ ἐποίεες τὰ δύο ε̅ε̅ εἰς τὴν ε̅ι̅ δίφθογγον κιρνῶνται καὶ οὐκ εἰς η̅; ἐπειδὴ ἐπὶ τῶν παρῳ-
χημένων (καὶ) τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν
10
ἔχειν κατὰ τὴν λήγουσαν τῷ ἰδίῳ πρώτῳ, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτεν,
ἐβόων ἐβόας ἐβόα, ἐχρύσουν ἐχρύσους ἐχρύσου· τὸ δὲ ἐποίουν διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν
λήγουσαν † καὶ τούτου χάριν τὰ δύο ε̅ε̅ εἰς τὴν ε̅ι̅ δίφθογγον κιρνᾶται καὶ οὐκ εἰς η̅.
Διατί τὸ ἐβόων οὐκ ἔχει καὶ τὸ ι̅ προσγεγραμμένον; ἐπειδὴ οὐδέποτε τὰ εἰς ν̅ λήγοντα
ῥήματα ἔχουσι πρὸ τοῦ ν̅ τὶ ἀνεκφώνητον, οἷον ἐτύφθην, ἐδάρην, βοᾶν, γεννᾶν· καὶ τούτου χάριν
οὐκ ἔχει τὸ ι̅.
Διατί τὸ ἔτυπτεν τρίτον πρόσωπον τοῦ παρατατικοῦ, ἐφελκυστικὸν ὂν τοῦ ν̅, οὐ γίνεται καὶ ἐν τοῖς
προστακτικοῖς ἐφελκυστικὸν τὸ ν̅; ἐπειδὴ τύπτε ἐν τοῖς προστακτικοῖς δεύτερόν ἐστι πρόσωπον καὶ οὐ
δύναται ἐφελκυστικὸν εἶναι τοῦ ν̅· τὰ γὰρ εἰς ε̅ λήγοντα δεύτερα οὐ γίνονται ἐφελκυστικὰ τοῦ ν̅.
Πόθεν τὸ <μέμβλωκα;> παρὰ τὸ μέλω μελήσω μεμέληκα, καὶ τροπῇ τοῦ η̅ εἰς ω̅ καὶ ἀποβολῇ
τοῦ ε̅ μέμλωκα, καὶ πλεονασμῷ τοῦ β̅ μέμβλωκα.
Πόθεν τὸ <πέπτωκα;> παρὰ τὸ πετῶ πετήσω πεπέτηκα, κατὰ συγκοπὴν πέπτηκα, καὶ τροπῇ
τοῦ η̅ εἰς ω̅ πέπτωκα.
Πόθεν τὸ <βεβάασιν;> ἀπὸ τοῦ βῶ βήσω βέβηκα, τὸ τρίτον τῶν πληθυντικῶν βεβήκασι, καὶ
τροπῇ τοῦ η̅ εἰς α̅ καὶ ἀποβολῇ τοῦ κ̅ βεβάασι.
Πόθεν τὸ <λέλογχα;> παρὰ τὸ λήχω τὸ κληρῶ, ὁ μέλλων λήξω, ὁ παρακείμενος λέλεχα, καὶ τροπῇ
τοῦ ε̅ εἰς ο̅ λέλοχα.
Διατί, ὥσπερ ἡ πρώτη συζυγία τῶν βαρυτόνων ἐκφέρεται διὰ δασέος τοῦ φ̅ κατὰ τὸν παρακεί-
μενον, καὶ ἡ δευτέρα διὰ τοῦ χ̅, μὴ καὶ ἡ τρίτη διὰ δασέος τοῦ θ̅ ἐκφέρεται; ἐπειδὴ ὁ μέλλων ἐν τῇ
πρώτῃ συζυγίᾳ διὰ διπλοῦ ἐκφέρεται τοῦ ψ̅, τούτου χάριν ὁ παρακείμενος διὰ δασέος τοῦ φ̅ ἐκφέρεται·
καὶ ἡ δευτέρα ὁμοίως ἔχουσα τὸ ξ̅, ἔχει τὸν παρακείμενον διὰ τοῦ χ̅· καὶ ἡ τρίτη μὴ ἔχουσα διπλοῦν
ἐπὶ μέλλοντος τὸ ζ̅, διὰ τοῦτο οὐκ ἔχει παρακείμενον διὰ τοῦ ἰδίου δασέος τοῦ θ̅.
Καὶ διατί ἡ τρίτη οὐκ ἔχει ἐπὶ τοῦ μέλλοντος τὸ ζ̅; ἐπειδὴ πᾶς μέλλων βαρύτονος πρὸ τοῦ ω̅
θέλει ἔχειν τὸ σ̅ ἢ δυνάμει ἢ ἐνεργείᾳ, οἷον νοήσω, γράψω, λέξω· τὸ γὰρ ψ̅ ἐκ τοῦ π̅ καὶ σ̅, τὸ δὲ ξ̅ ἐκ
τοῦ κ̅ καὶ σ̅· τὸ δὲ ζ̅ ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ δ̅ καὶ σ̅, ἀλλ' ἀπὸ τοῦ σ̅ καὶ δ̅, διὰ τοῦτο οὐκ ἐδύνατο ὁ
μέλλων ἔχειν τὸ ζ̅, ἵνα μὴ εὑρεθῇ πρὸ τοῦ ω̅ δυνάμει τὸ δ̅. καὶ ἄλλως· ἐπειδὴ τὰ χαρακτηριστικὰ τοῦ
βαρυτόνου ἐνεστῶτος οὐ δύναται εἶναι χαρακτηριστικὰ βαρυτόνου μέλλοντος.
Πόσοι ἡμαρτημένοι παρακείμενοι; τέσσαρες· <νέμω> νεμῶ νενέμηκα, <τέμω> τεμῶ τετέμηκα, <δέμω>
δεμῶ δεδέμηκα ὃ σημαίνει τὸ οἰκοδομῶ, <βρέμω> βρεμῶ βεβρέμηκα ὃ σημαίνει τὸ κτυπῶ· ἐξηκολούθησε
δὲ αὐτοῖς καὶ τὸ <μένω> μενῶ μεμένηκα διὰ τὴν καλλιφωνίαν.
11
Καὶ διατί τοῦ τέμω, νέμω, δέμω, βρέμω οὐ γίνονται οἱ παρακείμενοι δι' ἀμεταβόλου καὶ τοῦ κ̅;
διὰ τὸ μηδέποτε εὑρίσκεσθαι τὸ μ̅ πρὸ τοῦ κ̅ μήτε κατὰ σύλληψιν μήτε κατὰ διάστασιν· (καὶ) κατὰ
σύλληψιν μέν, ἐπειδὴ τὰ ὑποτεταγμένα τινί, ἐν συλλήψει ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει ἀντιπροη-
γοῦνται, οἷον τὸ ρ̅ ὑποτέτακται τῷ π̅ ἐν τῷ πρῶτος· ἀντιπροηγουμένου δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διά-
στασιν προηγεῖται· τὸ δὲ μ̅ τῷ κ̅ ὑποταττόμενον κατὰ σύλληψιν ἐν τῷ ἀκμήν· καὶ ἐὰν ἀντιπροηγήσηται,
οὐ δύναται ἐν διαστάσει ἀντιπροηγεῖσθαι, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς μ̅ θέλει ἔχειν τὴν
ἑξῆς ἀρχομένην ἢ ἀπὸ τοῦ β̅ ἢ ἀπὸ τοῦ φ̅ ἢ ἀπὸ τοῦ π̅ ἢ ἀπὸ τοῦ μ̅· καὶ διὰ τοῦτο οὐ δύνανται οἱ
παρακείμενοι τοῦ νέμω, τέμω, δέμω, βρέμω δι' ἀμεταβόλου καὶ τοῦ κ̅ εἶναι.
Πόσα εἰσὶ ῥήματα ἐπὶ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων σεσημειωμένα, τὰ μεταβάλλοντα τὸ
ἀμετάβολον ν̅ ἐπὶ τοῦ παρακειμένου; πέντε· τὸ <κρίνω> κρινῶ κέκρικα, <κλίνω> κλινῶ κέκλικα, <πλύνω>
πλυνῶ πέπλυκα, <τείνω> τενῶ τέτακα· [καὶ] τὸ <κερδαίνω> εὑρίσκεται χωρὶς τοῦ ἀμεταβόλου, οἷον κεκέρ-
δακα. (καὶ διατί μεταβάλλουσι τὸ ἀμετάβολον κατὰ τὸν παρῳχημένον † χωρὶς τοῦ τίνω).
Διατί ἡνίκα ὁ μέλλων δι' ἀμεταβόλου ἐκφέρεται, ὁ παρακείμενος δι' αὐτοῦ καὶ τοῦ κ̅ καὶ οὐ
δι' ἀμεταβόλου μόνου ἢ τοῦ κ̅ ἐκφέρεται; δι' ἀμεταβόλου μόνου οὐκ ἐδύνατο ἐξενεχθῆναι, ἐπειδὴ ὁ ἐνερ-
γητικὸς παρακείμενος οὐδέποτε διὰ ἡμιφώνου ἐκφέρεται· ἀλλ' οὔτε τὸ ἀμετάβολον πάλιν μεταβάλλειν
ἠδύνατο, ἐπειδὴ τὰ ἀμετάβολα οὔτε ἐν ταῖς τῶν ὀνομάτων κλίσεσιν οὔτε ἐν τοῖς ῥήμασι θέλουσι μετα-
βάλλεσθαι, ὅθεν καὶ ἀμετάβολα λέγονται· καὶ διὰ τοῦτο ἡνίκα ὁ μέλλων δι' ἀμεταβόλου ἐκφέρεται, ὁ
παρακείμενος δι' αὐτοῦ καὶ τοῦ κ̅, καὶ οὐ δι' ἀμεταβόλου μόνου ἢ τοῦ κ̅ μόνου.
Διατί ἐπὶ τοῦ <κλαίω> κλαύσω καὶ <καίω> καύσω ἐπλεόνασε τὸ υ̅ ἐπὶ τοῦ μέλλοντος, ἐπὶ δὲ τοῦ
<παλαίω> παλαίσω καὶ <πταίω> πταίσω οὐκ ἐπλεόνασε τὸ υ̅; ἐπειδὴ ἐφ' ὧν οἱ Ἀθηναῖοι τὸ ι̅ ἀπο-
βάλλουσι κατὰ τὸν ἐνεστῶτα, ἐπὶ τούτων ὁ μέλλων πλεονάζει τῷ υ̅· καὶ ἐπειδὴ ἐπὶ τοῦ κλαίω καὶ τοῦ
καίω ἀποβάλλουσι τὸ ι̅ καὶ λέγουσι κλάω καὶ κάω, τούτου χάριν πλεονάζει τὸ υ̅ κατὰ τὸν μέλλοντα.
Διατί τὸ <πνίγω> πνίξω, <ἐρύκω> ἐρύξω καὶ <ψύχω> ψύξω ἐπὶ μὲν τοῦ ἐνεστῶτος φύσει μακρὸν
ἔχουσι τὸ δίχρονον, ἐπὶ δὲ τοῦ μέλλοντος θέσει; ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι τὸ ι̅ καὶ τὸ υ̅ οὐκ εἰσὶ
φύσει μακρὰ ἀλλὰ θέσει, εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, ὡς ἐπὶ τοῦ ἰξεύω ἴξευον· τὸ μὲν ἰξεύω
θέσει μακρὸν τὸ δὲ ἴξευον φύσει· οἱ γὰρ παρῳχημένοι ἀπὸ φωνήεντος χρονικῶς αὔξουσι, καὶ τούτου
χάριν τὸ ψύξω, ἐρύξω, πνίξω θέσει μακρὸν ἔχουσι τὸ δίχρονον.
12
Πότε ποιοῦσιν οἱ Ἀττικοὶ ἐπὶ τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων ἰδίους παρακει-
μένους; ἡνίκα τὸ ῥῆμα δισυλλαβῇ, καὶ παραλήγεται ὁ κοινὸς παρακείμενος τῷ ε̅, τότε τρέπουσι τὸ ε̅ εἰς
ο̅ καὶ ποιοῦσιν ἴδιον παρακείμενον, οἷον κλέπτω κλέψω κέκλεφα ὁ κοινός, καὶ ὁ Ἀττικὸς <κέκλοφα,> λέγω
λέξω λέλεχα ὁ κοινός, καὶ ὁ Ἀττικὸς <λέλοχα· πέπλοκα> καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως.
Διατί τοῦ <γράφω> ὁ παρακείμενος ἀναδιπλασιάζεται; ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι τὰ ἔχοντα
ἐν τῷ παρατατικῷ ἄφωνον πρὸ (τοῦ) ἀμεταβόλου, τῷ λόγῳ τῆς κοινῆς ἀναδιπλασιάζεται ὁ παρακεί-
μενος χωρὶς τῶν ἐχόντων τὸ γ̅ν̅· ταῦτα γὰρ οὐκ ἀναδιπλασιάζεται κατὰ τὸν παρακείμενον, οἷον ἔγνων
<ἔγνωκα> καὶ οὐ γέγνωκα, ἐγνωσιμάχουν <ἐγνωσιμάχηκα> καὶ οὐ γεγνωσιμάχηκα.
Διατί ἐπὶ τῶν εἰς ω̅ ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ παρατατικοῦ κανονίζεται, ἐπὶ δὲ τῶν εἰς
μ̅ι̅ οὐ κανονίζεται ἐξ αὐτοῦ; ἐπειδὴ ἐὰν ἀπὸ τοῦ ἐτίθην καὶ ἐδίδων θελήσωμεν κανονίσαι τὴν ἄρχουσαν
τοῦ παρακειμένου, εὑρεθήσεται ἐτίθηκα καὶ ἐδίδωκα, ὅπερ οὐκ ἔστι· τέθεικα γὰρ καὶ δέδωκα ἐστὶν ὁ
παρακείμενος, ἐκ τοῦ θήσω καὶ δώσω μέλλοντος, τοῦ η̅ Βοιωτικῶς τραπέντος εἰς τὴν ε̅ι̅ δίφθογγον.
Διατί τὸ <μέμνηκα> καὶ <πέπτωκα> καὶ <κέκτηκα> μὴ ἔχοντα ἄφωνον πρὸ τοῦ ἀμεταβόλου ἀνε-
διπλασιάσθησαν; πολλάκις γὰρ καὶ ἐν τῷ μέτρῳ εὑρίσκομεν τὸ μ̅ν̅ ἀποτελοῦντα κοινὴν συλλαβήν, ὡς παρὰ
Καλλιμάχῳ <”πῶς μὲν ὁ Μνησάρχιος σφάξῃ·”> ὁμοίως καὶ τὸ π̅τ̅ ὡς παρὰ τῷ Ὁμήρῳ (δ 127 cf.
ι 382) <„Αἰγυπτίη, τῇ πλεῖστα δόμοις ἐν κτήματα κεῖται“,> ἢ καὶ τὸ κ̅τ̅ ὡς παρὰ τῷ Ῥίν-
θωνι <”Ἱππώνακτος τὸ μέτρον οὐδέν μοι μέλει·”> καὶ τούτου χάριν ἀνεδιπλασιάσθησαν.
Πόθεν τὸ <πέπτωκα;> ἀπὸ τοῦ πετῶ πετήσω πεπέτηκα, καὶ κατὰ ἀποβολὴν τοῦ ε̅ γίνεται
πέπτηκα, καὶ τροπῇ τοῦ η̅ εἰς ω̅ πέπτωκα.
Διατί τὸ <ῥερυπωμένα> παρὰ τῷ ποιητῇ (ζ 59), καὶ τὸ <„ῥερίφθαι ἔπος“> παρὰ Πινδάρῳ
(fragm. 281 ap. Boeckh.) καὶ τὸ <”ῥεραπισμένῳ νώτῳ”> παρὰ Ἀνακρέοντι ἀπὸ τοῦ ρ̅ ἀρχόμενα
ἀνεδιπλασιάσθησαν; κατὰ ποιητικὴν ἐξουσίαν· εἰ γὰρ ἐγένετο παρὰ τῷ ποιητῇ „τά μοι ἐρρυπωμένα
κεῖται“, χωλὸς ηὑρίσκετο ὁ στίχος· ἔμελλε γὰρ εἶναι παλιμβάκχειος ἀκάθαρτος, ἡ γὰρ δευτέρα μακρὰ
οὔτε εἰς μέρος λόγου ἀπαρτίζει, οὔτε τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος, ὡς τὸ ”<πλάγχθη> ἐπεὶ
Τροίης” (α 2).
Πόθεν <ᾔδη> ἐγὼ καὶ <ᾔδη> ἐκεῖνος; ἀπὸ τοῦ εἴδω, (καὶ) ὁ παρακείμενος εἴδηκα, καὶ ἐκβολῇ τοῦ
η̅ καὶ κ̅ εἶδα, ὁ ὑπερσυντέλικος εἴδειν εἴδεις εἴδει, καὶ ἐν διαλύσει τῆς προτέρας διφθόγγου [ἐΐδει] καὶ
ἐκτάσει τοῦ ε̅ εἰς η̅ ἐγένετο ᾔδει· ταῦτα δὲ Ἰωνικῶς διαλύονται (sc. ᾔδεε cf. Β 409) καὶ Ἀττικῶς κιρ-
νῶνται, καὶ ἀπ' αὐτοῦ τὸ ᾔδη ἐγὼ καὶ ᾔδη ἐκεῖνος.
13
Διατί τοῦ τέτυφα παρακειμένου τὸ τρίτον τῶν ἑνικῶν οὐκ ἐγένετο διὰ τοῦ η̅ ἀλλὰ διὰ τοῦ ε̅; ἐπειδὴ
πᾶν τρίτον πρόσωπον εἰς η̅ καταλῆγον προσθέσει τοῦ σ̅ ποιεῖ τὸ δεύτερον, καὶ τροπῇ τοῦ σ̅ εἰς ν̅ ποιεῖ τὸ
πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, καὶ τούτου χάριν οὐκ ἐγένετο τὸ τρίτον διὰ τοῦ η̅.
Διατί τὸ τετύφασι μακρὸν ἔχει τὸ α̅; ἐπειδὴ καθόλου τὰ εἰς ι̅ λήγοντα ῥήματα μακρᾷ θέλουσι
παραλήγεσθαι, οἷον γράφουσι, λέγουσι, κίχρᾱσι, ζεύγνῡσι· οὕτως οὖν καὶ τὸ τετύφασι.
Καὶ πῶς παρὰ τῷ ποιητῇ εὑρίσκονται τὰ εἰς ι̅ συνεσταλμένον ἔχοντα τὸ α̅, οἷον <„τιμὴν δὲ
λελόγχᾰσιν“> (λ 304); ἐπὶ τούτῳ γὰρ πολλάκις οἱ ποιηταὶ διὰ τὸ μέτρον συστέλλουσι, καὶ οὐ δεῖ τὰ
κατ' ἀνάγκην συστελλόμενα ἐξετάζειν.
Πόθεν τὸ <ὑφηφᾶσθαι;> παρὰ τὸ ὑφάζω ὑφάσω ὕφακα ὕφασμαι ὕφασται, καὶ τὸ ἀπαρέμφα-
τον ὑφᾶσθαι, καὶ τὸ Ἀττικὸν ὑφυφᾶσθαι, καὶ τροπῇ τοῦ υ̅ ψιλοῦ εἰς η̅ καὶ ἀναβιβασμῷ τοῦ τόνου
ὑφήφασμαι.
Καὶ διατί τὸ υ̅ μὴ ἔχων ἀντίστοιχον ἐτράπη εἰς η̅; ἐπειδὴ καὶ τὸ η̅ εἰς υ̅ τρέπεται ὡς ἐν τῷ ἅλμη
ἁλμηρός ἁλμυρός.
Πόθεν τὸ <ἀγήοχα;> ἀπὸ τοῦ ἄγω ἄξω ἦχα, καὶ Ἀττικῶς ἄγηχα, καὶ ἐπειδὴ οἱ Ἀττικοὶ παρα-
κείμενοι ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ φυλάττουσι σύμφωνον, ἐπλεόνασεν ἡ γ̅ο̅ συλλαβὴ καὶ
γέγονεν ἀγήγοχα καὶ ἀγήοχα.
Πόθεν τὸ <ἐνήνοχα;> ἀπὸ τοῦ ἐνέγκω ἐνέγξω ἤνεγχα, καὶ Ἀττικῶς ἐνήνεγχα, καὶ τροπῇ τοῦ ε̅
εἰς ο̅ καὶ ἀποβολῇ τοῦ γ̅ ἐνήνοχα.
Πόθεν τὸ <ἐδήδοκα;> παρὰ τὸ ἔδω τὸ ἐσθίω, ὁ μέσος παρακείμενος ἦδα, καὶ Ἀττικῶς ἔδηδα,
ἐξ οὗ καὶ τὸ <”λέων κατὰ ταῦρον ἐδηδώς”> (Ρ 542), οὗ ὁ ἐνεργητικὸς παρακείμενος ἧκα καὶ
ἔδηκα· καὶ ἐπειδὴ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ δ̅ο̅ συλλαβὴ καὶ
γέγονεν ἐδήδοκα.
Πόθεν τὸ <ἐρήρικα> διὰ τοῦ ι̅; ἀπὸ τοῦ ἐρίζω τοῦ φιλονεικῶ, ὁ μέλλων ἐρίσω, ὁ παρακείμενος
ἤρικα, καὶ Ἀττικῶς ἐρήρικα.
Πόθεν τὸ <ἐρήρεικα> διὰ διφθόγγου; ἀπὸ τοῦ ἐρείδω τὸ ἐπιστηρίζω, ὁ μέλλων ἐρείσω, ὁ παρα-
κείμενος ἤρεικα, καὶ Ἀττικῶς ἐρήρεικα. καὶ διατί ὁ παρακείμενος τὴν τρίτην συλλαβὴν ἔχει φύσει
μακράν; πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρικα τοῦ σημαίνοντος τὸ φιλονεικῶ, ἐπειδὴ ἐκεῖνο διὰ τοῦ ι̅ γράφε-
ται καὶ ἵνα μὴ συνεμπέσῃ αὐτῷ.
14
Διατί ἐπὶ τοῦ <ἀριστεύω> ἠρίστευκα οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον; ἐπειδὴ κατὰ
τύχην ἐπιλέλοιπε τοῦτο τὸ ῥῆμα τοῦ μὴ ἔχειν Ἀττικὸν παρακείμενον.
Πῶς συστέλλεται ἡ τρίτη συλλαβὴ τοῦ Ἀττικοῦ παρακειμένου; ἰστέον ὅτι τὸ μὲν η̅ εἰς ε̅ συστέλλε-
ται, οἷον ἀλήθω ἀλήσω ἤληκα ὁ κοινός, καὶ <ἀλήλεκα> ὁ Ἀττικός· τὸ δὲ ω̅ εἰς ο̅, οἷον ἐρωτῶ ἐρωτήσω
ἠρώτηκα, καὶ <ἐρηρότηκα> ὁ Ἀττικός. ἡ δὲ ε̅ι̅ δίφθογγος καὶ ἡ ε̅υ̅ ἀποβάλλουσι τὸ προτακτικὸν αὐτῶν
φωνῆεν, τουτέστι τὸ ε̅, καὶ φυλάττουσι τὸ υ̅ καὶ τὸ ι̅, ἀλείφω ἤλειφα <ἀλήλιφα,> ἐλεύθω ἤλευθα καὶ
<ἐλήλυθα.> ἡ δὲ ο̅υ̅ δίφθογγος τὸ υ̅ ἀποβάλλει καὶ φυλάττει τὸ ο̅, οἶον ἀκούω ἤκουκα (καὶ ἀκήκοα) καὶ
ὁ μέσος ἤκουα καὶ <ἀκήκοα.> ἡ δὲ ο̅ι̅ δίφθογγος ἀποβάλλει τὸ ι̅ καὶ φυλάττει τὸ ο̅, οἷον ἑτοιμάζω ἡτοί-
μακα <ἐτητόμακα.>
Ποσοσύλλαβος θέλει εἷναι ὁ (μέσος) Ἀττικὸς παρακείμενος; τὸ ἐλάχιστον τετρασυλλαβεῖν θέλει,
οἷον ὀμώμοκα, ἀγήγοχα, ἀλήλιφα, ἐδήδοκα, ἐγήγερμαι, ἀλήλιμμαι, ἐρήρισται. θέλει γὰρ ἔχειν τὴν
ἄρχουσαν τοῦ ἐνεστῶτος, καὶ τὴν δευτέραν καὶ τρίτην συλλαβὴν διὰ τοῦ αὐτοῦ συμφώνου, καὶ τὴν
τετάρτην χαρακτηριστικὴν τοῦ παρακειμένου. Καὶ ποσοσύλλαβος θέλει εἶναι ὁ μέσος Ἀττικὸς παρα-
κείμενος; τὸ ἐλάχιστον τρισυλλαβεῖν θέλει, οἷον ὄπωπα, ὄδωδα, ὄλωλα. θέλει γὰρ ἔχειν τὴν ἄρχουσαν
τοῦ ἐνεστῶτος, καὶ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, φυλάσσει δὲ καὶ ἐν τῇ τρίτῃ
συλλαβῇ τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου.
Πότε ποιοῦσιν οἱ Ἀττικοί, ἀπὸ συμφώνου ἀρχομένου τοῦ ἐνεστῶτος, ἴδιον παρακείμενον; ἡνίκα
ἀπὸ ἀμεταβόλου ἄρχεται ὁ ἐνεστώς, πολλάκις ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἀφαιρούμενοι τὸ
ἀμετάβολον ἐκ τοῦ κοινοῦ παρακειμένου καὶ προστιθέντες τὸ ι̅, οἷον λήβω λέληφα καὶ <εἴληφα> ὁ Ἀττι-
κός, λήχω λέληχα καὶ <εἴληχα> τὸ ἐκληρωσάμην. Διατί ἐπενόησαν οἱ Ἀθηναῖοι τὸν Ἀττικὸν παρα-
κείμενον; ἐπειδὴ ὁ παρακείμενος πέφυκε διὰ συμφώνου ἀναδιπλασιάζεσθαι, οἷον τέτυφα, πεποίηκα·
τούτου χάριν ἐπενόησαν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἵνα εὑρεθῇ καὶ διὰ φωνήεντος ἀναδιπλασιαζό-
μενος ὁ παρακείμενος, οἷον ἀλήλιφα, ἐλήλυθα.
Πόθεν τὸ <ἐμήμυκα;> παρὰ τὸ ἠμύω τὸ ἐπικλίνω καὶ καταπίπτω, ὁ παρακείμενος ἤμυκα, ὁ Ἀττι-
κὸς ὤφειλεν εἶναι ἠμήμυκα. ἀλλ' ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος ἀεὶ ἀπὸ βραχείας ἄρχεται, συνεστάλη
τὸ η̅ εἰς ε̅ καὶ ἐγένετο ἐμήμυκα.
Πόθεν τὸ <δέδοικα;> παρὰ τὸ δείδω τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, ὁ παρακείμενος δέδεικα, ὁ μέσος
δέδοια, καὶ πλεονασμῷ τοῦ κ̅ δέδοικα.
Πόθεν τὸ <εἴωθα;> παρὰ τὸ ἔθω τὸ ἐξ ἔθους τι διαπράττομαι, ὁ παρακείμενος εἶκα, ὁ μέσος
εἶθα, καὶ πλεονασμῷ τοῦ ω̅ εἴωθα.
Πόθεν τὸ <ἔμμορε;> παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μέλλων μερῶ, ὁ παρακείμενος μέμορκα, ὁ μέσος
μέμορα, καὶ καθ' ὑπερβιβασμὸν τῶν στοιχείων ἔμμορε.
Πόθεν τὸ <οἶσθα;> παρὰ τὸ οἶδα οἴδημι, τὸ δεύτερον οἴδης, καὶ ἐπεκτάσει τῆς θ̅α̅ συλλαβῆς
οἴδησθα, καὶ κατὰ συγκοπὴν οἶσθα.
15
Πόθεν τὸ <ὑφήφασται;> παρὰ τὸ ὑφάζω ὑφάσω ὕφακα ὕφασμαι ὕφασται, καὶ Ἀττικῶς ὑφύ-
φασται, καὶ τροπῇ τοῦ υ̅ εἰς η̅ ὑφήφασται. ἢ ἀπὸ τοῦ ὑφαίνω ὑφανῶ ὕφαγκα ὕφαγμαι. ἔθος δὲ ἔχουσιν
οἱ Ἀττικοὶ πολλάκις ἐν τοῖς τοιούτοις τρέπειν τὸ πρὸ τοῦ μ̅ σύμφωνον εἰς σ̅, καὶ γίνεται ὕφασμαι ὡς
λελάμπρυσμαι, καὶ Ἀττικῶς ὑφύφασμαι ὑφύφασται. ἀλλ' ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος [οὐκ] ἔχει τὰ
αὐτὰ φωνήεντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ, ἐτράπη τὸ υ̅ εἰς η̅, καὶ γέγονεν ὑφήφασμαι. διατί
μὴ ἔχον ἀντίστοιχον ἐτράπη εἰς η̅; ἐπειδὴ καὶ τὸ η̅ εἰς υ̅ τρέπεται, ὡς ἐν τῷ ἁλμηρὸς ἁλμυρὸς, καὶ
τηρὸς τυρός.
Πόθεν τὸ <ἔοικα;> παρὰ τὸ εἴδω τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα καὶ ἐν διαλύσει
ἔϊκα, καὶ πλεονασμῷ τοῦ ο̅ ἔοικα· ἢ παρὰ τὸ εἴκω εἶκα, καὶ λόγῳ παραληγούσης οἶκα, καὶ πλεονασμῷ
τοῦ ε̅ ἔοικα.
Πόθεν τὸ <πέπονθα;> παρὰ τὸ πονῶ πονήσω πεπόνηκα, καὶ ὁ μέσος πέπονα, καὶ πλεονασμῷ
τοῦ θ̅ πέπονθα.
Τί ἐστι μέση διάθεσις; ἡ ἑκατέρων μετέχουσα, ὥσπερ τὸ φαιόν, ὂν μέσον λευκοῦ καὶ μέλανος,
ἑκατέρων μετέχει. οὕτω καὶ ἡ μέση διάθεσις, μέση οὖσα τῆς ἐνεργητικῆς καὶ παθητικῆς, ἀμφοτέρων
μετέχει.
Πόσα οὐδέτερα ῥήματα; τρία· ζῶ, πλουτῶ, ὑπάρχω.
Πόθεν τὸ <ἤϊεν,> οἷον „ὁ δ' <ἤϊε νυκτὶ ἐοικώς“> (Α 47); παρὰ τὸ εἴω, τὸ σημαῖνον τὸ πορεύομαι,
ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶα, καὶ ἐν διαλύσει ἔϊα, καὶ ἐκτάσει τοῦ ε̅ εἰς η̅ ἤϊα, τὸ τρίτον ἤϊε.
Πότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι; ἡνίκα ἀπὸ περισπωμένων ῥημάτων εὑρεθῇ ὁ ἐνεργη-
τικὸς παρακείμενος τρισύλλαβος ἀπὸ συμφώνου ἀρχόμενος ἢ ἀπὸ μόνου τοῦ ε̅, οἷον θλῶ θλάσω
<τέθλακα,> κλῶ κλάσω <κέκλακα,> σμῶ σμήσω <ἔσμηκα,> δρῶ δράσω <ἔδρακα,> ζῶ ζήσω <ἔζηκα.>
Διατί οὐκ ἐγένοντο ἐπὶ τούτων μέσοι παρακείμενοι; ἐπειδὴ εἰ ἐγένοντο ἐπὶ τούτων μέσοι παρα-
κείμενοι, ἔμελλον οἱ μέσοι μιᾷ συλλαβῇ ἐνδεῖν τῶν ἐνεργητικῶν παρακειμένων, καὶ εἶχον εἰς δισυλλαβίαν
περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον. σπανίως γὰρ εὑρίσκεται δισύλλαβος μέσος παρακείμενος.
Ἐπὶ ποίας συζυγίας † εὑρίσκονται μέσοι παρακείμενοι; ἐπὶ τῆς πρώτης καὶ δευτέρας συζυγίας
τῶν περισπωμένων εὑρίσκονται μέσοι παρακείμενοι καὶ δεύτεροι ἀόριστοι, οἷον κτυπῶ κτυπεῖς <ἔκτυπα,>
δουπῶ δουπεῖς <ἔδουπα,> μυκῶ μυκᾷς <ἔμυκα.> ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὔτε
μέσοι παρακείμενοι εὑρίσκονται οὔτε δεύτεροι ἀόριστοι.
Καὶ πότε ἰσοσυλλαβεῖ ὁ μέσος παρακείμενος τῷ ἐνεργητικῷ παρακειμένῳ, καὶ πότε ἐνδεῖ; ἡνίκα ὁ
ἐνεστὼς καὶ ὁ μέλλων ἰσοσυλλαβοῦσιν, ὡς ἐπὶ τῶν βαρυτόνων, οἷον λείβω λείψω <λέλειφα λέλοιβα.>
ἐὰν δὲ περιττοσυλλαβήσῃ ὁ μέλλων τοῦ ἐνεστῶτος, τότε καὶ ὁ μέσος παρακείμενος ἐνδεῖ τοῦ ἐνεργητικοῦ
οἷον κτυπῶ κτυπήσω <ἐκτύπηκα ἔκτυπα,> δουπῶ δουπήσω <δεδούπηκα δέδουπα,> ὀφελῶ ὀφελήσω
<ὠφέληκα ὤφελα.>
16
Πόθεν τὸ <πέφρικα;> παρὰ τὸ φρίσσω φρίξω πέφριχα, ὁ μέσος πέφρικα.
Πόθεν λέγει ὁ Ἀπολλώνιος τὸ <δέδοικα;> ἀπὸ τοῦ δείδω ἐνεστῶτος † καὶ διὰ τὴν ἐπαλληλίαν τῶν
δύο δ̅δ̅ ἐτράπη τὸ τελευταῖον δ̅ εἰς κ̅, καὶ ἐγένετο δέδοικα.
Πόθεν τὸ <ἔοργα;> ἀπὸ τοῦ ῥέζω ῥέξω, ὁ μέσος παρακείμενος ἔρρογα, καὶ καθ' ὑπερβιβασμὸν
τῶν στοιχείων ἔοργα, τοῦ ἑνὸς ρ̅ ἀποβληθέντος.
Πόθεν τὸ <ἔολπα;> παρὰ τὸ ἔλπω, ὁ μέλλων ἔλψω, ὁ παρακείμενος ἦλπα, καὶ πλεονασμῷ τοῦ ο̅
ἤολπα † ἢ ἀπὸ τοῦ ἔλπω λόγῳ παραληγούσης γέγονεν ὁ μέσος παρακείμενος ὄλπα, καὶ πλεονασμῷ
τοῦ ε̅ ἔολπα.
Πόθεν τὸ <ἔμμορε;> ἀπὸ τοῦ μορῶ μορήσω, ὃ σημαίνει τὸ τυγχάνω, ὁ μέσος παρακείμενος
μέμορκα, ὁ δεύτερος ἀόριστος ἔμορον, τὸ τρίτον ἔμμορε κατὰ πλεονασμὸν τοῦ μ̅.
Πόθεν τὸ <πέποσθε,> οἷον <”κακὰ πολλὰ πέποσθε”> (Γ 99); ἀπὸ τοῦ πείθω τὸ πάσχω, ὁ
μέλλων πείσω, ὁ παρακείμενος πέπεικα, πέπεισμαι, τὸ πρῶτον τῶν πληθυντικῶν πεπείσμεθα, τὸ δεύ-
τερον πέπεισθε, καὶ τροπῇ τοῦ ε̅ εἰς ο̅ καὶ ἀποβολῇ τοῦ ι̅ πέποσθε. ἢ ἀπὸ τοῦ πονῶ πονήσω πεπόνηκα
πεπόνημαι πεπονήμεθα πεπόνησθε, καὶ ἐν συγκοπῇ καὶ ὑπερβιβασμῷ τοῦ τόνου πέποσθε.
Πόθεν τὸ <ἐγρήγορθα;> ἀπὸ τοῦ ἐγείρω ἐγερῶ, ὁ παρακείμενος ἤγερκα, ὁ μέσος ἤγερα
καὶ Ἀττικῶς ἐγήγερα, καὶ τροπῇ τοῦ ε̅ εἰς ο̅ ἐγήγορα, καὶ πλεονασμῷ τοῦ θ̅ καὶ ρ̅ γίνεται
ἐγρήγορθα.
Πόθεν τὸ <εἱστήκειν;> παρὰ τὸ ἑστήκω ἑστήξω, ἐξ οὖ τὸ <„ἑστήξειν [δὲ] τὸ τεῖχος ἐπ' ἀρ-
χαίοισι θεμέθλοις“> παρὰ Καλλιμάχῳ (Hymn. in Apoll. 15). τοῦ δὲ ἑστήκω ὁ μέσος παρα-
κείμενος ἕστηκα, ὁ ὑπερσυντέλικος ἑστήκειν, καὶ διὰ τὸ μὴ συνεμπίπτειν κατὰ τὸ δεύτερον καὶ τρίτον
πρόσωπον τῷ ἐνεστῶτι προσέλαβε τὸ ι̅, καὶ ἐγένετο εἱστήκειν.
Καὶ διατί μὴ μόνον κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσέλαβε τὸ ι̅, ἀλλὰ καὶ κατὰ πρῶ-
τον; ἐπειδὴ οὐκ ἐδύνατο κατὰ μόνον τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσλαμβάνειν τὸ ι̅ καὶ μὴ κατὰ
τὸ πρῶτον· τὰ γὰρ τρία πρόσωπα συνάρχεσθαι θέλουσιν ἀλλήλοις, οἷον τύπτω τύπτεις τύπτει, ἔτυπτον
ἔτυπτες ἔτυπτε, καὶ ἐπὶ τῶν ὁμοίων. τούτου χάριν προσέλαβε τὸ ι̅ κατὰ τὸ πρῶτον πρόσωπον, καὶ
ἐγένετο εἱστήκειν.
17
Διατί, ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ ἐνεστώς, οὐκ αὐξάνει ὁ παρακείμενος τὴν ἄρχουσαν τοῦ
ὑπερσυντελίκου, ὥσπερ ὁ ἐνεστὼς τοῦ παρατατικοῦ, καὶ ὁ μέλλων τοῦ ἀορίστου; ἐπειδὴ κανών ἐστιν ὁ
λέγων, ὅτι καθόλου εἰ ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἄρχονται καὶ
οἱ λοιποὶ παρῳχημένοι, οἷον ἔστελλον ἔσταλκα ἔστειλα, ἔφθειρον ἔφθαρκα ἔφθειρα, ἔρραπτον ἔρραφα
ἔρραψα, ἠλέουν ἠλέηκα ἠλέησα, καὶ διὰ τοῦτο ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, ἀπὸ τοῦ
αὐτοῦ ἄρχεται ὁ ὑπερσυντέλικος.
Καὶ πῶς ὅτε ὁ Ἀττικὸς παρακείμενος ἄρχεται ἀπὸ φωνήεντος, αὐξάνει τὴν ἄρχουσαν ὁ ὑπερ-
συντέλικος, οἷον ἀλήλιφα ἠληλίφειν, ἀγήγοχα ἠγηγόχειν; ἰστέον ὅτι ταῦτα διαλεκτικά εἰσιν ἰδιώματα
καὶ οὐκ ἀναγκαῖα εἰς ἀνατροπὴν τῶν κοινῶν. σεσημείωται δὲ ἐν τοῖς ἀπὸ φωνήεντος ἀρχομένοις Ἀττι-
κοῖς παρακειμένοις ὁ <ἐληλύθειν> ὑπερσυντέλικος, οὐκ αὐξάνει γὰρ τὴν ἄρχουσαν, καὶ ὁ <ἐώλπειν> καὶ
ὁ <ἐώργειν> καὶ ὁ <ἐῴκειν,> ὑπερσυντέλικοι ὄντες, οὐ μεγεθύνουσι τὴν ἄρχουσαν. ἰστέον ὅτι ταῦτα ὑπερ-
βιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου, ἔστι γὰρ ὁ μέσος παρακείμενος ἔολπα, ἔοργα, ἔοικα, καὶ ὤφειλεν
εἶναι ἠόλπειν, ἠόργειν, ἠοίκειν. ἀλλὰ καθ' ὑπερβιβασμὸν τοῦ χρόνου ἐγένοντο ἐώλπειν, ἐώργειν, ἐῴκειν,
τῆς πρώτης συλλαβῆς συσταλείσης εἰς τὸ ε̅, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ω̅.
Ποῦ διαλύουσιν οἱ Ἴωνες τὴν ε̅ι̅ δίφθογγον τὴν οὖσαν ἐν τῷ ὑπερσυντελίκῳ εἰς ε̅α̅, οἷον ἐτετύφειν
ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα, τοῦ ν̅ ἀποβληθέντος; ἐπειδὴ τὸ α̅ ἐπιβλητικόν ἐστι τοῦ ν̅, οἷον Ξέρξην
Ξέρξεα, ἦν ἔα. τὸ δὲ μοῦσαν καὶ ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ν̅, καὶ οὐ κατὰ πάθος, ὥσπερ ταῦτα.
Διατί οἱ Ἴωνες ἐπὶ τοῦ πρώτου προσώπου τὴν ε̅ι̅ δίφθογγον εἰς ε̅ καὶ α̅ διαλύουσιν, ἐπὶ δὲ τοῦ
τρίτου εἰς δύο ε̅ε̅; ἐπειδὴ τὸ α̅ χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου, οὐ μὴν τὸ ε̅, οἷον ἔγραψα,
ἔτυψα, καὶ διὰ τοῦτο ἐπὶ τοῦ πρώτου προσώπου εἰς ε̅ καὶ α̅ διαλύουσι. τὸ δὲ ε̅ τρίτου προσώπου ἐστίν,
οἷον ἔτυπτε, ἔλεγε—τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε—τούτου χάριν ἐπὶ τρίτου προσώπου τὴν ε̅ι̅
δίφθογγον εἰς δύο ε̅ε̅ διαλύουσιν.
Ποῦ συναιροῦσιν οἱ Ἀθηναῖοι τὸ διαλυθὲν τῆς ε̅ι̅ διφθόγγου παρὰ τοῖς Ἴωσιν εἰς η̅; † οἷον
ἐπεποιήκεα ἐπεποιήκην, ὅθεν τὸ ἐκεχήνην ἐγὼ διὰ τοῦ η̅ παρὰ Ἀριστοφάνει (Ach. 10), οἷον <”ὅτε
διεκεχήνην προσδοκῶν τὸν Αἴσχυλον.”>
Διατί ἐπὶ τῶν περισπωμένων οὐ ποιοῦσιν ἐπὶ τοῦ παρατατικοῦ τὸ τρίτον πρόσωπον τῶν πληθυντι-
κῶν εἰς ο̅ν̅, οἷον ἐποῖον; ἐπειδὴ οὐκ ἔστιν ἡ ἐν αὐτῷ μακρὰ τοῦ πρώτου προσώπου τῶν ἑνικῶν φύσει,
ἀλλ' ἐκ συναιρέσεως. ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον τὸ ἐβόων, καὶ ἀπὸ τοῦ
ἐχρύσοον τὸ ἐχρύσουν, καὶ διὰ τοῦτο οὐ ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν εἰς ο̅ν̅.
18
Πόθεν τὸ <ἔγημα;> ἀπὸ τοῦ γαμῶ γαμήσω ἐγάμησα, καὶ κατὰ ἀποβολὴν τοῦ η̅ καὶ σ̅ ἔγαμα, καὶ
τροπῇ Ἰωνικῇ τοῦ α̅ εἰς η̅ γίνεται ἔγημα, καὶ ἐκεῖθεν ἡ μετοχὴ ὁ γήμας.
Πότερον ὁ ἀόριστος φύσει μακρᾷ παραλήγεται ἢ θέσει; ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος ποτὲ μὲν
φύσει μακρᾷ παραλήγεται, ὡς ἐπὶ τοῦ ἐποίησα, ἐνόησα, ἐστεφάνωσα, ποτὲ δὲ θήσει, ὡς ἐπὶ τοῦ ἔγραψα,
ἔνυξα, ποτὲ δὲ φύσει καὶ θέσει, ὡς ἐπὶ τοῦ ἤλειψα. ταῦτα γὰρ καὶ φύσει μακρᾷ παραλήγονται, καθότι
τῇ ε̅ι̅ διφθόγγῳ παραλήγεται, καὶ θέσει, καθὸ ἔχουσιν ἐπιφερόμενον διπλοῦν σύμφωνον. ποτὲ δὲ
βραχείᾳ παραλήγονται, ὡς ἐπὶ τοῦ <ἐτέλεσα, ἐσύρισα, ἐγέλασα,> ὅθεν καὶ ἀναλογώτεροί εἰσιν
οἱ ποιηταὶ διπλασιάζοντες τὸ σ̅, ἵνα μακρᾷ παραλήγηται, ἐτέλεσσα γὰρ καὶ ἐσύρισσα καὶ ἐγέλασσα
λέγουσιν.
Διατί σεσημείωται ὁ <εἶπα> καὶ ὁ <ἤνεγκα> καὶ <ἔδωκα> καὶ <ἔθηκα> καὶ <ἧκα> ἀόριστοι; ἐπειδὴ
οὐκ ἐφύλαξαν τοῦ μέλλοντος τὸ σύμφωνον καὶ ὅτι διὰ ἀφώνου ἐξηνέχθησαν. οὐδέποτε δὲ ὁ πρῶτος
ἀόριστος διὰ ἀφώνου ἐκφέρεται, ἀλλὰ δι' ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων ξ̅, ψ̅, λ̅, μ̅, ν̅, ρ̅, σ̅.
Διατί πέντε ὄντων σεσημειωμένων ἀορίστων, λέγω δὴ τοῦ εἶπα, ἤνεγκα, ἔθηκα, ἔδωκα, ἧκα, ὁ μὲν
εἶπα καὶ ὁ ἤνεγκα κλίνονται εἰς τὰς μετοχὰς καὶ τὰς λοιπὰς ἐγκλίσεις, ὁ δὲ ἔθηκα, ἔδωκα καὶ ἧκα οὐ
κλίνονται; ἐπειδὴ ὁ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παρα-
λογίαν αὐτῶν. οἱ γὰρ ἔψω καὶ ἐνέγξω μέλλοντες οὐκ εἰσὶν ἐν χρήσει. τούτου χάριν οὐ κωλύονται κλί-
νεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. ὁ δὲ ἔθηκα, ἔδωκα καὶ ἧκα ἐπειδὴ ἔχουσι
μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν, τὸ δώσω, θήσω, ἥσω, τούτου
χάριν κωλύονται κλίνεσθαι εἰς τὴν μετοχὴν καὶ τὰς λοιπὰς ἐγκλίσεις.
Πόθεν τὸ <δόσαν,> οἷον <„δόσαν δέ μοι υἷες Ἀχαιῶν“> (Α 162); παρὰ τὸ δίδωμι δώσω, ὁ
δεύτερος ἀόριστος ἔδων, τὸ πρῶτον τῶν πληθυντικῶν ἔδομεν, ἔδοτε ἔδοσαν καὶ ποιητικῶς δόσαν. οἱ
γὰρ ποιηταὶ συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσι, οἷον ἔτυπτε τύπτε.
Διατί οἱ ἓξ μόνοι χρόνοι ἀριθμοῦνται, οἷον ὁ ἐνεστώς, παρατατικός, παρακείμενος, ὑπερσυντέλικος,
ἀόριστος καὶ μέλλων, καὶ ὁ δεύτερος ἀόριστος καὶ ὁ δεύτερος μέλλων οὐκ ἀριθμοῦνται; διὰ τὸ τὸν πρῶτον
καὶ δεύτερον ἀόριστον ὑπὸ ἔνα χρόνον ἄγεσθαι, καὶ διὰ τὸ τὸν πρῶτον καὶ δεύτερον μέλλοντα ὁμοίως
ὑπὸ ἕνα χρόνον ἄγεσθαι. δύο γὰρ σημαινόμενα τοῖς τέσσαρσιν.
Διατί ἀπὸ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ ὁ δεύτερος ἀόριστος τῷ πρώτῳ, ἀπὸ δὲ τῶν περισπωμένων
μιᾷ ἐνδεῖ τοῦ πρώτου; ἐπειδὴ ἡνίκα βαρύνεται τὸ θέμα καὶ ὁ πρῶτος μέλλων καὶ ὁ δεύτερος ἰσοσυλλα-
βοῦσιν, οἷον τύπτω τύψω τυπῶ, γράφω γράψω γραφῶ. τούτου χάριν τότε καὶ ὁ πρῶτος ἀόριστος καὶ ὁ
δεύτερος ἰσοσυλλαβοῦσιν. ἡνίκα δὲ περισπᾶται τὸ θέμα, ἐνδεῖ μιᾷ συλλαβῇ ὁ δεύτερος μέλλων τοῦ
πρώτου μέλλοντος, οἷον κτυπῶ κτυπήσω κτυπῶ, δουπῶ δουπήσω δουπῶ. τούτου χάριν τότε καὶ ὁ
19
δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλαβῇ, οἷον κτυπῶ κτυπήσω ἐκτύπησα <ἔκτυπον,> ἐδούπησα
<ἔδουπον.>
Πόθεν διακρίνονται οἱ δεύτεροι μέλλοντες τῶν περισπωμένων ἐκ τῶν ἰδίων ἐνεστώτων; ἐκ τῆς
ἐντελείας. οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ ἔχουσιν ἐντέλειαν, οἷον κτυπῶ, δουπῶ, οἱ δὲ ἐνεστῶτες ἔχουσιν,
οἷον…
…
The complete text is available when the reading interface loads.