Fragmentum
- Authority group
- Aristoxenus Mus. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmentum (P. Oxy. 1.9), ed. Pighi, op. cit., 29–32.
- CTS identifier
urn:cts:greekLit:tlg0088.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ΤΗΝ ΔΕ Τ[ΡΙ]ΤΗΝ ΕΝ [Τ]ΩΙ ΜΕΣΩ[ΙΔΗΛΟΝ Δ Ο?[Τ]Ι? Η ΑΥΤΗ Α?[ΥΤ]Η Α?Π?Ο?Ρ[ΙΑΔΙΑΤΕΙ[ΝΕ]Ι ΚΑΙ ΕΠΙ ΤΗΝ ΑΝΤΙ-ΚΕΙΜΕΝΗΝ ΛΕΞΙΝ ΤΗΙ ΤΕΤΡΑ-⸏ΧΡΟΝΩΙ ΚΡΗΤΙΚΗΙ ΛΕΞΕΙ ΔΙΑΤΙ ΓΑΡ ΟΥΚ ΑΝ Η ΔΥΟ ΙΑΜΒΙΚΟΙ<Σ> ΕΙ[ΣΤΗ?Ν Π[!]![!]Ν?ΩΜΕΝ?[Η]Ν? ΡΥΘΜΟ-[Π]ΟΙΙ[ΑΝ ΜΗ ΤΗ]Ν ΑΥΤ?[Η]Ν ΑΓΩΓΗ[Ν[ΣΩΙΖΟΥΣΙΝ Η ΔΥΟ ΤΡΟΧ]Α?ΙΚΟΙΣ ΧΡ[Η-[ΣΑΙΤΟ !!!!!!!!!!]![!]Υ ΓΕΓΕ[!!!!!!!!!!!!!!!!]ΟΝ ΔΙ ΗΝ[ΑΙ]ΤΙΑΝ? [!!!!]!!! Φ?Α?ΝΕΡΟΝ Π[Ε-ΡΙ ΜΕΝ ΟΥ[Ν ΤΟΥ]ΤΟΥ ΤΟΥ ΣΧΗΜΑ-ΤΟΣ ΤΟΣΑΥΤ [ΕΙ]ΡΗΣΘΩ Η ΓΑΡ Π[Α-ΡΑ ΦΥΣΙΝ ΤΩΝ ΞΥΛΛΑΒΩΝ ΘΕ-[ΣΙΣ ΟΥΧ Υ]Π?Ο ΔΑΚΤΥΛΙΚΗΝ ΡΥ-[ΘΜΟΠΟΙΙΑΝ Ξ]ΥΝΤΕΙΝΟΥΣΑ ΦΑ-[ΝΕΡΑ ΕΚ ΤΩΝ] Ε?Μ?[ΠΡΟ]ΣΘΕΝ Η[Δ ΑΠΟ ΒΡΑΧ]ΕΙΑΣ ΑΡΧΟΜΕΝΗ Τ[Ε-[ΤΡΑΧΡΟΝΟΣ ΛΕ]ΞΙΣ ΟΙΚΕΙΑ ΜΕΝ [ΕΣ-[ΤΙ ΚΑΤΑ Τ]ΗΝ ΤΩΝ ΡΥΘΜΩΝ[ΦΥΣΙΝ ΟΥΣΑ ΙΑ]ΜΒΙΚΗ ΤΟΥ ΙΑΜΒΟΥ[!!!!!!!!]ΝΑ ΣΧΗΜΑΤΑ ΤΗΣ ΛΕ-[ΞΕΩΣ ΤΑΥ]ΤΗΣ ΕΣΤΙ ΜΕΝ ΤΙ[!!!!!!!!]Υ?[!]Ν[!!!!]ΑΥΤΩΝ[!!!!!!!!]Τ?[!!!]Μ?[!!]Ρ?Α ΤΟΙΣ[!!!!!!!]ΜΕΝΟΝ ΩΣ[Τ]Ε ΞΥΝΕ-[ΧΕΙ ΜΕΝ ΤΑ]ΥΤΗΣ ΧΡΗ⟦Ι⟧ΣΕΙ ΟΥ ΡΑΙ{Πυθαγόρου βίος, Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ} Diogenes Laert. VIII 1: Πυθαγόρας Μνησάρχου δακτυλιο-γλύφου, ὥς φησιν Ἕρμιππος Σάμιος, ἢ ὡς Ἀριστόξενος Τυρρηνὸς ἀπὸ μιᾶςτῶν νήσων, ἃς ἔσχον Ἀθηναῖοι Τυρρηνοὺς ἐκβαλόντες. Clemens Stromateis I cap. 14, 62, 2: Πυθαγόρας μὲν οὖνΜνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθα-γόρου βίῳ καὶ Ἀριστοτέλης καὶ Θεόπομπος Τυρρηνὸς ἦν. Theodoret. Graec. affect. curatio I 24: τὸν δὲ ΠυθαγόρανἈριστόξενος καὶ Ἀριστοτέλης καὶ Θεόπομπος Τυρρηνὸν εἶναί φασιν. [Iamblichus] Theologumena Arithm. 40 p. 52, 8 de Falco:Ἀνδροκύδης τε ὁ Πυθαγορικὸς ὁ περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδηςὁ Πυθαγορικὸς καὶ Ἀριστόξενος καὶ Ἱππόβοτος καὶ Νεάνθης οἱ 〈τὰ〉 κατὰτὸν ἄνδρα ἀναγράψαντες σιϚʹ ἔτεσι τὰς μετεμψυχώσεις τὰς αὐτῷ (sc. Πυθα-γόρᾳ) συμβεβηκυίας ἔφασαν γεγονέναι. μετὰ τοσαῦτα γοῦν ἔτη εἰς παλιγ-γενεσίαν ἐλθεῖν Πυθαγόραν καὶ ἀναζῆσαι ὡσανεὶ μετὰ τὴν πρώτην ἀνα-κύκλησιν καὶ ἐπάνοδον τοῦ ἀπὸ ἓξ ψυχογονικοῦ κύβου, τοῦ δὲ αὐτοῦ καὶἀποκαταστατικοῦ διὰ τὸ σφαιρικόν, ὡς δὲ καὶ ἄλλην διὰ τούτων ἀνάζησινἔσχε. ᾧ καὶ συμφωνεῖ τὸ Εὐφόρβου τὴν ψυχὴν ἐσχηκέναι κατά γε τοὺςχρόνους. φʹ γὰρ καὶ ιδʹ ἔτη ἔγγιστα ἀπὸ τῶν Τρωικῶν ἱστορεῖται μέχριΞενοφάνους τοῦ φυσικοῦ καὶ τῶν Ἀνακρέοντός τε καὶ Πολυκράτους χρόνωνκαὶ τῆς ὑπὸ Ἁρπάγου τοῦ Μήδου Ἰώνων πολιορκίας καὶ ἀναστάσεως, ἣνΦωκεῖς φυγόντες Μασσαλίαν ᾤκισαν. πᾶσι γὰρ τούτοις ὁμόχρονος ὁ Πυθα-γόρας. ὑπὸ Καμβύσου γοῦν ἱστορεῖται Αἴγυπτον ἑλόντος συνῃχμαλωτίσθαιἐκεῖ συνδιατρίβων τοῖς ἱερεῦσι, καὶ εἰς Βαβυλῶνα μετελθὼν τὰς βαρβαρικὰςτελετὰς μυηθῆναι, ὅ τε Καμβύσης τῇ Πολυκράτους μάλιστα τυραννίδι συνε-χρόνει, ἣν φεύγων εἰς Αἴγυπτον μετῆλθεν Πυθαγόρας. δὶς οὖν ἀφαιρεθείσηςτῆς περιόδου, τοῦτ' ἔστι δὶς τῶν σιϚʹ ἐτῶν, λοιπὰ γίνεται τὰ τοῦ βίου αὐτοῦ πβʹ. Hippolytus Philosophumena 2, 12 (Diels Doxogr. p. 557):Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαρά-ταν τὸν Χαλδαῖον ἐληλυθέναι Πυθαγόραν. τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναιἀπ' ἀρχῆς τοῖς οὖσιν αἴτια, πατέρα καὶ μητέρα. καὶ πατέρα μὲν φῶς, μητέραδὲ σκότος, τοῦ δὲ φωτὸς μέρη θερμὸν ξηρὸν κοῦφον ταχύ, τοῦ δὲ σκότουςψυχρὸν ὑγρὸν βαρὺ βραδύ. ἐκ δὲ τούτων πάντα τὸν κόσμον συνεστάναι, ἐκθηλείας καὶ ἄρρενος. εἶναι δὲ τὸν κόσμον φησὶν κατὰ μουσικὴν ἁρμονίαν,διὸ καὶ τὸν ἥλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον. περὶ δὲ τῶν ἐκ γῆςκαὶ κόσμου γινομένων τάδε φασὶ λέγειν τὸν Ζαράταν, δύο δαίμονας εἶναι,τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον. καὶ τὸν μὲν χθόνιον ἀνιέναι τὴν γένεσινἐκ τῆς γῆς, εἶναι δὲ ὕδωρ, τὸν δὲ οὐράνιον πῦρ μετέχον τοῦ ἀέρος, θερμὸνκαὶ ψυχρόν. διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ μιαίνειν φησὶ τὴν ψυχήν, ἔστιγὰρ ταῦτα οὐσία τῶν πάντων. κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν. Diogenes Laert. I 118: Ἀριστόξενος δ' ἐν τῷ περὶ Πυθαγόρουκαὶ τῶν γνωρίμων αὐτοῦ φησι νοσήσαντα αὐτὸν (sc. Φερεκύδην) ὑπὸ Πυθα-γόρου ταφῆναι ἐν Δήλῳ. ib. VIII 8 (cf. ib. VIII 21): φησὶ δὲ καὶ Ἀριστόξενος τὰπλεῖστα τῶν ἠθικῶν δογμάτων λαβεῖν τὸν Πυθαγόραν παρὰ Θεμιστοκλείαςτῆς ἐν Δελφοῖς. Porphyrius De vita Pythag. 9: γεγονότα δ' ἐτῶν τεσσαράκοντα,φησὶν ὁ Ἀριστόξενος, καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραννίδα συντονωτέ-ραν οὖσαν 〈ἢ〉 ὥστε καλῶς ἔχειν ἐλευθέρῳ ἀνδρὶ τὴν ἐπιστατείαν τε καὶδεσποτείαν [μὴ] ὑπομένειν, οὕτως δὴ τὴν εἰς Ἰταλίαν ἄπαρσιν ποιήσασθαι(sc. τὸν Πυθαγόραν). cf. ib. 16. Porphyrius De vita Pythag. 21 (cf. Jamblich. V. P. 7, 33—34):ἃς δ' ἐπιδημήσας Ἰταλίᾳ τε καὶ Σικελίᾳ κατέλαβε πόλεις δεδουλωμέναςὑπ' ἀλλήλων, τὰς μὲν πολλῶν ἐτῶν τὰς δὲ νεωστί, φρονήματος ἐλευθερίουπλήσας διὰ τῶν ἐφ' ἑκάστης ἀκουστῶν αὐτοῦ ἠλευθέρωσε, Κρότωνα καὶΣύβαριν καὶ Κατάνην καὶ Ῥήγιον καὶ Ἱμέραν καὶ Ἀκράγαντα καὶ Ταυρομέ-νιον καὶ ἄλλας τινάς, αἷς καὶ νόμους ἔθετο διὰ Χαρώνδα τε τοῦ Καταναίουκαὶ Ζαλεύκου τοῦ Λοκροῦ, δι' ὧν ἀξιοζήλωτοι τοῖς περιοίκοις ἄχρι πολλοῦγεγόνασιν. Σίμιχος δ' ὁ Κεντοριπίνων τύραννος ἀκούσας αὐτοῦ τήν τ' ἀρχὴνἀπέθετο καὶ τῶν χρημάτων τὰ μὲν τῇ ἀδελφῇ τὰ δὲ τοῖς πολίταις ἔδωκεν.προσῆλθον δ' αὐτῷ, ὥς φησιν Ἀριστόξενος, καὶ Λευκανοὶ καὶ Μεσσάπιοικαὶ Πευκέτιοι καὶ Ῥωμαῖοι. ἀνεῖλεν δ' ἄρδην στάσιν οὐ μόνον ἀπὸ τῶνγνωρίμων, ἀλλὰ καὶ τῶν ἀπογόνων αὐτῶν ἄχρι πολλῶν γενεῶν καὶ καθόλουἀπὸ τῶν ἐν Ἰταλίᾳ τε καὶ Σικελίᾳ πόλεων πασῶν πρός τε ἑαυτὰς καὶ πρὸςἀλλήλας. πυκνὸν γὰρ ἦν πρὸς ἅπαντας αὐτῷ πολλοὺς καὶ ὀλίγους τόδε τὸἀπόφθεγμα, φυγαδευτέον πάσῃ μηχανῇ καὶ περικοπτέον πυρὶ καὶ σιδήρῳκαὶ μηχαναῖς παντοίαις ἀπὸ μὲν σώματος νόσον, ἀπὸ δὲ ψυχῆς ἀμαθίαν,κοιλίας δὲ πολυτέλειαν, πόλεως δὲ στάσιν, οἴκου δὲ διχοφροσύνην, ὁμοῦδὲ πάντων ἀμετρίαν. Jamblichus De vita Pythag. 248ff. (cf. Porphyr. V. P. 54ff.):ἦσαν δέ τινες, οἳ προσεπολέμουν τοῖς ἀνδράσι τούτοις καὶ ἐπανέστησαναὐτοῖς. ὅτι μὲν οὖν ἀπόντος Πυθαγόρου ἐγένετο ἡ ἐπιβουλή, πάντες συνομολο-γοῦσι, διαφέρονται δὲ περὶ τῆς τότε ἀποδημίας, οἱ μὲν πρὸς Φερεκύδην τὸνΣύριον, οἱ δὲ εἰς Μεταπόντιον λέγοντες ἀποδεδημηκέναι τὸν Πυθαγόραν. αἱ δὲαἰτίαι τῆς ἐπιβουλῆς πλείονες λέγονται, μία μὲν ὑπὸ τῶν Κυλωνείων λεγομένωνἀνδρῶν τοιάδε γενομένη. Κύλων, ἀνὴρ Κροτωνιάτης, γένει μὲν καὶ δόξῃ καὶπλούτῳ πρωτεύων τῶν πολιτῶν, ἄλλως δὲ χαλεπός τις καὶ βίαιος καὶ θορυ-βώδης καὶ τυραννικὸς τὸ ἦθος, πᾶσαν προθυμίαν παρασχόμενος πρὸς τὸκοινωνῆσαι τοῦ Πυθαγορείου βίου καὶ προσελθὼν πρὸς αὐτὸν τὸν Πυθα-γόραν ἤδη πρεσβύτην ὄντα, ἀπεδοκιμάσθη διὰ τὰς προειρημένας αἰτίας.γενομένου δὲ τούτου πόλεμον ἰσχυρὸν ἤρατο καὶ αὐτὸς καὶ οἱ φίλοι αὐτοῦπρὸς αὐτόν τε τὸν Πυθαγόραν καὶ τοὺς ἑταίρους, καὶ οὕτω σφοδρά τις ἐγέ-νετο καὶ ἄκρατος ἡ φιλοτιμία αὐτοῦ τε τοῦ Κύλωνος καὶ τῶν μετ' ἐκείνου