The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Aristoxenus Mus. (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. F. Wehrli, Aristoxenos [Die Schule des Aristoteles vol. 2, 2nd edn. Basel: Schwabe, 1967]: 10–41.
CTS identifier
urn:cts:greekLit:tlg0088.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

18

τεταγμένων, ὥστε διατεῖναι μέχρι τῶν τελευταίων Πυθαγορείων. ὁ μὲν οὖν

Πυθαγόρας διὰ ταύτην τὴν αἰτίαν ἀπῆλθεν εἰς τὸ Μεταπόντιον, κἀκεῖ λέγε-

ται καταστρέψαι τὸν βίον. οἱ δὲ Κυλώνειοι λεγόμενοι διετέλουν πρὸς Πυθα-

γορείους στασιάζοντες καὶ πᾶσαν ἐνδεικνύμενοι δυσμένειαν. ἀλλ' ὅμως

ἐπεκράτει μέχρι τινὸς ἡ τῶν Πυθαγορείων καλοκαγαθία καὶ ἡ τῶν πόλεων

αὐτῶν βούλησις, ὥστε ὑπ' ἐκείνων οἰκονομεῖσθαι βούλεσθαι τὰ περὶ τὰς

πολιτείας. τέλος δὲ εἰς τοσοῦτον ἐπεβούλευσαν τοῖς ἀνδράσιν, ὥστε ἐν τῇ

Μίλωνος οἰκίᾳ ἐν Κρότωνι συνεδρευόντων τῶν Πυθαγορείων καὶ βουλευο-

μένων περὶ πολιτικῶν πραγμάτων ὑφάψαντες τὴν οἰκίαν κατέκαυσαν τοὺς

ἄνδρας πλὴν δυεῖν, Ἀρχίππου τε καὶ Λύσιδος. οὗτοι δὲ νεώτατοι ὄντες καὶ

εὐρωστότατοι διεξεπαίσαντο ἔξω πως. γενομένου δὲ τούτου καὶ λόγον

οὐδένα ποιησαμένων τῶν πόλεων περὶ τοῦ συμβάντος πάθους ἐπαύσαντο

τῆς ἐπιμελείας οἱ Πυθαγόρειοι. συνέβη δὲ τοῦτο δι' ἀμφοτέρας τὰς αἰτίας,

διά τε τὴν ὀλιγωρίαν τῶν πόλεων (τοῦ τοιούτου γὰρ καὶ τηλικούτου γενο-

μένου πάθους οὐδεμίαν ἐπιστροφὴν ἐποιήσαντο), διά τε τὴν ἀπώλειαν τῶν

ἡγεμονικωτάτων ἀνδρῶν. τῶν δὲ δύο τῶν περισωθέντων, ἀμφοτέρων Ταραν-

τίνων ὄντων, ὁ μὲν Ἄρχιππος ἀνεχώρησεν εἰς Τάραντα, ὁ δὲ Λῦσις μισήσας

τὴν ὀλιγωρίαν ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ ἐν Ἀχαίᾳ διέτριβε τῇ Πελοπον-

νησιακῇ, ἔπειτα εἰς Θήβας μετῳκίσατο σπουδῆς τινος γενομένης, οὗπερ

ἐγένετο Ἐπαμεινώνδας ἀκροατὴς καὶ πατέρα τὸν Λῦσιν ἐκάλεσεν. ὧδε καὶ

τὸν βίον κατέστρεψεν. οἱ δὲ λοιποὶ τῶν Πυθαγορείων ἀπέστησαν τῆς Ἰτα-

λίας πλὴν Ἀρχύτου τοῦ Ταραντίνου. ἀθροισθέντες δὲ εἰς τὸ Ῥήγιον ἐκεῖ

διέτριβον μετ' ἀλλήλων. προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν πολιτευμάτων

ἐπὶ τὸ χεῖρον προβαινόντων ..... ἦσαν δὲ οἱ σπουδαιότατοι Φάντων τε

καὶ Ἐχεκράτης καὶ Πολύμναστος καὶ Διοκλῆς Φλιάσιοι, Ξενόφιλος δὲ

Χαλκιδεὺς τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων. ἐφύλαξαν μὲν οὖν τὰ ἐξ ἀρχῆς ἤθη

καὶ τὰ μαθήματα, καίτοι ἐκλειπούσης τῆς αἱρέσεως, ἕως εὐγενῶς ἠφανίσθη-

σαν. ταῦτα μὲν οὖν Ἀριστόξενος διηγεῖται. Νικόμαχος δὲ τὰ μὲν ἄλλα

συνομολογεῖ τούτοις, παρὰ δὲ τὴν ἀποδημίαν Πυθαγόρου φησὶ γεγονέναι

τὴν ἐπιβουλὴν ταύτην. ὡς γὰρ Φερεκύδη τὸν Σύριον, διδάσκαλον αὐτοῦ

γενόμενον, εἰς Δῆλον ἐπορεύθη, νοσοκομήσων τε αὐτὸν ...... καὶ κηδεύσων.

19

Diogenes Laert. VIII 46: τελευταῖοι γὰρ ἐγένοντο τῶν Πυθαγο-

ρείων, οὓς καὶ Ἀριστόξενος εἶδε, Ξενόφιλός τε ὁ Χαλκιδεὺς ἀπὸ Θρᾴκης

καὶ Φάντων ὁ Φλιάσιος καὶ Ἐχεκράτης καὶ Διοκλῆς καὶ Πολύμναστος,

Φλιάσιοι καὶ αὐτοί. ἦσαν δ' ἀκροαταὶ Φιλολάου καὶ Εὐρύτου τῶν Ταραντίνων.

20a

[Lucian.] De longaevis 18, 221: Ξενόφιλος δὲ ὁ μουσικός, ὥς

φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ πέντε καὶ

ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσε.

22

Papyrus Herculanens. 1508 (W. Crönert, Kolotes und Mene-

demos 1906 p. 131): !!!!!! οὕτω [δ]ὴ? ἅπαντ' εἰς !!!!! καταναλώσ[ας]

!!!!!! εὗρε καὶ ἠδυνή[θη καὶ] ἄλλα πειρώμ[ενος ἀνύ]τειν ὑπὲρ τού[των

!!!!!!] ἀπιθανώτερο[ν !!!!!!] Ἀρι[στόξενον !!!!!!] καὶ δεῖ γο!!!!

[τὸ]ν ἰατρ[ὸ]ν τὴν !!!!!! οὐχ ὁπόθεν !!!!!!!!ν, ἀλλὰ κ?ιν!!!!!! ὧτ'

ἐπεκθέ[ειν] !!!!!! φύσιν. πάλιν !!!!!ρικ!!ς, ἀλλὰ κ!!!!!! [μετ]αξ?ὺ?

ὄντες ἀπα!!!!!αχ!!ναντωσ!!!!!ως Ἄκρω[ν] !!!! μ[ᾶ]λλον δὲ

κα[ὶ] !!!!!!! [Ἀρι]στόξεν[ος] !!!!!εκατᾳ!!!!!!! Πολύμ[ναστος !!!!!!]

!!!!!!ο?ντωνι?!!!!!δι?κον Εὐρυφῶν.

23

Stobaeus Ecl. I Prooem. 6: ἐκ τῶν Ἀριστοξένου περὶ ἀριθμητι-

κῆς. τὴν δὲ περὶ τοὺς ἀριθμοὺς πραγματείαν μάλιστα πάντων τιμῆσαι δοκεῖ

Πυθαγόρας καὶ προαγαγεῖν εἰς τὸ πρόσθεν, ἀπαγαγὼν ἀπὸ τῆς τῶν ἐμπόρων

χρείας, πάντα τὰ πράγματα ἀπεικάζων τοῖς ἀριθμοῖς. τά τε γὰρ ἄλλα ἀριθ-

μὸς ἔχει καὶ λόγος ἐστὶ πάντων τῶν ἀριθμῶν πρὸς ἀλλήλους .... Αἰγύπτιοι

δὲ Ἑρμοῦ φασὶν εὕρημα, ὃν καλοῦσι Θώθ. οἳ δὲ ἐκ τῶν θείων περιφορῶν

ἐπινοηθῆναι. μονὰς μὲν οὖν ἐστιν ἀρχὴ ἀριθμοῦ, ἀριθμὸς δὲ τὸ ἐκ τῶν μονά-

δων πλῆθος συγκείμενον. τῶν δὲ ἀριθμῶν ἄρτιοι μέν εἰσιν οἱ εἰς ἴσα διαιρού-

μενοι, περισσοὶ δὲ οἱ εἰς ἄνισα καὶ μέσον ἔχοντες. οὕτως ἐν περισσαῖς ἡμέραις

αἱ κρίσεις τῶν νοσημάτων γίνεσθαι δοκοῦσιν καὶ αἱ μεταβολαί, ὅτι ὁ περισ-

σὸς καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον ἔχει, ἀρχῆς καὶ ἀκμῆς καὶ παρακμῆς

ἐχόμεναι.

24

Diogenes Laert. VIII 14: καὶ πρῶτον εἰς τοὺς Ἕλληνας μέτρα

καὶ σταθμὰ εἰσηγήσασθαι (sc. τὸν Πυθαγόραν), καθά φησιν Ἀριστόξενος

ὁ μουσικός. πρῶτόν τε Ἕσπερον καὶ Φωσφόρον τὸν αὐτὸν εἰπεῖν, οἱ δέ

φασι Παρμενίδην.

25

Πυθαγόρας δὲ τῶν ὀσπρίων μάλιστα τὸν κύαμον ἐδοκίμασεν.

λειάντικόν τε γὰρ εἶναι καὶ διαχωρητικόν, διὸ καὶ μάλιστα κέχρηται αὐτῷ.

t,26-32

{Περὶ τοῦ Πυθαγορικοῦ βίου}

26

Cramer Anecd. Paris. I 172: ὅτι οἱ Πυθαγορικοί, ὡς ἔφη

Ἀριστόξενος, καθάρσει ἐχρῶντο τοῦ μὲν σώματος διὰ τῆς ἰατρικῆς, τῆς

δὲ ψυχῆς διὰ τῆς μουσικῆς.

27

Athenaeus II 47 a: καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος

μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος, τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ'

ἀρίστῳ λέγων ἀνόσους διατελεῖν.

28

ib. X 418 f: καὶ Πυθαγόρας δ' ὁ Σάμιος ...... οὐκ ἀπείχετο

δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν.

29a

Diogenes Laert. VIII 20: ὅ γε μὴν Ἀριστόξενος πάντα μὲν

τ' ἄλλα συγχωρεῖν αὐτὸν ἐσθίειν ἔμψυχα, μόνον δ' ἀπέχεσθαι βοὸς ἀροτῆρος

καὶ κριοῦ.

30

Jamblichus De vita Pythag. 197: λέγεται δὲ καὶ τάδε περὶ τῶν

Πυθαγορείων, ὡς οὔτε οἰκέτην ἐκόλασεν οὐθεὶς αὐτῶν ὑπὸ ὀργῆς ἐχόμενος,

οὔτε τῶν ἐλευθέρων ἐνουθέτησέ τινα, ἀλλ' ἀνέμενεν ἕκαστος τὴν τῆς δια-

νοίας ἀποκατάστασιν (ἐκάλουν δὲ τὸ νουθετεῖν πεδαρτᾶν). ἐποιοῦντο γὰρ

τὴν ἀναμονὴν σιωπῇ χρώμενοι καὶ ἡσυχίᾳ. Σπίνθαρος γοῦν διηγεῖτο πολ-

λάκις περὶ Ἀρχύτου 〈τοῦ〉 Ταραντίνου, ὅτι διὰ χρόνου τινὸς εἰς ἀγρὸν ἀφι-

κόμενος ἐκ στρατιᾶς νεωστὶ παραγεγονώς, ἣν ἐστρατεύσατο ἡ πόλις εἰς

Μεσσαπίους, ὡς εἶδε τόν τε ἐπίτροπον καὶ τοὺς ἄλλους οἰκέτας οὐκ εὖ τῶν

περὶ τὴν γεωργίαν ἐπιμελείας πεποιημένους, ἀλλὰ μεγάλῃ τινὶ κεχρημένους

ὀλιγωρίας ὑπερβολῇ, ὀργισθείς τε καὶ ἀγανακτήσας οὕτως ὡς ἂν ἐκεῖνος,

εἶπεν, ὡς ἔοικεν, πρὸς τοὺς οἰκέτας, ὅτι εὐτυχοῦσιν, ὅτι αὐτοῖς ὤργισται. εἰ

γὰρ μὴ τοῦτο συμβεβηκὸς ἦν, οὐκ ἄν ποτε αὐτοὺς ἀθῴους γενέσθαι τηλικαῦτα

ἡμαρτηκότας. ἔφη δὲ λέγεσθαι καὶ περὶ Κλεινίου τοιαῦτά τινα. καὶ γὰρ ἐκεῖνον

ἀναβάλλεσθαι πάσας νουθετήσεις τε καὶ κολάσεις εἰς τὴν τῆς διανοίας

ἀποκατάστασιν. οἴκτων δὲ καὶ δακρύων καὶ πάντων τῶν τοιούτων εἴργεσθαι

τοὺς ἄνδρας, οὔτε δὲ κέρδος οὔτε ἐπιθυμίαν οὔτε ὀργὴν οὔτε φιλοτιμίαν

οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων αἴτιον γίνεσθαι διαφορᾶς, ἀλλὰ πάντας τοὺς

Πυθαγορείους οὕτως ἔχειν πρὸς ἀλλήλους, ὡς ἂν πατὴρ σπουδαῖος πρὸς

τέκνα σχοίη.

31

ib. 233: ἀλλὰ μὴν τεκμήραιτο ἄν τις καὶ περὶ τοῦ μὴ παρέργως

αὐτοὺς (sc. τοὺς Πυθαγορικούς) τὰς ἀλλοτρίας ἐκκλίνειν φιλίας, ἀλλὰ καὶ

πάνυ σπουδαίως περικάμπτειν αὐτὰς καὶ φυλάττεσθαι, καὶ περὶ τοῦ δὲ μέχρι

πολλῶν γενεῶν τὸ φιλικὸν πρὸς ἀλλήλους ἀνένδοτον διατετηρηκέναι, ἔκ τε

ὧν Ἀριστόξενος ἐν τῷ περὶ Πυθαγορικοῦ βίου αὐτὸς διακηκοέναι φησὶ Διο-

νυσίου τοῦ Σικελίας τυράννου, ὅτε ἐκπεσὼν τῆς μοναρχίας γράμματα ἐν

Κορίνθῳ ἐδίδασκε. φησὶ γὰρ οὕτως ὁ Ἀριστόξενος: οἴκτων δὲ καὶ δακρύων

καὶ πάντων τῶν τοιούτων εἴργεσθαι τοὺς ἄνδρας ἐκείνους ὡς ἐνδέχεται μάλι-

στα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ θωπείας καὶ δεήσεως καὶ λιτανείας καὶ πάντων

τῶν τοιούτων. Διονύσιος οὖν ὁ ἐκπεσὼν τῆς τυραννίδος καὶ ἀφικόμενος εἰς

Κόρινθον πολλάκις ἡμῖν διηγεῖτο περὶ τῶν κατὰ Φιντίαν τε καὶ Δάμωνα

τοὺς Πυθαγορείους. ἦν δὲ ταῦτα τὰ περὶ τὴν τοῦ θανάτου γενομένην ἐγγύην.

ὁ δὲ τρόπος τῆς ἐγγυήσεως τοιόσδε τις ἦν. 〈εἶναί〉 τινας ἔφη τῶν περὶ αὑτὸν

διατριβόντων, οἳ πολλάκις ἐποιοῦντο μνείαν τῶν Πυθαγορείων, διασύροντες

καὶ διαμωκώμενοι καὶ ἀλαζόνας ἀποκαλοῦντες αὐτοὺς καὶ λέγοντες ὅτι

ἐκκοπείη ἂν αὐτῶν ἥ τε σεμνότης αὕτη καὶ ἡ προσποίητος πίστις καὶ ἡ ἀπά-

θεια, εἴ τις περιστήσειεν εἰς φόβον ἀξιόχρεων. ἀντιλεγόντων δέ τινων καὶ

γινομένης φιλονικίας συνταχθῆναι ἐπὶ τοὺς περὶ Φιντίαν δρᾶμα τοιόνδε.

μεταπεμψάμενος ὁ Διονύσιος ἔφη τὸν Φιντίαν ἐναντίον τέ τινα τῶν κατη-

γόρων αὐτοῦ εἰπεῖν, ὅτι φανερὸς γέγονε μετά τινων ἐπιβουλεύων αὐτῷ,

καὶ τοῦτο μαρτυρεῖσθαί τε ὑπὸ τῶν παρόντων ἐκείνων, καὶ τὴν ἀγανάκτησιν

πιθανῶς πάνυ γενέσθαι. τὸν δὲ Φιντίαν θαυμάζειν τὸν λόγον. ὡς δὲ αὐτὸς

διαρρήδην εἰπεῖν, ὅτι ἐξήτασται ταῦτα ἀκριβῶς καὶ δεῖ αὐτὸν ἀποθνῄσκειν,

εἰπεῖν τὸν Φιντίαν ὅτι, εἰ οὕτως αὐτῷ δέδοκται ταῦτα γενέσθαι, ἀξιῶσαι γε

αὑτῷ δοθῆναι τὸ λοιπὸν τῆς ἡμέρας, ὅπως οἰκονομήσηται τά τε καθ' αὑτὸν

καὶ τὰ κατὰ τὸν Δάμωνα. συνέζων γὰρ οἱ ἄνδρες οὗτοι καὶ ἐκοινώνουν ἁπάν-

των, πρεσβύτερος δ' ὢν ὁ Φιντίας τὰ πολλὰ τῶν περὶ οἰκονομίαν ἦν εἰς

αὑτὸν ἀνειληφώς. ἠξίωσεν οὖν ἐπὶ ταῦτα ἀφεθῆναι ἐγγυητὴν καταστήσας

τὸν Δάμωνα. ἔφη οὖν ὁ Διονύσιος θαυμάσαι τε καὶ ἐρωτῆσαι, εἰ ἔστιν ὁ

ἄνθρωπος οὗτος ὅστις ὑπομενεῖ θανάτου γενέσθαι ἐγγυητής. φήσαντος δὲ

τοῦ Φιντίου μετάπεμπτον γενέσθαι τὸν Δάμωνα, καὶ διακούσαντα τὰ συμ-

βεβηκότα φάσκειν ἐγγυήσεσθαί τε καὶ μενεῖν αὐτοῦ, ἕως ἂν ἐπανέλθῃ ὁ

Φιντίας. αὐτὸς μὲν οὖν ἐπὶ τούτοις εὐθὺς ἐκπλαγῆναι ἔφη, ἐκείνους δὲ τοὺς

ἐξ ἀρχῆς εἰσαγαγόντας τὴν διάπειραν τὸν Δάμωνα χλευάζειν ὡς ἐγκαταλει-

φθησόμενον καὶ σκώπτοντας ἔλαφον ἀντιδεδόσθαι λέγειν. ὄντος δ' οὖν ἤδη

τοῦ ἡλίου περὶ δυσμὰς ἥκειν τὸν Φιντίαν ἀποθανούμενον, ἐφ' ᾧ πάντας ἐκπλα-

γῆναί τε καὶ δουλωθῆναι. αὐτὸς δ' οὖν ἔφη περιβαλών τε καὶ φιλήσας τοὺς

ἄνδρας ἀξιῶσαι τρίτον αὐτὸν εἰς τὴν φιλίαν παραδέξασθαι, τοὺς δὲ μηδενὶ

τρόπῳ, καίτοι λιπαροῦντος αὐτοῦ, συγκαθεῖναι εἰς τὸ τοιοῦτον. καὶ ταῦτα

μὲν Ἀριστόξενος ὡς παρ' αὐτοῦ Διονυσίου πυθόμενός φησι.

32

Plutarch. Timoleon XV: πρὸς δὲ τὸν μουσικὸν Ἀριστόξενον καί

τινας ἄλλους πυνθανομένους, ὁπόθεν αὐτῷ (sc. Διονυσίῳ) καὶ τίς ἡ πρὸς

Πλάτωνα γένοιτο μέμψις, πολλῶν ἔφη κακῶν τὴν τυραννίδα μεστὴν οὖσαν

οὐδὲν ἔχειν τηλικοῦτον, ἡλίκον τὸ μηδένα τῶν λεγομένων φίλων μετὰ

παρρησίας διαλέγεσθαι. καὶ γὰρ αὐτὸς ὑπ' ἐκείνων ἀποστερηθῆναι τῆς

Πλάτωνος εὐνοίας.

t,33-41

{ΠΥΘΑΓΟΡΙΚΑΙ ΑΠΟΦΑΣΕΙΣ}

33

Jamblichus De vita Pythag. 174—175: τὸ διανοεῖσθαι περὶ

τοῦ θείου, ὡς ἔστι τε καὶ πρὸς τὸ ἀνθρώπινον γένος οὕτως ἔχει ὡς ἐπι-

βλέπειν καὶ μὴ ὀλιγωρεῖν αὐτοῦ, χρήσιμον εἶναι ὑπελάμβανον οἱ Πυθαγόρειοι

παρ' ἐκείνου μαθόντες. δεῖσθαι γὰρ ἡμᾶς ἐπιστατείας τοιαύτης, ᾗ κατὰ μηδὲν

ἀνταίρειν ἀξιώσομεν. τοιαύτην δ' εἶναι τὴν ὑπὸ τοῦ θείου γινομένην, εἴπερ

ἐστὶ τὸ θεῖον τοιοῦτον 〈οἷον〉 ἄξιον εἶναι τῆς τοῦ σύμπαντος ἀρχῆς. ὑβρι-

στικὸν γὰρ δὴ φύσει τὸ ζῷον ἔφασαν εἶναι, ὀρθῶς λέγοντες, καὶ ποικίλον

κατά τε τὰς ὁρμὰς καὶ κατὰ τὰς ἐπιθυμίας καὶ κατὰ τὰ λοιπὰ τῶν παθῶν.

δεῖσθαι οὖν τοιαύτης ὑπεροχῆς τε καὶ ἐπανατάσεως, ἀφ' ἧς ἐστι σωφρονισ-

μός τις καὶ τάξις. ᾤοντο δὴ δεῖν ἕκαστον αὑτῷ συνειδότα τὴν τῆς φύσεως

ποικιλίαν μηδέποτε λήθην ἔχειν τῆς πρὸς τὸ θεῖον ὁσιότητός τε καὶ θερα-

πείας, ἀλλ' ἀεὶ τίθεσθαι πρὸ τῆς διανοίας ὡς ἐπιβλέποντός τε καὶ παραφυ-

λάττοντος τὴν ἀνθρωπίνην ἀγωγήν.

μετὰ δὲ τὸ θεῖόν τε καὶ τὸ δαιμόνιον πλεῖστον ποιεῖσθαι λόγον γονέων τε

καὶ νόμου, καὶ τούτων ὑπήκοον αὑτὸν κατασκευάζειν, μὴ πλαστῶς ἀλλὰ

πεπεισμένως. καθόλου δὲ ᾤοντο δεῖν ὑπολαμβάνειν μηδὲν εἶναι μεῖζον κακὸν

ἀναρχίας. οὐ γὰρ πεφυκέναι τὸν ἄνθρωπον διασῴζεσθαι μηδενὸς ἐπιστα-

τοῦντος. τὸ μένειν ἐν τοῖς πατρίοις ἔθεσί τε καὶ νομίμοις ἐδοκίμαζον οἱ

ἄνδρες ἐκεῖνοι, κἂν ᾖ μακρῷ χείρω ἑτέρων. τὸ γὰρ ῥᾳδίως ἀποπηδᾶν ἀπὸ

τῶν ὑπαρχόντων νόμων καὶ οἰκείους εἶναι καινοτομίας οὐδαμῶς εἶναι σύμφορον

οὐδὲ σωτήριον.

34

Stobaeus Ecl. IV 25, 45: Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν

ἀποφάσεων. μετὰ τὸ θεῖον καὶ δαιμόνιον πλεῖστον ποιεῖσθαι λόγον γονέων

τε καὶ νόμων, μὴ πλαστῶς, ἀλλὰ πεπιστευμένως ἑαυτὸν πρὸς ταῦτα παρα-

σκευάζοντα. τὸ μένειν 〈ἐν〉 τοῖς πατρίοις ἔθεσί τε καὶ νόμοις ἐδοκίμαζον,

εἰ καὶ μακρῷ χείρω τῶν ἑτέρων εἴη.

35

ib. IV 1, 49: Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων.

καθόλου δὲ ᾤοντο δεῖν ὑπολαμβάνειν μηδὲν εἶναι μεῖζον κακὸν ἀναρχίας, οὐ γὰρ

πεφυκέναι τὸν ἄνθρωπον διασῴζεσθαι μηδενὸς ἐπιστατοῦντος. περὶ δὲ ἀρχόντων

καὶ ἀρχομένων οὕτως ἐφρόνουν, τοὺς μὲν γὰρ ἄρχοντας ἔφασκον οὐ μόνον

ἐπιστήμονας ἀλλὰ καὶ φιλανθρώπους δεῖν εἶναι, καὶ τοὺς ἀρχομένους οὐ

μόνον πειθηνίους, ἀλλὰ καὶ φιλάρχοντας. ἐπιμελητέον δὲ πάσης ἡλικίας

ἡγοῦντο, καὶ τοὺς μὲν παῖδας ἐν γράμμασι καὶ τοῖς ἄλλοις μαθήμασιν

ἀσκεῖσθαι, τοὺς δὲ νεανίσκους τοῖς τῆς πόλεως ἔθεσί τε καὶ νόμοις γυμνά-

ζεσθαι, τοὺς δὲ ἄνδρας ταῖς πράξεσί τε καὶ δημοσίαις λειτουργίαις προσέχειν.

τοὺς δὲ πρεσβύτας ἐνθυμήσεσι καὶ κριτηρίοις καὶ συμβουλίαις δεῖν ἐνανα-

στρέφεσθαι μετὰ πάσης ἐπιστήμης ὑπελάμβανον, ὅπως μήτε οἱ παῖδες

νηπιάζοιεν, μήτε οἱ νεανίσκοι παιδαριεύοιντο, μήτε οἱ ἄνδρες νεανιεύοιντο

μήτε οἱ γέροντες παραφρονοῖεν. δεῖν δὲ ἔφασκον εὐθὺς ἐκ παίδων καὶ τὴν

τροφὴν τεταγμένως προσφέρεσθαι, διδάσκοντες ὡς ἡ μὲν τάξις καὶ συμ-

μετρία καλὰ καὶ σύμφορα, ἡ δ' ἀταξία καὶ ἀσυμμετρία αἰσχρά τε καὶ ἀσύμφορα.

36

ib. II 31, 119 (cf. Jambl. V. P. 183): Ἐκ τῶν Ἀριστοξένου

Πυθαγορικῶν ἀποφάσεων. ἔφασκον δὲ καὶ τὰς μαθήσεις πάσας τῶν τε ἐπιστη-

μῶν καὶ τῶν τεχνῶν τὰς μὲν ἑκουσίους ὀρθάς τε εἶναι καὶ εἰς τέλος ἀφικνεῖσ-

θαι, τὰς δὲ ἀκουσίους φαύλους τε καὶ ἀτελεῖς γίνεσθαι.

37

ib. III 10, 66: Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων.

περὶ δὲ ἐπιθυμίας τάδε ἔλεγον, εἶναι τὸ πάθος τοῦτο ποικίλον καὶ πολυειδέστα-

τον. εἶναι δὲ τῶν ἐπιθυμιῶν τὰς μὲν ἐπικτήτους τε καὶ παρασκευαστάς, τὰς δὲ

συμφύτους. αὐτὴν μέντοι τὴν ἐπιθυμίαν ἐπιφοράν τινα τῆς ψυχῆς καὶ ὁρμὴν καὶ

ὄρεξιν εἶναι πληρώσεως ἢ παρουσίας αἰσθήσεως, ἢ κενώσεως καὶ ἀπουσίας καὶ

τοῦ μὴ αἰσθάνεσθαι. ἐπιθυμίας δὲ ἡμαρτημένης τε καὶ φαύλης τρία εἶναι

εἴδη τὰ γνωριμώτατα, ἀσχημοσύνην, ἀσυμμετρίαν, ἀκαιρίαν. ἢ γὰρ αὐτόθεν

εἶναι τὴν ἐπιθυμίαν ἀσχήμονά τε καὶ φορτικὴν καὶ ἀνελεύθερον, ἢ τοῦτο

μὲν οὔ, σφοδρότερον δὲ καὶ χρονιώτερον τοῦ προσήκοντος, ἢ τρίτον πρὸς

ταῦτα, ὅτε οὐ δεῖ καὶ πρὸς ἃ οὐ δεῖ.

38

Jamblichus De vita Pythag. 205: περὶ δὲ τῆς σωματικῆς ὀνο-

μαζομένης ἐπιθυμίας τοιαῦτα λέγειν ἔφασαν τοὺς ἄνδρας ἐκείνους. αὐτὴν μὲν τὴν

ἐπιθυμίαν ἐπιφοράν τινα εἶναι τῆς ψυχῆς καὶ ὁρμὴν καὶ ὄρεξιν ἤτοι πληρώσεώς

τινος ἢ παρουσίας τινῶν αἰσθήσεως ἢ διαθέσεως αἰσθητικῆς. γίνεσθαι δὲ καὶ

τῶν ἐναντίων ἐπιθυμίαν, οἷον κενώσεώς τε καὶ ἀπουσίας καὶ τοῦ μὴ αἰσθάνεσθαι

ἐνίων. ποικίλον δ' εἶναι τὸ πάθος τοῦτο καὶ σχεδὸν τῶν περὶ ἄνθρωπον πολυει-

δέστατον. εἶναι δὲ τὰς πολλὰς τῶν ἀνθρωπίνων ἐπιθυμιῶν ἐπικτήτους τε καὶ

κατεσκευασμένας ὑπ' αὐτῶν τῶν ἀνθρώπων, διὸ δὴ καὶ πλείστης ἐπιμελείας

δεῖσθαι τὸ πάθος τοῦτο καὶ φυλακῆς τε καὶ σωμασκίας οὐ τῆς τυχούσης. τὸ

μὲν γὰρ κενωθέντος τοῦ σώματος τῆς τροφῆς ἐπιθυμεῖν φυσικὸν εἶναι, καὶ τὸ

πάλιν ἀναπληρωθέντος κενώσεως ἐπιθυμεῖν τῆς προσηκούσης φυσικὸν καὶ

τοῦτ' εἶναι. τὸ δὲ ἐπιθυμεῖν περιέργου τροφῆς ἢ περιέργου τε καὶ τρυφερᾶς

ἐσθῆτός τε καὶ στρωμνῆς ἢ περιέργου τε καὶ πολυτελοῦς καὶ ποικίλης

οἰκήσεως ἐπίκτητον εἶναι. τὸν αὐτὸν δὴ λόγον εἶναι καὶ περὶ σκευῶν τε καὶ

ποτηρίων καὶ διακόνων καὶ θρεμμάτων τῶν εἰς τροφὴν ἀνηκόντων. καθόλου

δὲ τῶν περὶ ἄνθρωπον παθῶν σχεδὸν τοῦτο μάλιστα τοιοῦτον εἶναι οἷον

μηδαμοῦ ἵστασθαι, ἀλλὰ προάγειν εἰς ἄπειρον. διόπερ εὐθὺς ἐκ νεότητος

ἐπιμελητέον εἶναι τῶν ἀναφυομένων, ὅπως ἐπιθυμήσωσι μὲν ὧν δεῖ, φυλά-

ξωνται δὲ τῶν ματαίων τε καὶ περιέργων ἐπιθυμιῶν κτλ.

39

Stobaeus Ecl. IV 37, 4 (dazu Jambl. V. P. 209—11 und

«Ocellus Lucanus» 52—57): Ἐκ τῶν Ἀριστοξένου Πυθαγορείου. περὶ

δὲ γεννήσεως παίδων τάδε ἔλεγε. καθόλου μὲν φυλάττεσθαι τὸ καλού-

μενον προφερές, οὔτε γὰρ τῶν φυτῶν οὔτε τῶν ζῴων εὔκαρπα τὰ προ-

φερῆ γίγνεσθαι, ἀλλὰ χρόνον τινὰ προπαρασκευάζεσθαι τῆς καρποφορίας,

ἐν ᾧ ἐξισχύσαντα καὶ τετελειωμένα τὰ σώματα παρέχειν τά τε σπέρ-

ματα καὶ τοὺς καρποὺς δεδύνηται. πολλὰ δὲ εἶναι ἐν τῷ 〈βίῳ〉, ἐν οἷς

ἡ ὀψιμαθία ἐστὶ βελτίων, οἷον καὶ τὸ τοῦ ἀφροδισιάζειν πρᾶγμα. δεῖν οὖν

ἔτι παῖδας οὕτως ἄγεσθαι διὰ τῶν ἀσκημάτων ἀσχόλους, ὥστε μὴ μόνον

μὴ ζητεῖν, ἀλλ' εἰ δυνατὸν μηδὲ εἰδέναι τὴν τοιαύτην συνουσίαν ἐντὸς τῶν

εἴκοσι ἐτῶν. ὅταν δὲ καὶ εἰς τοῦτο ἀφίκηται, σπανίοις εἶναι χρηστέον τοῖς

ἀφροδισίοις. τοῦτο γὰρ πρός τε τὴν τῶν γεννώντων καὶ γεννησομένων

εὐεξίαν πολύ τι συμβάλλεσθαι. ἔλεγε δὲ καὶ μήτε τροφῆς μήτε μέθης πλήρη

ταῖς γυναιξὶν εἰς τὸ γεννᾶν ὁμιλεῖν, οὐ γὰρ οἴεται ἐκ φαύλης καὶ ἀσυμφώνου

καὶ ταραχώδους κράσεως εὔρυθμα καὶ καλά, ἀλλ' οὐδὲ ἀγαθὰ τὴν ἀρχὴν

γίγνεσθαι.

40

ib. III 1, 101: Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων.

τὴν ἀληθῆ φιλοκαλίαν ἐν τοῖς ἐπιτηδεύμασι καὶ ἐν ταῖς ἐπιστήμαις ἔλεγεν

εἶναι. τὸ γὰρ ἀγαπᾶν καὶ στέργειν τῶν καλῶν ἐθῶν τε καὶ ἐπιτηδευμάτων

ὑπάρχειν, ὡσαύτως δὲ καὶ τῶν ἐπιστημῶν τε καὶ ἐμπειριῶν τὰς καλὰς καὶ

εὐσχήμονας ἀληθῶς εἶναι φιλοκάλους, τὴν δὲ λεγομένην ὑπὸ τῶν πολλῶν

φιλοκαλίαν οἷον 〈ἐν〉 τοῖς ἀναγκαίοις καὶ χρησίμοις πρὸς τὸν βίον γινομένην

λάφυρά που τῆς ἀληθινῆς κεῖσθαι φιλοκαλίας.

41

ib. I 6, 18: Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεων.

περὶ δὲ τύχης τάδ' ἔφασκον. εἶναι μέν τι καὶ δαιμόνιον μέρος αὐτῆς, γενέσ-

θαι γὰρ ἐπίπνοιάν τινα παρὰ τοῦ δαιμονίου τῶν ἀνθρώπων ἐνίοις ἐπὶ τὸ

βέλτιον ἢ ἐπὶ τὸ χεῖρον, καὶ εἶναι φανερῶς κατ' αὐτὸ τοῦτο τοὺς μὲν εὐτυχεῖς

τοὺς δὲ ἀτυχεῖς. καταφανέστατον δὲ εἶναι τοῦτο 〈τῷ〉 τοὺς μὲν ἀπροβου-

λεύτως καὶ εἰκῇ τι πράττοντας πολλάκις κατατυγχάνειν, τοὺς δὲ προβου-

λευομένους καὶ προνοουμένους ὀρθῶς τι πράττειν ἀποτυγχάνειν. εἶναι δὲ

καὶ ἕτερον τύχης εἶδος, καθ' ὃ οἳ μὲν εὐφυεῖς καὶ εὔστοχοι, οἳ δὲ ἀφυεῖς

τε καὶ ἐναντίαν ἔχοντες φύσιν βλάστοιεν, ὧν οἳ μὲν εὐθυβολοῖεν ἐφ' ὅ τι

ἂν ἐπιβάλωνται, οἳ δὲ ἀποπίπτοιεν τοῦ σκοποῦ, μηδέποτε τῆς διανοίας

αὐτῶν εὐστόχως φερομένης, ἀλλὰ ἀεὶ ταρασσομένης. ταύτην δὲ τὴν ἀτυχίαν

σύμφυτον εἶναι καὶ οὐκ ἐπείσακτον.

t,42-46

{Παιδευτικοὶ νόμοι, Πολιτικοὶ νόμοι, Μαντινέων ἐγκώμιον}

42a

Ammonius De adfinium vocabulorum differentia p. 8 Am-

mon: διαστέλλει δ' Ἀριστόξενος ὁ μουσικὸς τὴν διαφορὰν (sc. zwischen αἰδώς

und αἰσχύνη) ἐν τῷ πρώτῳ νόμων παιδευτικῶν. φησὶ γάρ: διαφορὰν τήνδε

νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρε-

τήν, πρὸς ἐμπειρίαν, πρὸς εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκά-

στην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτως διακείμενος, οὐ διὰ τὸ ἡμαρτη-

κέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δ' αἰσχύνη

πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.

42b

Schol. Hesiod. Opera 190: αἰδὼς καὶ αἰσχύνη κατὰ Ἀριστόξενον

τὸν μουσικὸν διαφέρουσι. καὶ ἵνα τὰ πολλὰ τούτου παρεάσω, αἰδὼς μὲν ἡ

μικρὰ καὶ ἐπὶ τοῖς τυχοῦσι γενομένη ὑποστολὴ εὐλαβεῖ λογισμῷ, αἰσχύνη

δὲ ἡ ἐν κακοῖς ἀτιμία.

42c

ib. 318: καὶ ὁ μὲν μουσικὸς Ἀριστόξενος αἰσχύνης οἶδε καὶ

αἰδοῦς διαφοράν, αἰσχύνην μὲν καλῶν τὴν γενομένην ἀτιμίαν ἐπ' αἰσχροῖς,

οἷον τὸ μετὰ τὴν κλοπὴν ἁλῶναί τινα καὶ καρῆναι καὶ δημοσίως τυφθῆναι,

αἰδῶ δὲ τὴν εὐλάβειαν καὶ σεμνὴν ὑποστολήν.

43

Diogenes Laert. VIII 15: μέχρι δὲ Φιλολάου οὐκ ἦν τι γνῶναι

Πυθαγόρειον δόγμα. οὗτος δὲ μόνος ἐξήνεγκε τὰ διαβόητα τρία βιβλία, ἃ

Πλάτων ἐπέστειλεν ἑκατὸν μνῶν ὠνηθῆναι ....

ἔλεγόν τε καὶ οἱ ἄλλοι Πυθαγόρειοι μὴ εἶναι πρὸς πάντας πάντα ῥητά,

ὥς φησιν Ἀριστόξενος ἐν δεκάτῳ Παιδευτικῶν νόμων. ἔνθα καὶ Ξενόφιλον

τὸν Πυθαγορικόν, ἐρωτηθέντα πῶς ἂν μάλιστα τὸν υἱὸν παιδεύσειεν, εἰπεῖν,

εἰ πόλεως εὐνομουμένης γενηθείη. ἄλλους τε πολλοὺς κατὰ τὴν Ἰταλίαν

ἀπεργάσασθαι καλούς τε καὶ ἀγαθοὺς ἄνδρας, ἀτὰρ καὶ Ζάλευκον καὶ Χαρών-

δαν τοὺς νομοθέτας, ἱκανός τε γὰρ ἦν φιλίας ἐργάτης τά τε ἄλλα καὶ εἴ τινα

πύθοιτο τῶν συμβόλων αὐτοῦ κεκοινωνηκότα, εὐθύς τε προσηταιρίζετο καὶ

φίλον κατεσκεύαζεν.

44

Plutarch. Lycurgus XXXI: τελευτῆσαι δὲ τὸν Λυκοῦργον οἱ μὲν

ἐν Κίρρᾳ λέγουσιν, Ἀπολλόθεμις δὲ εἰς Ἦλιν κομισθέντα, Τίμαιος δὲ καὶ

Ἀριστόξενος ἐν Κρήτῃ καταβιώσαντα. καὶ τάφον Ἀριστόξενος αὐτοῦ δεί-

κνυσθαί φησιν ὑπὸ Κρητῶν τῆς Περγαμίας περὶ τὴν ξενικὴν ὁδόν.

45

Athenaeus XIV 648 d: τὰ δὲ ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιή-

κασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν

ὀγδόῳ Πολιτικῶν νόμων, τὴν Πολιτείαν ἐπιγραφομένην.

45,1

Philodem. Περὶ εὐσεβείας 18 p. 85 Gomperz: ἀνθρ[ωποει]δεῖς

γὰρ ἐκεῖνοι (sc. οἱ Πανέλληνες) οὐ νομίζουσιν ἀλλὰ ἀέρα[ς] καὶ π[νε]ύματα

[κ]αὶ αἰθέρας. ὥστ' ἔγωγε κἂν τεθαρρηκότως εἴπαιμι τούτους Διαγόρου

μᾶλλον πληνμελεῖν· ὁ μὲν γὰρ ἔπα[ι]ξεν, εἴπερ ἄρα καὶ τοῦτ' [αὐτ]ο[ῦ] ἐστιν

ἀλλ' οὐκ ἐπενήνεκ[τ]αι, [κ]αθάπ[ερ ἐ]ν τοῖς Μαντινέων ἔθεσιν Ἀριστόξενός

φησιν, ἐν δὲ τῇ ποιήσει τῇ μόνῃ δοκούσ〈ῃ〉 κατ' ἀλήθειαν ὑπ' αὐτοῦ γεγράφθαι

τοῖς ὅλοις οὐ[δ]ὲν ἀσεβὲς παρενέφ[η]νεν, ἀλλ' ἔστιν εὔφημ[ος] ὡς ποιητὴς εἰς

τὸ δ[α]ιμόνιον, καθάπερ ἄλλα τε μαρτυρεῖ καὶ τὸ γεγρα[μ]μένον εἰς Ἀριάνθην

τὸν Ἀργεῖον· „[θ]εὸς θεὸς πρὸ παντὸς ἔργου βροτείου νωμᾷ φρένα ὑπερτάταν“

(fr. 738 Page) καὶ τὸ εἰς Νικόδωρον τὸν Μαντινέα· ”κατὰ δαίμονα καὶ τύχαν

τὰ πάντα βροτοῖσιν ἐκτελεῖσθαι”. τὰ πα[ρ]απλήσια δ' αὐτῷ περιέ[χει καὶ τ]ὸ

Μαντινέων ἐνκώμιον.

t,47-50

{Ἀρχύτα βίος}

47

Diogenes Laert. VIII 79: Ἀρχύτας Μνησαγόρου Ταραντῖνος,

ὡς δὲ Ἀριστόξενος Ἑστιαίου, Πυθαγορικὸς καὶ αὐτός. Cf. Suda s. v.

Ἀρχύτας: Ταραντῖνος, Ἑστιαίου υἱὸς ἢ Μνησάρχου ἢ κτλ.

48

ib. VIII 82: τὸν δὲ Πυθαγορικὸν (sc. Ἀρχύταν) Ἀριστόξενός

φησι μηδέποτε στρατηγοῦντα ἡττηθῆναι. φθονούμενον δ' ἅπαξ ἐκχωρῆσαι

τῆς στρατηγίας, καὶ τοὺς αὐτίκα ληφθῆναι.

50

Athenaeus XII 545 a ff.: Ἀριστόξενος δ' ὁ μουσικὸς ἐν τῷ Ἀρ-

χύτα βίῳ ἀφι〈κέσθαι φ〉ησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς

τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἶναι καὶ Πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλού-

μενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα, καὶ οὐ μόνον τῷ

ἔργῳ, ἀλλὰ καὶ τῷ λόγῳ. ὄντα δὲ γνώριμον τῷ Ἀρχύτᾳ καὶ φιλοσοφίας

οὐ παντελῶς ἀλλότριον ἀπαντᾶν εἰς τὰ τεμένη καὶ συμπεριπατεῖν τοῖς περὶ

τὸν Ἀρχύταν ἀκροώμενον τῶν λόγων. ἐμπεσούσης δέ ποτε ἀπορίας καὶ

σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν

ἔφη ὁ Πολύαρχος: ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι

κομιδῇ τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς

εἶναι. ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει

ταῖς ἡδοναῖς, καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος. τὸ δὲ ἀντιτείνειν καὶ κατα-

δουλοῦσθαι τὰς ἐπιθυμίας οὔτ' ἔμφρονος οὔτε εὐτυχοῦς οὔτε ξυνιέντος εἶναι

τίς ποτε ἐστὶν ἡ τῆς ἀνθρωπίνης φύσεως σύστασις. τεκμήριον δ' ἰσχυρὸν

εἶναι τὸ πάντας ἀνθρώπους, ὅταν ἐξουσίας ἐπιλάβωνται μέγεθος ἀξιόχρεων

ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι καὶ τοῦτο νομίζειν τέλος

εἶναι τῆς ἐξουσίας, τὰ δὲ ἄλλα πάντα σχεδὸν ἁπλῶς εἰπεῖν ἐν παρέργου τίθεσθαι

χώρᾳ. προφέρειν δ' ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς [νῦν δὲ] καὶ εἴ τίς

που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει. πρότερον δὲ τούς τε Λυδῶν

καὶ τοὺς Μήδων καὶ ἔτι ἀνώτερον καὶ τοὺς Σύρων. οἷς οὐδὲν γένος ἡδονῆς

ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται

τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονήν. καὶ μάλα ὀρθῶς. ταχὺ γὰρ ἡ

ἀνθρωπίνη φύσις ἐμπίπλαται τῶν χρονιζουσῶν ἡδονῶν, κἂν ὦσιν σφόδρα

διηκριβωμέναι. ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ καινότης πρὸς τὸ μείζω

φανῆναι τὴν ἡδονήν, οὐκ ὀλιγωρητέον [οὖν] ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς

ποιητέον. διὰ ταύτην δὲ τὴν αἰτίαν πολλὰ μὲν ἐξευρεθῆναι βρωμάτων εἴδη,

πολλὰ δὲ πεμμάτων, πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων

καὶ στρωμάτων, καὶ ποτηρίων δὲ καὶ τῶν ἄλλων σκευῶν. πάντα γὰρ δὴ

ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν ᾖ ἡ ὑποκειμένη ὕλη τῶν θαυμαζο-

μένων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως. ὃ δὴ πεπονθέναι δοκεῖ ὅ τε χρυσὸς καὶ

ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων, ὅσα καὶ κατὰ τὰς

ἀπεργαζομένας τέχνας διηκριβωμένα φαίνεται. εἰπὼν δὲ τούτοις ἑξῆς τὰ

περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θερα-

πευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν

χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρη-

μάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἔφη κρῖναι τῶν νῦν τὸν τῶν

Περσῶν βασιλέα. πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι

ἡδοναί. δεύτερον δέ, φησί, τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ

λειπόμενον. ἐκείνῳ μὲν γὰρ ἥ τε Ἀσία ὅλη χορηγεῖ ......., τὸ δὲ Διονυσίου

χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. ὅτι

μὲν οὖν περιμάχητός ἐστιν ὁ τοιοῦτος βίος φανερὸν ἐκ τῶν συμβεβηκότων.

Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλοντο τὴν βασιλείαν

οὐκ ἄλλου τινὸς ἕνεκα ἢ τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ

Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν. αὕτη δ' ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπό-

λαυσις. οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος

καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος.

καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων [καὶ] ὅσα ἐδόκει

πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ

τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής. πολεμούντων οὖν τῶν νομοθετῶν τῷ

τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη,

καὶ πού τις καὶ ποιητὴς ἐφθέγξατο (Euripid. Melan. fr. 486 N2)

δικαιοσύνας τὸ χρύσεον πρόσωπον.

καὶ πάλιν (Soph. fr. 11 N2)

τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.

ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα. ὥστε παρ' ἐνίοις καὶ βωμοὺς

καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν

ἐπεισεκώμασαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν. ὥστε

τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς

σωματικὰς ἡδονάς.

t,51-60

{Σωκράτους βίος}

51

Cyrill. Contra Julianum VI 208: γράφει δὲ οὕτω περὶ αὐτοῦ

(sc. Σωκράτους) Πορφύριος ἐν τῷ τρίτῳ φιλοσόφων ἱστορίας ..........

δημιουργὸν γὰρ γενέσθαι τὸν Σωκράτην, πατρῴᾳ τέχνῃ χρώμενον τῇ λατυ-

πικῇ 〈Ἀριστόξενος ἱστορεῖ〉. καὶ Τίμαιος ἐν τῇ ἐνάτῃ λιθουργεῖν φησι

μεμαθηκέναι Σωκράτην. εἰ δὲ ὁ μὲν διὰ δυσμένειαν 〈ἀν〉αξιόπιστος, Τίμαιος

δὲ διὰ ἡλικίαν, νεώτερος γὰρ ὁ Τίμαιος, Μενεδήμῳ τῷ Πυρραίῳ χρηστέον,

Πλάτωνος μὲν γεγονότι μαθητῇ, πρεσβυτέρῳ δὲ γεγονότι Ἀριστοξένου,

λέγοντι ἐν τῷ Φιλοκράτους, ὅτι οὐκ ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς

ὡς λιθουργοῦ λαλῶν, οὔτε ὑπὲρ τῆς μητρὸς ὡς μαίας.

52a

Diogenes Laert. II 19: Ἀρχελάου τοῦ φυσικοῦ, οὗ καὶ παιδικὰ

γενέσθαι φησὶν Ἀριστόξενος (sc. τὸν Σωκράτη).

52b

Suda s. v. Σωκράτης: ... Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον

αὐτὸν διακοῦσαι λέγει. γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε

περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ φιλοσόφῳ

ἱστορίᾳ φησίν.

53

Euseb. Praep. evang. XI 3: Πλάτων μέντοι κατανοήσας, ὡς εἴη

μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε κτλ. ... φησὶ

δ' Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι γὰρ

ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινά, κἄπειτα αὐτοῦ πυνθάνεσθαι,

τί ποιῶν φιλοσοφοίη. τοῦ δ' εἰπόντος, ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου,

καταγελάσαι τὸν Ἰνδόν, λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα κατιδεῖν

ἀγνοοῦντά γε τὰ θεῖα.

54a

Cyrill. Contra Julianum VI 185: φέρε γὰρ ἴδωμεν καὶ πρό γε

τῶν ἄλλων ὁποῖος ἦν ὁ διαβόητος παρ' αὐτοῖς Σωκράτης, κτλ. ... οὐ μὴν

ἔτι καὶ τοῖς Πορφυρίου γράμμασιν ἀντερεῖ ὃς τὸν ἑκάστου τῶν ἀρχαιοτέρων

ἀπεσημήνατο βίον, κτλ. ... ἔφη τοίνυν ὡδὶ περὶ αὐτοῦ: λέγει δὲ ὁ Ἀρι-

στόξενος, ἀφηγούμενος τὸν βίον τοῦ Σωκράτους, ἀκηκοέναι Σπινθάρου τὰ

περὶ αὐτοῦ, ὃς ἦν εἷς τῶν τούτῳ ἐντυχόντων. τοῦτον λέγειν, ὅτι οὐ πολλοῖς

αὐτός γε πιθανωτέροις ἐντετυχηκὼς εἴη, τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ

στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς πᾶσι δὲ τοῖς εἰρημένοις τὴν τοῦ

εἴδους ἰδιότητα. γίνεσθαι δέ που τοῦτο, ὅτε μὴ ὀργίζοιτο, ὅτε δὲ φλεχθείη

ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην. οὐδενὸς γὰρ οὔτε

ὀνόματος ἀποσχέσθαι οὔτε πράγματος.

ib. 186: γέγραφε γὰρ ὡδὶ πάλιν περὶ αὐτοῦ Πορφύριος: ἐν δὲ τοῖς περὶ

τὸν βίον τὰ μὲν ἄλλα εὔκολον, καὶ μικρᾶς δεόμενον παρασκευῆς εἰς τὰ καθ'

ἡμέραν γεγενῆσθαι. πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφοδρότερον μὲν

εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι. ἢ γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι

μόναις. δύο δὲ σχεῖν γυναῖκας ἅμα, Ξανθίππην μὲν πολῖτιν καὶ κοινοτέραν

πως, Μυρτὼ δὲ Ἀριστείδου θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίπ-

πην περιπλακεῖσαν λαβεῖν, ἐξ ἧς ἑαυτῷ Λαμπροκλῆς ἐγένετο. τὴν δὲ Μυρτὼ

γάμῳ, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος.

54b

Theodoret. Graec. affect. curatio XII 61: καὶ ὁ Πορ-

φύριος δὲ τὴν φιλόσοφον ἱστορίαν συγγράψας πρῶτον μὲν αὐτὸν (sc.

Σωκράτην) ἀκρόχολον καὶ εὐόργητον εἴρηκε γεγενῆσθαι, Ἀριστοξένῳ μάρ-

τυρι κεχρημένος τὸν Σωκράτους βίον ξυγγεγραφότι. ἔφη γὰρ μηδενὶ ἑτέρῳ

ἐντετυχηκέναι πιθανωτέρῳ ἐκείνου. τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ

στόμα καὶ τὸ ἐπιφαινόμενον ἦθος, καὶ πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὴν

τοῦ εἴδους ἰδιότητα. γίνεσθαι δὲ τοῦτο, ὅτε μὴ ὀργίζοιτο. ὅτε δὲ ληφθείη

ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην. οὐδενὸς γὰρ οὔτε

ὀνόματος ἀπέχεσθαι οὔτε τοῦ πράγματος. καὶ ἄλλα δὲ τοιαῦτα διεξελθὼν

δείκνυσιν αὐτὸν καὶ ταῖς ἡδυπαθείαις δεδουλωμένον. λέγει δὲ οὕτως: πρὸς δὲ

τὴν τῶν ἀφροδισίων χρῆσιν σφοδρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι.

ἢ γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. δύο δὲ σχεῖν γυναῖκας

ἅμα, Ξανθίππην μὲν πολῖτιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου

θυγατριδῆν τοῦ Λυσιμάχου. καὶ τὴν μὲν Ξανθίππην προσπλακεῖσαν λαβεῖν,

ἐξ ἧς ὁ Λαμπροκλῆς ἐγένετο, τὴν δὲ Μυρτὼ γαμηθεῖσαν, ἐξ ἧς Σωφρονίσκος

καὶ Μενέξενος. αὗται δὲ ξυνάπτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὰν παύ-

σαιντο, ἐπὶ τὸν Σωκράτην ὥρμων, διὰ τὸ μηδέποτε αὐτὰς μαχομένας δια-

κωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. εἶναι δέ φησιν

αὐτὸν ἐν ταῖς ὁμιλίαις ἐνίοτε φιλαπεχθήμονα καὶ λοίδορον καὶ ὑβριστικόν.

καὶ ταῦτα δὲ περὶ τοῦ Σωκράτους ὁ Πορφύριος ἔφη· ἐλέγετο δὲ περὶ αὐτοῦ

ὡς κτλ.

55

Plutarch. De Herodoti malignitate IX 856 c: ἐγγὺς δὲ τούτων

εἰσὶν οἱ τοῖς ψόγοις ἐπαίνους τινὰς παρατιθέντες, ὡς ἐπὶ Σωκράτους Ἀριστό-

ξενος, ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον εἰπών, ἐπήνεγκεν: ἀδικία δ' οὐ

προσῆν.

56

Synesius Encomium calvitatis 81 a cap. 17: ἐπεί τοι καὶ Σωκρά-

την αὐτὰ ταῦτά φησιν Ἀριστόξενος, ὡς φύσει ἐγεγόνει τραχὺς εἰς ὀργήν, καὶ

ὁπότε κρατηθείη τῷ πάθει, διὰ πάσης ἀσχημοσύνης ἐβάδιζεν.

57

Athenaeus XIII 555 d: ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ'

ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν

Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου, οἱ χρόνοι γὰρ οὐ συγ-

χωροῦσιν, ἀλλὰ τοῦ τρίτου ἀπ' ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ

Φαληρεύς, Σάτυρος ὁ Περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀρι-

στοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ περὶ εὐγενείας (fr. 75 R).

58

Plutarch. Aristides XXVII: Δημήτριος δ' ὁ Φαληρεὺς καὶ Ἱερώ-

νυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης—εἰ δὴ

τὸ περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον—ἱστο-

ροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα

μὲν ἑτέραν ἔχοντι, ταύτην δ' ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν

ἀναγκαίων ἐνδεομένην. πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος ἐν τοῖς

περὶ Σωκράτους ἀντείρηκεν.

59

Diogenes Laert. II 20: φησὶ δ' αὐτὸν (sc. Σωκράτην) Ἀριστό-

ξενος ὁ Σπινθάρου καὶ χρηματίσασθαι. τιθέντα γοῦν τὸ βαλλόμενον κέρμα

ἀθροίζειν, εἶτα διπλώσαντα πάλιν τιθέναι.

60

Schol. Platon. Apolog. 18 b: οὗτος ὁ Ἄνυτος Ἀνθεμίωνος ἦν

υἱός, Ἀθηναῖος γένος, Ἀλκιβιάδου ἐραστής, πλούσιος ἐκ βυρσοδεψικῆς. ὅθεν

καὶ σκωπτόμενος ὑπὸ Σωκράτους διὰ τοῦτο κτλ. ...... ἔπεισε μισθῷ

Μέλητον ἀσεβείας γραφὴν δοῦναι κατὰ Σωκράτους. μέμνηται Λυσίας ἐν

Σωκράτους ἀπολογίᾳ καὶ Ξενοφῶν ὁμοίως καὶ Ἀριστόξενος ἐν τῷ Σωκρά-

τους βίῳ.

t,61-68

{Πλάτωνος βίος}

61

Diogenes Laert. III 8: καὶ αὐτόν (sc. Πλάτωνα) φησιν Ἀριστό-

ξενος τρὶς ἐστρατεῦσθαι, ἅπαξ μὲν εἰς Τάναγραν, δεύτερον δὲ εἰς Κόρινθον,

τρίτον ἐπὶ Δηλίῳ. ἔνθα καὶ ἀριστεῦσαι.

62

Lucian. De parasito 34, 861: Παράσιτος: .... ὁ δὲ Πλάτων ....

ὀλίγας παρασιτήσας ἡμέρας τῷ τυράννῳ (sc. Διονυσίῳ) τοῦ παρασιτεῖν ὑπὸ

ἀφυίας ἐξέπεσε, καὶ πάλιν Ἀθήναζε ἀφικόμενος καὶ φιλοπονήσας καὶ παρα-

σκευάσας ἑαυτὸν αὖθις δευτέρῳ στόλῳ ἐπέπλευσε τῇ Σικελίᾳ καὶ δειπνήσας

πάλιν ὀλίγας ἡμέρας ὑπὸ ἀμαθίας ἐξέπεσε. καὶ αὕτη ἡ συμφορὰ Πλάτωνι περὶ

Σικελίαν ὁμοία δοκεῖ γενέσθαι τῇ Νικίου.

Τυχιάδης: καὶ τίς, ὦ Σίμων, περὶ τούτου λέγει; Παράσιτος: πολλοὶ μὲν

καὶ ἄλλοι, Ἀριστόξενος δὲ ὁ μουσικὸς πολλοῦ λόγου ἄξιος, καὶ αὐτὸς δὲ

παράσιτος Νηλέως ἦν.

64

Euseb. Praep. evang. XV 2 (aus Aristocles): τίς δ' ἂν πεισθείη

τοῖς ὑπ' Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; ἐν

γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ

τινας Περίπατον ξένους ὄντας. οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους

λέγειν αὐτόν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην.

65a

Vita Aristotelis Marc. Z. 48 p. 2 Gigon, cap. 9 p. 98 Düring:

οὐκ ἄρα ἀντῳκ〈οδόμησεν Ἀριστοτέλης Πλά〉τωνι 〈τὸ Λύκειον, ὡς Ἀρι-

στόξε〉νος πρῶτος ἐσυκοφάντησε καὶ Ἀριστείδης ὕστερον ἠκολο〈ύθησεν.

65b

—Z. 118 p. 4 Gigon, cap. 25 p. 101 Düring: οὐ γὰρ〉 ὡς Ἀρι-

στόξενος καὶ Ἀριστείδης ὕστερον Πλάτωνος ζῶ〈ντος καὶ ἐν Ἀκ〉αδημίᾳ

παιδεύοντος ἀντῳκοδ〈όμησεν ὁ〉 Ἀριστοτέλης τὸ Λύκ〈ειον〉.

66

Diogenes Laert. V 35: γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ. .....

ἕβδομος παιδοτρίβης, οὗ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ.

67

ib. III 37 (cf. ib. III 57): ἣν Πολιτείαν (sc. Πλάτωνος)

Ἀριστόξενός φησιν πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντι-

λογικοῖς.

68

Porphyrius De vita Pythag. 53: πρὸς δὲ τούτοις τὸν Πλάτωνα

καὶ Ἀριστοτέλη Σπεύσιππόν τε καὶ Ἀριστόξενον καὶ Ξενοκράτη, ὡς φασὶν

οἱ Πυθαγόρειοι, τὰ μὲν κάρπιμα σφετερίσασθαι διὰ βραχείας ἐπισκευῆς, τὰ

δὲ ἐπιπόλαια καὶ ἐλαφρὰ καὶ ὅσα πρὸς διασκευὴν καὶ χλευασμὸν τοῦ διδασκα-

λείου ὑπὸ τῶν βασκάνως ὕστερον συκοφαντούντων προβάλλεται συναγαγεῖν

καὶ ὡς ἴδια τῆς αἱρέσεως καταχωρίσαι.

t,69-93

{Περὶ μουσικῆς, Μουσικὴ ἀκρόασις, Πραξιδαμάντεια, Περὶ μελοποιίας}

69d

Aelian. De natura animal. II 11: Δάμωνα μὲν οὖν καὶ Σπίν-

θαρον καὶ Ἀριστόξενον καὶ Φιλόξενον καὶ ἄλλους ἐπαίειν μουσικῆς κάλλιστα

καὶ ἐν ὀλίγοις ἐξετάζεσθαι τήνδε τὴν σοφίαν θαυμαστὸν μέν, ἄπιστον δὲ καὶ

παράλογον οὐδαμῶς. τὸ δὲ αἴτιον, ἄνθρωπος ζῷόν ἐστι λογικὸν κτλ.

69e

Alexander Aphrod. Comment. in Aristot. Topica 105 a 34:

θείη γὰρ ἄν τις ὡς ἔνδοξον τὸ ὑπὸ Ἱπποκράτους λεγόμενον ἐν ἰατρικῇ καὶ τὸ

ὑπὸ Ἀρχιμήδους ἐν γεωμετρίᾳ καὶ τὸ ὑπὸ Ἀριστοξένου ἐν μουσικῇ.

70

Themistius Orat. XXXIII Anfang: Ἀριστόξενος ὁ μουσικὸς

θηλυνομένην ἤδη τὴν μουσικὴν ἐπειρᾶτο ἀναρρωννύναι, αὐτός τε ἀγαπῶν τὰ

ἀνδρικώτερα τῶν κρουμάτων καὶ τοῖς μαθηταῖς ἐπικελεύων τοῦ μαλθακοῦ

ἀφεμένους φιλεργεῖν τὸ ἀρρενωπὸν ἐν τοῖς μέλεσιν. ἐπειδὴ οὖν τις ἤρετο αὐτὸν

τῶν συνήθων: τί δ' ἄν μοι γένοιτο πλέον ὑπεριδόντι μὲν τῆς νέας καὶ ἐπι-

τερποῦς ἀοιδῆς, τὴν δὲ παλαιὰν διαπονήσαντι; ᾄσῃ, φησί, σπανιώτερον ἐν

τοῖς θεάτροις, ὡς οὐχ οἷόν τε ὂν πλήθει τε ἅμα ἀρεστὸν εἶναι καὶ ἀρχαῖον

τὴν ἐπιστήμην.

73

Philodem. De musica Pap. Herc. VIII 159 fr. 25 = fr. 76

Kemke: Ἀρισ]τόξενος !!!!! τὴν ὅ[ρασιν καὶ] τὴν ἀκο[ὴν λ]έγων [γεγεν]ῆσθαι

τὸ κύ[ρ]ιον τ[ῆς ἐννοί]ας καὶ θειοτέρας τ[ῶν ἄλλω]ν αἰσθήσεων, οὐ μ[όνον

δι]ὰ τὸ τετυφῶσθαι !!!!!! [μηδ]ὲν ἀλλὰ καὶ διὰ τὸ !!!! προάγειν καὶ παι-

[δεύειν καὶ] παντελῶς ἀναι[τι!!!!!!]ρείας παρασκευ[άζειν] !!!!!! τίς ἂν

πρὸς τού!!!!! [ἔλα]βε; καὶ διὰ τὸ κα[κία]ς δ[ὲ π]αντελῶς ἀναι[τίο]υς

πα[ρέ]χεσθαι καὶ δι[ὰ τὸ] τοὺς ὀνοματοποιη!!!!!!

74

Plutarch. Quaestiones convivales VII 5, 2 (704 e): ἀκρασίας

μέν, ἔφη, καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον. οὐ μὴν Ἀριστοξένῳ

γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς

ἐπιλέγεσθαι.

75

Proclus in Platonis Timaeum I 27 c: ὀρθῶς γὰρ καὶ Ἀριστό-

ξενον φάναι τὸν μουσικόν, ὡς αἱ τῶν φιλοσόφων διαθέσεις ἄχρι τῶν φθόγγων

διατείνουσι τὸ ἐν ἅπασιν αὐτῶν τεταγμένον ἐμφανίζουσαι, καθάπερ οἶμαι

καὶ ὁ μέγας οὗτος οὐρανὸς κτλ.

76

Plutarch. De musica 1142 B 316: ὅτι δὲ παρὰ τὰς ἀγωγὰς καὶ τὰς

μαθήσεις διόρθωσις ἢ διαστροφὴ γίνεται, δῆλον Ἀριστόξενος ἐποίησε. τῶν

γὰρ κατὰ τὴν αὑτοῦ ἡλικίαν φησὶ Τελεσίᾳ τῷ Θηβαίῳ συμβῆναι νέῳ μὲν

ὄντι τραφῆναι ἐν τῇ καλλίστῃ μουσικῇ καὶ μαθεῖν ἄλλα τε τῶν εὐδοκιμούν-

των καὶ δὴ καὶ τὰ Πινδάρου, τά τε Διονυσίου τοῦ Θηβαίου καὶ τὰ Λάμπρου

καὶ τὰ Πρατίνου καὶ τῶν λοιπῶν, ὅσοι τῶν λυρικῶν ἄνδρες ἐγένοντο ποιηταὶ

κρουμάτων ἀγαθοί. καὶ αὐλῆσαι δὲ καλῶς καὶ περὶ τὰ λοιπὰ μέρη τῆς συμπά-

σης παιδείας ἱκανῶς διαπονηθῆναι. παραλλάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν

οὕτω σφόδρα ἐξαπατηθῆναι ὑπὸ τῆς σκηνικῆς τε καὶ ποικίλης μουσικῆς, ὡς

The complete text is available when the reading interface loads.