The Greek Library Author

Agathemerus

Geographiae Informatio

Scientific editors
Aubrey Diller
Edition reference
Agathemerus. "Sketch of Geography" · Duke University · Duke University Libraries · 1975
CTS identifier
urn:cts:greekLit:tlg0090.tlg001.local004
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Ἀναξίμανδρος ὁ Μιλήσιος ἀκουστὴς Θάλεω πρῶτος ἀπετόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι, μεθ’ ὅν Ἑκαταῖος ὁ Μιλήσιος ἀνὴρ πολυπλανὴς διηκρίβωσεν ὥστε θαυμασθῆναι τὸ πρᾶγμα· Ἑλλάνικος γὰρ ὁ Λέσβιος ἀνὴρ πολυίστωρ ἀπλάστως παρέδωκε τὴν ἱστορίαν. εἶτα Δαμάστης ὁ Κιτιεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν. ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δ’ ἡγεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ, Κράτης δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπεζοειδῆ, ἄλλοι δὲ ✝οὐροειδῆ , Ποσειδώνιος δ’ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν πρὸς ἕω καὶ δύσιν, τὰ πρὸς εὖρον δ’ ὁμοίως πλατύτερα τὰ πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι, Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος· οἱ δ’ ἰσθμὸν τὸν ἀπὸ Σερβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου· Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι Φᾶσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας ἰσθμόν, οἱ δ’ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.

Ἐκλήθησαν δ’ ἤπειροι ἄπειροί τινες οὖσαι δι’ ἄγνοιαν· Ἀσία δ’ ἀπὸ τοῦ ἆσσον ἰέναι τοῖς ἀπ’ Εὐρώπης ἀπιοῦσι καὶ πεζῆ καὶ νήσοις στιχηδὸν κειμέναις· Εὔβοια Ἄνδρος Τῆνος Μύκονος Ἰκαρία Σάμος Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δ’ ὑφ’ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου ✝Φοίνικες ὠνομάσθησαν πλέοντες· ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

Δικαίαρχος δ’ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν ἀλλὰ τομῇ εὐθείᾳ εὐκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Ἰωνίας Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους· τῶν τοίνυν τόπων τὸ μὲν βόρειον τὸ δὲ νότιον ὀνομάζει.

Chapter 2

Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ ἰσημερινῆς δύσεως ζέφυρος, ἀπὸ δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου ἀπαρκτίας· ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπὸ ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας ὁ καὶ Ἰᾶπυξ , εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες ἀλλήλοις · γίνονται οὖν ὀκτώ.

Τιμοσθένης δὲ ὁ γράψας τοὺς περίπλους δώδεκά φησι προστιθεὶς μέσον ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου φοίνικα τὸν καὶ εὐρόνοτον, μέσον δὲ νότου καὶ λιβὸς τὸν λευκόνοτον ἤτοι λιβόνοτον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων ὀνομαζόμενον . ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ’ ἀπηλιώτην Βακτριανούς, κατ’ εὖρον Ἰνδούς, κατὰ φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν, κατὰ λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ θρασκίαν Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν τοὺς ὑπὲρ Θράκην Σκύθας, κατὰ δὲ βορρᾶν Πόντον Μαιῶτιν Σαρμάτας, κατὰ καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

Chapter 3

ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχ. τὸ δὲ στόμα τοῦ Ἀδρίου ὃ καλοῦσί τινες Ἰόνιον πέλαγος ἔχει διάπλουν σταδίων ͵αψ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ ἀφ’ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. πάλιν δὲ ἀπ’ ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων, Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ νεῦον πρὸς Λιβύην κάτω, Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας λῆγον ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων, εἶτα Λιβυκόν, εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον καὶ Ἀδρίαν καὶ τὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσι Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν. τὸ δὲ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος Σαρωνικόν, εἶτα Μυρτῶον καὶ Ἰκάριον ἐν ᾧ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον. ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον.

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν σταδίων μυριάδων ἓξ καὶ ͵θψθ, τῆς δὲ Λιβύης ἀπὸ Τιγγὸς ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβ, τῆς δ’ Ἀσίας ἀπὸ Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους σταδίων μυριάδων δ καὶ ρια. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ’ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγ καὶ, ͵θοβ συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ, τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων ο ο ο ο η κ.

ὁ δὲ Πόντος σταδίων ͵γτν· ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ ὅπῃ Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν σταδίων ἕξ.

Ἡ δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας περίμετρον ἔχει μυριάδων δύο σταδίων· ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υ.

Ἡ δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων δισχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους ͵α.

Ὁ δὲ Ἀράβιος κόλπος στενὸς ὢν καὶ προμήκης ἄρχεται ἀπὸ Ἡρώων πολίτου μυχοῦ παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας σταδίων ͵θ τὸ μῆκος, [τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξ] τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξ post ͵ϛφ legenda, sed et aliquit deest , ἔνθεν ἑξῆς πλοῦς σταδίων ͵ϛφ, [τὸ δὲ λοιπὸν οὐ πλεῖται] τὸ δὲ λοιπὸν οὐ πλεῖται post ͵ε legenda παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ὠκεανοῦ σταδίων ͵ε· τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπὸ Αἰλανίτου μυχοῦ σταδίων μυρίων ͵δ. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

Chapter 4

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛ καὶ ͵ηφμε οὕτως· ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων τεσσάρων καὶ χιλίων ψκε οὕτως· ἀπὸ Γάγγου ἐπὶ ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων δισ μυρίων ͵ϛ, ἀπὸ Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων πεντακισχιλίων τριακοσίων, ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων ν, εἰς Μυρίανδρον σταδίων τοε,

ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκ οὕτως· ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου σταδίων χιλίων τετρακοσίων, ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδιοι ͵ατ, ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια ͵α↑, εἰς Πάταρα στάδια ω, ὠς εἰς ῾Ρόδον στάδια ψ, εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ✝ρμ, ἐπὶ Ταίναρον στάδια ͵α↑ν, ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δ, ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκ, ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵αω, ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνησίας νήσους στάδια μύρια, ἀπὸ Γαδείρων δὲ διὰ Ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένος στάδιοι ͵ζ↑λβ· ὁμοῦ γίνονται μυριάδες ἑπτὰ καὶ ͵ϛυοζ.

καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων τεσσάρων καὶ χιλίων τν, ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵α↑ν, ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίου καὶ μεγάλης καὶ Καρίας ἕως Ἐφέσου στάδιοι ͵ζ↑ϟ· ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδων τεσσάρων καὶ ͵ζσϟ· ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχ, ἐπὶ Ἰσθμὸν στάδια ͵αψ, ἀπὸ Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκ, ἐπὶ Λευκάδα στάδια ψ, ἐπὶ Κόρκυραν στάδια ψ, ἐπ’ Ἀκροκεραύνια ὄρη στάδια χξ, ἐπὶ Βρεντέσιον στάδια ψ, ἀπὸ Βρεντεσίου πεζῇ ὁδεύοντι ἕως ῾Ρώμης στάδια ͵βωπ, ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης τομάρου ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβ, εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλλυγύρεως ὑπό τῇ Πυρήνῃ οὔσης στάδια ͵γψμδ, εἶτα διὰ Ἰβηρίας ἕως Γαδείρων στάδια ͵ϛχνδ, καὶ ὁ διάπλους ἐπὶ Γάδειρα διὰ τῶν πανδοκίων στάδια ξ· ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδες ἑπτὰ καὶ ͵αφξ.

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ Μερόην σταδίων ͵ε, ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵α , ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ✝͵ανϛ (τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάιδος ἀγνοεῖται εἰς βορρᾶν) οὕτως· ἀπὸ Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφ, ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι ῾Ρόδον στάδια υ, ἐπὶ Τῆλον στάδια ρξ, ἐπὶ Λακτῆρα τῆς Κῴας στάδια ρκ, ἐπὶ Δρέπανον Κῴας στάδια ρ, ἐπὶ Ἀρκίτιν νῆσον στάδια σλ, ἐπὶ Κορσίας ρ, ἐπὶ Σαμίων Ἄμπελον στάδια λ, ἐπὶ τὸ ✝Αἰγαῖον Ἄργεννον διὰ τοῦ Αἰγαίου στάδια φ, ἐπὶ τὸ Ἐρυθραῖον Κορυναῖον στάδια σο, ἐπὶ Φλίον ἄκρον Χίου στάδια ν, ἐπὶ Μελανέα ἄκρον Λέσβου στάδια υν, ἐπὶ Σίγριον Λέσβου στάδια φ, εἰς Τένεδον νῆσον στάδια υν, εἰς Σίγειον στάδια ρ, ἐπὶ στόμα Πόντου στάδια ͵βφ, ἐπὶ Κάραμβιν στάδια ͵βω, ἐπὶ στόμα Μαιώτιδος στάδια ͵βφ, ἐπὶ Τάναϊν στάδια ͵βσ.

ἄλλως, ἀπὸ πόλεως εἰς πόλιν, ἀπὸ Ἀλεξανδρείας εἰς Ῥόδον στάδια ͵δχο, εἰς Κνίδον στάδια ψ, εἰς Κῶ στάδια σ, εἰς Σάμον στάδια ω, εἰς Χίον στάδια ψν, εἰς Μιτυλήνην στάδια φκ, εἰς Τένεδον ↑ν, εἰς Σίγειον ρ, ἐπὶ τὸ στόμα Πόντου ͵βφ, εἰς Κάραμβιν ͵βω, εἰς στόμα Μαιώτιδος ͵βφ, ἐπὶ Τάναϊν ποταμὸν ͵βσ· ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάιδος σταδίων μυρίων ͵ηχϟ.

Chapter 5

Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ’ ἡμᾶς νήσων τὰς περιμέτρους λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρκ, πλάτος σταδίων ιϛ· ὁ δὲ καθ’ ῾Ηρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων π· ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσσαι ἡ μείζων καὶ οἰκουμένη σταδίων τ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρ· τῶν δὲ Γυμνασίων ἃς Καρχηδόνιοι Βαλιαρίας καλοῦσιν (οἱ γὰρ σφενδονηταὶ οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος σταδίων ͵ασ, πλάτος σταδίων υ, ἡ ἐλάττων σταδίων τ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ’ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων αἱ μὲν μείζους τρεῖς δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος μεσόκοιλος τὸ μῆκος ͵βσ· Κύρνος ἐγγὺς Σαρδοῦς πολλῷ δὲ ἀγενεστέρα ἔλαττον ἢ ἥμισυ τοῦ Σαρδοῦς μήκους ἔχει· ἀφετήριον δ’ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας, τὸ δὲ δίαρμα σταδίων ͵ασ. τῆς Σιλεκίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμ, σχῆμα τρίγωνον σκαληνοειδές, δίαρμα δ’ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιβ πορθμῷ· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξ, ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια ͵αφ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αφ.

Κέρκινα νῆσος μῆκος σ πλάτος στάδια ο, ὅπου δὲ στενοτάτη στάδια μ· ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς· τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Καρκινῖτις γεφύρᾳ ζευχθεῖσα στάδια μῆκος μ πλάτος δὲ στάδια κε.

ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν ὁ διάπλους στάδια χ, ὅσον τῆς μικρᾶς λέγεται Σύρτιδος τὸ στόμα, ἡ δὲ Μῆνιγξ μῆκος σταδίων χ πλάτος σταδίων ρπ, μεγάλαι δ’ εἰσὶ περὶ αὐτὴν παλίρροιαι.

Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υ. εἴσι δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα ὧν ἐπισημότεραι Ἴσση καὶ ἡ μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζ, χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δ· μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυ· ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου κόλποις μεγάλοις τεμνομένη· συνάγεται μὲν εἰς τὸν Κορινθίων ἰσθμὸν πλάτος σταδίων μ ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον, ἔνθα ἐξ εὐωνύμων πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά, ἑξῆς δ’ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου ὃ πολὺ προπέπτωκεν εἰς πέλαγος, [εἶτα ὁ Ἑρμιονικὸς κόλπος] εἶτα ὁ Ἑρμιονικὸς κόλπος Hermionicus sinus ante Argolicum ponendus , ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃ περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακόν κόλπον οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα, εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς καθ’ ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὁ Χελωνάτας, τελευταῖον δ’ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀκαρνανίᾳ, μεθ’ ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος ζ σταδίων συγκλειόμενος στόματι κατὰ τὸ ῾Ρίον ἄκρον ὅ ἐστι τῆς Πελοποννήσου τὸ δ’ Ἀντίριον Λοκρίδος. ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γ.

Αἴγινα νῆσος προμήκης στάδια ρξ ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς· Σαλαμὶς μῆκος σταδ. ο· ἡ Κεία ρκ. τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία· ἐκ δεξιῶν δ’ αἱ Σποράδες. ἡ δ’ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται, παρατείνει δὲ Βοιωτίδα Φωκίδα Λοκρούς, ἐκ δὲ θατέρου ἐπί ποσον καὶ τῇ Ἀττικῇ, ἔστι γὰρ μακρά, διὸ Μάκρις ὠνομάσθη· μῆκος σταδίων ͵αψ.

ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ, περίμετρος δὲ αὐτῆς σταδίων ͵δρ μῆκος ͵βτ, κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοία, περίπλους στάδια ͵γυκ, μῆκος δὲ ͵ατ· ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα βορέου σταδίων ͵γω. ῾Ρόδου περίμετρος στάδια ͵ατ. Κῶ περίμετρος στάδια φν. Σάμος στάδια χλ. Ἰκαρία δέ ἐστι μακρὰ τραχεῖα, μῆκος σταδίων τ. Χίου περίμετρος στάδια χξ. Λέσβου περίμετρος στάδ. ͵αρ.