The Greek Library Author

Agathemerus

Geographiae Informatio

Scientific editors
Samuel Friedrich Wilhelm Hoffmann
Edition reference
Arriani periplus Ponti Euxini, Anonymi periplus Ponti Euxini, qui Arriano falso adscribitur. Anonymi periplus Ponti Euxini et Maeotidis paludis., Anonymi mensura Ponti Euxini. Agathemeri hypotyposes geographiae. Fragmenta duo geographica. · Lipsiae · Sumptibus C.L. Fritzschii · 1842
CTS identifier
urn:cts:greekLit:tlg0090.tlg001.local005
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Κεφ άλαιον αʹ. Περὶ τῆς τῶν παλαιῶν Γεωγραφίας.

Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλ μησε τὴν οἰκουμένην ἐν πίνακι γρά ψαι. Μεθ᾿ ὃν Ἑκα ταῖος ὁ Μιλήσιος, ἀνὴρ πολυπλανὴς, διηκρίβωσεν ὥστε θαυμασθῆναι τὸ πρᾶγμα. Ἑλλάνικος γὰρ Λέσβιος ἀνὴρ πολυΐστωρ ἀπλάστως παρέδωκε τὴν ἱστορίαν. Εἶτα Δαμάστης ὁ Σιγειεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν. Ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὺς, τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον· Ἵππαρχος δὲ τραπεζοειδῆ. Ἄλλοι οὐροειδῆ. Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονο ειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς ἑὼ καὶ δύσιν· τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι λέγουσι Φάσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας Ἰσθμὸν, τὸν ἀπὸ Σάρβω. οἱ δὲ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.

Ἐκλήθησαν δὲ Ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿ ἄγνοιαν. Ἀσία δὲ ἀπὸ τοῦ ἄσσον εἶναι τοῖς ἀπ᾿ Εὐρώπης ἀπιοῦσι καὶ πεζῇ, καὶ νήσοις στιχηδὸν κειμέναις, ὧν Εὐβοέα, Ἄνδρος, Τῆνος, Μύκονος, Ἰκαρία, Σάμος, Μυκάλη. Ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ Εὔρου ὠνομάσθη. Λιβύη δὲ ὑφ᾿ Ἑλλήνων ἦν ἄγνωστος πάνυ· ἀπὸ δὲ ἔθνους ἐπισήμου Φοινικῶς ὠνομάσθησαν λέοντες· Ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἄλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας καὶ Ταύρου, ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸ μὲν Βόρειον, τὸ δὲ Νότιον ὀνομάζει.

Chapter 2

Κεφ άλαιον βʹ. Περὶ Ἀνέμων.

Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης· ἀπὸ δὲ Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου Ἀπαρκτίας. Ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πά λιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται οὖν ὀκτώ.

Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον Ἀπαρκτίου καὶ Καικίου Βορέαν, Εὔρου δὲ καὶ Νότου Φοίνικα τὸν καὶ Εὐρόνοτον, μέσον δὲ Νότου καὶ Λιβὸς τὸν Λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ Ἀπαρκτίου καὶ Ἀργέστου Θρασκίαν, ἤτοι Κίρκιον ὑπὸ τῶν περιοίκων. Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ᾿ Ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ Εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ Νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν. Κατὰ Λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαύρους· κατὰ Ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ Ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν· κατὰ δὲ Θρασκίαν τοὺς ὑπὲρ Θράκην Σκύθας· κατὰ δὲ Βοῤῥᾶν Πόντον, Μαιῶτιν, Σαυρόματας· κατὰ Καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

Chapter 3

Κεφ άλαιον γʹ. Περίπλους θαλασσῶν.

Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσί τινες Ἰώνιον πέλαγος, ἔχει διάπλουν σταδίων ͵αψʹ, ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται. Eἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δ' ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης, Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυῤῥηνίας περάτων. Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην κάτω. Τυῤῥηνικὸν δὲ τὸ μέχρι Σικελίας ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων. εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν, καὶ Ἰώνιον καὶ Ἀδριατικὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσι Κορινθιακὸν κόλπον, ἤτοι Ἀλκυονίδα θάλασσαν. τὸ Σουνίῳ καὶ Σκυλαίῳ περιερχόμενον πέλαγος Σαρωνικὸν, εἶτα Μυρτῶον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον· ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀνακεῖται τὸ Αἰγαῖον.

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποτα μοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ, οὐ συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.

ὁ δὲ Πόντος σταδίων δυσμυρίων ͵γπγʹ, ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.

Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.

Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θῆρας, σταδίων ͵θ τὸ μῆκος. Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς σταδίων ͵ϛφʹ, τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ σταδίων ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων μυριάδων ͵Δ. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν κα θήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

Chapter 4

Κεφ άλαιον δʹ. Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης.

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα στα δίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ· οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ· οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοϛʹ.

Ἀπὸ δὲ Μυρίανδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ, οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδωνίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· ὡς εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια Ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφλʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας νήσους στάδια μύρια. Ἀπὸ Γαδείρων δὲ διὰ ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένα, στάδιοι ͵γϠλβʹ. Ὁμοῦ γίγνονται μυριάδες ζʹ καὶ ͵βυοζʹ.

Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ ͵ατνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδων δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ· ἐκ' Ἰσθμὸν στάδια ͵αψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ· ἐπὶ Λευκάδα στάδια ψʹ· ἐπὶ Κορκύραν στάδια ψʹ· ἐπ' Ἀκροκε ραύνια ὄρη στάδια ͵αξʹ· ἐπὶ Βρεντήσιον στάδια ψʹ. Ἀπὸ Βρεντησίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβʹ. Εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλυβίῤῥεως Διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια ͵βχνα, καὶ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδων ζʹ καὶ ͵αφξʹ.

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσ σης ἐπὶ τὴν Μερόην σταδίων ͵η. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵α. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ. Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνο εῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ· ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ· ἐπὶ Τῆλον στάδια φξʹ· ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ· ἐπὶ Δρέπανον Κώας στάδια ρʹ· ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ· ἐπὶ Κορσίας ρʹ· ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ· ἐπὶ τὸ Αἰγαῖον Ἄργενον διὰ τοῦ Αἰγαίου στάδια ωʹ· ἐπὶ τὸ Ἐρυθραῖον Κορυκαῖον στάδια σοʹ· ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ· ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ· ἐπὶ Σίγριον Λέσβου στάδια φʹ· Εἰς Τένεδον νῆ σον στάδια υνʹ· εἰς Σίγειον στάδια ρʹ· ἐπὶ στόμα Πόντου στάδια ͵βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· ἐπὶ στόμα Μαιώτιδος στάδια ͵βφʹ· ἐπὶ Τάναϊν στάδια ͵βχο.

Καὶ ἄλλως ἀπὸ Ῥόδου εἰς Κνίδον στάδια ψʹ· εἰς Κῶ στάδια σʹ· εἰς Σάμον στάδια ωʹ· εἰς Χίον στάδια ψνʹ· εἰς Μιτυλήνην στάδια φκʹ· εἰς Τένεδον στάδια τνʹ· εἰς Σίγειον ρʹ· ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· εἰς στόμα Μαιώτιδος ͵βφʹ· ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδιων μύριων ͵ηχηʹ.

Chapter 5

Κεφ άλαιον εʹ. Τῶν Νήσων ἀναμέτρησις.

Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ, πλάτος σταδίων ιϛʹ. ὁ δὲ καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατος ἐστι σταδίων πʹ. Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι, Πιτύουσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος· ἡ δὲ ἐλάττων σταδίων ρʹ. Τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιαρίδας καλοῦσιν (οἱ γὰρ σφενδονίται οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος ἔχει σταδίων ͵ασʹ, πλάτος σταδίων υʹ· ἡ ἐλάττων σταδίων τʹ. Αἱ δὲ Στοιχάδες, αἱ φερώνυμοι, ἑξῆς ἐπ' εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. Ἡ δὲ Σαρδώ ἔχει σχῆμα ὡς ποδὰς ἴχνος, μεσόκοιλος· τὸ μῆκος ͵βσʹ. Κῦρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἐλάττων ἢ ἥμισυ τῆς Σαρδοῦς, μῆκος ἔχει Ἀφετήριον δ᾿ εἰς Σαρδῶ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας· τὸ δὲ δίαρμα σταδίων ͵βσʹ. Τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές· δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμὸν· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵αλζʹ· ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια ͵αψʹʹ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.

Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.

Ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μήνιγξ μῆκος σταδίων χʹ, πλάτος σταδίων ρπʹ. Μεγάλαι δ' εἰσὶν περὶ αὐτὴν παλίῤῥοιαι.

Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υʹ. Εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημότεραι Ἴσση, καὶ ἡ Μέλαινα Κορκύρα, καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζʹ. χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δ. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν, πλάτος σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐξ εὐωνύμων, ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Εἶτα ὁ Ἑρμιονικὸς κόλπος. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὃ πολὺ προπέπτωκεν εἰς πέλαγος. Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃς περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. Εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ' ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὃ Χελωνάτας. τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀ καρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος, ζ σταδίων συγκλει όμενος στόματα, κατὰ τὸ Ῥιὸν ἄκρον, ὅ ἐστι τῆς Πελοποννήσου, τὸ δ' Ἀντίῤῥιον Λοκρίδος. Ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γʹ.

Αἴγινα νῆσος προμήκης στάδια ρξʹ. ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κέως ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. Ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατίνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.

Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων ͵δρʹ. μῆκος ͵βτʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοῖα, περίπλους στάδια ͵γυκʹ, μῆκος δὲ ͵ατʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου σταδίων ͵γωʹ. Ῥόδου περίμετρος στάδια ͵ατʹ. Κῶ περίμετρος στάδια φνʹ· Σάμος στάδια χλʹ. Ἰκαρία δέ ἐπὶ μακρὰ, τραχεῖα, μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ. Λέσβου περίμετρος ͵αρʹ.