The Greek Library Author

Theophrastus

Περὶ φυτῶν αἰτιῶν

Author namesThéophraste · Theophraste · Theophrastus · Θεοφραστος

Scientific editors
Friedrich Wimmer
Edition reference
Theophrasti Eresii opera quae supersunt omnia · Leipzig · Teubner · 1854
CTS identifier
urn:cts:greekLit:tlg0093.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter 1

ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Α.

Τῶν φυτῶν αἱ γενέσεις ὅτι μέν εἰσι πλείους καὶ πόσαι καὶ τίνες ἐν ταῖς ἱστορίαις εἴρηται πρότερον. ἐπεὶ δὲ οὐ πᾶσαι πᾶσιν οἰκείως ἔχει διελεῖν τίνες ἑκάστοις καὶ διὰ ποίας αἰτίας ἀρχαῖς χρωμένους ταῖς κατὰ τὰς ἰδίας οὐσίας· εὐθὺ γὰρ χρὴ συμφωνεῖσθαι τοὺς λόγους τοῖς εὑρημένοις. ἡ μὲν οὖν ἀπὸ τοῦ σπέρματος γένεσις κοινὴ πάντων ἐστὶ τῶν ἐχόντων σπέρμα· πάντα γὰρ δύναται γεννᾶν. τοῦτο δὲ καὶ τῇ αἰσθήσει φανερὸν ὅτι συμβαίνει, κατὰ δὲ τὸν λόγον ἴσως ἀναγκαῖον· ἡ γὰρ φύσις οὐδὲν ποιεῖ μάτην, ἥκιστα δὲ ἐν τοῖς πρώτοις καὶ κυριωτάτοις· πρῶτον δὲ καὶ κυριώτατον τὸ σπέρμα, ὥστε τὸ σπέρμα μάτην ἂν εἴη μὴ δυνάμενον γεννᾶν, εἴπερ τούτου χάριν αἰεὶ τὸ σπέρμα καὶ πρὸς τοῦτο πέφυκεν.

ὅπερ ἐκ τῶν ἄλλων πάντων λαμβάνειν ἐστὶν ὁμολογούμενον. ἀλλὰ διὰ τὸ μὴ χρῆσθαι τοὺς γεωργοὺς ἐπ᾽ ἐνίων, ὅτι θᾶττον ἀπ᾽ αὐτομάτων παραγίνεται καὶ διὰ τὸ μὴ εἶναι ῥᾳδίως ἐπί τινων λαμβάνειν μήτε τῶν δένδρων μήτε τῶν ποιωδῶν τὰ σπέρματα, διὰ ταῦτ᾽ οὐκ οἴονταί τινες πάντ᾽ ἀπὸ σπέρματος ἐνδέχεσθαι. καίτοι, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται, καὶ φανερώτατον ἐπὶ τῶν συκῶν. ἔτι δὲ κατ᾽ ἄλλον τρόπον ἡ βλάστησις αὐτῶν, εἴ τι τῶν αὐτομάτων ἐκ συρροῆς καὶ σήψεως μᾶλλον δὲ ἀλλοιώσεως γινομένης φυσικῆς. ὅτι μὲν οὖν κοινὴ πᾶσιν ἡ διὰ τοῦ σπέρματος γένεσις φανερόν· εἰ δ’ ἀμφοτέρως ἔνια καὶ αὐτόματα καὶ ἐκ σπέρματος οὐδὲν ἄτοπον· ὥσπερ καὶ ζῶά τινα καὶ ἐξ ἀλλήλων καὶ ἐκ τῆς γῆς.

δι᾽ ὃ καὶ αἱ γενέσεις κατὰ τὰς ἰδίας ἑκάστων φύσεις· ὅσα μὲν γὰρ ξηρὰ καὶ μονοφυῆ καὶ ἀπαράβλαστα, ταῦτ᾽ οὐδεμίαν, ὡς εἰπεῖν, δέχεται φυτείαν οὔτε ἀπὸ παρασπάδος οὔτε ἀπὸ ἀκρεμόνος· τὴν μὲν ἀπὸ παρασπάδος τῷ μὴ ἔχειν τὰ μονοφυῆ, τὴν δὲ ἀπὸ ἀκρεμόνος καὶ κλωνὸς διὰ τὴν ξηρότητα. ἀεὶ γὰρ τὸ μέλλον βλαστάνειν ἔχειν τε δεῖ τὴν ἔμβιον ὑγρότητα καὶ ταύτην δύνασθαι τηρεῖν. τὰ δὲ φύσει ξηρὰ διὰ τὸ ὀλίγην ἔχειν, ὅταν ἀπὸ τοῦ δένδρου ἀφαιρεθῇ ταχὺ διαπνεῖται καὶ ἐξατμίζεται συνεξάγονθ᾽ ἅμα καὶ τὸ σύμφυτον θερμόν. καὶ ταῦτα μὲν διὰ τὰς εἰρημένας αἰτίας, τὰ ἀπαράβλαστα καὶ μονοφυῆ ἀσυμμετρίᾳ τινὶ τοῦ θερμοῦ καὶ ὑγροῦ. δέχεται δὲ τὰς ἄλλας ἃ δύναται τηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν ξύμφυτον, ὥστε βλαστάνειν μὴ μόνον ἀπὸ παρασπάδος ἀλλ᾽ ἔνια καὶ ἀπὸ τῶν ἄκρων οἷον συκῆ καὶ ἄμπελος καὶ τῶν ἀκάρπων δὲ καὶ φιλύδρων ὥσπερ ἰτέα καὶ ἀκτὴ καὶ λεύκη καὶ αἴγειρος. καθόλου μὲν οὖν καὶ τύπῳ τοῦτον διωρίσθω τὸν τρόπον.

Chapter 2

Οὐ μὴν ἀλλὰ μάλιστ᾽ ἢ μόνος τῶν ξηρῶν καὶ μονοφυῶν καὶ ἀπαραβλάστων ὁ φοῖνιξ δέχεται καὶ ἑτέρας γενέσεις παρὰ τὴν σπερματικήν. τάς τε γὰρ ῥάβδους φασὶ μοσχεύειν περὶ Βαβυλῶνα τὰς ἁπαλωτάτας καὶ ὅταν ἐμβιώσωσι μεταφυτεύουσι· καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἐὰν ἀποκόψας τις τἄνω φυτεύσῃ ῥιζοῦσθαι. καὶ βλαστάνειν οὐκ ἀπὸ τοῦ ἐγκεφάλου μόνον ἀλλὰ καὶ κάτωθεν αὔξειν τὰς ῥίζας. ἔτι δὲ ἂν πλάγιος τεθῇ καὶ ἔνικμος ἡ γῆ τυγχάνῃ πολλαχόθεν ῥιζοφυεῖν καὶ ἐκβλαστάνειν, οὐ μέντοι μέγεθος τοῦτο λαμβάνειν.

ἐπὶ δὲ πεύκης καὶ ἐλάτης καὶ εἴ τι παραπλήσιον τούτοις οὐδὲν συμβαίνει τοιοῦτον οὐδ᾽ ἐπὶ κυπαρίσσου, πλὴν εἰ τί που καὶ παραβλαστάνει καθάπερ φασὶν ἐν Κρήτῃ περὶ τοὺς καλουμένους δρυΐτας· ἐνταῦθα γὰρ οὐδὲν ἄλογον ὥσπερ καὶ τὰς ἄλλας παραφυάδας ὑπορρίζους οὔσας καὶ ἐνύγρους καὶ ταύτας βλαστάνειν· ἐπεὶ εἴ γε μὴ ἦσαν ὑπόρριζοι χαλεπὸν ἢ ἀδύνατον. τοῦτο μὲν οὖν ὡς πρὸς ὑπόθεσιν λεγόμενον.

ὁ δὲ φοῖνιξ ἀπὸ μὲν τῶν ῥάβδων βλαστάνει χώρας εὐβοσίᾳ καὶ εὐφυΐᾳ πρὸς τὸ θᾶττον βλαστάνειν. τὸ δ᾽ ἀπὸ τῶν ἁπαλοτάτων εὔλογον εἰ ὑγρόταται αὗται καὶ γεννητικώταται. ἀπὸ δὲ τοῦ ἐγκεφάλου διὰ τῶν ὑποκάτω μᾶλλον ἔτι τοῦτο εὔλογον· ἐντεῦθεν γὰρ καὶ ἡ τῶν ῥάβδων φύσις καὶ ὅλως οἷον ἀρχή τις αὕτη ζωτική. δι᾽ ὃ καὶ ἐξαιρουμένου καὶ πονήσαντος θνήσκει· ἐπεὶ καὶ ἡ ἐκ τῶν πλαγίων ἔκφυσις ἔχοντός ἐστι τὸν ἐγκέφαλον· ἐξαιρουμένου γὰρ αὐαίνεσθαι κατὰ λόγον, εἴπερ καὶ πεφυκότος καὶ ἐρριζωμένου τοῦτο συμβαίνει.

ἡ δὲ ἔκφυσις δῆλον ὅτι πανταχόθεν· πανταχοῦ γὰρ διαμένει μέχρι τινὸς ἡ ὑγρότης καὶ ἡ θερμότης διὰ τὸ μὴ εὐξήραντον εἶναι τῇ πυκνότητι τῶν πόρων, δι᾽ ὃ καὶ δυσδιάπνευστον. ὁ μὲν οὖν φοῖνιξ διὰ ταῦτα πλεοναχῶς γίνεται. τῶν δὲ ἄλλων τῶν μονοφυῶν οὐδὲν διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν φύσιν.

Chapter 3

Ὅσα δὲ πλείους γεννᾶται τρόπους ἔχει καὶ ἐν αὐτοῖς διαφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ᾽ ἂν καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν οὐκ ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἴτιον ἐν ἀμφοῖν ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ ξυλώδη τὰ μέσα καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη·

καὶ ἐπὶ τῆς ἰτέας δὲ καὶ τῶν ἄλλων ὁμοίως. ἐλάας δὲ τὰ μὲν τῶν ἀκρεμόνων ἔνικμα διὰ τὴν λιπαρότητα καὶ πυκνότητα καὶ ἀμφοτέρως οὐκ εὐξήραντα, τὰ δ᾽ ἄκρα διὰ λεπτότητα ξηρὰ καὶ οὐ δυνάμενα διαμένειν. ὡσαύτως καὶ ἀπίου καὶ ἀμυγδαλῆς καὶ μηλέας καὶ δάφνης καὶ ἄλλων· ἀβλάστητα γὰρ τὰ τούτων διὰ τὴν αὐτὴν αἰτίαν πλὴν εἴ τι σπάνιον καὶ ὡς ἐν παραλόγῳ· καὶ γὰρ τὸ ἀπ᾽ ἀκρεμόνων ἐνίων σπάνιον οἷον ἀμυγδαλῆς· δάφνην δὲ ἀδύνατον, ἐπεὶ οὐδὲ ἀπὸ παρασπάδος θέλει ῥᾳδίως. αἰτία δ’, ὥσπερ ἐλέγομεν, ἡ ξηρότης καὶ τούτου γ᾽ ἔτι ἡ μανότης· ἀσθενέστερον γὰρ καὶ πρὸς τὸ διατηρῆσαι ἐπὶ πλεῖον τὸ μανόν.

ὅσα δὲ καὶ ἀπὸ ξύλων ἔμβια καὶ δύναται βλαστάνειν, οἷον ἐλάα μύρρινος κότινος, καὶ αὐτὰ τῇ πυκνότητι καθάπερ ἐλέχθη τηρεῖ τὴν ζωτικὴν ἀρχὴν ἔχοντά τινα ὑγρότητα τοιαύτην. οὐ γὰρ ἱκανὸν ἐὰν ᾖ πυκνόν γε, εἰ ξηρὸν καὶ ἀπαράβλαστον· ἔτι δὲ καὶ ἡ παραβλάστησις τῶν τοιούτων διὰ τὸ πρεμνώδη καὶ συνεστραμμένην πως εἶναι τὴν ῥίζαν ὥσπερ καὶ τῆς δάφνης. ἰσχύει γὰρ μᾶλλον ᾗ καὶ δυσώλεθρα τὰ τοιαῦτα· τὸ γὰρ καταλειπόμενον ἀεὶ βλαστητικόν· τῶν δὲ μακρορρίζων διὰ τὴν τῶν ῥιζῶν ἰσχὺν ὥσπερ ἀπίου καὶ κοκκυμηλέας καὶ ἑτέρων.

τάχα δὲ καθόλου περὶ πάντων ὧδε λεκτέον· πρῶτον μὲν ὅτι μετέωρα καὶ οὐ βαθύρριζα, ἢ εἰ καί τινα εἰς βάθος καθιᾶσιν ἀλλ᾽ ἐνίας καὶ ἐπιπολῆς. ἔπειθ᾽ ὅτι πάντων, ὅταν συρροῆς γενομένης συνθερμανθῇ τοῦτο καὶ πεφθὲν ὑπὸ τοῦ ἡλίου καθάπερ κυῆσαν ἐκτέκῃ, καὶ ἐκ τῶν ἀκρεμόνων οὕτω καὶ ἐκ τῶν ἄλλων οἱ βλαστοί. τούτων δὲ ὑποκειμένων κατὰ λόγον ἤδη τὸ παραβλαστάνειν. ἡ γὰρ ῥίζα μετέωρος οὖσα καὶ συρροὴν λαμβάνουσα ταύτην ἐκθερμαίνουσα καὶ πέττουσα μεθίησι τὸν βλαστὸν.

τὰ μὲν οὖν πλεῖστα παρ᾽ αὐτὸ τὸ στέλεχος ἐκβλαστάνει· μετεωρόταται γὰρ αὗται· καὶ ἥ γε ἐλάα καὶ ἐκ τῶν πρέμνων. ἄπιος δὲ καὶ ῥόα καὶ ὅσα μὴ μόνον σύνεγγυς, ἀλλὰ διὰ πολλοῦ, μακρόρριζα ὄντα, ᾗ ἂν ἡ ῥίζα μετέωρος ᾖ ταύτῃ τὸν βλαστὸν ἀφίησιν· ἐνταῦθα γὰρ ἡ συρροὴ καὶ πέψις θερμαινομένης. δι᾽ ὃ καὶ ἄτακτος ὁ τόπος ὅτι ἄτακτος ὁ μετεωρισμὸς καὶ ἡ συρροή. τὰ δ᾽ ἄκαρπα καὶ εὔζωα καθάπερ αἴγειρος καὶ λεύκη καὶ συμπληροῦν δύναται βλαστάνοντα. τὰ δ᾽ ἄλλα οὐχ ὁμοίως, ἀλλ᾽ ἐπὶ τῶν ὑλημάτων καὶ ποιωδῶν ἐνίων τοῦτο συμβαίνει. πρὸς ἃ καὶ δεῖ μεταβῆναι τὸν λόγον. ὑπὲρ γὰρ τῶν δένδρων ἱκανῶς εἴρηται.

Chapter 4

Τούτων δὲ τὰς μὲν γενέσεις ἐκ τῶν αὐτῶν θεωρητέον κοινοτάτην πᾶσι τὴν ἀπὸ σπέρματος τιθέντας. οὐ μὴν ἀλλὰ καὶ πλείους εἰσὶ καὶ τούτων, ᾗ δὲ ἕκαστα τῶν προειρημένων ἐφάπτεται ταύτῃ διαιρετέον· οἷον καὶ ὑπὲρ ἧς νῦν λέγομεν τῆς ἀπὸ τῶν ῥιζῶν. ἔνια γὰρ καὶ αὐτόματα βλαστάνει καὶ φυτεύουσιν ἀπὸ τῶν ῥιζῶν, ὥσπερ τὰ κεφαλόρριζα καὶ ὅλως ὧν παχεῖα καὶ σαρκώδης ἐστὶν ἡ ῥίζα. δεῖ δὲ καὶ τὸ μὲν ὑδατῶδες μὴ πλεῖον ἔχειν ὥσπερ τῆς γογγυλίδος καὶ ῥαφανίδος· εὐξήραντοι γὰρ αὗται καὶ ἀσθενεῖς εἰς διαμονήν. ἀλλ᾽ ἤτοι χιτῶνας ἔχειν πλείους καὶ ἅμα γλισχρότητά τινα καθάπερ αἱ τοῦ βολβοῦ καὶ σκίλλης καὶ ὅλως εὔχυλόν τινα καὶ εὔσαρκον εἶναι καθάπερ αἱ τοῦ ἀμαράκου τοῦ χλωροῦ καὶ τοῦ λειρίου καὶ τῶν ὁμοειδῶν.

αἱ γὰρ τοιαῦται φυτείαν μόνον δέχονται καὶ μέταρσιν. καὶ τούτων αἱ μὲν καὶ πλείω χρόνον διαμένουσιν, αἱ δὲ ἐλάττω κατὰ τὰς ἰδίας φύσεις ἑκάστων. ἄλλαι δ᾽ αὖ πάλιν εἰσί τινες αἳ μένουσαι μὲν ἐν ταῖς ἑαυτῶν χώραις ἀφιᾶσι βλαστὸν οἷον αἱ τῶν ἐπετειοκαύλων, μεταιρόμεναι δὲ οὐ δύνανται διὰ τὴν ξηρότητα. τὴν γὰρ αὐτὴν αἰτίαν ὑποληπτέον καὶ ἐπὶ τούτων ἥνπερ ἐπ᾽ ἐκείνων. ἔστι δέ τινων καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ τῶν ἄκρων φυτεία καὶ γένεσις. ἀπὸ παρασπάδος μὲν καὶ ῥαφάνου καὶ πηγάνου, τῶν δὲ στεφανωτικῶν οἷον ἀβροτόνου καὶ σισυμβρίου καὶ ἑρπύλλου· καὶ ἀπὸ τῶν ἄκρων δ᾽ ἐνίων τῶν αὐτῶν πηγάνου τε καὶ ἀβροτόνου καὶ τῶν στεφανωτικῶν·

καὶ γὰρ ἔχει ταῦτά γε καὶ καθίησιν εὐθὺς ῥίζας ἐκ τῶν βλαστῶν ὥσπερ ὁ κιττός· οὗτος γὰρ δὴ μάλισθ᾽ ὅλως ἔμβιος καὶ εἰσδυόμενος εἰς αὐτὰ τὰ δένδρα καὶ ἐν τῇ γῇ κρυπτόμενος. τῶν δὲ λαχανωδῶν τὸ ὤκιμον· καὶ γὰρ τὰς ἀποφυτείας ἐκ τῶν ἄνω δέχεται καίπερ ξυλῶδες ὄν, ἀλλ᾽ ὅτι δυσξήραντόν ἐστι ταύτῃ φύεται, δι᾽ ὃ καὶ πολὺν χρόνον διαμένει καὶ κολουόμενον πάλιν βλαστάνει. ξυλῶδες δὲ καὶ τὸ ἀβρότονον, ἀλλ᾽ ἔχει τινὰ τῇ πυκνότητι καὶ δριμύτητι φυλακὴν ὥσπερ ὁ κιττός· καὶ γὰρ οὗτος φύεται καταπηγνύμενος.

αὗται μὲν οὖν κοιναὶ πλειόνων. αἱ δὲ τοιαῦται καὶ σπάνιαι καὶ ἐλάττους ὥσπερ τῆς κρινωνίας καὶ ῥοδωνίας καὶ ὁ καυλὸς ὁ σχισθεὶς φύεται καὶ βλαστάνει. ταῦτα δὲ ὅμοια καὶ παραπλήσια καὶ τὰ τῆς ἐλάας καὶ εἴ τι ἄλλο βλαστητικὸν ἀπὸ τοῦ ξύλου. δι᾽ ὃ καὶ ὑπὸ τὴν αὐτὴν αἰτίαν πίπτει· δύναται γὰρ διατηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν γόνιμον. καὶ τό τε κατακόπτειν καὶ κατασχίζειν εὔλογον· ἐκ γὰρ τοῦ ἐλάττονος καὶ ἀνεωγμένου θᾶττον ἡ ἀρχὴ καὶ εὐκολωτέρα· τὸ δὲ μέγα καὶ συμπεπτωκὸς οὐχ ὁμοίως παθητικὸν οὐδὲ βλαστητικόν.

δι᾽ ὃ καὶ τὰ σκόρδα διαιροῦσιν εἰς τὰς γέλγεις καὶ τῶν κρομύων ἀφαιροῦσι τάς τε ῥίζας τὰς κάτω καὶ τὰ κελύφη. ταῦτα γὰρ παρέχει πᾶν τὸ ἀλλότριον· ἀλλότριον δὲ τῷ ζῶντι τὸ μὴ ζῶν· ὥσπερ καὶ τῶν δένδρων τὰ ἀφαυαινόμενα. τῆς μὲν οὖν ἐλάας καὶ τῶν μυρρίνων οὐ δεῖ περιαιρεῖν τὸν φλοιόν· ἀποστέγει γὰρ καὶ τηρεῖ τὴν ζωήν· τῶν δὲ κρομύων καὶ σκόρδων δεῖ, δεῖ δὲ μὴ τοὺς ζῶντας μηδὲ τοὺς κυρίους ἀφαιρεῖν· ἐπεὶ κἀκείνων εἴ τις ἀφαιροίη τούτους οὐ βλαστάνει.

ἰδιωτάτη δὲ βλάστησις ἡ ἐκ τῶν δακρύων οἷον τοῦ θ᾽ ἱπποσελίνου καὶ τοῦ κρίνου καὶ ἐνίων ἑτέρων· οὐκ ἄλογος δὲ ἀλλ᾽ ὁμολογουμένη τῇ ἐκ τῶν καυλῶν. οὐδὲν γὰρ ἕτερον ἀλλ᾽ ἢ ξυνηθροισμένην δεῖ εἶναι καὶ ἐν ἐκείνοις ἀρχὴν τὴν γόνιμον· οὐ γὰρ ἄνευ θερμότητος ἡ τοιαύτη καὶ ὑγρότητος. ὅτι δ᾽ οὐ πάντων οἱ ὀποὶ καὶ τὰ δάκρυα γεννητικὰ πρὸς τὰς ἐπάνω καὶ προτέρας αἰτίας ἀνακτέον. ὅτι δ᾽ οὐδ᾽ οἱ καυλοὶ οὐδ᾽ αἱ ῥίζαι, κατὰ λόγον δὲ καὶ τοῦτ᾽ ἐστὶν ὅπερ ἐλέχθη πρότερον, ὅτι πλείους αἱ γενέσεις καὶ τῶν ἄλλων ἢ τῶν ἄλλων ῥᾴδιον γεννῆσαι τὰ ἀτελέστερα καὶ ἀπ᾽ ἐλάττονος ἀρχῆς. αἱ μὲν οὖν ἐκ τῶν μορίων ὁποῖαι καὶ διὰ τίνας αἰτίας ἐκ τούτων θεωρείσθω. καὶ γὰρ εἴ τι παραλέλειπται προσθεῖναι καὶ συνιδεῖν οὐ χαλεπόν.

Chapter 5

Αἱ δ᾽ αὐτόματοι γίνονται μὲν ὡς ἁπλῶς εἰπεῖν τῶν ἐλαττόνων καὶ μάλιστα τῶν ἐπετείων καὶ ποιωδῶν· οὐ μὴν ἀλλὰ καὶ τῶν μειζόνων ἔστιν ὅτε συμβαίνουσιν ὅταν ἢ ἐπομβρίαι κατάσχωσιν ἢ ἄλλῃ ἰδιότης τις γένηται περὶ τὸν ἀέρα καὶ τὴν γῆν· οὕτω γὰρ καὶ τὸ σίλφιον ἀνατεῖλαί φασιν ἐν Λιβύῃ πιττώδους τινὸς ὕδατος γενομένου καὶ παχέος, καὶ τὴν ὕλην δὲ τὴν νῦν οὖσαν ἐξ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οὐ γὰρ ἦν πρότερον.

αἱ δ᾽ ἐπομβρίαι καὶ σήψεις τινὰς ποιοῦσι καὶ ἀλλοιώσεις ἐπὶ πολὺ διϊκνουμένου τοῦ ὑγροῦ καὶ τρέφειν καὶ ἐπαύξειν δύνανται τὰ συνιστάμενα θερμαίνοντος τοῦ ἡλίου καὶ καταξηραίνοντος, ὥσπερ καὶ τὴν τῶν ζώων γένεσιν οἱ πολλοὶ ποιοῦσιν· εἰ δὲ δὴ καὶ ὁ ἀὴρ σπέρματα δίδωσι συγκαταφέρων ὥσπερ φησὶν Ἀναξαγόρας καὶ πολλῷ μᾶλλον· ἄλλας γὰρ ἂν ποιοῖεν ἀρχὰς καὶ τροφάς· ἔτι δ᾽ οἱ ποταμοὶ καὶ αἱ συρροαὶ καὶ ἐκρήγματα τῶν ὑδάτων πολλαχόθεν ἐπάγουσι σπέρματα καὶ δένδρων καὶ ὑλημάτων, δι᾽ ὃ καὶ αἱ μεταστάσεις τῶν ποταμῶν πολλοὺς τόπους ποιοῦσιν ὑλώδεις τοὺς πρότερον ἀνύλους.

ἀλλ᾽ αὗται μὲν οὐκ αὐτόματοι δόξαιεν ἂν, ἀλλ᾽ ὥσπερ σπειρόμεναί τινες καὶ φυτευόμεναι. τὸ δὲ τῶν ἀκάρπων οἰηθείη τις ἂν μᾶλλον αὐτομάτους εἶναι μήτε φυτευομένων μήτε ἀπὸ σπέρματος γινομένων, ὅπερ ἀναγκαῖον εἰ μηδ᾽ ἕτερον τούτων· ἀλλὰ μὴ ποτ᾽ οὐκ ᾖ τοῦτ᾽ ἀληθὲς ἐπί γε τῶν μειζόνων, ἀλλὰ μᾶλλον λανθάνουσιν αἱ πᾶσαι τῶν σπερμάτων φύσεις ὅπερ καὶ ἐν ταῖς ἱστορίαις ἐλέχθη περί τε τῆς ἰτέας καὶ τῆς πτελέας· ἐπεὶ καὶ τῶν ἐλαττόνων πολλαὶ διαλανθάνουσι τῶν ποιωδῶν, ὥσπερ καὶ περὶ τοῦ θύμου καὶ ἑτέρων εἴπομεν ὡς κατὰ μὲν τὴν ὄψιν οὐ φανερὰ, κατὰ δὲ τὴν δύναμιν φανερά· σπειρομένων γὰρ τῶν ἀνθῶν γεννᾶται.

καὶ δυσόρατα καὶ μικρὰ καὶ τῶν δένδρων ἔνια σπέρματα τυγχάνει καθάπερ καὶ τῆς κυπαρίσσου· ταύτης γὰρ οὐχ ὅλος ὁ καρπὸς ὁ σφαιροείδης ἐστὶν ἀλλὰ τὸ ἐγγινόμενον ἐν τούτῳ λεπτὸν καὶ ὥσπερ πιτυρῶδες καὶ ἀμενηνὸν ὅπερ ἐκπέταται διαχασκόντων τῶν σφαιρίων, δι᾽ ὃ καὶ ἐμπείρου τινός ἐστι συλλέξαι, τὴν θ᾽ ὥραν παρατηρεῖν αὐτό τε τὸ σπέρμα γνωρίζειν δυναμένου. ἐπὶ πολλῶν μὲν οὖν καὶ τοῦτο συμβαίνει καὶ μάλιστα ὅσα συνεχῆ ἐν ταῖς ὕλαις ταῖς ἀγρίαις καὶ τοῖς ὄρεσίν ἐστιν· οὐ γὰρ ῥᾴδιον αὐτομάτως συνισταμένων διαμένειν τὸ συνεχὲς, ἀλλὰ δυοῖν θάτερον ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ σπέρματος βλαστάνει.

ὀλίγα δ᾽ ἄκαρπα τῶν ὁμογενῶν οἱ ὑλοτόμοι φασὶν εἶναι· ταῦτα ἤτοι λανθάνειν εἰκὸς ἢ διὰ τὸ καταναλίσκειν εἰς τὰ ἄλλα τὴν τροφὴν ἄκαρπα γίνεσθαι καθάπερ τὰς ἀμπέλους τὰς τραγώσας καὶ ὅσοις ἄλλοις τοῦτο συμβαίνει· γιγνόμενον δ᾽ ἐπὶ τῶν καρπίμων καὶ ἀνθοφόρων τί κωλύει τοῦτο συμβαίνειν ἐπὶ τῶν ἄλλων ὥσπερ πηρουμένων πρὸς καρπογονίαν. ἀλλὰ τοῦτο μὲν ὡς ἐπιδοξαζόμενον εἰρήσθω, δεῖ δὲ ἀκριβέστερον ὑπὲρ αὐτοῦ σκέψασθαι καὶ ἀνιστορῆσαι τὰς αὐτομάτους γενέσεις. ὡς δὲ ἀπλῶς εἰπεῖν ἀναγκαῖον γίνεσθαι διαθερμαινομένης τῆς γῆς καὶ ἀλλοιουμένης τῆς ἀθροισθείσης μίξεως ὑπὸ τοῦ ἡλίου καθάπερ ὁρῶμεν καὶ τὰς τῶν ζώων.

Chapter 6

Λοιπὸν δ᾽ εἰπεῖν ὑπὲρ τῶν ἐν ἄλλοις γενέσεων οἷον τῶν κατὰ τὰς ἐμφυτείας καὶ τοὺς ἐνοφθαλμισμούς. ἁπλοῦς δέ τις λόγος καὶ σχεδὸν εἰρημένος πρότερον. ὥσπερ γὰρ γῇ χρῆται θατέρῳ τὰ ἐμφυτευόμενα. καὶ φυτεία δέ τις ὁ ἐνοφθαλμισμὸς οὐ μόνον παράταξις· ἀλλ᾽ ἐνταῦθα δῆλον ὅτι καὶ τὸ βλαστάνον καὶ τὸ γεννῶν ἡ ὑγρότης ἐστὶν ἡ γόνιμος· ἥνπερ ὁ ὀφθαλμὸς ἔχων ἁρμόττεται θατέρῳ καὶ τὴν τροφὴν ἔχων ἀποδίδωσι τὴν οἰκείαν βλάστησιν.

εὐαυξῆ δὲ πάντα τὰ τοιαῦτα διὰ τὸ κατειργάσθαι τὰς τροφὰς καὶ τὰς διὰ τῶν ἐνοφθαλμισμῶν ἔτι μᾶλλον· καθαρωτάτη γὰρ αὕτη ὥσπερ ἐν τοῖς στελέχεσιν ἤδη τῶν καρπῶν. εὐπρόσφυτον δ᾽ ἀεὶ τῷ ὁμοίῳ τὸ ὅμοιον· ὁ δὲ ὀφθαλμὸς ὥσπερ ὁμογενές. εὐλόγως δὲ καὶ ἡ ἀντίληψις μάλιστα τῶν ὁμοιοφλοίων· ἐλαχίστη γὰρ ἡ ἐξαλλαγὴ τῶν ὁμογενῶν καὶ ὥσπερ μετάθεσις γίνεται μόνον· ἅμα γὰρ συμβαίνει καὶ τοὺς καρποὺς ὀργᾶν καὶ τὰ ὅλα δένδρα πρὸς τὴν βλάστησιν, ὥσθ᾽ ὅταν ὅμοιόν τε ᾖ καὶ ὁμοιοπαθὲς τοῖς καρποῖς ἐξ ἀμφοτέρων εὔλογον τὸ τάχος τῆς αὐξήσεως· ἐν δὲ τοῖς ἄλλοις ὅσῳ ἂν ἥττων ᾖ καὶ τοῖς γένεσι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς παραλλαγή.

εὔλογοι δὲ καὶ αἱ ὧραι μᾶλλον δὲ ἴσως ἀναγκαῖαι καθ᾽ ἃς καὶ ὅλως ἐπιβλαστήσεις γίνονται μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· δεῖ γὰρ ὀργῶντα φέρειν. παραπλήσιοι δὲ καὶ οἱ λόγοι καὶ περὶ ἑκάστης οἵπερ καὶ περὶ τῆς φυτείας. οἱ μὲν γὰρ τὴν ἐαρινὴν ἐπαινοῦσιν ἐπ᾽ ἰσημερίαις ἔτι κυόντων· ἅμα γὰρ τῇ ἐγκυήσει καὶ βλαστήσει ὁ φλοιὸς ἐπιφύεται καὶ περιλαμβάνει. οἱ δὲ περὶ τὴν ἐπ᾽ ἀρκτούρῳ· παρὰ χρῆμα μὲν γὰρ οἷον ῥιζοῦται καὶ οἷον ἐπισυμμύει· προσφυὴς δὲ γενομένη πρὸς τὸ ἔαρ ἀθρόον ἀποδίδωσι τὴν βλάστην ἀπὸ ἰσχυροτέρας ἀρχῆς.

εὐλόγως δ᾽ ἔχει τὸ τὰς μασχάλας ἐνοφθαλμίζειν τὰς λειοτάτας καὶ νεωτάτας· ἀντιλαμβάνεται γὰρ ἐντεῦθεν μάλιστα διὰ τήν τε λειότητα καὶ ἡλικίαν· εὔζωα γὰρ καὶ εὐβλαστῆ ἐστι τὰ νέα. μάλιστα δ᾽ εὐφυῆ ὥς γ᾽ ἑνὶ λαβεῖν ὅσων ἡ ὑγρότης ἔχει τι γλίσχρον, ἔτι δ᾽ ἃ μαλακόφλοια καὶ ὁμοιόφλοια καὶ ὁμοιοπαθῆ· δι᾽ ὃ καὶ εἰς τὰ παραπλήσια φύσει καὶ ἡλικίᾳ κάλλιστος ὁ ἐνοφθαλμισμός· ἥ τε γὰρ γλισχρότης καὶ ἀντιληπτικὴ ὅ τε φλοιὸς μαλακὸς ὢν καὶ ὁμοίως εὐμενὴς καὶ οὐ ποιεῖ μεγάλην τὴν μεταβολήν.

ἔστι δὲ τοῖς μὲν ἄλλοις βραχὺς ὁ καιρὸς διὰ τὸ ταχεῖαν εἶναι τὴν βλάστησιν, τῇ ἐλάᾳ δὲ πλείων χρόνος διὰ τὸ πλείω χρόνον ποιεῖν τοὺς ὀφθαλμούς· ἔτι δεῖ ἁπαλὰ τὰ ἔρνη καὶ ἀθρόα διὰ τέλους καὶ τὸν τόπον αὐτῆς ὑγρὸν εἶναι πᾶν τὸ θέρος καὶ ἀπὸ τούτων μάλιστα πάντων βλαστάνει· διὰ τοῦτο οἴονταί τινες καὶ τέτταρας καὶ πέντε μῆνας ἀρδεύεσθαι τὴν ἐμφυτείαν.

τὸ δ᾽ ὕδωρ τῷ μὲν ἐνοφθαλμισμῷ πολέμιον· ἐκσήπει γὰρ καὶ ἀπόλλυσι παραρρέον διὰ τὴν ἀσθένειαν· δι᾽ ὃ καὶ ἐπὶ κυνὶ δοκεῖ ἀσφαλέστατος εἶναι. καίτοι νῦν γέ τινες οὕτως περιδοῦσι τοῖς φλοιοῖς ὥστε μὴ παραρρεῖν. τῇ δ᾽ ἐμφυτείᾳ χρήσιμον ἂν μὴ ᾖ ὑγρὸν τῇ φύσει· δι᾽ ὃ καὶ οἱ μὲν αὐτῷ πηλὸν ἐπικολλαίνουσιν, οἱ δὲ χύτραν προσβάλλουσιν ὕδατος ὥστε κατὰ μικρὸν ἐπιρρεῖν· ἀναξηραίνεται γὰρ ἂν τύχῃ μὴ ἔχον ὑγρότητα διὰ τὸ μέγεθος τῆς ἑλκώσεως.

ὀρθῶς δὲ καὶ διατηρεῖν ἀρραγῆ τὸν ὀφθαλμὸν καὶ τὸν φλοιὸν καὶ τὸ ἔνθεμα οὕτως ἀποξύειν ὥστε μὴ γυμνοῦν τὴν μήτραν· ῥαγέντος γὰρ ἢ γυμνωθείσης ἀναξηραίνεται καὶ διαφθείρεται. διὰ τοῦτο γὰρ καὶ περιδοῦσι φιλύρας ἔξωθεν φλοιῷ καὶ ἐπὶ τούτοις περιαλείφουσι πηλῷ τετριχωμένῳ ὅπως ἔμμονος ἡ ὑγρότης ᾖ καὶ μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ μήτε ψύχος παραλυπῇ.

καὶ ὅταν σχίσαντες ἐντιθῶσι τὸ ἔνθεμα σφηνοειδὲς ποιήσαντες ἐν σφύρᾳ ἐλαύνουσιν ὅπως ὅτι μάλιστα προσαχθῇ· χρὴ δὲ καὶ τῆς ὑγρότητος τῆς αὐτῶν συμμετρίαν τινὰ ὑπάρχειν. δι᾽ ὃ καὶ τὴν μὲν ἄμπελον προαποτέμνουσι ἡμέραις τρισὶ πρότερον ὅπως προαπορρυῇ τὸ δάκρυον καὶ μὴ σήπηται μηδ᾽ εὐρωτιᾷ· ῥόα δὲ καὶ συκῆ καὶ ὅσα τούτων ἐστὶ ξηρότερα παρὰ χρῆμα.

δεῖ δὲ καὶ πρὸς τὰς χώρας λαμβάνειν τὰς οἰκείας ὥρας καὶ πρὸς τὰς τῶν δένδρων φύσεις· ἐπεὶ τὰ μὲν ἔνυδρα, τὰ δὲ ξηρά. καὶ λεπτογείῳ μὲν ἄμεινον τὸ ἔαρ· οἰκεῖον γὰρ οὕτως διὰ τὸ ὀλίγον ἔχειν τὸ ὑγρὸν· ἐν δὲ τῇ εὐγείῳ καὶ πηλώδει τὸ μετόπωρον· τοῦ γὰρ ἦρος πολλὴ λίαν ἡ ὑγρότης πρὸς τὸ διατηρεῖν ἕως ἔτι διαμένει τὸ δάκρυον. ὁρίζονται δέ τινες τοῦτο τριάκονθ᾽ ἡμέραις.

εὔλογον δὲ καὶ τὸ καλλικαρπότερα ταῦτα γίνεσθαι καὶ μάλιστα ἐὰν τὰ ἥμερα εἰς τὰ ἄγρια τιθῆται τῶν φυτῶν· εὐτροφία γὰρ συμβαίνει πλείων διὰ τὴν ἰσχὺν τῶν ὑποκειμένων· δι᾽ ὃ καὶ κελεύουσι κοτίνους φυτεύσαντες ἐνοφθαλμίζειν ἢ ἐμφυτεύειν ὕστερον. ἀντιλαμβάνονται γὰρ μᾶλλον ἰσχυροτέρου καὶ τροφὴν ἐπισπώμενα πλείω καλλίκαρπον τὸ δένδρον ποιεῖ· ἐπεὶ εἴ γέ τις ἀνάπαλιν τὸ ἄγριον εἰς τὸ ἥμερον ἐμβάλλοι, διαφορὰν μέν τινα ποιήσει, τὸ δὲ καλλικαρπεῖν οὐχ ἕξει. καὶ τά μεν περὶ τὰς φυτείας καὶ τὰς ἐμφυτείας ἱκανῶς εἰρήσθω.

Chapter 7

Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων ὠοτοκεῖν μακρὰ δένδρεα. παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει.

χρονιώτερα δὲ ἑτέρων ἕτερα καὶ μάλιστα τὰ πυκνὰ καὶ ξηρὰ καὶ ξυλώδη καθάπερ τὰ τοῦ φοίνικος· οὐκ ἔχει γὰρ οὔτε ἔξωθεν οὐδεμίαν παρείσδυσιν οὔτε ἐν αὐτοῖς ὑγρότητα τὴν διαφθειρομένην. ὅθεν καὶ οὔτε θηριοῦται καθάπερ τὰ σιτηρὰ τῶν σπερμάτων οὔτε ἀναξηραίνεται καθάπερ τὰ τῶν λαχάνων, ἀλλ᾽ ἐν αὑτοῖς περιστέγοντα σώζει τὴν ἀρχήν. ὅτι δ᾽ ἐν ἅπασι σπέρμασι τροφὴ κἀκεῖθεν δῆλον· ἃ γὰρ δοκεῖ ξηρὰ καὶ ὥσπερ κελυφανώδη πάμπαν οἷα τὰ τῶν λαχάνων ταῦτα κινεῖται κατὰ τὰς οἰκείας ὥρας ἐὰν καὶ ὁτιοῦν ἰκμάδος λάβῃ· καὶ διὰ τοῦτο ἐν ὑπερώοις τιθέασι καὶ κρεμάννυσιν ἐν ἀρρίχοις καὶ οὔτε ῥαίνουσιν οὐθ᾽ ὕδωρ ὅλως εἰσφέρουσιν εἰς τὰ οἰκήματα.

τῶν δὲ δὴ λοιπῶν καὶ τῇ αἰσθήσει φανερὰ τὰ προσόντα· καὶ τά γε δὴ τῶν σαρκωδῶν ὡσπερεὶ γαλακτοῦται διαβλαστανόντων. σχεδὸν δὲ ὁμολογούμενον τοῦτο καὶ ἐπὶ τῶν ζώων ἐστίν· οὐδὲ γὰρ ἐν τούτοις ἅπαν τὸ κατὰ πρόεσιν σπέρμα καθαρὸν καὶ εἰλικρινὲς ὑποληπτέον. ὅσα δὲ ξυλώδη καὶ πυρηνώδη περίκειταί τισι φυλακῆς χάριν οἰητέον ὥσπερ καὶ τὰ δερματικὰ καὶ ὑμενώδη· πάντα γὰρ ταῦτα πρὸς τὴν σωτηρίαν ἐστίν· ὑγρὰ γὰρ ἡ ἀρχὴ δυνάμει πάντων.

ἔχουσι δέ τινων τὰς ζωτικὰς ἀρχὰς ὥσπερ ἐλέχθη καὶ ῥίζαι καὶ ἀκρεμόνες καὶ ξύλα καὶ καυλοὶ χωριζόμενοι τῶν φυτῶν ὥστε κινεῖσθαι μέχρι τοῦ βλαστάνειν οἷον αἵ τε σκίλλαι καὶ ὅσα σκιλλώδη καὶ τὰ τῆς ἐλάας ξύλα καὶ οἱ τῶν κρίνων καυλοὶ καὶ οἱ τῆς βλήχρου κλῶνες· ἀνθεῖ γὰρ καὶ αὕτη περὶ τροπάς, ὃ δὴ καὶ μάλιστα θαυμαστόν· ἐπεὶ τά γ᾽ ἄλλα φαίνεταί τινα ἔχειν ὑγρότητα κούφην καὶ γλίσχραν τὰ δὲ λιπαράν· καὶ ἔτι περιέχεσθαι τὰ μὲν χιτῶσι πλέοσι, τὰ δὲ πυκνότητι τῇ αὑτῶν ὥστε μὴ εὐξήραντα εἶναι· τοῦ δ᾽ ἀέρος μεταβάλλοντος καὶ τῆς οἰκείας ὥρας συμπαθῆ τε γίνεται καὶ βλαστάνει.

ἡ δὲ βλῆχρος ξηρὰ φαίνεται παντελῶς, ἀλλὰ δῆλον ὡς ἔχει τινὰ τοιαύτην ἀρχὴν, ἣ κινεῖται τῇ τοῦ ἀέρος ἅμα μεταβολῇ καὶ ἀλλοιώσει. θαυμαστὸν δὲ καὶ τὸ τῆς ὥρας· οὐ γὰρ ἀνιεμένης, ἀλλὰ μᾶλλον ἐπιτεινούσης, εἰ μὴ ἄρα περὶ τὰς ἁλκυονίδας· ἱκανὸς γὰρ ὁποσοσοῦν χρόνος εἰς τὰς τῶν ἀσθενῶν καὶ μικρῶν μεταβολάς. αἱ μὲν οὖν γενέσεις πόσαι τε καὶ ποσαχῶς καὶ τίνες ἑκάστοις οἰκεῖαι φανερὸν ἐκ τῶν εἰρημένων.

Chapter 8

Εὐβλαστῆ δὲ καὶ εὐαυξῆ τὰ ἐκ τῶν φυτευμάτων μᾶλλον ἢ ἐκ τῶν σπερμάτων εὐλόγως, ἄλλως τε καὶ ὑπόρριζ᾽ ἂν ληφθῇ· προϋπάρχει γὰρ πολλὰ τῶν μορίων ἃ δεῖται μόνον τροφῆς· τῶν δ᾽ ἐκ τῶν σπερμάτων ἅπαντα ταῦτα ἀνάγκη γεννᾶσθαι πρῶτον ἔπειθ᾽ οὕτως αὐξηθῆναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ῥιζοφυῆ τυγχάνει καθάπερ τὰ κεφαλόρριζα. καὶ γὰρ ἐν τούτοις προΐσταται τῆς φύσεως ἐξ ὧν πλείων ἡ ὁρμὴ πρὸς τὴν βλάστησιν ἢ τῶν σπερμάτων· ῥιζωθῆναι γὰρ ἐκεῖνα δεῖ πρότερον.

ὅσα δὲ κατὰ τὰς ἰδίας φύσεις ὡς ἂν γένος πρὸς γένος ὁ συγκρίνων λάβοι τις, πότερα κατὰ τὰς εὐθύτητας τῶν πόρων ληπτέον, ὥσπερ Δημόκριτος· εὔρους γὰρ ἡ φορὰ καὶ ἀνεμπόδιστος ὥς φησιν· ἢ μᾶλλον ὅσα μανότερα καὶ ὑγρότερα; τὰ μὲν γὰρ πυκνὰ καὶ ξηρὰ δυσαύξητα· πᾶν γὰρ ἔμπυρον τὸ πυκνὸν καὶ ξηρὸν καὶ πικρὸν ὥστε βραδεῖαν εἶναι τὴν ἐπίδοσιν· θατέρου δ᾽ ἐν ὀλίγῳ πολλὴ διὰ τὴν μανότητα· καὶ ὅλως ἡ μανότης εὔβλαστόν τι καὶ εὔτροφον.

σημεῖον δὲ καὶ τὸ κατὰ τοὺς τόπους καὶ τὰς φυτείας συμβαῖνον· ἐν μὲν γὰρ τοῖς εὐδιεινοῖς καὶ ἀπνευμάτοις ἔτι δὲ ὅταν ἡ φυτεία πυκνὴ εὐαυξῆ μὲν τὰ δένδρα μανὰ δὲ καὶ ὑγρὰ μᾶλλον. ἐν δὲ τοῖς πνευματώδεσι καὶ ψυχροῖς καὶ τῇ φυτείᾳ μανῇ ἀναυξέστερα μὲν, πυκνότερα δὲ καὶ ξηρότερα. συνίστησι γὰρ τὰ πνεύματα καὶ τὰ ψύχη καὶ ὅλως ὁ προσπίπτων ἀήρ· ἅμα δὲ καὶ συστέλλεται καὶ οὐ λαμβάνει τὸν ἶσον ὄγκον. ὡσαύτως δὲ ὅταν ἡ φυτεία μανὴ· καὶ γὰρ ἐνταῦθα πυκνότερα καὶ εἰς βάθος αὐξανόμενα μᾶλλον, ἐν δὲ ταῖς πυκναῖς ἀνάπαλιν.

φανερὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ζώων τοῦτο συμβαῖνον καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· εὐαυξέστερα γὰρ τὰ θήλεα τῶν ἀρρένων ὑγρότερα καὶ μανότερα τὴν φύσιν ὄντα. δῆλον δὲ καὶ ἐπ᾽ αὐτῶν τῶν δένδρων· ῥόα μὲν γὰρ καὶ συκῆ καὶ ἄμπελος εὐαυξῆ, φοῖνιξ δὲ καὶ κυπάριττος καὶ δάφνη καὶ πεύκη καὶ ἐλάα δυσαυξῆ. καίτοι τό γ᾽ εὐθυπορεῖν ὑπάρχει τισὶ τούτων, ἀλλ᾽ ἤτοι πυκνότης ἢ ξηρότης ἢ ἄμφω κωλύει· καὶ γὰρ ἡ ξηρότης ἀναυξής. ἔτι δὲ πρὸς τούτοις ἔνια ὑπὸ τῆς ἀσθενείας· καὶ γὰρ τοιαῦτα δυσαυξῆ καὶ δύστροφα. δεῖ γὰρ μὴ κρατεῖσθαι μηδὲ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ περιέχοντος· ἐπεὶ καὶ τὸ εὐθυπορεῖν προσδεῖται δυνάμεως καὶ τῆς κατεργαστικῆς καὶ τῆς ἀπαθοῦς· ἄλλως δ᾽ οὐδὲν ὄφελος. εὐαυξῆ μὲν οὖν καὶ δυσαυξῆ τοῖς τοιούτοις ἀφοριστέον.

Chapter 9

Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα, συκῆ, ἄμπελος, ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ᾽ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ᾽ ἂν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν.

ὅσα δὲ ἰσχυρὰ τῶν σπερμάτων ταῦτα διαμένει μᾶλλον ὥσπερ ὅ τε φοῖνιξ καὶ πεύκη ἡ κωνοφόρος καλουμένη καὶ πίτυς ἡ φθειροφόρος. ὡσαύτως δὲ καὶ τὰ τῶν ἀγρίων· ἴσως δ᾽ οὐκ ἔχει ταῦτά γε μετάβασιν εἰς τὸ χεῖρον· ἡ γὰρ ἀγριότης ἔσχατον. ἀλλ᾽ ἡ εὐχυλία καὶ ἡ εὐσαρκία τούτων πρὸς ἄλληλα γίνεται διὰ τὸν ἀέρα καὶ ἁπλῶς τοὺς τόπους. ἐπεὶ καὶ τὰ ἥμερα εἰς τοῦτο διαφέρει· δύνανται γάρ τινες χῶραι διατηρεῖν τὰς φύσεις, αἱ μὲν μέχρι τινὸς, αἱ δ᾽ ἁπλῶς· αἱ δὲ καὶ μεθιστάναι πρὸς τὸ βέλτιον καθάπερ εἴρηται περί τε τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ ῥοῶν· αἱ μὲν γὰρ γλυκεῖαι καὶ οἰνώδεις, αἱ δ᾽ ἀπύρηνοι καὶ καλλίκοκκοι γίνονται περὶ τὸν Πίναρον ποταμόν.

ἁπλῶς δ᾽ ὅταν οἰκείαν χώραν λάβωσιν οἱ καρποὶ. μᾶλλον δύνανται τὰ γένη διατηρεῖν ὅταν μάλιστ᾽ εὐσθενῇ καὶ καλλικαρπῇ τὰ δένδρα. ἐν δὲ τοῖς ἐπετείοις σπέρμασι πανταχοῦ πρὸς τὴν χώραν ἡ μεταβολὴ γίνεται πλὴν οὐκ εὐθὺς σπαρέντων, ὀλίγος γὰρ ὁ ἐν τῇ γῇ χρόνος, ἀλλὰ τρίτῳ δὴ ἔτει· τότε γὰρ ἀλλοιοῦται πρὸς τὴν ἐκτελείωσιν ὥσπερ καὶ τὰ ζῶα· καὶ γὰρ ταῦτα τριγονήσαντα συνεξομοιοῦται· οὐ μὴν ἀλλ᾽ ἐπίδηλόν γέ τι ποιεῖ καὶ ὁ πρῶτος ἐνιαυτός. καὶ τὰ μὲν ἐκ τῶν σπερμάτων χείρω διὰ ταύτας τὰς αἰτίας.

Chapter 10

Ἡ δ᾽ ἐπέτειος βλάστησις, αὕτη γὰρ οἷον δευτέρα γένεσίς ἐστιν, οὐχ ἅμα γίνεται πᾶσιν ἀλλὰ παραλλάττει ταῖς ὥραις, ὥστε σχεδὸν ἐν ταῖς ἐναντίαις ἐνίων εἶναι καὶ τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος βλαστάνειν. ὁμοίως δὲ καὶ ἡ καρπογονία· καὶ γὰρ αὕτη διέ- στηκε τοῖς χρόνοις· ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν τὰ πρὸς ἑκάστην ὥραν σύμμετρον ἔχοντα τὴν κρᾶσιν ταῦτα καὶ τὰς βλαστήσεις ἐν ἑκάστῃ καὶ τὰς τελειώσεις τῶν καρπῶν ἀποδίδωσιν·

οὐ μὴν ἀλλὰ δεῖ καὶ τοῖς καθέκαστα πειρᾶσθαι διαιρεῖν· ἔνια μὲν γὰρ εὐβλαστῆ καὶ ἡ βλάστησις δι᾽ ἰσχὺν καὶ πολυτροφίαν ὥσπερ ἀμυγδαλῆ ῥοιά καὶ ὅλως τὰ ἄγρια μᾶλλον τῶν ἡμέρων. ἔνια δὲ δι᾽ ἀσθένειαν ὥσπερ τὰ ποιώδη καὶ ἐπέτεια· καὶ γὰρ ἀνθεῖ πολλὰ τούτων κατὰ χειμῶνα καθάπερ καὶ ἡ ἀνεμώνη· φαίνεται δὲ οὐδ᾽ ἡ μηλέα προανθεῖν δι᾽ ἰσχὺν, ἀλλὰ δι᾽ ἄλλην αἰτίαν. ἑκάτερα δ᾽ εὐλόγως πρωϊβλαστεῖ καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ· τὰ μὲν γὰρ τῇ δυνάμει καὶ τῷ πλήθει προωθεῖ, τὰ δὲ ὑπὸ μικρῶν εὐκίνητα τῶν κατὰ τῶν ἀέρα.

μέγα δὲ καὶ ὑγρότης καὶ μαλακότης εἰς τὸ προϊέναι ὥσπερ καὶ ἐπὶ τῆς πρώτης φύσεως ἐλέχθη· τὸ γὰρ ξηρὸν καὶ πυκνὸν οὐτ᾽ εὐδίοδον ὁμοίως οὐθ᾽ ὕλης ἔχει πλῆθος. ὅσα δὲ ἐν ταῖς ἐναντίαις ὥραις ἐκβλαστάνει τούτων αἰτιῶνταί τινες τὴν ψυχρότητα καὶ θερμότητα· τὰ μὲν γὰρ ψυχρὰ τοῦ θέρους, τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν. οὕτω γὰρ οἴεται καὶ Κλείδημος· οὐ κακῶς μὲν οὖν ἴσως οὐδὲ τοῦτο λέγεται, δεῖ δὲ καὶ τὴν ὀλιγότητα καὶ τὴν ἀσθένειαν καὶ εἴ τι ἄλλο συναίτιον προστιθέναι καθάπερ καὶ ἐπὶ τῶν λαχανωδῶν ὁρῶμεν.

ἡ μὲν γὰρ ἀνδράχνη καὶ ὁ σίκυος καὶ ὅλως τὰ τοιαῦτα κάθυγρα καὶ ψυχρά· τὸ δ᾽ ὤκιμον ξηρὸν καὶ ξυλῶδες· ἀλλ᾽ ὅμως οὐ δύναται πρὸ τῶν θερμημεριῶν βλαστάνειν εἴς γε διαμονὴν καὶ τελέωσιν· αἴτιον δ᾽ ἡ ἀσθένεια καθάπερ καὶ τῆς σικύας καλουμένης. αὕτη γὰρ δένδρου ὕψος λαμβάνουσα καὶ σχιζομένη τοῖς κλωσὶν ὥσπερ ἡ ἀναδενδρὰς ὅμως ἐπικηρόν τε καὶ οὐ δύναται πρὸ τῶν θερινῶν ἀλλὰ δεῖται πορρωτέρω τῆς ὥρας παρατείνειν πρὸς τὸ μετόπωρον.

καὶ τὰ ἀκανθώδη καὶ ποιώδη καὶ ῥιζοκέφαλα· καθάπερ ὁ τε σκορπίος καλούμενος καὶ τὰ τίφυα καὶ ἡ ἄκανθα βασιλικὴ καὶ τὸ λείριον ἔνια δὲ καὶ μετ᾽ ἀρκτοῦρον. εἴτε οὖν ὕστερα χρὴ καὶ ὀψιαίτερα ταῦτα λέγειν εἴτε καὶ πρωϊαίτερα γινομένων τῶν πρώτων ὑδάτων, οὐδὲν γὰρ διαφέρει πρός γε τὸ νῦν, ἀλλ᾽ ἐκεῖνο φανερὸν ὡς οὔτε μεγέθει καὶ μικρότητι τὸ πρωϊβλαστὲς καὶ ὀψιβλαστὲς ἀφοριστέον οὔτ᾽ ἴσως θερμότητι καὶ ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι μόνον, ἀλλὰ δεῖ τινα συμμετρίαν ἕκαστον ἔχειν πρὸς τὴν ὥραν γίνεται γὰρ ἁπαλωτάτη.

φαίνεται γὰρ ἅπαντα τὴν οἰκείαν ἀναμένειν τελείωσιν, ἀβλαστῆ τε τέως καὶ ἀκίνητα ὄντα ὁμοίως δένδρα καὶ ὑλήματα καὶ ποιώδη· φανερώτατον γὰρ τοῦτ᾽ ἐν τοῖς ἀγρίοις ἐν οἷς δὴ καὶ ἡ γένεσις αὐτοφυὴς καὶ ἄνευ παρασκευῆς. πάντα δ᾽ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα τῶν μετοπωρινῶν ἐν τοῖς ὑλήμασι καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσίν ἐστιν· ἐπεὶ δένδρον γε οὐδὲν πλὴν εἰ μή τι κατὰ τὴν ἐπιβλάστησιν· ἐπιβλαστάνει γὰρ ἔνια μετ᾽ ἀρκτοῦρον.

ὡς δ᾽ ἐπὶ πᾶν καὶ καθόλου λαβεῖν τὰ ἀείφυλλα τῶν δένδρων καὶ ὀψιβλαστότερα καὶ ὀψικαρπότερα διά τε πυκνότητα καὶ ξηρότητα, κατὰ μικρὸν γὰρ ἡ ἐπιρροὴ, καὶ διὰ τὸ συνεχὲς ἀεὶ τῆς εἰς τὰ φύλλα διδομένης τροφῆς· οὐ γίνεται γὰρ ἀθροισμὸς ὥστε προορμᾶν, ἀλλ᾽ ἀπὸ τῆς ὥρας κινεῖται τῆς οἰκείας τὸ καθῆκον. σπάνια γὰρ ἄν τις λάβοι τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα τῶν ἀειφύλλων οἷον τόν τε κιττὸν καὶ τὴν ῥάμνον καὶ εἴ τι τοιοῦτον. ἡ δὲ ἰδιότης εἴτε διὰ θερμότητα τούτων εἴτε καὶ μανότητα καὶ ὑγρότητα εἴτε καὶ διὰ ταύτας πάσας συμβαίνει τὰς αἰτίας διαιρετέον αὐτὸ τοῦτο πρῶτον ἴσως εἰπόντας ποῖα θερμὰ καὶ ποῖα ψυχρὰ καὶ τοῖς ποίοις ληπτέον. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ὕστερον πειρατέον εἰπεῖν· διὰ τί δὲ τὰ μὲν πρωϊβλαστῆ, τὰ δὲ ὀψιβλαστῆ ταύτας ἄν τις ἀποδοίη τὰς αἰτίας.

Chapter 11

Ὅσα δὲ κατὰ πᾶσαν ὥραν βλαστάνει τε καὶ ἀνθεῖ καὶ καρποτοκεῖ καθάπερ ἡ περσικὴ μηλέα καὶ εἴ τι ἄλλο τοιοῦτον ἀπορήσειεν ἄν τις οὐ μόνον ὅτι οὐ πρὸς πάσας ἁρμόττει τὰς ὥρας ἡ κρᾶσις, ἀλλ᾽ ὅτι οὐδ᾽ αὐτὰ αὑτοῖς ὁμοβλαστάνει τὰ γένη καὶ ὁμοκαρπεῖ. τοῦτο γὰρ ἐν τοῖς κεχωρισμένοις τῶν ὁμογενῶν ἀξιοῦμεν καὶ ὁρῶμεν συμβαῖνον. τὸ μὲν οὖν πάθος ὅμοιον φαίνεται τοῖς ἐπικυϊσκομένοις ζώοις, πλήν γ᾽ ἡ αἰτία τοῖς μὲν φανερὰ, τοῖς δὲ λόγου δεομένη.

τὰ μὲν γὰρ οὐχ ἅμα λαμβάνουσι τὰς παρ᾽ ἑτέρων ἀρχὰς οὐδ᾽ ἴσως εἰς τὸν αὐτὸν τόπον οὐδ᾽ ἅμα κυΐσκεται, εἰ μὴ καθάπαξ ἅμα καταλάβοι. τῶν δὲ διὰ τί ἡ βλάστησις οὐχ ἅμα οὐ ῥᾴδιον εἰπεῖν· ἀνάγκη γὰρ διὰ τὸ τὰς ῥίζας μηδ᾽ ἅμα μηδ᾽ ὁμοίως ἔχειν ἢ τοὺς ἀκρεμόνας μὴ δέχεσθαι μηδ᾽ ἐκπέττειν ἐξ ὧν ἡ πρώτη βλάστησις· ταῦτα δὲ διὰ τί καὶ τίνος ἕνεκα γένοιτ᾽ ἂν οὐκ εὔλογον εἰπεῖν.

ἡ μὲν γὰρ ἄμπελος ἡ μαινομένη τάχ᾽ ἂν δόξειεν οὐκ ἀλόγως δέχεσθαι· τῷ μὲν γὰρ μὴ ἐκπέττειν τὸν καρπὸν ὑπολείμματα πολλὰ ποιεῖται ὑγρότητος γονίμου, ταῦτα δ᾽ ὅταν ἀὴρ ἐπιλάβῃ μαλακὸς ἐκτίκτει, καθάπερ καὶ ἄλλοις τῶν δένδρων αἱ πορρώτεραι βλαστήσεις ἐπιγίνονται. ἡ δὲ μηλέα καὶ ὅσα ἄλλα τοιαῦτα τελεογονεῖ καὶ ἐκπέττει· δι᾽ ὃ τὸ μερίζεσθαι καὶ ἄλλοτ᾽ ἄλλο βλαστάνειν ἄτοπον καὶ ταῦτ᾽ ἀπὸ μιᾶς ὁρμῆς. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗται καὶ τοιαῦται εἴρηνται περὶ τούτων.

πρὸς δὲ τὸ τὴν αἰτίαν τοῖς ἀπορουμένοις λέγειν πρῶτον ληπτέον ὅπερ εἴρηται καὶ πρότερον ὅτι πᾶν δένδρον ἀρχὰς πολλὰς ἔχει πρὸς τὴν βλάστησιν καὶ τὴν καρποτοκίαν· τοῦτο δ᾽ ὥσπερ ἐλέχθη τῆς οὐσίας ὅτι καὶ πολλαχόθεν ζῇ δι᾽ ὃ καὶ βλαστητικόν. εἰσὶ δ᾽ οἱ πρῶτοι τούτων ἀναγκαιό- τεροι, ἐκ τῶν ἀρχῶν δὲ τούτων οὐθ᾽ ὅμοιοι πάντες οὐθ᾽ ἴσοι οὐθ᾽ ἅμα βλαστάνουσιν οἱ βλαστοὶ, ἀλλ᾽ ὅταν ᾖ πλείων συρροὴ καὶ ἰσχυροτέρα κατὰ ταῦτα θᾶττον καὶ πλεῖον· ἕκαστος γὰρ αὐτῶν ὥσπερ φυτόν ἐστιν ἐν τῷ δένδρῳ καθάπερ ἐν τῇ γῇ· μὴ ἅμα δὲ τῆς βλαστήσεως οὔσης μηδ᾽ ἴσης τῆς ἰσχύος εὐλόγως οὐδὲ τῶν καρπῶν ἡ πέψις ἅμα γίνεται πάντων·

ἐπεὶ καὶ ἡ θέσις διαφορὰν ποιήσει τῶν μερῶν οἷον ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ἢ πρὸς ἄρκτον ἢ̓̀ μεσημβρίαν· ὥσπερ γοῦν καὶ ὅλων τῶν δένδρων εἰ ἐν εὐδιεινῷ τόπῳ· πρωϊβλαστῆ γὰρ ταῦτα καὶ πρωΐκαρπα. τοιαύτης δὲ τῆς φύσεως οὔσης τῆς κοινῆς ὅπου μὲν ὁ ἀὴρ μαλακὸς καὶ εὐδιεινὸς ὀλίγον χρόνον οὐ βλαστητικὰ τὰ δένδρα γίνεται καθάπερ καὶ περὶ Αἴγυπτον, ὅπου δὲ χειμέριος καὶ σκληρὸς πλείω·

τὸ γὰρ ὅλον βραχεῖά τις ἂν γένοιτο διάλειψις εἰ ἡ ἐκ τῆς γῆς τροφὴ δαψιλὴς εἴη καὶ ὁ ἀήρ εὐκραής. ἐπεὶ καὶ τὰ μὴ φυλλορροοῦντα παρά τισιν οἷον συκῆ καὶ ἄμπελος διὰ τοῦτο οὐ φυλλορροεῖ καθάπερ εἴρηται δι᾽ ὅτι διαρκὴς ἡ τροφή· τουτὶ μὲν οὖν κοινὸν ἐπὶ πλειόνων ἐστί· τὰ μὲν γὰρ διὰ τὴν φύσιν, τὰ δὲ διὰ τὸν τόπον ἔχει τοιαύτην. διῃρημένων δὲ τῶν μὲν φυλλοβόλων, τῶν δὲ ἀειφύλλων αἰτίας δ᾽ οὔσης τοῖς ἀειφύλλοις τῆς διαρκείας τῆς τροφῆς ὧν τὰ μὲν διὰ τὴν ἰδίαν φύσιν, τὰ δὲ διὰ τὸν τόπον τοιαῦτα, τρίτον δὴ καὶ ὥσπερ ἐφεξῆς τούτοις τὴν ἀειβλάστησιν θετέον, ὅτι τὸ ἀείφυλλον οὐκ ἀειβλαστὲς, ἀλλ᾽ ἐκεῖνα μὲν ὥσπερ διατηρεῖν μόνον δύνανται τὰ προϋπάρχοντα ταῦτα δὲ καὶ προσεπιγεννᾶν ἕτερα διὰ τὴν ἰδίαν δῆλον ὅτι φύσιν· τοῦτο δὲ καὶ ἐν ἄλλοις μέχρι τινός·

ἐπιβλαστάνει μὲν γὰρ τὰ μὲν ἅμα τοῖς ἄστροις, τὰ δὲ καὶ ἀορίστως ὥσπερ καὶ ἄμπελος. ὃ δὴ τούτοις μέχρι τινὸς ἐκείνοις δι᾽ ὅλου δέδωκεν ἡ φύσις ὥστε καὶ βλαστοφυεῖν καὶ καρπογονεῖν. οὔσης δὲ τοιαύτης τῆς οὐσίας οὐδὲν ἄτοπον ἤδη τὰ μὲν τελεοῦν, τὰ δ᾽ ἀνθεῖν, τὰ δὲ βλαστάνειν, τὰ δὲ μέλλειν· ἐπείπερ οὐδ᾽ ἐν τοῖς ἄλλοις δένδρεσιν ἅπανθ’ ἅμα τὰ μερῆ διαφέρει δὲ τοῖς χρόνοις ὅτι τὰ μὲν ἄλλα παρ᾽ ὀλίγον, τὰ δ᾽ ἐφεξῆς.

ἀλλ᾽ ἐκεῖνο μᾶλλον ζητητέον τίς ἢ πόθεν ἡ κρᾶσις καὶ ἡ σύστασις τῶν τοιούτων· ἔοικε δὲ παραπλήσιον πλὴν χαλεπώτερον καὶ τίς ἡ τῶν ἀειφύλλων· προσεπειπεῖν γὰρ δεῖ καὶ διὰ τί τοσαύτην λαμβάνει καὶ δύναται πέττειν ὥστε γεννᾶν· ἡ γὰρ ἐπιβλάστησις καρποτοκίας ἕνεκα· ἐπεὶ τό γε πλείους ἅμα καρποὺς ἔχειν τὸν μὲν τέλειον, τὸν δ᾽ ἀτελῆ, τὸν δ᾽ ὑποφυόμενον συμβαίνει καὶ τῇ ἀρκεύθῳ καὶ ἄλλοις ὧν βραδεῖά τε ἡ ἐκπέψις καὶ δυσαπόπτωτος ὁ καρπός. ἡ μὲν οὖν τούτων αἰτία μέχρι τούτων εἰρήσθω τὰ νῦν.

Chapter 12

Πότερα δ᾽ ἡ βλάστησις καὶ αὔξησις ἅμα τῶν ἄνω τε γίνεται καὶ τῶν ὑπὸ γῆς ἢ διῃρημέναι τοῖς χρόνοις; ὥσπερ τινές φασι τὰς μὲν ῥίζας αὐξάνεσθαι μετοπώρου καὶ χειμῶνος, τὰ δὲ στελέχη καὶ τοὺς ἀκρεμόνας ἔαρος καὶ θέρους καὶ μάλιστα δ᾽ ὑπὸ τὸ ἄστρον. τοῦτο δὲ κατὰ λόγον οὕτω συμβαίνειν, τῇ γὰρ πρώτῃ γενέσει κατακολουθεῖν· ἐν ἐκείνῃ γὰρ τὴν ῥίζαν πρότερον ἢ τὸν βλαστὸν ἀφιέναι πάντα· προϋπάρχειν γὰρ ἀναγκαῖον, ᾧ τὴν τροφὴν ἐπάξεται.

φανερὸν δὲ καὶ ἐν ταῖς μετοπωριναῖς φυτείαις· τότε γὰρ ῥιζοῦται οὐ βλαστάνει δὲ τὰ φυτευόμενα ἢ ἐπὶ βραχύ τι πρὸ τοῦ ἔαρος· εἰ γὰρ ἦν ἄρριζα, ἐσήπετ᾽ ἄν· ἀλλὰ διὰ τοῦτο ἐπαινοῦσι ταύτην τὴν φυτείαν, ὅτι μᾶλλον τὰς ἀρχὰς ἰσχυροτέρας ποιεῖ δι᾽ ὧν ἡ τοῦ στελέχους καὶ ἡ τῶν ἄλλων γένεσις· ὡς τά γ᾽ εὐθὺς ἀνατρέχοντα πρὸς τὴν βλάστησιν ἀσθενῆ καὶ ἄκαρπα γίνεται καθάπερ ἐπὶ τῶν σπερμάτων οἱ Ἀδώνιδος κῆποι·

πιθανὸς δὲ καὶ ταύτῃ δόξειεν ἂν ὁ λόγος ὅτι τὰ μὲν ἄνω κωλύεται διὰ τὸν πέριξ ἀέρα ψυχρὸν ὄντα, τὰ δὲ κάτω στεγαζόμενα τῇ γῇ καὶ ἅμα συγκατακλειόμενα ὑπὸ τοῦ θερμοῦ διὰ τὴν ἀντιπερίστασιν τῇ τε ὑγρότητι καὶ τροφῇ προσαύξεται. πάντα γὰρ αὐτοῖς ὑπάρχει δι᾽ ὦν ἡ αὔξησις καὶ ἡ γένεσις. σημεῖον δὲ καὶ τὸ ἐπὶ τοῦ σίτου συμβαῖνον, ὃς ὑπὸ τοῦ χειμῶνος πιλούμενος ῥιζοῦται μᾶλλον, ὃ δὴ καρκινοῦσθαι λέγουσιν, ὡς τὴν ἀπὸ τῶν ἄνω δύναμιν καὶ τροφὴν εἰς τὰ κάτω τρεπομένην.

ταύτῃ μὲν οὖν δόξειεν ἂν μερίζεσθαι τὸ τῆς αὐξήσεως· τῇδε δὲ πάλιν οὐκ ἂν δόξειεν· ἔν τε γὰρ τῇ πρώτῃ γενέσει προτερεῖ μὲν ἡ ῥίζα τῶν βλαστῶν οὐ μὴν τοσοῦτον ὥστε χρόνου γίνεσθαι πλῆθος, ἀλλὰ βραχύ τι πάντως ὥσπερ καὶ ἐπὶ τῶν ζώων ἡ καρδία καὶ τὰ περὶ τὴν καρδίαν· ἁπλῶς γὰρ ὡς εἰπεῖν ἡ φύσις οὐθὲν καθάπερ ἡ τέχνη ποιεῖ κατὰ μέρος, ἀλλὰ πάντ᾽ ἀθρόα καταβάλλεται. συντελεῖ δὲ ἑτέρων ἕτερα πρότερον. εἰ δὲ καὶ ἐν τῇ πρώτῃ γενέσει τοῦτ᾽ ἐπί τινων ἀναγκαῖόν ἐστιν, ἀλλ᾽ οὔτι γε ἐν τῇ τροφῇ καὶ αὐξήσει, τὰ μὲν πρότερον τρέφεσθαι, τὰ δ᾽ ὕστερον, ὥσπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἅμα πως μάλιστα πάντα καὶ ὁ ὅλος ὄγκος ὥσπερ κατὰ συνέχειαν καὶ τρέφεται καὶ ἐπιδίδωσιν. ὃ καὶ κατὰ τὴν αὔξησίν ἐστι φανερόν.

ἐπεὶ καὶ ἄτοπον εἰ τὸ θρεπτικὸν, ὃ δὴ διαπλάττει καὶ δίδωσι τροφὰς, διαιρεῖται κατὰ μέρη τὴν ἐνέργειαν· ἢ πάλιν εἴ τι τῶν σωματικῶν τὸ ἐνεργοῦν οἷον πνεῦμα ἢ πῦρ· οὐδὲ γὰρ ταῦτα εἰκός, ἀλλ᾽ ὅταν ἅμα ταῖς ὥραις κινηθῶσιν ὁμοίως δι᾽ ὅλων διήκειν τῶν φυτῶν· ἓν γάρ τι τὸ γεννῶν, οὐχ ὥσπερ Ἐμπεδοκλῆς διαιρεῖ καὶ μερίζει τὴν μὲν γῆν εἰς τὰς ῥίζας, τὸν δ᾽ αἰθέρα εἰς τοὺς βλαστοὺς ὡς ἑκάτερον ἑκατέρου χωριζόμενον, ἀλλ᾽ ἐκ μιᾶς ὕλης καὶ ὑφ᾽ ἑνὸς αἰτίου γεννῶντος. ὡς ἡ τῶν ὅλων σύστασις μικρὰν ἀεί τινα λαμβάνει ἔφεξιν καὶ κατὰ τὰς τροφὰς καὶ κατὰ τὰς αὐξήσεις, ὥστε δ᾽ ὅλαις ὥραις χωρίζειν μέγα κομιδῆ τὸ διάστημα τῶν χρόνων.

ἡ δ᾽ ὑπὸ τοῦ ψύχους κώλυσις τῆς βλαστήσεως ἀληθὴς μὲν οὐκ ἔτι δὲ ποιεῖ μερισμὸν φυσικόν. ἀλλ᾽ ὥσπερ ἐν συμβαίνοντι τὸ προσαύξεσθαι τὰς ῥίζας· ὃ καὶ καθηκούσης ἐνίοτέ γε γίνεται τῆς ὥρας ὅταν ἀντικόψῃ ὁ χειμών· ἡ μὲν γὰρ βλάστησις κατέχεται, τὸ δὲ τῶν ῥιζῶν οὐ κωλύεται διὰ τὴν ἀλέαν ὅταν ἤδη προορμώμεναι τύχωσιν εἰς ἔκφυσιν καὶ αὔξησιν ἔρχεσθαι. ἀλλὰ τοῦτο οὐ τῆς…

ὡραί…

The complete text is available when the reading interface loads.