De sensu et sensibilibus
Author namesThéophraste · Theophraste · Theophrastus · Θεοφραστος
- Scientific editors
- Friedrich Wimmer
- Edition reference
- Theophrasti Eresii opera, quae supersunt, omnia · Lipsiae · Teubner · 1862
- CTS identifier
urn:cts:greekLit:tlg0093.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
FRAGMENTUM I.
ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ ΚΑΙ ΑΙΣΘΗΤΩΝ
CAP. I. Περὶ δʼ αἰσθήσεως αἱ μὲν πολλαὶ καὶθόλου δόξαι δύο εἰσίν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦν ται οἱ δὲ τῷ ἐναντίῳ. Παρμενίδης μὲν καὶ Ἐμπεδοκλὴς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. τὸ δὲ πιθανὸν ἔλαβον οἱ μὲν ὅτι τῶν ἄλλων τε τὰ πλεῖστα τῇ ὁμοιότητι θεωρεῖται καὶ ὅτι σύμφυτόν ἐστι πᾶσι τοῖς ζώοις τὰ συγγενῆ γνωρίζειν, ἔτι δʼ ὡς τὸ μὲν αἰσθάνεσθαι τῇ ἀπορ ροίᾳ γίνεται τὸ δʼ ὅμοιον φέρεται πρὸς τὸ ὅμοιον. οἱ δὲ τὴν αἴσθησιν ὑπολαμβάνοντες ἐν ἀλλοιώσει γίνεσθαι καὶ τὸ μὲν ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου τὸ δʼ ἐναντίον παθητικὸν τούτῳ προσέθεσαν τὴν γνώμην· ἐπιμαρτυρεῖν δʼ οἴονται καὶ τὸ περὶ τὴν ἀρὴν συμβαῖνον· τὸ γὰρ ὁμοίως τῇ σαρκὶ θερμὸν ἢ ψυχρὸν (οὐ) ποιεῖν αἴσθησιν. καθόλου μὲν οὖν περὶ αἰσθήσεως αὗται παραδέδονται δόξαι. περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος οἱ μὲν ἄλλοι σχεδὸν ἀπολείπουσιν, Ἐμπεδοκλῆς δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰνον ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαί τινος συμμετρίας · ,,ὡς γὰρ ἐκάστῳ — φησίν — ἔχει κρᾶσις μελέων πολυπλάγκτων, Τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτὸ Ἐστὶν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισι, Καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.“ τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει, διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δʼ ἰσάζωσι τῇ μίξει πότερον ἔσται φρονεῖν ἢ οὐ καὶ τίς ἡ διάθεσις οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθʼ αὐτὸ ποιεῖ τὴν αἴσθησιν φανερὸν ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν τοῦ πυρὸς ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι, καὶ ὅλως δὲ πᾶν τὸ ὄν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν.
Chapter 2
CAP. II. Πλάτων δʼ ἐπὶ πλέον μὲν ἦπταιτῶν κατὰ μέρος, οὐ μὴν εἴρηκέ γε περὶ ἀπασῶν ἀλλὰ μόνον περὶ ἀκοῆς καὶ ὄψεως. καὶ τὴν μὲν ὄψιν ποιεῖ πυρός· διὸ καὶ τὸ χρῶμα φλόγα τὴν ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια τῇ ὄψει ἔχουσαν ὡς ἀπορροῆς τε γιγνομένης, καὶ δέον οὖν ἁρμόττειν ἀλλήλοις ἐξιοῦσαν μέχρι τινὸς συμφύεσθαι τῇ ἀπορροῇ καὶ οὕτως ὁρᾶν ἡμὰς. ὥσπερ ἄν εἰς τὸ μέσον τιθεὶς τὴν ἑαυτοῦ δόξαν τῶν τε φασκόντων προσπίπτειν τὴν ὄψιν καὶ τῶν φέρεσθαι πρὸς αὐτὴν ἀπὸ τῶν ὁρατῶν. ἀκοὴν δὲ διὰ τῆς φωνῆς ὁρίζεται. φωνὴν γὰρ εἶναι πληγὴν ὑπʼ ἀέρος ἐγκεφάλου καὶ αἵματος διʼ ὤτων μέχρι ψυχῆς, τὴν δʼ ἀπὸ ταύτης κίνησιν ἀπὸ κεφαλῆς μέχρι ἅπατος ἀκοήν. περὶ δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἀφῆς ὅλως οὐδὲν εἴρηκεν, οὐδὲ εἰ παρὰ ταύτας ἂλλαι τινές εἰσιν, ἀλλὰ μᾶλλον ἀκριβολογεῖται περὶ τῶν αἰσθητῶν. Ἐμπεδοκλῆς δὲ περὶ ἁπασῶν ὁμοίως λέγει καί φησι τῷ ἐναρμόττειν εἰς τούς πόρους τούς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι τὰ ἀλλήλων κρίνειν ὅτι τῶν μὲν εὐρύτεροι· ὄντες τῶν δὲ στενότεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ σἰσθητὸν ὡς τὰ μὲν οὐχ ἁπτόμενα διευτονεῖν τὰ δʼ ὅλως εἰσελθεῖν οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὄψιν λέγειν ποία τις ἐστί· φησὶ γὰρ τὸ μὲν ἐντὸς αὐτῆς εἶναι πῦρ τὸ δὲ περὶ αὐτὸ γῆν καὶ ἀέρα, διʼ ὧν διιέναι λεκτὸν ὂν καθάπερ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς. τοὺς δὲ πόρους ἐναλλὰξ κεῖσθαι τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος, ὧν τοῖς μὲν τοῦ πυρὸς τὰ λευκὰ τοῖς δὲ τοῦ ὕδατος τὰ μιίανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἑκατέροις ἑκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὄψιν διὰ τὴν ἀπορροήν. συγκεῖσθαι δʼ οὐχ ὁμοίως, τὰς δʼ ἐκ τῶν ἀντικειμένων, καὶ ταῖς μὲν ἐν μέσῳ ταῖς δʼ ἐκτὸς εἶναι τὸ πῦρ, διὸ καὶ τῶν ζώων τὰ μὲν ἐν ἡμέρᾳ τὰ δὲ νύκτωρ μᾶλλον ὀξυωπεῖν· ὅσα μὲν πυρὸς ἔλαττον ἔχει μεθʼ ἡμέραν· ἐπανισοῦσθαι γὰρ αὐτοῖς τὸ ἐντὸς φῶς ὑπὸ τοῦ ἐκτός· ὅσα δὲ τοῦ ἐναντίου νύκτωρ· ἐπαναπληροῦσθαι γὰρ καὶ τούτοις τὸ ἐνδεές. ἐν δὲ τοῖς ἐναντίοις ἑκάτερον· ἀμβλυωπεῖν μὲν γὰρ καὶ οἷς ὑπερέχει τὸ πῦρ· ἐπαυξηθὲν (γὰρ) ἔτι μεθʼ ἡμέραν ἐπιπλάττειν καὶ καταδαμβάνειν τοὺς τοῦ ὕδατος πόρους. οἷς δὲ τὸ ὕδωρ ταὐτὸ τοῦτο γίνεσθαι νύκτωρ· καταλαμβάνεσθαι γὰρ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἔξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δʼ ὑπὸ τοῦ ἀέρος τὸ πῦρ· ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκράσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσων συγκπτμένην. καὶ περὶ μὲν ὄψεως σχεδὸν ταῦτα λέγει. τὴν δʼ ἀκοὴν ἀπὸ τῶν ἔξωθεν γίνεσθαι ψόφων· ὅταν γὰρ ὑπὸ τῆς φωνῆς κινηθῇ ἠχεῖν ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα τῶν ἔσω ἤχων τὴν ἀκοὴν ἣν προσαγορεύει σάρκινον ὄζον· κινουμένην δὲ παίειν τὸν ἀέρα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἦχον. ὄσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ, διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους οἷς σφοδροτάτη τοῦ ἄσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κούφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἁφῆς οὐ διορίζεται καθʼ ἑτέραν οὔτε πῶς οὔτε διʼ ἁ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ συναρμόττειν τούς πόρους αἴσθησίς ἐστιν· ἥδεσθαι δὲ τοῖς ὁμοίοις κατὰ τά τε μόρια καὶ τὴν κρᾶσιν λυπεῖσθαι δὲ τοῖς ἐναντίοις. ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις τὸ δʼ ἀγνοεῖν τοῖς ἀνομοίοις ὡς ἢ ταὐτὸν ἢ παραπλήσιον ὄν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γὰρ ὡς ἕκαστον ἑκάστῳ γνωρίζομεν ἐκὶ τέλει προσέθηκεν ὡς ἐκ τούτων ,,πάντα πεπήγασιν ρμοσθέντα, καὶ τούτοις φρονέουσι καὶ ἅδονταί τʼ ἀνιῶνται. “ διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκράσθαι ἐστι τὰ στοιχεῖα τῶν μερῶν ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμικται καὶ μὴ διό πολλοῦ μηδʼ οὖ μικρὰ μηδʼ ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τούς ἐγγυτάτω τού τῶν, ὅσοις δʼ ἐναντίως ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ καὶ ἀραιὰ κεῖται τὰ στοιχεῖα νωθροὺς καὶ ἐπιπόνους, ὧν δὲ πυκνὰ καὶ κατὰ μικρὰ τεθραυσμένα τούς δὲ τοιούτους ὀξέως φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φορᾶς. οἷς δὲ καθʼ ἕν τι μόριον ἡ μέση κρᾶσίε ἐστι ταύτῃ σοφοὺς ἑκάστους εἶναι· διὸ τούς μὲν ῥήτορας ἀγαθοὺς τούς δὲ τεχνίτας, ὡς τοῖς μὲν ἐν τοῖε χερσὶ τοῖς δʼ ἐν τῇ γλώττῃ τὴν κρᾶσιν οὖσαν· ὁμοίως δʼ ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις.
Chapter 3
CAP. III. Ἐμπεδοκλῆς μὲν οὖν οὕτως οἴεται καὶ τὴν αἴσθησιν γίνεσθαι καὶ τὸ φρονεῖν. ἀπορήσειε δʼ ἄν τις ἐξ ὧν λέγει πρῶτον μὲν τί διοίσει τὰ ἔμψυχα αρὸς τὸ αἰσθάνεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀψύχων πόροις· ὅλως γὰρ ποιεῖ τὴν μίξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἔλαιον μὲν καὶ ὕδωρ οὐ μίγνυσθαι, τὰ δʼ ἄλλα ὑγρὰ καὶ περὶ ὅσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις. ὥστε πάντα τε αἰσθήσιται καὶ ταὐτὸ ἔσται μίξις καὶ αἴσθησις καὶ αὔξησις· πάντα γὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων· ἐὰν μὴ προσθῇ τινα διαφοράν. ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζώῳ πῦρ ἢ τὸ ἐκτὸς, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις· ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ καὶ ἀνάγκη διαφοράν τινα ἔχειν εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους τὸ δʼ ἔξωθεν ἐπεισιόν· ὥστʼ εἰ ὅμοιον ἦν πάντη καὶ πάντως οὐκ ἂν ἦν αἴσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοὶ συμβαίνει διαφωνεῖν ἑαυτῷ, φησὶ γὰρ ὅλως οὐκ εἶναι κενὸν· εἰ δὲ πλήρεις ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῶα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ, τὸ ὅμοιον. καίτοι κἂν αὐτὸ τοῦτό τις διαπορήσειεν εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γίνεσθαι τῶν ἑτερογενῶν ὥστʼ ἐναρμόττεεν, ἄλλως τε κεἰ συμβαίνει καθάπερ φησὶ τὰς ὄψεις ὧν ἀσύμμετρος ἡ κρᾶσις ὁτὲ μὲν ὑπὸ τοῦ πυρὸς ὁτὲ δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμαυροῦσθαι. εἰ δʼ οὖν ἐστι καὶ τούτων συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς ὅταν αἰσθάνηται καὶ ποῦ ταῦτα ὑπεξέρχεται; δεῖ γάρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῶα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἁρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδʼ ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμποιοῦσιν ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον ἀλλὰ μόνον ἅπτοιτο καθʼ ὁτιοῦν εὔλογον αἴσθησιν γίνεσθαι· δυοῖν γὰρ τούτοιν ἀποδίδωσι τὴν γνῶσιν τῷ τε ὁμοίῳ κοὶ τῇ ἀφῇ, διὸ καὶ τὸ ἁρμόττειν εἴρηκεν· ὥστʼεἰ τὸ ἔλαττον ἅψαιτο τῶν μειζόνων εἴη ἄν αἴσθησις. ὅλως δὲ κατά γε ἐκεῖνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον ἀλλὰ ἡ συμμετρία μόνη ἱκανή. διὰ τοῦτο γὰρ οὐκ αἰσθάνονται, φησὶν, ἀλλήλων, ὅτι τοὺς πόρους ἀσυμμέτρους ἔχον σιν· εἰ δʼ ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον οὐδὲν ἔτι προσαφώρισεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἡ αἴσθησις ἢ οὐ διά τινα ἀσυμμετρίαν οὐ κρίνουσι ... ἁπάσας ἀνάγκῆ τὰς αἰσθήσεις καὶ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύ σιν. ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογον μένως ἀποδίδωσιν ἥδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ἐχθρὰ γὰρ εἶναι· διὸ ,,πλεῖστον ἀπʼ ἀλλήλων διέχουσι Γέννῃ τε κράσει τε κοὶ εἴδεσιν ἐκμακτοῖσι.“ αἰσθήσει γάρ τινι ἢ μετʼ αἰσθήσεως ποιοῦσι τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅποσα γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἁφῇ, καθάπερ φησὶ, τὰ σύμ φυτα μάλιστʼ ἂν ἥδοιτο καὶ αἰσθάνοιτο· διὰ τῶν οὐ τῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν. καίτοι πολλάκις αἰσθανόμενοι λυπούμεθα κατʼ αὐτὴν ὴν αἴσθησιν, ὡς δʼ Ἀναξαγόρας φησὶν ἀεί· πᾶσαν γὰρ αἴ σθησιν εἶναι μετὰ λύπης. ἔτι δʼ ἐν ταῖς κατὰ μίγεθος· συμβαίνει γὰρ τῷ ὁμοίῳ γίνεσθαι τὴν γνῶσιν τὴν γὰρ ὄψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύναιτʼ ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαιὸν καὶ τἆλλα χρώματα τὰ μικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος κόροις, οὔτʼ ἄλλους ποιεῖ κοινοὺς ἐξ ἀμφοῖν· ὁρῶμεν δʼ οὐδὲν ἧττον ταῦτα τῶν ἁπλῶν. ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας τὰ δὲ νύκτωρ μᾶλλον ὁρῶμεν· τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοὐ πλείονος φθείρεται, διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρὸν οὐ δυνάμεθα ἀντιβλέκειν. ὥστε ὅσοις ἐνδεέστερον το φῶς ἧττον ἐχρῆν ὁρᾷν μεθʼ ἡμέραν, ἢ εἴπερ τὸ ὅμοιον συναύξει, καθάπερ φησὶ, τὸ δʼ ἐναντίον φθείρει καὶ κωλύει τὰ μὲν λευκὰ μᾶλλον ἐχρῆν ὁρᾷν ἅπαντας μεθʼ ἡμέραν, καὶ ὅσοις ἔλαττον καὶ ὅσοις πλέον τὸ φῶς, καὶ τὰ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθʼ ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων· τούτοις δʼ εὔλογον τοῦτʼ ἰσχύειν τὸ οἰκεῖον πῦρ ὥσπερ ἔνια καὶ τῇ χρόᾳ διαλάμπει μᾶλλον τῆς νυκτός. ἔτι δὲ οἷς ἡ κρᾶσις ἐξ ἴσων ἀνάγκη συναύξεσθαι κατὰ μέρος ἑκάτερον· ὥστʼ εἰ πλεονάζον κωλύει θάτερον ὁρᾷν ἀπάντων ἂν εἴη παραπλησία πως ἡ διάθεσις. ἀλλὰ τὰ μὲν τῆς ὄψεως πάθη αλεπώτερον ἔσται διελεῖν. τὰ δὲ περὶ τὰς ἄλλας αἰσθήσεις πῶς κρίνωμεν τῷ ὁμοίῳ; τὸ γὰρ ὅμοιον ἀόριστον. οὔτε γὰρ ψόφῳ τὸν ψόφον οὔτʼ ὀσμῇ τὴν ὀσμὴν οὔτε τοῖς ἄλλοις τοῖς ὁμογενέσιν, ἀλλὰ μᾶλλον ὡς εἰπεῖν τοῖς ἐναντίοις· ἀπαθῆ γὰρ δεῖ τὴν αἴσθησιν προσάγειν. ἤχου δʼ ἐνόντυς ἐν ὠσὶν ἢ χυλῶν ἐν γεύσει καὶ ὀσμῆς ἐν ὀσφρήσει κωφότεραι πᾶσαι γίνονται μᾶλλον ὅσῳ ἄν πλήρεις ὦσι τῶν ὁμοίων· εἰ μή τις λεχθείη περὶ τούτων διορισμός. ἔτι δὲ τὸ περὶ τὴν ἀπορροὴν, καίπερ οὐχ ἱκανῶς λεγόμενον, περὶ μὲν τὰς ἄλλας ὅμως ἐστί πως ὑπολαβεῖν, περὶ δὲ τὴν ἁφὴν καὶ γεῦσιν οὐ ῥᾴδιον. πῶς γὰρ τῇ ἀπορροῇ κρίνομεν ἢ πῶς ἐναρμόττει τοῖς πόροις τὸ τραχύ καὶ τὸ λεῖον; μόνου γὰρ δοκεῖ τῶν στοιχείων τού πυρὸς ἀπορρεῖν ἀπὸ δὲ τῶν ἄλλων οὐδενός. ἔτι δὲ εἰ ἡ φθίσις διὰ τὴν ἀπορροὴν, ᾧπερ χρῆται κοινοτάτῳ σημείῳ καὶ τὰς ὀσμὰς ἀπορροῇ γίνεσθαι, τὰ πλείστην ἔχοντα ὀσμὴν τάχιστʼ ἐχρῆν φθείρεσθαι. νῦν δὲ σχεδὸν ἐναντίως ἔχει· τὰ γὰρ ὀσμωδέστατα τῶν φυτῶν καὶ τῶν ἄλλων ἐστὶ χρονιώτατα. συμβαίνει δὲ καὶ ἐπὶ τῆς φιλίας (γεύσεως?) ὅλως μὴ εἶναι αἴσθησιν ἢ ἧττον διὰ τὸ συγκρίνεσθαι τότε καὶ μὴ ἀπορρεῖν. ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῷ τοῖς ἔσωθεν γίνεσθαι ψόφοις ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσιν ἔνδον ποιήσαντος ψόφον ὥσπερ κώδωνος. τῶν μὲν γὰρ ἔξω διʼ ἐκεῖνον ἀκούομεν, ἐκείνου δὲ ψοφοῦντος διὰ τί; τοῦτο γὰρ αὐτὸ λείπεται ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὄσφρησιν εἴρηκε. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδʼ ἀναπνέει τῶν σφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὔηθες· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαινούσης ἢ μὴ ἀνεῳγμένης πως τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπηρῶσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονοῦντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν αἰσθάνοιντο τῶν ὀσμῶν· τὸν πλεῖστον γὰρ ἕλκουσιν ἀέρα. νῦν δὲ συμβαίνει τοὐνανὀσφρήσεως τίον. οὐ γὰρ ἴσως καθʼ αὑτὸ τὸ ἀναπνεῖν αἴτιον τῆς ἀλλὰ κατὰ συμβεβηκὸς ὡς ἔκ τε τῶν ἄλλων ζώων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παθῶν· ὁ δʼ ὡς ταύτης οὔσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρηκεν ὥσπερ ἐπισημαινόμενος ,,Ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν·“ οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κουφῶν, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνυπάρχειν. ὁ γὰρ ἀὴρ καὶ τὸ πῦρ κουφότατα μὲν, οὐ ποιοῦσι δὲ αἴσθησιν ὀσμῆς. ὡσαύτως δʼ ἄν τις καὶ περὶ τὴν φρόνησιν ἀπορήσειεν εἰ διὰ τῶν αὐτῶν ποιεῖ καὶ τὴν αἴσθησιν. καὶ γὰρ ἅπαντα μεθέξει τοῦ φρονεῖν. καὶ ἅμα πῶς ἐνδέχεται καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν; τὸ γὰρ ὅμοιον οὐκ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ δὴ τῷ αἵματι φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζώων ἄναιμα, τῶν δʼ ἐναίμων τὰ περὶ τὰς αἰσθήσεις ἀναιμότατα τῶν μερῶν. ἔτι καὶ ὀστοῦν καὶ θρὶξ αἰσθάνοιτʼ ἄν, ἐπεὶ γοῦν ἐξ ἀπάντων ἐστὶ τῶν στοιχείων. καὶ συμβαίνει ταὐτὸν εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ (τὸ) λυπεῖσθαι καὶ τὸ ἀγνοεῖν· ἄμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὥσθʼ ἅμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην τῷ δὲ φρονεῖν ἡδονήν. ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἑκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡσεὶ τὴν γλῶτταν αἰτίαν τυῦ εὖ λέγειν, τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλʼ οὐκ ὀργάνου τάξιν ἔχυντο. διὸ καὶ μᾶλλον ἄν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζώων. Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν.
Chapter 4
CAP. IV. Τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀλκμαίων μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῶα διαφοράν. ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι· τὰ δʼ ἄλλα αἰσθάνεται μὲν οὐ ξυνίησι δὲ, ὡς ἕτερον ἂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὐ καθάπερ Ἐμπεδοκλῆς ταὐτόν. ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὠσὶν διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἠχεῖν φθέγγεσθαι δὲ τῷ κοίλῳ τὸν ἀέρα δʼ ἀντηχεῖν. ὀσφραίνεσθαι δὲ ῥισὶν ἅμα τῷ ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τήκειν τῇ θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα τῆς ἁπαλότητος. ὀφθαλμούς δὲ ὁρᾷν διὰ τοῦ πέριξ ὕδατος· ὅτι δʼ ἔχει πῦρ δῆλον εἶναι, πληγέντος γὰρ ἐκλάμπειν. ὁρᾷν τῷ στίλβοντι καὶ τῷ διαφανεῖ ὅταν ἀντιφαίνῃ καὶ, ὅσῳ ἂν καθαρώτερον ᾖ, μᾶλλον. ἁπάσας δὲ τὰς αἰσθήσεις συνηρτῆσθαί πως πρὸς τὸν ἐγκέφαλον, διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνεσθαι γὰρ τοὺς πόρους διʼ ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἀρῆς οὐκ εἴρηκε οὔτε πῶς οὔτε τίνι γίνεται. Ἀλκμαίων μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν.
Chapter 5
CAP. V. Ἀναξαγόρας δὲ γίνεσθαι τοῖς ἐναντίοις· τὸ γὰρ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. καθʼ ἑκάστην δʼ ἰδία πειρᾶται διαριθμεῖν. ὁρᾷν μὲν γὰρ τῇ ἐμφάσει τῆς κόρης, οὐκ ἐμφαίνεσθαι δὲ εἰς τὸ ὁμόχρων ἀλλʼ εἰς τὸ διάφορον. καὶ τοῖς μὲν πολλοῖς μεθʼ ἡμέραν ἐνίοις δὲ νύκτωρ εἶναι τὸ ἀλλόχρουν, διὸ ὀξυωπεῖν τότε. ἀπλῶς δὲ τὴν νύκτα μᾶλλον ὁμόχρων εἶναι τοῖς ὀφθαλμοῖς. ἐμφαίνεσθαι δὲ μεθʼ ἡμέραν ὅτι τὸ φῶς συναίτιον τῆς ἐμφάσεως· τὴν δὲ χρόαν τὴν κρατοῦσαν μᾶλλον εἰς τὴν ἑτέραν ἐμφαίνεσθαι εἰς. τὸν αὐτὸν δὲ τρόπον καὶ τὴν ἀρὴν κοί τὴν γεῦσιν κρίνειν· τὸ γὰρ ὁμοίως θερμὸν καὶ ψυχρὸν οὔτε θερμαίνειν οὔτε ψύχειν πλησιάζον. οὐδὲ δὴ τὸ γλυκὺ καὶ τὸ ὀξύ διʼ αὐτῶν γνωρίζειν ἀλλὰ τῷ μὲν θερμῷ τὸ ψυχρὸν, τῷ δʼ ἁλμυρῷ τὸ πότιμον, τῷ δʼ ὀξεῖ τὸ γλυκύ κατὰ τὴν ἔλλειψιν τὴν ἑκάστου· πάντα γὰρ ἐνυπάρχειν ἐστὶν ἐν ἡμῖν. ὡσαύτως δὲ καὶ ὀσφραίνεσθαι καὶ ἀκούειν τὸ μὲν ἅμα τῇ ἀναπνοῇ τὸ δὲ τῷ διικνεῖσθαι τὸν ψόφον ἄχρι τοῦ ἐγκεφάλου· τὸ γὰρ περιέχον ὀστοῦν εἶναι κοῖλον εἰς ὃ ἐμπίπτειν τὸν ψόφον. ἅπασαν δʼ αἴσθησιν μετὰ λύπης, ὅπερ ἂν δόξειεν ἀκόλουθον εἶναι τῇ ὑποθέσει· πᾶν γὰρ τὸ ἀνόμοιον ἁπτόμενον πόνον παρέχει. φανερὸν δὲ τοῦτο τῷ τε τοῦ ὕπνου (χρόνου Sch.) πλήθει καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ. τὰ τε γὰρ λαμπρὰ χρώματα καὶ τοὺς ὑπερβάλλοντας ψόφους λύπην ἐμποιεῖν καὶ οὐ πολύν χρόνον δύνασθαι τοῖς αὐτοῖς ἐπιμένειν. αἰσθητικώτερα δὲ τὰ μείζω ζῶα καὶ ἁκλῶς εἶναι κατὰ τὸ μέγεθος τὴν αἴσθησιν (τῶν αἰσθητηρίων). ὅσα μὲν γὰρ μεγάλους καὶ καθαρούς καὶ λσμπροὺς ὀφθαλμούς ἔχει μεγάλα τε καὶ πόρρωθεν ὁρᾷν, ὅσα δὲ μικροὺς ἐναντίως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀκοῆς. τὰ μὲν γὰρ μεγάλα τῶν μεγάλων καὶ τῶν πόρρωθεν ἀκούειν τὰ δʼ ἐλάττω λανθάνειν, τὰ δὲ μικρὰ τῶν μικρῶν καὶ τῶν ἐγγύς. καὶ ἐπὶ τῆς ὀσφρήσεως ὁμοίως· ὄζειν μὲν γὰρ μᾶλλον τὸν λεπτὸν ἀέρα, θερμαινόμενον μὲν γὰρ καὶ μανούμενον ὄζειν. ἀνακνέον δὲ τὸ μὲν μέγα ζῶον ἅμα τῷ μανῷ καὶ τὸ πυκνὸν ἕλκειν, τὸ δὲ μικρὸν αὐτὸ τὸ μανὸν, διὸ καὶ τὰ μεγάλα μᾶλλον αἰσθάνεσθαι. καὶ γὰρ τὴν ὀσμήν ἐγγύς εἶναι μᾶλλον ἢ πόρρω διὰ τὸ πυκνοτέραν εἶναι, σκεδαννυμένην δὲ ἀσθενῆ. σχεδὸν δὲ ὡς εἰπεῖν οὐκ αἰσθάνεσθαι τὰ μὲν μεγάλα τῆς λεπτῆς ἀέρος τὰ δὲ μικρὰ τῆς πυκνῆς.
Chapter 6
CAP. VI. Τὸ μὲν οὖν τοῖς ἐναντίοις ποιεῖν τὴν σἴσθησιν ἔχει τινὰ λόγον ὥσπερ ἐλέχθη· δοκεῖ γὰρ ἡ ἀλλοίωσις οὐχ ὑπὸ τῶν ὁμοίων ἀλλʼ ὑπὸ τῶν ἐναντίων εἶναι. καίτοι καὶ τοῦτο δεῖται πίστεως εἰ ἀλλοίωσις ἡ αἴσθησις εἴ τε τὸ ἐναντίον τοῦ ἐναντίου κριτικόν. τὸ δὲ μετὰ λύπης ἅπασαν εἶναι ψεῦδος οὔτʼ ἐκ τῆς χρήσεως ὁμολογεῖται, τὰ μὲν (γὰρ ) μεθʼ ἡδονῆς τὰ δὲ πλεῖστα ἄνευ λύπης ἐστίν, οὔτʼ ἐκ τῶν εὐλόγων. ἡ μὲν γὰρ αἴσθησις κατὰ φύσιν, οὐδὲν δὲ τῇ φύσει βίᾳ καὶ μετὰ λύπης ἀλλὰ μᾶλλον μεθʼ ἡδονῆς, ὅπερ καὶ φαίνεται συμβαῖνον. τὰ γὰρ πλείω καὶ πλεονάκις ἡδόμεθα καὶ αὐτὸ δὲ τὸ αἰσθάνεσθαι χωρὶς τῆς περδ ἕκαστον ἐπιθυμίας διώκομεν. ἔτι δὲ ἐπεὶ καὶ ἡδονὴ καὶ λύπη γίνεται διὰ τῆς αἰσθήσεως ἅπαν δὲ φύσει πρὸς τὸ βέλτιόν ἐστι, καθάπερ ἡ ἑπιστήμη, μᾶλλον ἂν εἴη μεθʼ ἡδονῆς ἢ μετὰ λύπης. ἀπλῶς δʼ εἴπερ μηδὲ τὸ διανοεῖσθαι μετὰ λύπης, οὐδὲ τὸ αἰσθάνεσθαι· τὸν αὐτὸν γὰρ ἔχει λόγον ἑκάτερον πρὸς τὴν αὐτὴν χρείαν. ἀλλὰ μὴν οὐδὲ αἱ τῶν αἰσθητῶν ὑπερβολαὶ καὶ τὸ τοῦ χρόνου πλῆθος οὐδὲν σημεῖον ὡς μετὰ λύπης ἐστὶν ἀλλὰ μᾶλλον ὡς ἐν συμμετρίᾳ τινὶ καὶ κράσει πρὸς τὸ αἰσθητὸν ἡ αἴσθησις. διόπερ ἴσως τὸ μὲν ἐλλεῖπον ἀναίσθητον τὸ δʼ ὑπερβάλλον λύπην τε ποιεῖ καὶ φθείρει. συμβαίνει τοίνυν τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν σκοπεῖν· ἡ γὰρ ὑπερβολὴ παρό φύσιν. ἐπεὶ τό γε ἀπʼ ἐνίων καὶ ἐνιότε λυπεῖσθαι καθάπερ καὶ ἥθέσθαι φανερὸν καὶ ὁμολογούμενον· ὥστ οὐδὲν μᾶλλον διά γε τοῦτο μετὰ λύπης ἢ μεθʼ ἡδονῆς ἐστιν ἀλλʼ ἴσως μετʼ οὐδετέρου κατά γε τὸ ἀληθές οὐδὲ γὰρ ἂν δύναιτο κρίνειν, ὥσπερ οὐδὲ ἡ διάνοια συνεχῶς οὖσα μετὰ λύπης ἢ ἡδονῆς. ἀλλὰ τοῦτο μὲν ἀπὸ μικρᾶς ἀρχῆς ἐφʼ ὅλην μετήνεγκε τὴν αἴσθησιν ὅταν δὲ λέγῃ τὰ μείζω μᾶλλον αἰσθάνεσθαι καὶ ἁπλῶς κατὰ τὸ μέγεθος τῶν αἰσθητηρίων εἶναι τὴν αἴσθησιν τὸ μὲν αὐτῶν ἔχει τινὰ ἀπορίαν. οἷον πότερον τὰ μικρὰ μᾶλλον ἢ τὰ μεγάλα τῶν ζώων μᾶλλον αἰσθητικά δόξειε γὰρ ἂν ἀκριβεστέρας αἰσθήσεως εἶναι τὰ μικρὰ μὴ λανθάνειν, καὶ ἅμα τὸ τὰ ἐλάττω δυνάμενον κα τὰ μείζω κρίνειν οὐκ ἄλογον. ἅμα δὲ καὶ δοκεῖ περὶ ἐνίας αἰσθήσεις βέλτιον ἔχειν τὰ μικρὰ τῶν μεγάλω ὥστε ταύτῃ μὲν χείρων ἡ τῶν μειζόνων αἴσθησις. δʼ αὖ φαίνεται καὶ πολλὰ λανθάνειν τὰ μικρὰ τῶν μειζόνων, οἷον οἱ ψόφοι, χρώματα, βελτίων ἡ τῶν μειζόνων· ἅμα δὲ καὶ εὔλογον ὥσπερ καὶ τὴν ὅλην τοῦ σώματος κρᾶσιν ὁμοίως ἔχειν καὶ τὰ περὶ τὰς αἰσθήσεις. τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη διαπορήσειεν ἄν τις εἰ ἄρα δεῖ λέγειν οὕτως· οὐ γὰρ ἐν τοῖς ὁμοίοις γένεσιν ἀφώρισται κατὰ τὸ μέγεθος· ἀλλὰ κυριώτατα ἴσως ἡ τοῦ σώματος διάθεσίς τε καὶ κρᾶσις. τὸ δὲ πρὸς τὰ μεγέθη τὴν συμμετρίαν ἀποδιδόναι τῶν αἰσθητῶν ἔοικεν ὁμοίως λέγειν Ἐμπεδοκλεῖ· τῷ γὰρ ἐναρμόττειν τοῖς πόροις ποιεῖ τὴν αἴσθησιν. πλὴν ἐπὶ τῆς ὀσφρήσεως ἴδιον συμβαίνει δυσχερές· ὄζειν μὲν γάρ φησι τὸν λεπτὸν ἀέρα μᾶλλον ὀσφραίνεσθαι δὲ ἀκριβέστερον ὅσα τὸν πυκνὸν ἢ τὸν μανὸν ἕλκει. περὶ δὲ τῆς ἐμφάσεως κοινή τίς ἐστιν ἡ δόξα· σχεδὸν γὰρ οἱ πολλοὶ τὸ ὁρᾷν οὕτως ὑπολαμβάνουσι διὰ τὴν γινομένην ἐν τοῖς ὀφθαλμοῖς ἔμφασιν. τοῦτο δὲ οὐκέτι συνεῖδον ὡς οὔτε τὰ μεγέθη σύμμετρα τὰ ὁρώμενα τοῖς ἐμφαινομένοις οὔτε ἐμφαίνεσθαι πολλὰ ἅμα καὶ τἀναντία δυνατόν. ἔτι δὲ κίνησις καὶ διάστημα καὶ μέγεθος ὁρατὰ μὲν ἔμφασιν δ᾿, οὐ ποιοῦσιν. ἐνίοις δὲ τῶν ζώων οὐδʼ ἐμφαίνεται καθάπερ τοῖς σκληροφθάλμοις καὶ τοῖς ἐνύδροις. ἔτι δὲ καὶ τῶν ἀψύχων διά γε τοῦτο πολλὰ ἂν ὁρῷεν· καὶ γὰρ ἐν ὕδατι καὶ χαλκῷ καὶ ἑτέροις πολλοῖς ἐστιν ἀνάκλασις. φησὶ δὲ καὶ αὐτὸς ἐμφαίνεσθαι μὲν εἰς ἄλληλα (τὰ) χρώματα μᾶλλον δὲ τὸ ἰσχυρὸν εἰς τὸ ἀσθενές· ὥστε ἑκάτερον μὲν ἐχρῆν ὁρᾷν, μᾶλλον δὲ (τὸ) μέλαν καὶ ὅλως (τὸ) ἀσθενέστερον. διὸ καὶ τὴν ὄψιν ὁμόχρων ποιεῖ τῇ νυκτὶ καὶ τὸ φῶς σἴτιον τῆς ἐμφάσεως. καίτοι πρῶτον μὲν τὸ φῶς ὁρῶμεν αὐτὸ διʼ οὐδεμίας ἐμφάσεως, ἔπειτα οὐδὲν ἧττον τὰ μέλανα τῶν λευκῶν οὐκ ἔχει φῶς. ἔτι δέ γʼ ἐν τοῖς ἄλλοις ἀεὶ τὴν ἔμφασιν ὁρῶμεν εἰς τὸ λαμπρότερον καὶ καθαρώτερον γινομένην, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ὑμένας τῶν ὀμμάτων λεπτούς εἶναι καὶ λαμπρούς. τιθέασι δὲ καὶ τὴν ὄψιν αὐτὴν οἱ πολλοὶ πυρός ταύτης τῆς χρόας μετεχούσας μᾶλλον. Ἀναξαγόρας μὲν οὖν ὥσπερ ἐλέχθη κοινήν τινα ταύτην καὶ παλαιὰν δόξαν ἀναφέρει. πλὴν ἴδιον ἐπὶ πάσαις λέγει ταῖς αἰσθήσεσι καὶ μάλιστα ἐπὶ τῇ ὄψει διότι τὸ μὲν αἰσθανόμενόν ἐστιν, οὐ δηλοῖ δὲ τὰς σωματικωτάτας αἰσθήσεις.
Chapter 7
CAP. VII. Κλείδημος δὲ μόνος ἰδίως εἴρηκε περὶ τῆς ὄψεως. αἰσθάνεσθαι γάρ φησι τοῖς ὀφθαλμοῖς μὲν ὅτι διαφανεῖς· ταῖς δʼ ἀκοαῖς ὅτι ἐμπίπτων ὁ ἀὴρ κινεῖ. ταῖς δὲ ῥισὶν ἐφελκομένους τὸν ἀέρα, τοῦτον γὰρ ἀναμίγνυσθαι· τῇ δὲ γλώσσῃ τοὺς χυμοὺς καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν διὰ τὸ σομφὴν εἶναι· τῷ δʼ ἄλλῳ σώματι παρὰ μὲν ταῦτʼ οὐδὲν, αὐτῶν δὲ τούτων καὶ τὸ θερμὸν καὶ τὰ ὑγρὰ καὶ τὰ ἐναντία· μόνον δὲ τὰς ἀκοὰς αὐτὰς μὲν οὐδὲν κρίνειν εἰς δὲ τὸν νοῦν διαπέμπειν, οὐχ ὥσπερ Ἀναξαγόρας ἀρχὴν ποιῶν πάντων τὸν νοῦν.
Chapter 8
CAP. VIII. Διογένης δὲ, ὥσπερ τὸ ζῆν καὶ τὸ φρονεῖν, τῷ ἀέρι καὶ τὰς αἰσθήσεις ἀνάπτει, διὸ καὶ δόξειεν ἂν τῷ ὁμοίῳ ποιεῖν· οὐδὲ γὰρ τὸ ποιεῖν εἶναι καὶ πάσχειν εἰ μὴ πάντα ἦν ἐξ ἑνός. τὴν μὲν ὄσφρησιν τῷ περὶ τὸν ἐγκέφαλον ἀέρι· τοῦτον γὰρ ἄθρουν εἶναι καὶ σύμμετρον τῇ ἀκοῇ (ἀναπνοῇ Sch.)· τὸν ἐγκέφαλον αὐτὸν μόνον καὶ φλεβία, λεπτότατον δʼ ἐν οἷς ἡ θέσις ἀσύμμετρος, καὶ οὐ μίγνυσθαι ταῖς ὀσμαῖς· ὡς εἴ τις εἴη τῇ κράσει σύμμετρος δῆλον ὡς αἰσθανόμενον ἄν. τὴν δʼ ἀκοὴν ὅταν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινηθεὶς ὑπὸ τοῦ ἔξω διαδῷ πρὸς τὸν ἐγκέφαλον. τὴν δʼ ὄψιν ὁρᾷν ἐμφαινομένων εἰς τὴν κόρην, ταύτην δὲ μιγνυμένην τῷ ἐντὸς ἀέρι ποιεῖν αἴσθησιν· σημεῖον δὲ· ἐὰν γὰρ φλεγμασία γένηται τῶν φλεβῶν οὐ μίγνυσθαι τῷ ἐντὸς οὔθ᾿ ὁρᾷν ὁμοίως τῆς ἐμφάσεως οὔσης. τὴν δὲ γεῦσιν τῇ γλώττῃ διὰ τὸ μανὸν καὶ ἁπαλόν. περὶ δὲ ἁφῆς οὐδὲν ἀφώρισεν, οὔτε πῶς οὔτε τίνων ἰκτίν· ἀλλὰ μετὰ ταῦτα πειρᾶται λέγειν διὰ τί συμβαίνει τὰς αἰσθήσεις ἀκριβεστέρας εἶναι καὶ τῶν ποίων. ὄσφρησιν μὶν οὖν ὀξυτάτην οἷς ἐλάχιστος ἀὴρ ἐν τῇ κεφαλῇ, ἥκιστα γὰρ μίγνυσθαι· καὶ πρὸς τούτοις ἐὰν ἕλκῃ διὰ μακροτέρου καὶ στενοτέρου, θᾶττον γὰρ οὕτω κρίνεσθαι· διόπερ ἔνια τῶν ζώων ὀσφραντικώτερα τῶν ἀνθρώπων εἶναι· οὐ μὴν ἀλλὰ συμμέτρου γε οὔσης τῆς ὀσμῆς τῷ ἀέρι πρὸς τὴν κρᾶσιν μάλιστα ἂν αἰσθάνεσθαι τὸν ἄνθρωπον. ἀκούειν δʼ ὀξύτατα ὧν αἵ τε φλέβες λεπταὶ αἰ παρὰ τῇ αἰσθήσει καὶ ἡ ἀκοὴ τέτρηται βραχὺ καὶ λεπτὸν καὶ ἰθὺ, καὶ πρὸς τούτοις τὸ οὖς ὀρθὸν ἔχει καὶ μέγα· κινούμενον γὰρ τὸν ἐν τοῖς ὠσὶν ἀέρα κινεῖν τὸν ἐντός. ἐὰν δὲ εὐρυτέρα ᾖ κινουμένου τοῦ ἀέρος ἦχον εἶναι καὶ τὸν ψόφον ἄναρθρον διὰ τὸ μὴ προσπίπτειν πρὸς ἠρεμοῦν. ὁρᾷν δʼ ὀξύτατον ὅσα τε τὸν ἀέρα καὶ τὰς φλέβας ἔχει λεπτὰς ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ ὅσα τὸν ὀφθαλμὸν λαμπρότατον. μάλιστα δʼ ἐμφαίνεσθαι τὸ ἐναντίον χρῶμα, διʼ ὃ τοὺς μελανοφθάλμους μεθʼ ἡμέραν καὶ τὰ λαμπρὰ μᾶλλον ὁρᾷν τοὺς δʼ ἐναντίους νύκτωρ. ὅτι δὲ ὁ ἐντὸς ἀὴρ αἰσθάνεται μικρὸν ὢν μόριον τοῦ θεοῦ σημεῖον εἶναι ὅτι πολλάκις πρὸς ἄλλα τὸν νοῦν ἔχοντες οὔθ᾿ ὁρῶμεν οὔτʼ ἀκούομεν. ἡδονὴν δὲ καὶ λύπην γίνεσθαι τόνδε τὸν τρόπον. ὅταν μὲν πολὺς ὁ ἀὴρ μίσγηται τῷ αἵματι καὶ κουφίζῃ κατὰ φύσιν ὢν καὶ κατὰ πᾶν τὸ σῶμα διεξιὼν ἡδονήν· ὅταν δὲ παρὰ φύσιν καὶ μὴ μίσγηται συνιζάνοντος τοῦ αἵματος καὶ ἀσθενεστέρου καὶ πυκνοτέρου γιγνομένου λύπην. ὁμοίως καὶ θράσος καὶ ὑγίειαν καὶ τἀναντία. κριτικώτατον δὲ ἡδονῆς τὴν γλῶτταν· ἁπαλώτατον γὰρ εἶναι καὶ μανὸν καὶ τὰς φλέβας ἁπάσας ἀνήκειν εἰς ωὐτήν· διὸ σημεῖά τε πλεῖστα τοῖς κάμνουσιν ἐπʼ αὐτῆς εἶναι, καὶ τῶν ἄλλων ζώων τὰ χρώματα μηνύειν, ὁπόσα γὰρ ἂν ᾖ καὶ ὁποῖα τοσαῦτα ἐμφαίνεσθαι. τὴν μὲν οὖν αἴσθησιν οὕτω καὶ διὰ τοῦτο γίγνεσθαι. φρονεῖν δὲ ὥσπερ ἐλέχθη τῷ ἀέρι καθαρῷ καὶ ξηρῷ κωλύειν γὰρ τὴν ἰκμάδα τὸν νοῦν, διὸ καὶ ἐν τοῖς ὕπνοις καὶ ἐν ταῖς μέθαῖς καὶ ἐν ταῖς πλησμοναῖς ττον φρονεῖν. ὅτι δὲ ἡ ὑγρότης ἀφαιρεῖται τὸν νοῦν σημεῖον ὅτι τὰ ἄλλα ζῶα χείρω τὴν διάνοιαν· ἀναπνεῖν τε γὰρ τὸν ἀπὸ τῆς γῆς ἀέρα καὶ τροφὴν ὑγροτέραν προσφέρεσθαι. τοὺς δὲ ὄρνιθας ἀναπνεῖν μὲν καθαρὸν φύσιν δὲ ὁμοίαν ἔχειν τοῖς ἰχθύσι· καὶ γὰρ τὴν σάρκα στιφρὰν καὶ τὸ πνεῦμα οὐ διιέναι διὰ παντὸς ἀλλὰ ἑστάναι περὶ τὴν κοιλίαν. διὸ τὴν μὲν τροφὴν ταχὺ πέττειν αὐτὸ δʼ ἄφρον εἶναι. συμβάλλεσθαι δʼ ἔτι πρὸς τῇ τροφῇ καὶ τὸ στόμα καὶ τὴν γλῶτταν· οὐ γὰρ δύνασθαι συνιέναι ἀλλήλων. τὰ δὲ φυτὰ διὰ τὸ μὴ εἶναι κοῖλα μηδὲ ἀναδέχεσθαι τὸν ἀέρα παντελῶς ἀφῃρῆσθαι τὸ φρονεῖν. ταὐτὸν δʼ αἴτιον εἶναι καὶ ὅτι τὰ παίδια ἄφρονα. πολὺ γὰρ ἔχειν τὸ ὑγρὸν ὥστε μὴ δύνασθαι διὰ παντὸς διιέναι τοῦ σώματος (τὸν ἀέρα) ἀλλὰ ἐκκρίνεσθαι περὶ τὰ στήθη, διὸ νωθῆ τε εἶναι καὶ ἄφρονα. ὀργίλα δὲ καὶ ὅλως ὀξύρροπα καὶ εὐμετάπτωτα διὰ τὸ ἐν μικρῷ κινεῖσθαι τὸν ἀέρα πολύν· ὅπερ καὶ τῆς λήθης αἴτιον εἶναι· διὰ γὰρ τὸ μὴ ἰέναι διὰ παντὸς τοῦ σώματος οὐ δύνασθαι καὶ συνιέναι· σημεῖον δέ· καὶ γὰρ τοῖς ἀναμιμνησκομένοις τὴν ἀπορίαν εἶναι περὶ τὸ στῇθος, ὅταν δὲ εὕρωσι διασκίδνασθαι καὶ ἀνακουφίζεσθαι τῆς λύπης.
Chapter 9
CAP. IX. Διογένης μὲν οὖν πάντα βουλόμενος ἀνάπτειν τῷ ἀέρι πολλῶν ἀπολείπεται πρὸς πίστιν. οὔτε γὰρ τὴν αἴσθησιν οὔτε τὴν φρόνησιν ἴδιον ποιεῖ τῶν ἐμψύχων. ἴσως γὰρ καὶ ἀέρα τοιοῦτον καὶ κρᾶσιν καὶ συμμετρίαν ἐνδέχεται πανταχοῦ καὶ πᾶσιν ὑπάρχειν, εἰ δὲ μὴ τοῦτο αὐτὸ λεκτέον. ἔτι δὲ καὶ ἐν αὐταῖς ταῖς διαφόροις αἰσθήσεσιν ὥστε ἐνδέχεσθαι τὰ τῆς ὄψεως τὴν ἀκοὴν κρίνειν καὶ ὥσπερ ἡμεῖς τῇ ὀσφρήσει ταῦτα ἄλλο τι ζῶον ἕτερα διὰ τὸ τὴν αὐτὴν ἔχειν κρᾶσιν. ὥστε καὶ τῇ περὶ τὸν θώρακα ἀναπνοῇ κρίνειν τότε τὰς ὀσμάς· ἐνδέχεται γὰρ ἐνίοτε σύμμετρον εἶναι ταύταις. εὔηθες δὲ καὶ τὸ περὶ τὴν ὄψιν ὡς τῷ ἀέρι τῷ ἐντὸς ὁρῶμεν· ἀλλὰ ἐλέγχει μέν πως τούς τὴν ἔμφασιν ποιοῦντας οὐ μὴν αὐτὸς λέγει τὴν αἰτίαν. ἔπειτα τὸ μὲν αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ φρονεῖν τῇ τε ἀναπνοῇ καὶ τῇ μίξει τοῦ αἵματος ἀποδίδωσι. πολλὰ δὲ τῶν ζώων τὰ μὲν ἄναιμα τὰ δὲ ὅλως οὐκ ἀναπνεῖ· καὶ εἰ δεῖ διὰ παντὸς τοῦ σώματος διιέναι τὴν ἀναπνοὴν ἀλλὰ μορίων τινῶν ... μικροῦ γὰρ ἕνεκα τοῦτʼ ἔστιν, οὐθὲν ἂν κωλύοι διά γε τοῦτο καὶ τὰ πάντα καὶ μεμνῆσθαι καὶ φρονεῖν. ἔτι δὲ εἰ καὶ τοῦτο συνέβαινεν οὐκ ἂν ἦν ἐμποδών. οὐ γὰρ ἐν ἅπασι τοῖς μέρεσιν ὁ νοῦς, οἷον ἐν τοῖς σκέλεσι καὶ τοῖς ποσὶν, ἀλλὰ ἐν ὡρισμένοις, διʼ ὧν καὶ οἱ ἐν ἡλικίᾳ καὶ μέμνηνται καὶ φρονοῦσιν. εὔηθες δὲ καὶ τὸ τοὺς ἀνθρώπους διαφέρειν τῷ καθαρώτερον ἀναπνεῖν ἀλλʼ οὐ τὴν φύσιν καθάπερ καὶ τὰ ἔμψυχα τῶν ἀψύχων. ἐχρῆν γὰρ εὐθὺς μεταλλάξαντα τόπον διαφέρειν τῷ φψρονεῖν· καὶ τῶν ἀνθρώπων δὲ τοὺς ἐν τοῖς ὑψηλοῖς ἐμφρονεστέρους εἶναι τῶν πάντων δὲ μάλιστα τούς THEOPHR III. ὄρνιθας· οὐ γὰρ τοσοῦτον ἡ τῆς σαρκὸς διαφέρει φύσις ὅσον ἡ τοῦ ἀέρος καθαριότης. ἔτι δὲ τὰ φυτὰ μὴ φρονεῖν διὰ τὸ μὴ ἔχειν κενὸν, οἷς δʼ ἐνυπάρχει ταῦτα πάντα φρονεῖν. Διογένης μὲν οὖν ὥσπερ εἴπομεν ἅπαντα προθυμούμενος ἀνάγειν εἰς τὴν ἀρχὴν πολλὰ διαμαρτάνει τῶν εὐλόγων.
Chapter 10
CAP. Χ. Δημόκριτος δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δʼ (εἰ) τὸ μὲν αἰσθάνεσθαι καὶ ἀπλῶς ἀλλοιοῦσθαι πάσχειν, ἀδύνατον δὲ, φησὶ, τὸ μὴ ταὐτὰ πάσχειν, * ἀλλὰ καὶ ἕτερα ὄντα ποιεῖν οὐχ ἕτερα ἀλλʼ ἢ ταὐτόν τι πάσχει τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφοτέρως ἐστὶν ὑπολαμβάνειν. περὶ ἑκάστης δʼ ἤδη τῶν ἐν μέρει πειρᾶται λέγειν. ὁρᾷν μὲν οὖν ποιεῖ τῇ ἐμφάσει· ταύτην δʼ ἰδίως λέγει· τὴν γὰρ ἔμφασιν οὐκ εὐθὺς ἐν τῇ κόρῃ γίνεσθαι ἀλλὰ τὸν ἀέρα τὸν μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαί τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὄμμασιν ὑγροῖς· καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι τὸ δʼ ὑγρὸν διιέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμιῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾷν εἰ ὁ μὲν ἔξω χιτὼν ὡς λεπτότατος καὶ πυκνότατος εἴη τὰ δʼ ἐντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ ἰσχυρᾶς σαρκὸς, ἔτι δὲ ἰκμάδος παχείας τε καὶ λιπαρᾶς, καὶ αἱ φλέβες κατὰ τούς ὀφθαλμιοὺς εὐθεῖαι καὶ ἄνικμοι καὶ ὁμοσχημονοῖεν τοῖς ἀποτυπουμένοις. τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν.
Chapter 11
CAP. XI. Πρῶτον μὲν οὖν ἄτοπος ἡ ἀποτύπωσις ἡ ἐν τῷ ἀέρι. δεῖ γὰρ ἔχειν πυκνότητα καὶ μὴ θρύπτεσθαι τὸ πυκνούμενον, ὥσπερ καὶ αὐτὸς λέγει παραβάλλων τοιαύτην εἶναι τὴν ἐντύπωσιν οἷον εἰ ἐκμάξειας εἰς σκληρόν. ἔπειτα μᾶλλον ἐν ὕδατι τυποῦσθαι δυνατὸν ὅσῳ πυκνότερον· ἧττον δὲ ὁρᾶται. καίτοι προσῆκε μᾶλλον. ὅλως δὲ ἀπορροὴν ποιοῦντι τῆς μορφῆς ὥσπερ ἐν τοῖς περὶ τῶν εἰδώλων τί δεῖ τὴν ἀποτύπωσιν ποιεῖν; αὐτὰ γὰρ ἐμφαίνεται τὰ εἴδωλα. εἰ δὲ δὴ τοῦτο συμβαίνει καὶ ὁ ἀὴρ ἀπομάττεται καθάπερ κηρὸς ὠθούμενος καὶ πυκνούμενος, πῶς καὶ ποῖά τις ἡ ἔμφασις γίνεται; δῆλον γὰρ ὡς ἐπὶ προσώπου τύπος ἔσται τῷ ὁρωμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. τοιούτου δʼ ὄντος ἀδύνατον ἐξ ἐναντίας ἔμφασιν γίνεσθαι μὴ στραφέντος τοῦ τύπου. τοῦτο δὲ ὑπὸ τίνος ἔσται καὶ πῶς δεικτέον· οὐχ οἷόν τε γὰρ ἄλλως γίνεσθαι τὸ ὁρᾷν. ἔπειτα ὅταν ὁρᾶται πλείονα κατὰ τὸν αὐτὸν τόπον πῶς ἐν τῷ αὐτῷ ἀέρι πλείους ἔσονται τύποι; καὶ πάλιν πῶς ἀλλήλους ὁρᾷν ἐνδέχεται; τοὺς γὰρ τύπους ἀνάγκη συμβάλλειν ἑαυτοῖς, ἑκάτερον ἀντιπρόσωπον ὂν ἀφʼ ὧν ἐστίν. ὥστε τοῦτο ζήτησιν ἔχει. καὶ πρὸς τούτῳ διὰ τί ποτε ἕκαστος αὐτὸς αὐτὸν οὐχ ὁρᾷ; καθάπερ γὰρ τοῖς τῶν πέλας ὄμμασιν οἱ τύποι, καὶ τοῖς αὐτῶν ἐμφαίνοιντʼ ἄν· ἄλλως τε εἰ καὶ εὐθύς ἀντιπρόσωποι κεῖνται καὶ ταὐτὸ συμβαίνει πάθος ὧσπερ ἐπὶ τῆς ἠχοῦς. ἀνακλᾶσθαι γάρ φησι καὶ πρὸς αὐτὸν τὸν φθεγξάμενον τὴν φωνήν. ὅλως δὲ ἄτοπος ἡ τοῦ ἀέρος τύπωσις. ἀνάγκη γὰρ ἐξ ὧν λέγει πάντα ἐναποτυποῦσθαι τὰ σώματα καὶ πολλὰ ἐναλλάττειν, ὃ καὶ πρὸς τὴν ὄψιν ἐμπόδιον ἂν εἴη καὶ ἄλλως οὐκ εὔλογον. ἔτι δὲ εἴπερ ἡ τύπωσις διαμένει καὶ μὴ φανερῶν μηδὲ πλησίον ὄντων τῶν σωμάτων, ἐχρῆν ὁρᾷν εἰ καὶ μὴ νύκτωρ ἀλλὰ μεθʼ ἡμέραν. καίτοι τούς γε τύπους οὐχ ἧττον εἰκὸς διαμένειν νυκτὸς ὅσῳ ἐμψυχρότερος ὁ ἀήρ. ἀλλʼ ἴσως τὴν ἔμφασιν ὁ ἥλιος ποιεῖ τὸ φῶς ὥσπερ ἐπιφέρων ἐπὶ τὴν ὄψιν, καθάπερ ἔοικε βούλεσθαι λέγειν. ἐπεὶ τό γε τὸν ἥλιον ἀπωθοῦντα ἀφʼ ἑαυτοῦ καὶ ἀποπλαττόμενον πυκνοῦν τὸν ἀέρα, καθάπερ φησὶν, ἄτοπον· διακρίνειν γὰρ πέφυκε μᾶλλον. ἄτοπον δὲ καὶ τὸ μὴ μόνον τοῖς ὄμμασιν ἀλλὰ καὶ τῷ ἄλλῳ σώματι μεταδιδόναι τῆς αἰσθήσεως. φηεὶ γὰρ διὰ τοῦτο κενότητα καὶ ὑγρότητα ἔχειν δεῖν τὸν ὀφθαλμὸν ἵνʼ ἐπιπλέον δέχηται καὶ τῷ ἄλλῳ σώματι παραδιδῷ. ἄλογον δὲ καὶ τὸ μάλιστα μὲν ὁρᾷν φάναι τὰ ὁμόφυλα, τὴν δὲ ἔμφασιν ποιεῖν τοῖς ἀλλόχρωσιν ὡς οὐκ ἐμφαινομένων τῶν ὁμοίων. τὰ δὲ μεγέθη καὶ τὰ διαστήματα πῶς φαίν εται καίπερ ἐπιχειρήσας λέγειν οὐκ ἀποδίδωσιν. περὶ μὲν οὖν ὄψεως ἰδίως ἔνια βουλόμενος λέγειν πλείω παραδίδωσι ζήτησιν. τὴν δʼ ἀκοὴν παραπλησίως ποιεῖ τοῖς ἄλλοις. εἰς γὰρ τὸ κενὸν ἐμπίπτοντα τὸν ἀέρα κίνησιν ἐμποιεῖν, πλὴν ὅτι κατὰ πᾶν μὲν ὁμοίως τὸ σῶμα εἰσιέναι μάλιστα δὲ καὶ πλεῖστον διὰ τῶν ὤτων, ὅτι διὰ πλείστου τε κενοῦ διέρχεται καὶ ἥκιστα διαμίμνει. διὸ καὶ κατὰ μὲν τὸ ἄλλο σῶμα οὐκ αἰσθάνεσθαι ταύτῃ δὲ μόνον. ὅταν δὲ ἐντὸς γένηται σκίδνασθαι διὰ τὸ τάχος· τὴν γὰρ φωνὴν εἶναι πυκνουμένου τοῦ ἀέρος καὶ μετὰ βίας εἰσιόντος. ὥσπερ οὖν ἐκτὸς ποιεῖ τῇ ἀφῇ τὴν αἴσθησιν οὕτω καὶ ἐντός. ὀξύτατον δʼ ἀκούειν, εἰ ὁ μὲν ἔξω χιτὼν εἴη πυκνὸς τὰ δὲ φλεβία κενὰ καὶ ὡς μάλιστα ἄνικμα καὶ εὔτρητα κατά τε τὸ ἄλλο σῶμα καὶ τὴν κεφαλὴν καὶ τὰς ἀκοὰς, ἔτι δὲ τὰ ὀστᾶ πυκνὰ καὶ ὁ ἐγκέφαλος εὔκρατος καὶ τὸ περὶ αὐτὸν ὡς ξηρότατον ἀθρόον γὰρ οὕτως εἰσιέναι τὴν φωνὴν ἅτε διὰ πολλοῦ κενοῦ καὶ ἀνίκμου καὶ εὐτρήτου εἰσιοῦσαν, καὶ ταχὺ σκίδνασθαι καὶ ὁμαλῶς κατὰ τὸ σῶμα καὶ οὐδὲ ἐκπίκτειν ἔξω. τὸ μὲν οὖν (οὐ) σαφῶς ἀφορίζειν ὁμοίως ἔχει τοῖς άλλοις. ἄτοπον δὲ τὸ ἴδιον, κατὰ πᾶν τὸ σῶμα τὸν ψόφον εἰσιέναι, καὶ ὅταν εἰσέλθῃ διὰ τῆς ἀκοῆς διαχεῖσθαι κατὰ πᾶν, ὥσπερ οὐ ταῖς ἀκοαῖς ἀλλʼ ὅλῳ τῷ σώματι τὴν αἴσθησιν οὖσαν. εἰ γὰρ καὶ συμπάσχει τι τῇ ἀκοῇ διὰ τοῦτʼ οὐκ αἰσθάνεται. πάσαις γὰρ τοῦτό γε ὁμοίως ποιεῖ, καὶ οὐ μόνον ταῖς αἰσθήσεσιν ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ περὶ μὲν ὄψεως καὶ ἀκοῆς οὕτως ἀποδίδωσι, τὰς δʼἄλλας αἰσθήσεις σχεδὸν ὁμοίας ποιεῖ τοῖς πλείστοις. περὶ δὲ τοῦ φρονεῖν ἐπὶ τοσοῦτον εἴρηκεν ὅτι γίνεται συμμέτρως ἐχούσης τῆς ψυχῆς μετὰ τὴν κίνησιν· ἐὰν δὲ περίθερμός τις ἢ περίψυχρος γένηται μεταλλάττειν φησί. διότι καὶ τούς παλαιούς καλῶς τοῦθʼ ὑπολαβεῖν ὅτι ἐστὶν ἀλλοφρονεῖν. ὥστε φανερὸν ὅτι τῇ κράσει τοῦ σώματος ποιεῖ τὸ φρονεῖν, ὅπερ ἴσως αὐτῷ καὶ κατὰ λόγον ἐστὶ σῶμα ποιοῦντι τὴν ψυχήν. αἱ μὲν οὖν περὶ αἰσθήσεως καὶ τοῦ, φρονεῖν δόξαι σχεδὸν αὗται καὶ τοσαῦται τυγχάνουσιν οὖσαι παρὰ τοῖς πρότερον.
Chapter 12
CAP. XII. Περὶ δὲ τῶν αἰσθητῶν, τίς ἡ φύσις καὶ ποῖον ἕκαστόν ἐστιν, οἱ μὲν ἄλλοι παραλείπουσιν. τῶν μὲν γὰρ ὑπὸ τὴν ἀφὴν περὶ βαρέος καὶ κούφου καὶ θερμοῦ καὶ ψυχροῦ λέγουσιν, οἷον ὅτι τὸ μὲν μανὸν καὶ λεπτὸν θερμὸν, τὸ δὲ πυκνὸν καὶ παχὺ ψυχρὸν, ὥσπερ Ἀναξαγόρας διαιρεῖ τὸν ἀέρα καὶ τὸν αἰθέρα. σχεδὸν δὲ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον τοῖς αὐτοῖς καὶ ἔτι ταῖς ἄνω καὶ κάτω φοραῖς, καὶ πρὸς τούτοις περί τε φωνῶν ὅτι κίνησις τοῦ ἀέρος, καὶ περὶ ὁσμῆς ὅτι ἀπορροή τις. Ἐμπεδοκλῆς δὲ καὶ περὶ τῶν χρωμάτων, καὶ ὅτι τὸ μὲν λευκὸν τοῦ πυρὸς τὸ δὲ μέλαν τοῦ ὕδατος. οἱ δʼ ἄλλοι τοσοῦτον μόνον ὅτι τό τε λευκὸν καὶ τὸ μέλαν ἀρχαὶ, τὰ δʼ ἄλλα μιγνυμένων γίνεται τούτων. καὶ γὰρ Ἀναξαγόρας ἁπλῶς εἰρηκε περὶ αὐτῶν. Δημόκριτος δὲ καὶ Πλάτων ἐπ πλεῖστόν εἰσιν ἡμμένοι, καθʼ ἕκαστον γὰρ ἀφορίζουσι· πλὴν ὁ μὲν οὐκ ἀποστερῶν τῶν αἰσθητῶν τὴν φύσιν, Δημόκριτος δὲ πάντα πάθη τῆς αἰσθήσεως ποιῶν. ποτέρως μὲν οὖν ἔχει τἀληθὲς οὐκ ἂν εἰη(νῦν) λόγος. ἐφ ὅσον δὲ ἑκάτερος ἧπται καὶ πῶς ἀφώρικε πειρασθῶμεν ἀποδοῦναι πρότερον εἰπόντες τὴν ὅλην ἔφοδον ἑκατέρου. Δημόκριτος μὲν οὖν οὐχ ὁμοίως λέγει περὶ πάντων ἀλλὰ τὰ μὲν τοῖς μεγέθεσι τὰ δὲ τοῖς σχήμασιν ἔνια δὲ τάξει καὶ θέσει διορίζει. Πλάτων δὲ σχεδὸν ἅπαντα πρὸς τὰ πάθη καὶ τὴν αἴσθησιν ἀποδίδωσιν. ὥστε δόξειεν ἂν ἑκάτερος ἐναντίως τῇ ὑποθέσει λέγειν. ὁ μὲν γὰρ πάθη ποιῶν τῆς αἰσθήσεως καθʼαὑτὰ διορίζει τὴν φύσιν· ὁ δὲ καθʼ αὑτὰ ποιῶν ταῖς οὐσίαις πρὸς τὰ πάθη τῆς αἰσθήσεως ἀποδίδωσι.
Chapter 13
CAP. XIII. Βαρὺ μὲν οὖν καὶ κοῦφον τῷ μεγέθε διαιρεῖ Δημόκριτος. εἰ γὰρ διακριθῇ ἔνθεν ἕκαστον εἰ καὶ κατὰ σχῆμα διαφέροι, σταθμὸν ἂν ἐπὶ μεγέθεν τὴν φύσιν ἔχειν. οὐ μὴν ἀλλʼ ἔν γε τοῖς μικτοῖς κουφότερον ἂν εἶναι τὸ πλέον ἔχον κενὸν, βαρύτερον δὲ τὸ ἔλαττον. ἐν ἐνίοις μὲν οὕτως εἴρηκεν. ἐν ἄλλοις δὲ κοῦφον εἶναί φησιν ἁπλῶς τὸ λεπτόν. παραπλησίως δὲ καὶ περὶ σκληροῦ καὶ μαλακοῦ. σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνὸν, μαλακὸν δὲ τὸ μανὸν, καὶ τὸ μᾶλλόν τε καὶ ἧττον καὶ μάλιστα κατὰ λόγον. διαφέρειν δʼ ἔτι τὴν θέσιν καὶ τὴν ἐναπόλειψιν τῶν κενῶν τοῦ…
Chapter 14
CA…
The complete text is available when the reading interface loads.