The Greek Library Author

Theophrastus

Περὶ πυρός

Author namesThéophraste · Theophraste · Theophrastus · Θεοφραστος

Scientific editors
Friedrich Wimmer
Edition reference
Theophrasti Eresii opera quae supersunt omnia · Leipzig · Teubner · 1862
CTS identifier
urn:cts:greekLit:tlg0093.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει δυνάμεις τῶν ἁπλῶν. ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καὶ γῆ τὰς εἰς ἄλληλα μόνον ποιοῦνται μεταβολὰς φυσικὰς, αὐτὸ δὲ αὑτοῦ γεννητικὸν οὐδὲν. τὸ δὲ πῦρ γεννᾷν καὶ φθείρειν πέφυκεν αὑτὸ, γεννᾷν μὲν τὸ ἔλαττον τὸ πλέον, φθείρειν δὲ τὸ πλέον τὸ ἔλαττον. ἔτι δὲ αἱ γενέσεις αὐτοῦ αἱ πλεῖσται καὶ οἷον μετὰ βίας· καὶ γὰρ ἢ πληγῇ τῶν στερεῶν ὥσπερ λίθων, ἢ θλίψει καὶ πιλήσει καθάπερ τῶν πυρείων, καὶ ὅσα ἔχει φορὰς ὥσπερ τῶν πυρουμένων καὶ τηκομένων, ἐκ δ᾽ αὐτοῦ τοῦ ἀέρος ἐν τοῖς νέφεσι συστροφῇ καὶ θλίψει. βίαιοι γὰρ δὴ αἱ φοραὶ δι᾽ ὧν δὴ οἱ πρηστῆρες καὶ κεραυνοὶ γίνονται. καὶ ὅσους δὴ τρόπους ἄλλους τεθεωρήκαμεν εἴθ᾽ ὑπὲρ γῆς γινομένων εἴτ᾽ ἐπὶ γῆς εἴθ᾽ ὑπὸ γῆς. αἱ γὰρ πολλαὶ δόξαιεν ἂν αὐτῶν μετὰ βίας.

εἰ δ᾽ ἄρα μὴ τοῦτ᾽ ἀλλ᾽ ἐκεῖνό γε φανερὸν ὅτι πλείστας ἔχει γενέσεις, ὧν οὐδεμία τοῖς ἄλλοις ὑπάρχει οὐδ᾽ ὅλως ὁ τρόπος οἰκεῖος, ἀλλὰ πάντων ὥσπερ ἐλέχθη φυσική τις μεταβολὴ καὶ γένεσις. διὸ κἀκείνων μὲν οὐθὲν ἐφ᾽ ἡμῖν ποιεῖν. οὐδὲ γὰρ ὅταν τὸ ὕδωρ ὀρύττωμεν αὐτὸ ποιοῦμεν, ἀλλ᾽ εἰς ἐμφάνειαν ἄγομεν τὸ καταμεμερισμένον ἀθροιζόμενοι.

τοῦτο δὲ φαίνεται οὐ καθ᾽ ἕνα μόνον τρόπον ἀλλὰ κατὰ πλείστους. μεγίστη δὲ αὕτη διαφορὰ δόξειεν ἂν εἶναι. τὰ μὲν γὰρ καθ᾽ αὑτὰ καὶ οὐδὲν ἐν ὑποκειμένῳ, πῦρ δὲ, τό γε τῇ περὶ ἡμᾶς αἰσθήσει φανερὸν, εἴτ᾽ ἀριθμητέον εἰς τὸ αὐτὸ τὸ φῶς εἴτε μὴ ἀριθμητέον· εἰ μὲν γὰρ καὶ τὸ φῶς φανερὸν ὡς ἐν ἀέρι γε τοῦτο καὶ ὕδατι, εἰ δὲ μὴ τό γε πῦρ τῆς φλογὸς καὶ τοῦ ἄνθρακος ἐν ὑποκειμένῳ· ἡ μὲν γὰρ καπνὸς κᾳόμενος, ὁ δὲ γεῶδές τι καὶ στερεόν. ὁμοίως δὲ καὶ τὰ ἐν τοῖς μεταρσίοις ἐκπυρούμενα καὶ τὰ ἐν τῇ γῇ· πάντα γὰρ ἢ ἀέρος τοιοὔδε πύρωσις, ἢ ἀέρος ἅμα καὶ ὑγροῦ καὶ γεώδους, ἢ πάντων ἢ τοῖν δυοῖν. ἁπλῶς δ᾽ ἀεὶ καὶ πᾶν καιόμενόν ἐστιν ὥσπερ ἐν γενέσει καὶ τὸ πῦρ ἐν κινήσεως εἴδει καὶ γινόμενον φθείρεταί πως καὶ ἅμα τῷ ὑπολιπεῖν τὸ καυστὸν καὶ αὐτὸ συναπόλλυται.

τοῦτο γὰρ ἦν καὶ τὸ παρὰ τῶν παλαιῶν λεγόμενον ὅτι τροφὴν ἀεὶ ζητεῖ τὸ πῦρ ὡς οὐκ ἐνδεχόμενον αὐτὸ παραμένειν ἄνευ τῆς ὕλης. καὶ ἄτοπον φαίνεται πρῶτον αὐτὸ λέγειν καὶ οἷον ἀρχὴν εἰ μὴ οἷόν τ᾽ εἶναι χωρὶς ὕλης· οὔτε γὰρ ἁπλοῦν οὕτω γε, οὔτε πρότερον τοῦ ὑποκειμένου καὶ τῆς ὕλης, εἰ μή τις ἐν αὐτῇ τῇ πρώτῃ σφαίρᾳ τοιαύτη φύσις ὥστε ἄμικτον εἶναι θερμότητα καὶ καθαράν. οὕτω δὲ οὐκ ἂν ἔτι καίοι· πυρὸς δὲ αὕτη φύσις. πλὴν εἰ ἄρα γε πλείους καὶ διάφοροι, καὶ ἡ μὲν πρώτη καθαρὰ καὶ ἄμικτος, ἡ δὲ περὶ τὴν τῆς γῆς σφαῖραν μεμιγμένη καὶ ἀεὶ κατὰ γένεσιν. ἡ δ᾽ ἀρχὴ πότερον ἀπ᾽ ἐκείνης αὐτῷ τῆς γενέσεως ἢ ἀπὸ τῶν ὑποκειμένων ὅταν ἐν κινήσει τοιᾷδε καὶ διαθέσει πρὸς ἄλληλα γένηται, καθάπερ ἀρτίως ἐλέγομεν, ἢ ἀπ᾽ ἀμφοῖν;

καὶ γὰρ ἡ κίνησις ἡ τοιάδε καὶ ἀλλοίωσις εἰς τὴν τοῦ θερμοῦ πως ἀνάγεται φύσιν· ὁ γὰρ ἥλιος ὁ ταῦτα πάντα δημιουργῶν. πάλιν δ᾽ ἡ τοῦ ἡλίου φύσις εἰ μὲν τοῦ πυρός τις ἰδέα πλείστην ἄν αὕτη καὶ μεγίστην ἔχοι διαφορὰν ἀρχή τις οὖσα καὶ ἐφ᾽ ἅπαντα ἥκουσα· καὶ γὰρ τὸ φῶς ἀπὸ τούτου καὶ ἡ γόνιμος ἐν τοῖς ζώοις καὶ φυτοῖς θερμότης. ἔτι δὲ ἡ τοῦ γεώδους τούτου καὶ καιομένου πυρὸς δυνατὴ διὰ τούτου γίνεσθαι· πολλοὶ γοῦν καὶ ἐξάπτοντες ὑπολαμβάνουσι τὴν αὐγὴν εἶναι ἀπὸ τοῦ ἡλίου.

εἰ δὲ μή ἐστι πῦρ μηδὲ πυρὸς φῶς αὐτὸ μὲν τοῦτο θαυμαστὸν καὶ λόγου δεῖται· εἰ δὲ μήθ᾽ ὑπὸ τούτου καὶ διὰ τοῦτον ἡ θερμό της ἐκεῖνο γε φανερὸν ὡς ἐν ὑποκειμένῳ τινὶ καὶ τὸ πῦρ καὶ ὁ ἥλιος τὸ θερμόν. ἄτοπον δὲ καὶ τοῦτο πάλιν εἰ ἡ ἀρχὴ καὶ τὸ πρῶτον ἐν ὑποκειμένῳ· τὸ γὰρ θερμὸν καὶ ἡ τούτου δύναμις ἀρχή. κοινότερον γὰρ τοῦτο καὶ ἐπὶ πλείω διήκει καὶ κυριώτερον ἀλλοιώσεως καὶ φυσικῆς γενέσεως. τὸ δὲ πῦρ ὡς εἴρηται γεννητικὸν μὲν αὑτοῦ φθαρτικὸν δὲ ὡς ἐπίπαν τῶν ἄλλων, ὅθεν καὶ δῆλον ὡς ἑτέρα τις ἡ φύσις πυρὸς καὶ θερμοῦ.

πῦρ δὲ λέγομεν ὅταν ἐν τῷ γεώδει καὶ ἀερώδει τῆς ξηρᾶς ἀναθυμιάσεως καυστικὴ γένηται θερμότης ἥνπερ οὐχ οἷόν τε ἐν τοῖς ὑγροῖς ὑπάρχειν πλὴν ὥσπερ σάρκα λέγομεν καίειν. ἃλλὰ γὰρ ταῦτα ἔοικεν ἐς μείζω τινὰ σκέψιν ἐκφέρειν ἡμὰς τῶν ὑποκειμένων ἣ ζητεῖ τὰς πρώτας αἰτίας.

φαίνεται γὰρ οὕτω λαμβάνουσι τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὥσπερ πάθη τινῶν εἶναι οὐκ ἀρχαὶ καὶ δυνάμεις. ἃμα δὲ καὶ ἡ τῶν ἁπλῶν λεγομένων φύσις μικτή τις καὶ ἐνυπάρχουσα ἀλλήλοις. ὥσπερ γὰρ οὐδὲ τὸ πῦρ ἄνευ ἀέρος ἢ ὑγροῦ τινος καὶ γεώδους εἶναι δυνατὸν οὕτως οὐδὲ τὸ ὑγρὸν ἄνευ πυρὸς οὐδὲ τὴν γῆν ἄνευ ὑγροῦ. σημεῖον δέ· τὸ μὲν γὰρ πήγνυται διὰ τὴν ἔκθλιψιν, ἡ δ᾽ οὐκ ἂν συμμείνειεν ἀπολιπόντος πάντη καὶ πάντως τοῦ ὑγροῦ. διὸ ταῦτα μὲν φαίνεται κοινὰ καὶ δεόμενα διορισμοῦ πῶς ποτὲ χρὴ τὰ ἁπλᾶ λέγειν.

τὰ δὲ τούτων πρότερα μιχθέντα μείζους ἔχει ζητήσεις ὥσπερ εἴπομεν. ἐκεῖνο δ᾽ ἐξ ἀπάντων φανερὸν ὡς ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει καὶ πλείστας δυνάμεις, καθάπερ ἐν ἀρχῇ τῶν λόγων ἐλέχθη. καὶ γὰρ αὐτὸ τὸ πολυειδὲς αὐτοῦ καὶ διειλημμένον ἐν ἅπασι τοῖς τόποις ἰδιότητα μηνύει τῆς φύσεως. οὐδὲν γὰρ δὴ τῶν ἄλλων οὔθ᾽ οὕτω πολυειδὲς οὔτ᾽ ἀνώμαλον ταῖς δυνάμεσιν οὔτ᾽ αὐτῇ τῇ φύσει διάφορον οὔτε διῆκον εἰς πάντας καὶ καταμεμερισμένον τοὺς τόπους. ἀφέντας γοῦν τὰ μείζω καὶ τὰ πρότερα πειρατέον ὑπὲρ τῶν ἐλαττόνων λέγειν ἀρξαμένους ἀπὸ τῆς γενέσεως ὑφ᾽ αὑτοῦ καὶ φθορᾶς· ἣν ὑφ᾽ αὑτοῦ ποιεῖται

Chapter 2

Ληπτέον δὲ εἰς ταῦτα τὸ μικρῷ πρότερον εἰρημένον, ὃ καὶ τῇ αἰσθήσει φανερὸν, ὡς ἐν ὑποκειμένῳ πως ἡ φύσις αὐτοῦ καὶ τὸ ὃλον ἀλλοιουμένῳ καὶ πάσχοντι. τούτου γὰρ τεθέντος εὐοδοίη ἂν καὶ ἡ γένεσις καὶ ἡ φθορά. γεννᾷ μὲν γὰρ τῷ ἐπὶ πλεῖον ἀεὶ προϊέναι καῖον καὶ ἐξομοιούμενον. συμβαίνει δὲ καὶ ἀπόλειψίν τινα αὐτοῦ γίνεσθαι καταναλισκομένης τῆς ὑγρότητος τῶν πρότερον πυρουμένων. φθείρει δὲ ὅταν πλησίον τεθῇ τὸ πλεῖον τὸ ἔλαττον, εἴτε τὴν τροφὴν ἀφαιρούμενον εἶτ᾽ οὖν ἐξαεροῦν τὴν ἀρχὴν καὶ καταμαραῖνον τῷ ὑπερισχύειν· οὔτε γὰρ ἄνευ ὑγρότητος οὐδὲν καυστὸν οὔτε ταύτης ἐνυπαρχούσης ἐὰν μὴ ἔχῃ δύναμιν τὴν ἐργασομένην.

ὁμοίως δὲ καὶ ὑπὸ τῆς πνίξεως σβέσις. καὶ γὰρ ἐνταῦθα συναθροισθὲν τῷ μὴ ἀπορρεῖν τὸ θερμὸν ἐκμαραίνει καὶ ξηραίνει τὴν ἀρχὴν ὥσπεραν θλίψιν τινὰ ποιοῦσα καὶ ἀποπίεσιν· διὸ καὶ οὐκ ἀμαθῶς τοὔνομα τὸ καταπνίγεσθαι τὸ πῦρ· καὶ γὰρ ὅλως ὁ ἀὴρ πυκνωθεὶς δύναιτ᾽ ἂν τοῦτο δρᾷν καὶ πυρωθεὶς ἔτι μᾶλλον καὶ θᾶττον. διὰ τὰς αὐτὰς δὲ καὶ παραπλησίας αἰτίας καὶ ἐν τῷ ἡλίῳ τὸ πῦρ ἧττον καίεται ἢ ἐν τῇ σκιᾷ καὶ οἱ λύχνοι φαίνουσιν ἡττον καιομένου πυρός καὶ ἀποσβέννυνται ὅλως ἐὰν ὑπὲρ τῆς φλογὸς τεθῶσι· καὶ γὰρ ἐνταῦθα κατα12μαραίνει τε καὶ κωλύει τὴν ἀρχὴν τὸ πλέον.

ἀντικειμένως δὲ τούτῳ διὰ τὴν αὐτὴν καὶ παρομοίαν αἰτίαν τὰ καιόμενα θᾶττον κατακαίεται χειμῶνος ἢ θέρους ἀσθενέστερον γὰρ ποιεῖ τὸ πῦρ τὸ θέρος ὥσπερ καὶ ὁ ἥλιος καὶ αὐτὸ τὸ πῦρ τὸ φῶς, ὁ δὲ χειμὼν καὶ τὸ τοῦ πέριξ ἀέρος ψυχρὸν ἀθροίζει, συνηθροισμένον δὲ πᾶν ἰσχυρόν· διὸ καὶ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς ἐπὶ πλεῖον φαίνεται. ὅλως δὲ συνεστηκυῖα καὶ ἀθρόος ἡ δύναμις ἅπαντος ἰσχυροτέρα καθάπερ τοῦ βάρους· ὥσπερ γὰρ μεῖζον γίνεται.

πολλὰ δὲ τοιαῦτα ἐπὶ τοῦ θερμοῦ λαβεῖν ἔστιν οἷον καὶ τὰ ἀλειπτήρια καὶ τὰ βαλανεῖα θερμότερα χειμῶνος ἢ θέρους καὶ βορείοις ἢ νοτίοις· συνέσταλται γὰρ ἐν τῷ χειμῶνι καὶ συγκατακλείεται τὸ θερμὸν ὑπὸ τοῦ πέριξ ἀέρος. καὶ τὰ σώματα πέττει τὰς τροφὰς μᾶλλον καὶ ὅλως ἰσχυρότερα τοῖς χειμῶσίν ἐστιν ὅτι συνήθροισται καὶ ἀντιπεριέστηκε τὸ θερμόν.

ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ τὸ ψυχρὸν ἐνιαχοῦ δοκεῖ τὸ αὐτὸ ποιεῖν τῷ θερμῷ καὶ ἁπλῶς καὶ ταῖς ὑπερβολαῖς· πέττειν τε γὰρ τοὺς καρπούς φασι τὰ ψύχη, καὶ ἀποκαίειν καὶ τὸ καῦμα καὶ τὸ ψύχος, οὐκ ἀληθῆ λέγοντες. ἀποκαίει γὰρ οὕτω καὶ πέττει τὸ ψψύχος οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς ὅτι συστέλλει καὶ συνάγει τὸ θερμὸν ἐπὶ τὸ ἐργαζόμενον ἐκεῖνο· πλέον δὲ ὂν καὶ ἰσχυρὸν μᾶλλον.

ἡ αὐτὴ δὲ αἰτία καὶ ὅτι τοῖς λειποψυχήσασι ψυχρὸν ὕδωρ προσχέουσι ψυχροῦ τοῦ πάθους ὄντος· συνάγει γὰρ καὶ ἐξιέναι κωλύει τὸ θερμὸν ἔμφραττον τοὺς πόρους καὶ καταύχον τὸ πέριξ· ἀθροῖσαι γὰρ τοῦτο δεῖ καὶ ἀνακαλέσασθαι. διὸ καὶ κατέχειν τινὲς κελεύουσι τὸ πνεῦμα τοὺς ἐκλυομένους· ἅμα γὰρ διαθερμαίνεταί τε καὶ τὸ ἐντὸς καὶ ὁ ἱδρὼς ἐμπίπτων λύει τὴν λειποθυμίαν. ψύχεται δὲ τὰ θερμὰ ἧττον ἐν τῇ σκιᾷ ἢ τῷ ἡλίῳ διὰ τὸ ψυχρότερον εἶναι τὸ περιεστηκός· ἐκθλίβεται γὰρ μᾶλλον τὸ θερμόν.

καὶ τὰ ἐκ τῆς γῆς ὕδατα θερμότερα τοῦ χειμῶνος ἢ τοῦ θέρους διὰ τὴν αὐτὴν αἰτίαν· ἔνια γὰρ καὶ ἀναζεῖ μᾶλλον. τὸ δὲ θερμαινόμενον ὕδωρ οὐχ ὁμοίως ὑπερζεῖ καὶ τοῦ θέρους, μᾶλλον θερμαινόμενον ὡς εἰπεῖν, ὅτι τὸ ὑπερζεῖν ἐστὶν ἀναβολὴ τῶν πομφολύγων· αὗται δ᾽ οὐχ ὁμοίως αἴρεσθαι δύνανται διὰ τὴν ψυχρότητα τοῦ περιέχοντος ἀέρος· θλίβει γὰρ οὗτος καὶ ὥσπερ ἐπικόπτει, διὸ καὶ ταχὺ συμπίπτουσι καὶ ἅμα τῷ τε πλήθει καὶ τοῖς ὄγκοις ἐλάττους γίνονται· τοῦ θέρους δ᾽ ἀνάπαλιν.

ὅτι δὲ ἰσχυρὸν εἰς τὸ συναγαγεῖν καὶ συναθροῖσαι τὸ θερμὸν σημεῖον καὶ τὰ τηκόμενα καὶ τὰ ῥηγνύμενα τῶν ἐλατῶν καὶ χυτῶν· καττίτερον καὶ μόλιβδον ἤδη τακῆναι ἐν τῷ Πόντῳ πάγου καὶ χειμῶνος ὄντος νεανικοῦ, χαλκὸν δὲ ῥαγῆναι. τοῦτο δὲ δῆλον ὡς διὰ τὸ ἐμπνευματωθῆναι τὴν ὑγρότητα συστελλομένου καὶ συνιόντο τοῦ θερμοῦ. τὸ γὰρ πνεῦμα διεκπῖπτον ποιεῖ τὴν ῥῆξιν.

καὶ ὑπὸ χιόνος τῆς γῆς ἀναζύμωσις, καὶ γένεσις ἐν αὐτῇ τῇ χιόνι ζώων ἐνίων, ἁπλῶς δὲ καὶ ἡ μεταβολὴ τῶν ἐν τῇ γῇ πάντων ἀπ᾽ αὐτῶν ἀρξαμένοις τῶν ὑδάτων. ἐπειδὴ ἡ ἀναθυμίασις καὶ ὁ ἀτμὸς πλείω οὐ μόνον διὰ τὴν φαντασίαν ἀλλὰ καὶ διὰ τὸν ἀθροισμὸν τοῦ θερμοῦ καὶ διὰ τὴν ἀντιπερίστασιν ἅμα καθυγραινομένης τῆς γῆς. τοῦτο μὲν οὖν φανερὸν ἐπὶ πολλῶν, ὅτι καὶ ἰσχύει μᾶλλον ἠθροισμένον καὶ ἀσθενέστερον γίνεται διακεχυμένον.

ἓν δέ τι τῶν ὑπὸ τοῦτο καὶ τὸ διαμένειν ἐστὶ τὸ πῦρ ἐγκρυφθέν· περιστέγει γὰρ ἡ τέφρα καὶ κωλύει τὸν ἀέρα τὸν ἔξωθεν προσπίπτοντα σβεννύναι, σβεννύει γὰρ τὸ ψυχρὸν, καὶ τὴν ἀπορροὴν μὴ γίγνεσθαι τὴν τοῦ πυρός· καὶ γὰρ οὕτως ἐκμαραίνεται καταναλισκομένου τοῦ ὑγροῦ· μηδ᾽ αὐγὴν, εἴ τις ἄρ᾽ ἐστὶ, συναθροίζεσθαι καθάπερ πρὸς τοῦ πνιγέος, ἀλλ᾽ ἔχειν δίοδον ἱκανήν. τὸ δὲ δοκοῦν ὑπεναντίον εἶναι τούτῳ διότι μὴ ἐγκρυφθὲν θᾶττον φθείρεται ἢ ἀφαιρούντων τὴν τέφραν ἢ ὑφαιρούντων οὐκ ἔστιν ὑπεναντίον· διὰ γὰρ τὴν ὀλιγότητα τὴν αὐτῆς οὕτε κωλύειν δύναται τὸν ἀέρα προσπίπτειν οὔτε πάλιν εἰς τὴν ἀπορροὴν ἰέναι τοσαύτην ὥστε ἀμύνεσθαι καὶ κρατεῖν τοῦ προσπίπτοντος, ὅπερ εἰ γυμνὸν ἦν ἐποίει ἂν μᾶλλον· ὥστ᾽ εὐλόγως ἀναλίσκεται

Chapter 3

Φθοραὶ γὰρ πυρὸς πλείους· ἡ μὲν ὥσπερ φυσική τις ἐξαναλισκομένου τοῦ ὑγροῦ καὶ ἁπλῶς τοῦ καυστοῦ· τότε γὰρ ὥσπερ φθίνει καὶ μαραίνεται. αἱ δ᾽ ἔξωθεν. ὧν ἓν μέν τι γένος αἱ ὑπὸ τῶν ὁμογενῶν ἃς ὀλίγῳ πρότερον εἴπομεν. ἄλλαι δὲ ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μᾶλλον οἰκεῖαι δόξασαι τῶν ὑπὸ τοῦ ὁμογενοῦς· τὰ γὰρ ἐναντία φθαρτικὰ φύσει τῶν ἐναντίων. διὸ δὴ καὶ ἡ προσπίπτουσα ψυχρότης εἰς τὸ τετεφρωμένον πῦρ σβέννυσιν.

ἡ δ᾽ ὑγρότης καὶ θερμὴ καὶ ψυχρὰ οὖσα διαδύεται καὶ καταφθείρει τὴν ἀρχήν· ἐπεὶ καὶ ἡ φύσει καυστὴ καθάπερ ἡ λιπαρὰ πλείων ἐπιρρέουσα τῆς ἱκανῆς. ἔτι τοῦ τε φλογώδους καὶ ὑπὸ πνεύματος μεγέθους· καὶ γὰρ οὗτος σβέννυται φθειρόμενος καὶ οὐχ ὥσπερ κατισχυομένης τῇ μείζονι κινήσει ἀλλὰ τρόπον τινὰ καταφθειρομένης καὶ ἐνταῦθα τῆς ἀρχῆς.

διὸ καὶ ὅταν ἐπιτεθῇ τι τοῖς λύχνοις ἧττον σβέννυνται· καὶ οὕς γε δὴ νῦν ποιοῦσι τοὺς χαλκοῦς, οἷς ἐπὶ τῶν λύχνων χρῶνται, τὸ ὅλον οὐδὲ σβέννυνται πλὴν ἐὰν ἔκτοπον ἐπιγένηται πνεῦμα· οὐ γὰρ ἔχον οὐδαμῆ παρείσδυσιν οὐχ ἃπτεται τῆς ἀρχῆς· ἓως δ᾽ ἂν αὕτη μένῃ καθάπερ ὕδατος πηγὴ μώνει καὶ ἡ φλόξ.

σβέννυται δὲ καὶ ἐάν τις ἀποστεγάσῃ πανταχῆ καὶ ἐἀν μηδεμίαν ἀναπνοὴν διδῷ· διὸ καὶ ἐν τῇ τέφρᾳ ἐγκρύπτουσι τοῦτ᾽ εὐλαβούμενοι· κωλυόμενον γὰρ ἀπορρεῖν αὐτὸ ἐν ἑαυτῷ θλίβεται. καὶ ἐάν τις καταθλίβῃ τοὺς δαλοὺς ἢ τοὺς ἄνθρακας ὥσπερ καὶ τοὺς λύχνους, ἀποσβέννυσιν· ἐπεὶ καὶ τὸ ἐν τοῖς μεγάλοις λύχνοις διὰ τοιαύτην τινὰ αἰτίαν σβέννυται· παχὺς γὰρ ὢν ὁ ἀὴρ καὶ ἀκίνητος οἷον καταπιέζει καὶ θλίβει καθαπερεί τι στερεὸν ὃ οὐ δύναται διαβιάσασθαι τὸ πῦρ· κενὸν γὰρ δὴ ζητεῖ πρὸς ὃ καὶ ἐν ᾧ ἡ φυρά.

διὰ τοῦτο δὲ καὶ τὸν πνιγμὸν ποιεῖ τοῖς ἐργαζομένοις ὁ ἀὴρ ὅτι παχύς τε καὶ ἠρεμῶν· οὐ γὰρ διαδίδωσι τῇ ἐκπνοῇ. διὸ καὶ τὰ ψυχαγωγεῖα ποιοῦσιν ὅπως λεπτύνηται τῇ κινήσει καὶ ἅμα μεταβάλλων διδῷ χώραν. ὅτι δὲ ὁ παχὺς δύσπνους φανερὸν μὲν καὶ ἁπλῶς λεχθὲν, οὐ μὴν ἀλλὰ καὶ ὁμιχλώδη καὶ θολερώδη διαμαρτυροῦσι· καὶ τούτων μὲν τοιαύτας ἄν τις ὑπολάβοι τὰς αἰτίας.

ὅτι δὲ ἡ ἀρχὴ φθειρομένη κυριωτάτη πρὸς τὴν σβέσιν κἀκεῖθεν φανερόν. τὴν γὰρ πίτταν καιομένην τὸ μὲν ὕδωρ οὐ σβέννυσι τὸ δ᾽ ἔλαιον σβέννυσιν ὅτι διαδύεται λεπτότερον ὂν πρὸς τὴν ἀρχὴν· καίτοι μάλιστα εὔκαυστον. ἀλλ᾽ ὅτε ἂν ἀπολάβῃ καὶ θλίβῃ ταύτην ἔσβεσεν, ὥσπερ καὶ τοὺς λύχνους πλεῖον ἐπιρρέον πάλιν δὲ τὸ ὄξος σβεστικώτερον τοῦ ὕδατος διὰ τὴν αὐτὴν αἰτίαν θερμότατον ὂν τῶν λοικῶν· εἰσδύεται γὰρ μάλιστα καὶ πλεῖστον ὥστε θιγγάνειν τῆς ἀρχῆς. οὐ γὰρ ᾗ ψυχρὸν σβέννυσι πάντως τὸ ψυχρὸν — τοῦτο δὲ δῆλον ὅτι καὶ τὸ ζέον ὕδωρ —, ἀλλ᾽ ᾗ τὴν ἀρχὴν ἐπικλείει καὶ καταλαμβάνει.

συντεθέντα μὲν οὖν ἄμφω, τό θ᾽ ὑγρὸν καὶ τὸ ψυχρὸν, μᾶλλον φθείρει· γίγνεται γὰρ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων ἡ φθορά. τὸ γὰρ πῦρ θερμὸν καὶ ξηρόν. οὐ μὴν ἀλλὰ καὶ χωριζόμενον ἑκάτερον φθαρτικόν. ὁ μὲν γὰρ ἀὴρ ᾗ ψυχρὸς σβέννυσι, τὸ δὲ ὕδωρ ᾗ ὑγρόν. καὶ αὗται μὲν ἐοίκασιν ὥσπερ φυσικαῖς τισὶ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων γιγνόμεναι, ἡ δ᾽ ὑφ᾽ ἑαυτοῦ καθαπερεὶ παρὰ φύσιν οὐκ ἔστι δὲ παρὰ φύσιν τὸ τὴν ἐλάττω κρατεῖσθαι δύναμιν ὑπὸ τῆς μείζονος.

φθείρει δὲ καὶ τὰ οἰκείως φθαρτικὰ ταῖς ὑπερβολαῖς· ἐπεὶ μέχρι γέ του συναύξει λαμβάνοντα συμμετρίαν, οἷον τὸ μὲν ὑγρὸν αὐτὸ καιόμενον τὸ δὲ ψυχρὸν συνθλίβον καὶ ἰσχυρότερον ποιεῖ. τὸ δὲ πνεῦμα τῇ κινήσει συνεκκάει καὶ ζωπυρεῖ. διὸ καὶ οἱ λύχνοι πλέον ἔλαιον ἀναλίσκουσιν ἐν τοῖς πνεύμασι· καὶ τὰ ξύλα θᾶττον κατακαίεται σφοδροτέρας καὶ πλείονος τῆς κινήσεως γινομένης, ἡ δὲ μείζων καὶ ἀσύμμετρος ἀπέσβεσε.

καὶ διὰ τοῦθ᾽ ὁ μὲν λύχνος ἀποσβέννυται φυσώμενος τὰ δὲ ξύλα καὶ οἱ ἄνθρακες ἐκκαίονται· τῷ μὲν γὰρ οὐκ ἔστι σύμμετρον πνεῦμα λαβεῖν, ἅμα δὲ καὶ εὔκαυστον ἔχων τὸ πυρούμενον οὐ δεῖται τῆς ἔξωθεν πνοῆς. τό τε γὰρ ἐλλύχνιον ἃτε μανὸν καὶ ξηρὸν ἐφέλκεται τὴν ὑγρότητα καὶ τὸ ἔλαιον αὐτὸ καιόμενον. ὁ δ᾽ ἄνθραξ καὶ τὸ ξύλον οὐ δύναται καίεσθαι μὴ φυσώμενα διὰ τὸ γεῶδες καὶ στερέον· οἱ γὰρ πόροι πυκνοὶ τῶν τοιούτων πάντων, οὓς διοίγει καὶ ὁδοποιεῖ τῷ πυρὶ τὸ πνεῦμα, καὶ ὅσῳ ἂν εἰς πλείω καὶ ἐλάττω μεμερισμένα προσπίπτῃ μᾶλλον.

διὰ τοῦτο καταγνύντες τοὺς ἄνθρακας ἐνίοτε καὶ προσάγοντες ἀλλήλοις φυσῶσιν. ἐκ μικρῶν γὰρ συνιόντων ὥσπερ ναματίων καὶ ἡ φλὸξ γίνεται. διὸ καὶ τὰ πυρεῖα τῇ τρίψει τὸ αὐτὸ τοῦτο ποιεῖ. καὶ τοῖς ξύλοις ὑπεκκαύματα λεπτὰ λαμβάνον1ς φυσῶσι τοὺς ἄνθρακας. καὶ αὐτὸς δὲ ὁ ἄνθραξ φυσώμενος μᾶλλον καὶ θᾶττον ἐκκάεται καθάπερ ἐν τοῖς

Chapter 4

Τοῦτο μὲν οὖν οὐκ ἂν ἀλόγως δόξειε συνεργεῖν πνεύματι πνεῦμα, καὶ γὰρ τὸ πῦρ οἷον πνεύματός τις φύσις. ἐπεὶ δὲ πλείω καὶ ἀεὶ διαφέροντα τὰ καυστὰ καὶ πυρωτὰ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν διάφοροι καὶ οὐχ ἅπερ θάτερον δύναται καὶ θάτερον ποιεῖν, οἷον ὁ ἄνθραξ φωτίζειν ὥσπερ ἡ φλὸξ, οὐδ᾽ αὕτη καὶ ὁ λύχνος ὁμοίως οὐδ᾽ ὡσαύτως ἡ τῶν χλωρῶν καὶ αὔων· ἀλλ᾽ ὅσῳ δὴ καθαρωτέρα τοσούτῳ μᾶλλον, οὐκ ἔχουσα γεῶδες οὐδὲ ὑδατῶδες οὐδὲν αὐτῇ τὸ ἀντιφράττον, ἐξ ὧν ὁ καπνὸς καὶ ἡ ἀναθυμίασις.

διὰ τοῦτο γὰρ καὶ ἡ τῶν χλωρῶν ἐρυθροτέρα φλὸξ ἢ τῶν ξηρῶν, ὅτι πλεῖον ἔχει τὸ τοιοῦτον δι᾽ οὗ διαφορουμένη λαμβάνει τὴν χρόαν, ὥσπερ καὶ ὁ ἥλιος ὅταν ᾖ παχὺς ὁ ἀήρ. ὁ δ᾽ ἄνθραξ οὐδὲ ποιεῖ φλόγα πλὴν ὀλίγην διὰ τὸ μὴ ἔχειν τὴν ἐξαε50υμένην πολλὴν ὑγρότητα· πυρουμένη γὰρ αὕτη φλόξ.

οὔσης δὲ τῆς εἰρημένης ἀνωμαλίας εὔλογον ἤδη καὶ τὸ θερμαίνειν ἔνια μᾶλλον καὶ θᾶττον τὰ ἧττον θερμὰ, καθάπερ ἡ τοῦ καλάμου φλὸξ καὶ τὸ ὕδωρ καὶ τοὺς ἀνθρώπους τῆς ἀπὸ τῶν ξύλων· καίτοι θερμότατόν γε πῦρ ὅλως τὸ ἀπὸ τῶν στερεωτάτων, ὁ δ᾽ ἄνθραξ κίστᾳ θερμαίνει στερεώτατος ὤν. καὶ τὴν μὲν τοῦ ἡλίου θερμότητα μελαίνειν τὰ σώματα τὴν δὲ τοῦ πυρὸς μή.

πάντων δὲ τούτων καὶ τῶν τοιούτων αἰτιάσαιτ᾽ ἄν τις τὴν λεπτότητα καὶ παχύτητα· θερμαίνει τε γὰρ τὴν σάρκα καὶ τὸ ὕδωρ ἡ τῶν καλάμων τάχιστα διὰ τὴν λεπτότητα καὶ πυκνότητα. λεπτὴ μὲν γὰρ ὅτι κοῦφος, πυκνὴ δὲ ὅτι συνεχής. τὸ δὲ λεπτὸν διαδυτικὸν καὶ τὸ θερμαίνεσθαι διὰ τὴν συναφὴν καὶ κατάμιξιν· ἥ τε φλὸξ ὅλως τῶν ἀνθράκων μᾶλλον διαδυτικὴ καὶ ἅμα πλείων ἡ ἀπορροὴ καὶ ἀθροωτέρα.

τὸ δὲ ὅλον οὐ διὰ τῶν αὐτῶν ἴσως ἑκάτερον θερμαντικὸν, εἰ δὲ μὴ, οὐχ ὡσαύτως γε ἔχον οὐδ᾽ ὁμοίως ἑκάτερον, ἀλλ᾽ ἄνθραξ μὲν ὁ στερεώτατος, φλὸξ δὲ ἡ λεπτοτάτη καὶ πυκνοτάτη. θερμαίνει μὲν οὖν ἡ φλὸξ διὰ ταῦτα μᾶλλον ἔνια, κατακαίει δὲ πάλιν οὐχ ὁμοίως ὅτι λεπτοτέρα καὶ ἀσθενεστέρα· τὸ γὰρ ἐν τῷ γεώδει καὶ στερεῷ πῦρ θερμότατον, οὐκ ἀπορρέον ὁμοίως ἀλλ᾽ ἀποστεγόμενον, ἀπό τε θερμότητος ἔχον τὸ καυστικόν

σώματα δὲ στερεὰ καυστικωτέρα διὰ σκληρότητα πυρωθέντα, καθάπερ σίδηρος, χαλκὸς, λίθος, ὄστρακον ἃ τῇ φύσει σχεδὸν ψυχρότατα, στέγει γὰρ ἐν αὐτοῖς μάλιστα καὶ τηρεῖ τὸ θερμὸν, ὥστ᾽ εὐλόγως καυστικώτατα τῆς σαρκός. ἅμα δὲ καὶ ἡ τῆς φλογὸς φορὰ ποιεῖ τινὰ παραλλαγὴν, διὸ καὶ οἱ κινοῦντες ἐν τῇ φλογὶ τὰς χεῖρας ὀξέως οὐ καίονται· θάττων γὰρ ἡ κίνησις τῆς χειρὸς οὖσα καὶ ἅμα μεταλλάττουσα τὰ μέρη κωλύει τὴν κατάκαυσιν· οὐ γὰρ καίει εἰ μὴ ἐπι36μένει τῷ αὐτῷ χρόνον.

διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ βαδίζοντες ἧττον καίονται τῶν καθημένων καὶ οἱ τρέχοντες ἔτι τούτων. ἅμα δὲ ἴσως τούτοις γε καὶ ἡ ἀπὸ τῆς κινήσεως τοῦ ἀέρος γινομένη ῥίπισις ποιεῖ τινὰ κατάψυξιν. ἔχει δὲ καὶ πρὸς τὰς τήξεις καὶ πρὸς τὰς ἑψήσεις καὶ τὰ ἄλλα τοιαῦτα μεγάλας ἕκαστα πρὸς τὰ ὑποκείμενα διαφορὰς, οἷον ὅσῳ μαλακωτέρας θερμότητος ἢ μὴ σκληρὰς, ἢ πάλιν ὅσῳ καὶ σφοδροτέρας καὶ ἀθροωτέρας· ἀπὸ μὲν γὰρ τῶν μαλακῶν καὶ μανῶν μαλακώτερον τὸ θερμὸν ἀπὸ δὲ τῶν σκληρῶν καὶ πυκνῶν σφοδρότερον.

διὸ καὶ οἱ ἰατροὶ τοὺς ἥλους καίουσι τῷ ἀχύρῳ· μαλακωτάτη γὰρ ἡ ἀπὸ τούτου θερμότης. ὁμοίως δὲ καὶ ἐν ταῖς πυριάσεσι καὶ τοῖς ἀλείμιμασιν· ἀπὸ τοιούτων γὰρ ζητοῦσι τὰς θερμότητας. σχεδὸν δὲ καὶ αἱ ἄλλαι τέχναι κατὰ λόγον. αἷς μὲν οὖν ὥσπερ μάλαξις ἢ τῆξις ἢ καὶ διάλυσίς τις κατὰ μικρὸν, τὴν λεπτὴν διώκουσι καὶ μαλακήν. αἷς δ᾽ ὥσπερ βιαιοτέρα τις χρῆσις ὥσπερ τῇ χαλκευτικῇ τὴν σφοδροτάτην. διὸ καὶ τοὺς ἄνθρακας τοὺς γεωδεστάτους καὶ πυκνοτάτους λαμβάνουσι, καὶ ἐνίους γε στιπτοὺς ποιοὐσιν ἕνεκα τῆς ἰσχύος, καὶ ἔτι ταῖς φύσαις χρῶνται· σφοδροτέρα γὰρ οὕτως ἡ θερμότης καὶ ἀθροωτέρα συνεκκαίοντος τοῦ πνεύματος.

ἐν τούτῳ δ᾽ οὖν τῷ γένει καὶ ἐκεῖνο τὸ ἀπορούμενον ὅτι ὁ μὲν ἥλιος μελαίνει τὴν σάρκα, τὸ δὲ πῦρ οὕ. συμβαίνει γὰρ τὴν μὲν τοῦ ἡλίου θερμότητα λεπτὴν οὖσαν καὶ μαλακὴν εἰσάγεσθαι κατὰ μικρὸν εἰς τοὺς πόρους καὶ ὥσπερ ἀναθυμιᾷν καὶ ἐπικαίειν τὰ ἐπιπολῆς, διὸ καὶ ἄλυπος ὥστε ὑπομένειν· τὴν δὲ τοῦ πυρὸς παχυτέραν καὶ σφοὑροτέραν οὖσαν διαθερμαίνουσαν μᾶλλον παραχρῆμα μὲν ἀνιόντος τοῦ αἵματος ποιεῖν εὔχροιαν, ὕστερον δ᾽ οὐ διαμένειν· οὐ μὴν ἀλλ᾽ ἐάν τις τούτῳ σφοδρότερον χρήσηται καὶ κατακαύσῃ μελαίνει· μέλανα γὰρ τὰ πυρίκαυστα καὶ ὅλως τὰ κατακαιόμενα.

διὸ καὶ αἱ φλυκτίδες ἔχουσιν ἐνιαχοῦ τοιαύτην τινὰ χρόαν ὥσπερ ἀποσβεννυμένου τοῦ πυρὸς καθάπερ ἐν τοῖς ἄνθραξιν· οὐδὲν γὰρ μέλαν ἄνευ ὑγρότητος, ἀλλ᾽ ὅταν ἐκικαυθῇ πάντα λευκὰ καὶ τεφρώδη καθάπερ καὶ τὰ ὀστᾶ. τὸ δ᾽ ἐπὶ τοῦ κεράμου λεγόμενον, ὅτι μελαίνει τὸ πῦρ τὴν σάρκα μὴ μελαῖνον, ἢ οὐκ ἀληθὲς ἢ οὐχ ὅμοιον μίξει γάρ τινι μελαίνει τὴν ἄσβολον καὶ τὸν καπνὸν ἀναφέρον τὸν κέραμον ὥσπερ καὶ τὰ ξύλα καὶ τοὺς τοίχους· ἐπεὶ καὶ τοὺς ἄνθρακας τρόπον τινὰ παραπλησίως. ἐγκαταδύεται γὰρ ὁ καπνὸς ἀναφέρων πολὺ γεῶδες· ἅμα δὲ καὶ ἡ ὑγρότης οὐ πᾶσα ἐκκαίεται διὰ τὸ μὴ ἰοῦσθαι. καὶ διὰ τοῦτο βαρύτεροι τῶν ἄλλων εἰσίν· ἀναφερομένης γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἕλκεται τῇ πνοῇ καὶ εἰσδύεται πόρρω. διὸ καὶ βαρύνει τὰς κεφαλὰς καὶ ὅλα τὰ σώματα. τούτων μὲν οὖν ταύτας τὰς αἰτίας

Chapter 5

Ἐὰν δὲ ὅλως ἐν ἑτερογενέσι τεθῇ τὸ θερμὸν οἷον ὑγρῷ καὶ ξηρῷ πλείων ἔτι γίνεται διαφορά· πολλὰ γὰρ οὐ δύναται ποιεῖν ἑκάτερον ὧν θάτερον οὐκ ἀσθενέστερον ἔχειν δοκοῦν τὸ θερμόν· οἷον τὸ ὕδωρ ζέον θερμότερον ὂν κατὰ τὴν ἁρὴν οὐχ ἧττον τῆς φλογὸς οὐ τήκει ταχύ· καὶ πάλιν τὸ πῦρ οὐ δύναται κατὰ μικρὸν ἐξάγειν τὸ ὑγρὸν οὐδὲ συνιέναι καὶ παχύνειν ἀλλὰ διὰ τὴν ξηρότητα πυκνοὺς τοὺς πόρους δείκννσιν ὥσπερ τὰ ὠά.

τὸν αὐτὸν δὲ τρόπον καὶ ἐάν τι ἄλλο δέῃ μαλακῇ θερμότητι πέττειν ἢ παχύνειν, ἡ δ᾽ ὑγρότης μαλάττει μιγνυμένη. διὰ τοῦτο καὶ ὅταν περίξηρος ὁ ἀὴρ ᾖ, ἐκκαίει τὰ ὀπωριαῖα· καὶ ὅπου φύσει τοιοῦτος ἀεὶ τοῦτο συμβαίνει πλέον, ἐὰν μὴ τὸ ἔδαφος βοηθῇ διαρρέον καὶ τὴν ἰκμάδα παρέχον ἢ δρόσοι πίπτωσιν· οὕτως ἅμα τροφήν τε λαμβάνουσι καὶ πέψιν.

εἰς μὲν οὖν τὰ τοιαῦτα χρήσιμον πλὴν ἐν ὑγρότητι καὶ μεθ᾽ ὑγρότητος τὸ θερμὸν, εἰς δὲ τὰς τήξεις τὸ ὑγρὸν ἀχρεῖον. αἴτιον δὲ ὅτι τὸ τηκτὸν ὕδατος ὂν φύσει ξηρᾶς δεῖται θερμότητος εἰς τὴν διάλυσιν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές. ἅμα δὲ καὶ ἡἀσυμμετρία τῶν πόρων ἐναντιοῦται πρὸς τὸ μὴ δέξασθαι· μεγαλομερὲς γάρ. οὐχ οἷόν τε δὲ ἄνευ τοῦ ὑγροῦ χωρσθὲν εἰσιέναι τὸ θερμόν· ἔτι δὲ ἀσθενέστερον ὥστε διοῖξαι τοὺς πόρους πυκνῶν καὶ συνεχῶν ὄντων τῶν ἔξωθεν. διὰ δὴ τοῦθ᾽ ἡ ξηρὰ θερμότης ἁρμόττει πρὸς τὰς τήξεις καὶ αὐτὴ λαμβάνουσά τινα συμμετρίαν· εἰ γὰρ πλείων ἐκκαίει· τὰ δὲ καὶ ὅλως κατακαίει πρὶν εἰς διάλυσιν ἀγαγεῖν.

ἔνια δὲ τοιαύτης δεῖ θερμότητος ἣ ἐν λεπτοτέρῳ γίνεται τοῦ ὕδατος ὥσπερ τὰ λίνα καὶ οἱ στήμονες οἱ ἑψόμενοι· τῷ γὰρ ἀτμῷ ταῦτα διαερμαινόμενα λαμβάνει τὴν ἕψησιν ἐγκαταμιγνυμένης ἅμα τῆς ἰκμάδος, ὃ καὶ χρήσιμον πρὸς τὴν ἰσχύν. ἔνια δὲ καὶ τῶν βρωτῶν οὕτως ἕψεται διαφεύγειν βουλομένων τὸ ὑγρὸν, ὅθεν οὐ κακῶς κεῖται τοὔνομα τὸ πνίγειν. ἐγκατακλείουσι γὰρ περιπωματίζοντες καὶ περιπλάττοντες τὸν ἀτμόν, ὥστε τρίτη τις ἀπόστασις ἀπὸ τοῦ πρώτου αὕτη καὶ γένεσις τὸ μὲν γὰρ ὑγρὸν ἀπὸ τοῦ ξηροῦ γίνεται θερμὸν, τοῦτο δὲ ἀπὸ τοῦ ὑγροῦ· πλὴν ἐκεῖνο μὲν μιγνυμένου πως τοῦ πυρὸς τοῦτο δὲ ἰδίᾳ ἐκκρινομένου καὶ

Chapter 6

Ἡ δὲ τοῖς ἐμψύχοις σώμασιν ἐνυπάρχουσα θερμότης πλείοσι μιγνυμένη καὶ τρόπον ἰδιώρον οἱονεὶ ζῶσα καὶ γόνιμος ἤδη γίνεται τῶν ὁμοίων. ἔτι δὲ προτέρα ταύτης ἡ ἀπὸ τοῦ ἡλίου. καὶ γὰρ αὕτη γόνιμος καὶ ζώων καὶ φυτῶν, οὐκ ἄμικτος μὲν οὖσα τῷ ἀέρι μᾶλλον δ᾽ ἐν αὐτῷ τούτῳ γινομένη, συμμε1ρίαν δέ τιν᾽ ἔχουσα τῇ μαλακότητι καὶ λεπτότητι πρὸς τὸ γεννᾷν οὐχ ὥσπερ ἡ τοῦ πυρὸς σκληρὰ καὶ περικαής. διὸ καὶ τὰ σπέρματα πυρωθέντα μὲν ἀβλαστεῖ, θερμαινόμενα δ᾽ ὑπὸ τοῦ ἡλίου καθ᾽ ὑπερβολὴνἐνίοτε γάρ φασι περὶ Βαβυλῶνα καὶ ἔτι τούς θερμοτέρους τόπους καὶ πηδᾷν ἐπὶ τῆς ἅλω καθάπερ τὰ φρυγόμενα — γεννᾷ καὶ βλαστάνει. τὸ μὲν οὖν πῦρ ἢ τὸ θερμὸν τηλικαύτας καὶ τοιαύτας ἔχει διαφορὰς καὶ καθ᾽ αὑτὸ καὶ μετ᾽ ἄλλων καὶ ἐν ἄλλοις μιγνύμενον.

ἐκ ταύτης δέ πως τῆς αἰτίας καὶ ἐκεῖνο λύεται τὸ ἀπόρημα διὰ τί ποτε ἡ μὲν κοιλία τήκει τὰ νομίσματα τὸ δὲ ὕδωρ ζέον θερμότερον ὂν οὐ τήκει· καὶ γὰρ ὅλως τὸ ὑγρὸν ὥσπερ ἐλέχθη κωλυτικὸν τήξεως, καὶ ἅμα διὰ τὴν μαλακότητα καὶ μεγαλομέρειαν οὐ δύναται τέμνειν οὐδὲ διοίγειν τοὺς πόρους. ἡ δ᾽ ἐν τῇ κοιλίᾳ θερμότης ξηροτέρα καὶ γεωδεστέρα διακρινομένου καὶ ὑπονοστοῦντος ἀεὶ τοῦ ὑγροῦ πρὸς τὴν κύστιν.

καὶ πάλιν διὰ τί τῶν μὲν ἐν τῷ πυρὶ κατακαιομένων ξηρὸν γίνεται τὸ λείψανον, ὁ δ᾽ ἐν κύκλῳ λίθος ἐξ οὗ τὰς σοροὺς ποιοῦσι καὶ ὅπου ἄλλοθι τοιοῦτος, ἀφανίζει πάντα καὶ ἐν ἑαυτῷ τέφραν ποιεῖ. διαφέρει γὰρ καὶ ἐνταῦθ᾽ ἡ θερμότης· ὅτι μὲν γὰρ ὁ λίθος ἐργάζεται τῇ θερμότητι καὶ τῇ φύσει θερμὸς ὢν σημεῖον τὸ γίνεσθαι κονίαν ἐξ αὐτοῦ. τοῦ δὲ θερμοτέρου ἐστὶ τὸ διαιρεῖν τε ταχὺ καὶ εἰς λεπτά· ταχὺ μὲν γὰρ τὸ θερμότερον καὶ κινητικώτερον οἷον ἡ φλόξ, εἰς δὲ μικρὰ τὸ λεπτομερέστερον διὰ τὸ πάντη διαδύεσθαι. τοιοὐτον δὲ τὸ ἐν τῷ λίθῳ θερμόν.

ἐπεὶ ποιεῖ γε τοῦτο καὶ ὁ ἀὴρ ὁ ἐγκατακλειόμενος ἐν ταῖς θήκαις καὶ διαλύει παντ᾽ εἰς τέφραν ἀλλὰ χρυνιώτερος θερμανθείς ἡ δ᾽ ἐν τῷ λίθῳ θερμότης τῆς μὲν τοῦ πυρὸς ἀσθενεστέρα λεπτοτέρα δὲ, τῆς δὲ τοῦ ἀέρος τοῦ συγκατακλειομένου θερμοτέρα λεπτὴ δὲ ἧττον· ὥστε τοῦ μὲν θᾶττον τοῦ δὲ εἰς λεπτότερα διαιρεῖν χρονιώτερον.

ἐπεὶ δὲ τὸ σωματωδέστερον καὶ πυκνότερον πυρωθὲν θερμότερον, διὰ τοῦθ᾽ ὅπου παχὺς καὶ θολερώτατος ὁ ἀὴρ, πάγοι καὶ καύματα μᾶλλον, ὥστ᾽ ἔνιοι τόποι ψυχρότατοι καὶ καυματωδέστατοι· πυρωθεὶς γὰρ ὁ ἀὴρ κατέχων ἐν ἑαυτῷ διὰ τὴν παχύτητα τὸ θερμὸν ἐκπυροῖ τὸν τόπον. ὡς ἐπὶ πολὺ δ᾽ οἱ τοιοῦτοι ἄπνοι· ἐὰν δὲ καὶ ἐπιπίπτῃ πνεῦμα θερμότατον ἀέρα προσqέρον καίονται.

διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ τῶν ἑψομένων τὰ παχύτερα θερμότερα καθάπερ τὸ γάλα καὶ ὅλως τὰ ῥοφήματα τοῦ ὕδατος· καὶ ἐὰν ἐπιβάλῃς τι ἐπὶ τὸ ὕδωρ θερμαίνεται θᾶττον ἢ ψιλόν· οἷον γὰρ ἀντιφράττει καὶ κωλύει διατμίζειν ἔξω τὸ θερμὸν ὥσκερ τὰ ἐπιπωματιζόμενα, καὶ ἅμα δὴ θερμανθὲν ἀν1ιθερμαίνει. πᾶν γὰρ ἔχον πυκνότητα δύναται ποιεῖν τοῦτο διὰ τὸ κατέχειν. ὅλως γὰρ, ὃ πολλάκις λέγεται, τὸ μὲν λεπτὸν καὶ ῥέον αὐτὸ καὶ μὴ μένον ἔτι δὲ μικρομερὲς οὐχ ὁμοίως καίει· τὸ δ᾽ ἐναντίως ἔχον τούτῳ διὰ τὸν ἀθροισμὸν καίει μᾶλλον καὶ ἰσχυρότερον γίνται καὶ

Chapter 7

Τῆς δὲ φλογὸς λευκότατον ἀεὶ καὶ καθαρώτατον τὸ μέσον, τὸ δὲ κάτω καὶ τὸ ἔσχατον ἐρυὕρὰ καὶ μελανοῦντα μᾶλλον. ἐμφαίνεται δὲ τοῦτο μάλιστα ἐπὶ τῶν λύχνων ὅτι ἀμιγέστατον τοῦτο τῇ ἀναὕυμιάσει· τὸ μὲν γὰρ πρὸς αὐτῇ τῇ μύξῃ καὶ τοῖς λύχνοις ἅτε ἐπὶ τοῦτο φερομένης τῆς ἀναθυμιάσεως εὐλόγως μελαίνει μᾶλλον· εἰς δὲ τὸ ἄκρον οἷον συρροὴ γίνεται καταλήγοντος ἤδή καὶ ἅμα προσεπιλαμβάνον1ος τοῦ ἀέρος· ἄνω γὰρ ἡ ἰσχὺς πᾶσα καὶ ἡ φορὰ τῆς φλογός, διὸ καὶ ὁ καπνὸς ταύτῃ μάλιστα φέρεται

τάχα δὲ κἀκεῖνο οὐ κακῶς εἰ μὴ ἄρα ἀληθέστερον ὡς οὔτε ᾗ γίνεται οὔπω ἐστὶν, οὔτε ᾗ φθείρεται ὅμοιον ἔτι· κάτωθεν μὲν γὰρ γίνεται ἄνωθεν δὲ φθείρεται ὑπὸ τοῦ ἀέρος, τὸ δὲ μέσον οἷον καθαρὸν καὶ εἰλικρινές. διὸ καὶ ταύτῃ μὲν διορᾶται τὰ δ᾽ ἄνω κωλύει διά τε τὸ εἰς ὀξὺ συννεύειν καὶ διὰ τὴν κίνησιν.

ἀπορεῖται δὲ τοῦτο διὰ τί τὸ τῆς φλογὸς σχῆμα πυραμοειδές ἐστι. καί φησι Δημόκριτος μὲν περιψυχομένων μὲν αὐτοῦ τῶν ἄκρων εἰς μικρὸν συνάγεσθαι καὶ τέλος ἀποξύνεσθαι. ἕτεροι δέ τινες τῶν παλαιῶν ὑπὸ τῆς τοῦ προσπίπτοντος ἀέρος καὶ πνεύματος κινήσεως περισχίζεσθαι — τό τε γὰρ ἐπάνω τῆς φλογὸς ἀσθενέστερον εἷναι καὶ ἐν πλείστῃ κινήσει — ἀλλ᾽ οὐ περιψύξει καὶ διὰ τὴν τοῦ προσπίπτοντος πνεύματος κίνησιν. εἰ γὰρ τῷ περιψύχειν, τοῖς κάτω δεῖν ὡσαύτως γίνεσθαι· οἱ δ᾽ οὐδ᾽ ἕτερον τούτων, εἰ δὲ, μᾶλλον ὑπὸ τῆς κινήσεως ἢ περιψύξεως ἀποξύνεσθαι.

γελοία δὲ ὅλως καὶ τούτοις ἡ τοῦ προσπίπτοντος ἀέρος κίνησις· ὑφ᾽ αὐτοῦ γὰρ κινεῖται τὸ πῦρ καὶ μᾶλλον κινεῖ τὸν ἀέρα ἢ ὑπ᾽ ἐκείνου κινεῖται τῷ ὠθεῖν· ἐπεὶ καὶ εὐδίας οὔσης οὐδὲν ἧττον ἡ ὀξύτης τῆς φλογός. ἔτι δὲ ἄτοπος ὁ περισυρμὸς ὥσπερ κούφων τινῶν καὶ ἐπιπολαίων ἐπόντων. χρὴ γὰρ τοῦτο πανταχόθεν ὁμοίως συμβαίνειν καὶ πνεύματος ὄντος μείζονος μᾶλλον. νῦν δ᾽ ἐν ταῖς ἀπνοίαις ἀποκορυφοῦται μάλιστα ἡ φλὸξ ἅτε καὶ οὐ κωλυομένη τῷ πνεύματι ὅπερ διακωλύει τὴν ἐπ᾽ ὀρθὸν φορὰν ἀλλὰ περικλᾷ καὶ μεταρρίπτει.

τοῦτο μὲν οὖν πρὸς τῷ μὴ ἀληθὲς οὐδ᾽ ἄγαν συνετόν. εἰ δ᾽ ἐν φορᾷ τινὶ καὶ ῥύσει τὸ πῦρ, ἀεὶ δὲ τῶν ῥεόντων εἰς ἔλαττον ἡ ἀποτελεύτησις μὴ γινομένης ἄλλοθεν ἐπιρροῆς, ἀναγκαῖον εἰς τὸν πλείω τόπον διατεινόμενον καὶ τὸ συνεχὲς διατηροῦν ἀποστενοῦσθαι μᾶλλον. ὥστε τοῦτο ἂν εἴη καὶ τῆς φλογὸς αἴτιον εἰς τὸν σχηματισμόν· ἡ γὰρ ἀρχὴ κάτωθεν ἰσχυροτάτη καὶ πλείστη, μετὰ δὲ ταῦτα ἐλάττων ἀεὶ καὶ ἀπολήγουσα ἀσθενεστέρα διασώζουσα δὲ τὸ συνεχές.

ὃ δῆλον ἐπὶ τῶν ὑδάτων γίνεται ἃ φθίνοι ἂν εἰ μὴ παρεμπίπτοιεν ἔξωθεν ἕτερα ῥεῖθρα. πολλῆς γὰρ οὔσης καὶ ἀθρόας τῆς πηγῆς τὸ ἐγγύτατον πλεῖστον, εἶτα ἔλαττον ἀεὶ καὶ ἔλαττον, τελευτῶν δ᾽ ὑπεκλείπει· ἐὰν δέ που τόπος ἔγκοιλος ὢν ἢ καὶ ἄλλως ἀνωμαλὴς ἀθροισμὸν ἢ διάχυσιν εἰς πλείω ποιήσει. τοῦτο δ᾽ ἐπὶ τοῦ ἀέρος καὶ τῆς φλογὸς οὖκ ἔστιν· ὁ μὲν γὰρ ὅμαλος, ἡ δὲ φλὸξ καθ᾽ αὑτὴν φέρεται ἀλλ᾽ οὐ διὰ τὴν τῶν τόπων ἔγκλισιν.

ὅμοιον δὲ καὶ οὐχ ἧττον ἴσως οἰκεῖον τὸ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ τούτων ἡ αὔξησις εἰς λεπτὸν ἀνήκει καὶ εἰς ὀξὺ τῇ τοῦ θερμοῦ φορᾷ γινομένη μέχρις ὅταν ἀρχὰς ἑτέρας ἐν αὑτοῖς λαβόντα ποιήσηται τὴν τῶν ὄζων καὶ κλάδων ἔκφυσιν. εἰ δ᾽ ἄρα καὶ τὸ περιέχον κωλύει τι καὶ ἀφαιρεῖται καθάπερ εἰκὸς, οὐχ ᾗ κινούμενον ἀλλ᾽ ᾗ ψυχρὸν τοῦτο δρᾷ. πλεῖον δ᾽ ἀφαιρεῖται καὶ μᾶλλον ἐνισχύει δηλονότι τοῦ ἀσθενεστέρου καὶ πορρωτέρω διατεινομένου. καὶ περὶ μὲν τοῦ σχήματος ἱκανῶς

Chapter 8

Φθοραὶ δὲ γίνονται πλείους τοῦ πυρός· πειρατέον δ᾽ εἰς ἑκάστην τούτων ἀνάγειν κατὰ μέρος οἷον καὶ τὰ τοιάδε. διὰ τί τὰ τὴν σάρκα καίοντα τὴν κοιλίαν οὐ καίει οὐδὲ τὰ στόματα ὁμοίως; διὰ τί δὲ τοὺς λύχνους τινὲς εἰς τὰ στόματα λαμβάνοντες ἀποσβεννύοντες οὐ καίονται; διὰ τί δὲ τοὺς διαπύρους ὀβελίσκους σφοδροτέρως πιέσαντες ἧττον οὐ καίονται; διὸ καὶ οἱ διὰ τοῦ πυρὸς βαδίζοντες πρὸς τοῖς ἄλλοις οἷς παρασκευάζονται καὶ τοῦτό φασι δρᾷν· καὶ διὰ τί τὰ κατακαύματα τῷ θερμῷ καθίσταται καὶ κωλύει φλυκταίνας αἴρεσθαι;

πάντα γὰρ ταῦτα καὶ εἴ τι τούτοις ὅμοιον εἰς ἐκείνας πίπτει τὰς αἰτίας, εἴς τε τὴν τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος φθείρεσθαι καὶ μαραίνεσθαι καὶ εἰς τὸ συνθλίβειν τε καὶ καταμαραίνειν τὴν ἀρχήν. τοῦτο γὰρ ποιεῖ καὶ τὰ στόματα καὶ ἡ κοιλία καὶ ἡ πίεσις· οὐκ ἐᾷ γὰρ ἀπορρεῖν, μὴ ἀπορρέον δὲ ἧττον καίει· τούτῳ γὰρ ἡ δύναμις· ἐπεὶ καὶ θλίβοντες οὗτοι καὶ μεταβάλλοντες τοὺς ἄνθρακας τῇ ἀποπιέσει σβεννύουσιν.

αἱ δὲ τῶν ὑγρῶν δυνάμις αἱ σβεστικώτεραι τῷ παρεισδύεσθαι μάλιστα εἰς τὴν ἀρχὴν ὥσπερ ἐλέχθη περὶ τοῦ ὄξους. ἐὰν δὲ ἅμα καὶ γλίσχρον τι μιχθῇ μᾶλλον ἔτι· τὸ μὲν γὰρ διαδὺν δύναιτ᾽ ἂν διοδοποιεῖν, τὸ δὲ ὥσπερ ἐπαλείφει καὶ ἐπιπωματίζει. διά τοι τοῦτο σβεστικώτατον εἶναί φασιν ἐάν τις μίξῃ τὸ ὄξος ὠοῦ τῷ λευκῷ· τὸ μὲν γὰρ γλίσχρον τὸ δὲ διαδυτικόν· καὶ πρὸς τὰς ἐμπρήσεις τῶν μηχανωμάτων τοῦτο μάλιστα βοηθεῖν.

ἐὰν δὲ ἅμα τῇ ὑγρότητι τῇ τοιαύτῃ καὶ τὸ ψυχρὸν προσῇ φύσει καὶ τοῦτο συνεργεῖν εἰς τὴν σβέσιν ὅπερ καὶ περὶ τὴν σαλαμάνδραν εἶναι· ψυχρὸν γὰρ τῇ φύσει τὸ ζῶον καὶ ἡ ἀπορρέουσα ὑγρότης γλίσχρα. καὶ ἅμα χυλόν τινα ἔχουσα τοιοῦτον, ὥστε διικνεῖσθαι πορρωτέρω. σημεῖον δὲ καὶ τὰ ὕδατα ὀλέθρια γίνεσθαι καὶ τοὺς καρποὺς ἐὰν καταμιχθῇ, καὶ μᾶλλον τεθνεώσης.

ἔτι δὲ καὶ τὸ νωθὲς τῆς πορείας συνεργεῖ· πλείω γὰρ χρόνον ἐπιμένον μᾶλλον σβέννυσιν· ἡ δὲ σβέσις οὐκ ἐὰν ὁποσονοῦν πῦρ, ἀλλ᾽ ἐὰν σύμμετρον πρὸς τὴν φύσιν καὶ τὴν δύναμιν, καὶ εἰς ὃ ἂν μὴ ἐπιχρονίσῃ πάλιν ἀναζωπυρεῖται. σύμφωνον δὲ τούτῳ καὶ τὸ τὰ ἰξούμενα μὴ καίεσθαι, διὸ καὶ ἔνια πρὸς τὸ μὴ πάσχειν ἀλείφουσι· ψυχρὸν γὰρ δὴ καὶ γλίσχρον ὁ ἰξός, ὥστε διὰ τὴν πυκνότητα μὴ δέχεσθαι καὶ διὰ τὸ ψνχρὸν σβεννύναι. τούτων μὲν οὖν αὗται αἱ αἰτίαι.

τοῦ δὲ μὴ ἐπαίρεσθαι τὰ κατακαύματα καὶ εἴ τι τοιοῦτον ἕτερον ἡ πλείων θερμότης κρατοῦσα τῆς ἐλάττονος καὶ ἀναξηραίνουσα τὴν γινομένην σύντηξιν ἀφ᾽ ἧς αἱ φλύκταιναι ὥσπερ ἐλέχθη καὶ καταμαραίνουσα καὶ συμνφρύγουσα τὴν ἀρχήν. καὶ τὰς μὲν καθ᾽ ἕκαστα σβέσεις ἐκ τούτων

Chapter 9

Διὰ τί δ᾽ ἐκ μὲν ξύλων γίνεται πυρεῖα καίπερ οὐκ ἐκπηδῶντος πυρὸς, ἐκ δὲ λίθων ἐκπηδῶντος ἧττον γίνεται; τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ἐκ πολλῶν γὰρ γίνεται μᾶλλον καὶ θᾶττον. οὐ μὴν ἀλλ᾽ εᾶπερ, ἐκείνην ὑποληπτέον τὴν αἰτίαν ὅτι τὸ μὲν ξύλον εὐθύς ὑπεκκαῖον ἔχει συγγενῶν ἐνόντων τῷ πυρί· κἂν μὴ παρῇ τοιοῦτον, θᾶττον πυροῦται δι᾽ ἀσθένειαν· ὁ δὲ λίθος οὐκ ἔχει κατάξηρος ὤν. διὸ καὶ τῷ ἐκπηδῶντι εὐθύς πεπυρωμένον προσάγουσιν.

ἅπτεται δὲ βέλτιον ἐν βορείοις ἢ νοτίοις τὰ πυρεῖα διότι ξηρότερα ὄντα θᾶττον καὶ δι᾽ ἐλάττονος τρίψεως ἐκθερμαίνεται. διὰ τοῦτο γὰρ οὐδ᾽ ἐκ τῶν τυχόντων ξύλων ἀλλ᾽ ἐξ ὡρισμένων τινῶν γίνεται· δεῖ γὰρ ἔχειν τινὰ συμμᾶτρίαν. ἄριστα δὲ οἱ μὲν ἐκ κιττοῦ φασίν, οἱ δ᾽ ἐκ τῆς καλουμένης ἀθραγένης τὴν ἐσχάραν τὸ δὲ τρύπανον δάφνης· οὐ γὰρ ἐκ τοῦ αὐτοῦ ποιοῦν καὶ πάσχον ἀλλ᾽ ἕτερον εὐθὺς κατὰ φύσιν. ἀγαθὰ δὲ καὶ ἐκ ῥάμνου καὶ μᾶλλον εἰς τὴν ἐσχάραν· πρὸς δὲ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι καὶ μανότητά τινα ἔχει, δεῖ δὲ τοῦθ᾽ ὑπάρχειν ἵν᾽ ἡ τρίψις ἰσχύῃ· τὸ δὲ τρύπανον ἀπαθέστερον εἶναι, διὸ τῆς δάφνης ἄριστον· ἅμα γὰρ ἀπαθὲς ὂν ἐργάζεται τῇ

Chapter 10

Ἐπεὶ δὲ ἄνευ ὑγρότητος ἢ ἀναθυμιάσεώς τινος οὐκ ἔστι θερμότης διὰ τοῦθ᾽ ἡ κονία καίει μᾶλλον ἢ καὶ ἁπλῶς ὕδατος ἐπιχεομένου· ἔστι γὰρ ὕλη τῷ ἐγκαταλελειμμένῳ πυρὶ ὥσπερ ἐλλύχνιον· καὶ οὐθ᾽ ἡ παλαιὰ σφόδρα οὔθ᾽ ἡ λεία ἀλλ᾽ ἡ ἀρτίκαυστος καὶ βωλοειδής· τῆς μὲν γὰρ ὁ χρόνος ἐξῄρηται διὰ τὴν ἀναπνοὴν, ἡ δὲ μικρομερὴς ἄγαν ὀλίγον ἔχει μικρὸν δὲ ὂν τὸ πῦρ ἀσθενές.

ἔοικε δὲ καὶ τὸ περὶ τὴν γuψψον τὴν φοινικικὴν τοιοῦτον εἶναι· φασὶ γὰρ κεκαυμένην κἀναφυρωμένην καἴειν. οὐδὲν γὰρ διαφέρει σύμφυτον καὶ ἐπακτὸν ἔξωθεν ἔχειν τὸ θερμόν. ἐμφαίνει δέ πως καὶ τὸ νίτρον τὸ κεκαυμένον ἐν τῷ ὀρύττεσθαι τὴν τοιαύτην δύναμιν· ὅταν γὰρ ὕδωρ μικρὸν ἐπιχυθῇ διαθερμαίνει καὶ αἴσθησιν ἐμποιεῖ κατὰ τὴν ἁφήν. ἀεὶ δὲ δεῖ συμμετρίας τινὸς εἰς ἅπαντα τὰ τοιαῦτα πρὸς τὸ κρατεῖσθαι.

διὰ τοῦτο γὰρ καὶ ὁ οἶνος ὁ χεόμενος ἐπὶ τὴν φλόγα καθάπερ τοῖς σπένδουσιν ἐκλάμπει, καὶ ἡ θάλαττα ὅταν ἀποσβεννύωσιν, ἐὰν δ᾽ ἔλαττον καὶ τὸ ὕδωρ· συστελλόμενον γὰρ καὶ ἀθροισθὲν ἰσχυρότερον. ἐν δὲ τῇ πίττῃ τῇ καιομένῃ μᾶλλον ὅτι σφοδροτέρα καὶ πλείων ἡ φλὸξ ὥστε καὶ ἐκπηδᾷν καὶ κατακαίειν τὰς οἰκίας· διακρίνεται γὰρ τὸ ἔμπιπτον κρατηθὲν καὶ

Chapter 11

Ψόφος δὲ γίνεται πυρουμένου διὰ τὸ μάχεσθαι τὸ θερμὸν καὶ τὸ ὑγρὸν, ὅπερ συμβαίνει κατὰ τὴν σβέσιν· ἀὴρ γάρ τις ὁ ψοφῶν κατὰ τὴν ἐναπόληψιν καὶ ἐνταῦθα καὶ ἐκεῖ. ταῦτα δὲ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ὁρᾷν ὅταν ὕδωρ ἔχῃ τὸ ἔλαιον· τὸ γὰρ ὕδωρ σβέννυσι. καὶ τὰ φύλλα δὲ τὰ τῆς δάφνης καὶ τοῦ κιττοῦ καὶ τὰ ἄλλα τὰ τοιαῦτα πηδᾷ διὰ πυκνότητα καὶ διὰ τὸ ἔχειν πολὺ τὸ ὑγρόν· ἐξαεροῦται γὰρ πολὺ καὶ οὐ δίεισι τῇ πυκνότητι, διὸ καὶ ὁ ψόφος.

ὡσαύτως δὲ καὶ τὰ ξύλα κᾳόμενα τὰ μὲν ῥήγνυται καὶ πηδᾷ τὰ δὲ συνεχὴ ποιεῖ τινὰ ψόφον. καλοῦσι δὲ οἱ μὲν γελᾷν τὸν Ἥφαιστον οἱ δ᾽ ἀπειλεῖν· ἀεὶ γὰρ καὶ ἐνταῦθα διαιρουμένου τοῦ ὑγροῦ καὶ ἀθρόου φερομένου μετὰ βίας ὁτὲ μὲν ῥῆξις γίνεται καὶ πήδησις, ὁτὲ δὲ συνεχὴς ψόφος καὶ φλόγωσις. ὃ καὶ αὐτὸ ποιεῖτρόπον τινὰ τὸ πῦρ ὥσπερ ἐν φρέατι πνεύματος ὄντος ἅτε

Chapter 12

Ὁ δὲ καπνὸς ἧττον λυπεῖ ὅταν ἐν τῷ αὐτῷ πῦρ ᾖ. διὸ καὶ οἱ ἐν τοῖς σπηλαίοις πολιορκούμενοι τῷ καπνῷ πῦρ ἐὰν ἔχωσιν οὐδὲν πάσχουσι· σβέννυσι γὰρ τὸ ἐν τῷ καπνῷ θερμὸν τὸ πῦρ. ἐπεὶ πέφυκε τὸ πλεῖον τὸ ἔλαττον μαραίνειν, σβεννυμένου δὲ φθείρεται καὶ ὁ καπνός. διὸ καὶ ὁ ἥλιος ὥσπερ τὸ πῦρ βοηθεῖ πρὸς τὸ μὴ καπνίζεσθαι. τὸν δ᾽ ἐν ἐφικτῷ καὶ προσπίπτοντα ἐκπυροῖ. διὰ τοῦτο καὶ οἱ ἐγγὺς τοῦ πυρὸς ἧττον ἐνοχλοῦνται· καὶ γὰρ τοῦτο ποιεῖ καὶ ἀναφέρει καὶ ἀνωθεῖ πορρωτέρω.

διὰ τὸ αὐτὸ δὲκαὶ τὸ πολὺ πῦρ ἄκαπνον ὅτι φλογοῦται καὶ ἐξισχύεται πολλοῦ πυρὸς ὄντος· ὅταν γὰρ πλέον τὸ καιόμενον, ἔλαττον τὸ καπνιζόμενον, ἐξαφθέντος ἤ θυμιωμένου. καὶ ἐπὶ τῶν ζηρῶν ξύλων πυκνῶν συντιθεμένων ἄνωθεν οἱ ἄνθρακες ἐπιβαλλόμενοι ποιοῦσιν ἀκαπνότερον, ὅτι ἐκφλογοῦται πᾶς ὁ καπνὸς ἐμπίπτων εὐθὺς εἰς τὸ πῦρ καὶ τῇ πυκνότητι κατακλειόμενος.

δύσκαπνα δὲ τῶν ξύλων τά τε χλωρὰ καὶ τὰ σκολιὰ καὶ τὰ ταινιώδη καθάπερ ὁ φοῖνιξ· εὔϊνον γὰρ δεῖ καὶ εὐδιαίρετον εἶναι τῇ φλογί. διὸ καὶ τὰ ἐσχισμένα τῶν ἀσχίστων εὐκαυστότερα· κωλύει γὰρ ὁ φλοιός. καὶ ἐάν τις κινῇ καὶ μετατιθῇ καιόμενα καπνωδέστερα, ὅτι συμβαίνει τὰ μὲν μεταστραφέντα σβεννύεσθαι τὰ δὲ μὴ καίεσθαι προσπίπτοντος ἄρτι τοῦ πυρὸς ἀλλ᾽ ὅλα καπνίζειν· ἔνια δὲ καὶ τῶν εὐκαύστων περιφλοϊσθέντα πολὺ καυστότερα γίνεται καθάπερ τὰ ἐλάϊνα. διὸ καὶ οὐ πολύν χρόνον φασὶ δεῖν φυσᾷν ἐὰν μὴ πλῆθος ᾖ ξύλων. ἡ δὲ δριμύτης τοῦ καπνοῦ κατὰ τὴν ὑγρότητα τὴν κάστου, διὸ καὶ ἀπὸ τῶν συκίνων δριμύς· ὀπωδέστατον γάρ. ὁ δὲ τῆς δᾷδος καὶ πεύκης οὐ δηκτικὸν ὅτι πίων καὶ ἐλαιώδης ὥσπερ ὁ καπνὸς συκινὸς? οὐχ ἔχων οὐδὲν τραχὺ καὶ

Chapter 13

Ὅτι δ᾽ ἀπὸ μὲν τοῦ ἡλίου φως ἅπτουσι τῇ ἀνακλάσει ἀπὸ τῶν λείων τί τὸ ἄπορον — συμμιγνύουσι δὲ τὸ ὑπέκκαυμα — ἀπὸ δὲ τοῦ πυρὸς οὐχ ἅπτουσι αἴτιον ἥ τε λεπτομέρεια καὶ ὅτι συνεχὲς γίγνεται μᾶλλον ἀνακλώμενον, τὸ δ᾽ ἀδυνατεῖ διὰ τὴν ἀνομοιότητα. ὥστε τὸ μὲν τῷ ἀθροισμῷ καὶ τῇ λεπτότητι διαδυόμενον εἰς τὸ ἔκκαυμα δύναται καίειν τὸ δ᾽ οὐδέτερον ἔχον οὐ δύναται. ἐξάπτεται δὲ ἀπό τε τῆς ὑέλου καὶ ἀπὸ τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου τρόπον τινα ἐργασθέντων, οὐχ, ὥσπερ Γοργίας φησὶ καὶ ἄλλοι δέ τινες οἴονται, διὰ τὸ ἀπιέναι τὸ πῦρ διὰ τῶν…

ο…

The complete text is available when the reading interface loads.