Fragmenta
- Authority group
- Theophrastus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. F. Wimmer, Theophrasti Eresii opera, quae supersunt, omnia, Paris: Didot, 1866: 364–410, 417–462.
- CTS identifier
urn:cts:greekLit:tlg0093.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
6
ἁπλῶν δυνάμεσι καὶ γίνονται καὶ μεθίστανται καθάπερ
οἱ χυμοί.
7
Ὅσαι δὲ δὴ κατὰ τέχνην καὶ ἐπίνοιαν γί-
νονται περὶ τούτων πειρατέον εἰπεῖν ὥσπερ καὶ περὶ τῶν
χυλῶν. Ἐν ἀμφοῖν δὲ δῆλον ὡς ἀεὶ πρὸς τὸ βέλτιον
[ἦν] ἡμῖν ἡ ἀναφορά· πᾶσα γὰρ τέχνη στοχάζεται
τούτου. Εἰσὶ μὲν οὖν καὶ τοῖς ἀμίκτοις ὀσμαί τινες
πρὸς ἃς συνεργεῖν πειρῶνται καὶ ταῖς παρα(σκευαῖς,
ὡς καὶ) ταῖς τῶν χυμῶν εὐστο(μίαις). Οὐ μὴν ἀλλ'
ὥς γ' ἁπλῶς εἰπεῖν ἐν μίξει τὸ πλέον, καὶ οὕτως αἱ ...
δυοῖν μὲν ὡς τῷ γένει λαβεῖν, ὑγροῦ καὶ ξηροῦ· τριχῶς
δὲ γί(νονται), ὅταν ἢ ὁμογενὲς ὁμογενεῖ, ἢ παράλλαττον
τῷ παραλλάττοντι, ἢ ὑγρῷ ὑγρὸν ἢ ξηρῷ ξηρὸν, (ἢ
ὑγρῷ ξηρόν).
8
Ἐκ δυοῖν γὰρ τούτων καὶ ἡ τῶν
χυλῶν καὶ τῶν ὀσμῶν γένεσις· ὡς μὲν οἱ τὰ ἀρώματα
καὶ τὰ διαπάσματα συντιθέντες ξηροῖς πρὸς ξηρά· ὡς
δ' οἱ τὰ μύρα κεραννύντες ἢ τῷ οἴνῳ ἐπιχέοντος ὑγροῖς
πρὸς ὑγρά. Τὸ δὲ τρίτον, ὃ καὶ πλεῖστόν ἐστιν, ὡς
οἱ μυρεψοὶ ξηροῖς πρὸς ὑγρά· παντὸς γὰρ μύρου καὶ
χρίσματος ἡ σύνθεσις αὕτη. Δεῖ δ' εἰδέναι ποῖαι
ποίοις εὔμικτοι καὶ ποῖαι ποίοις συνεργοῦσιν εἰς τὸ
ποιεῖν μίαν ὥσπερ ἐπὶ τῶν χυμῶν. Καὶ γὰρ ἐκεῖ
ταὐτὸ τοῦτο ζητοῦσιν οἱ μιγνύντες καὶ οἷον ἀρτύοντες.
Ταῦτα μὲν οὖν ἐν οἷς καὶ δι' ὧν αἱ τέχναι ποιοῦνται
τὰ τέλη.
9
Μίγνυνται δὲ τὰ μὲν αὐτῆς τῆς ὀσμῆς
ἕνεκα καὶ πρὸς ταύτην τὴν αἴσθησιν, τὰ δ' ὥσπερ ἡδύ-
νειν βουλόμενα τὴν γεῦσιν οἷον ὡς οἱ τὰ μύρα τοῖς
οἴνοις ἐπιχέοντες ἢ τὰ ἀρώματα ἐμβάλλοντες. Αἱ
γὰρ αἰσθήσεις σύνεγγυς οὖσαι ποιοῦσί τινα ἀπόλαυσιν
ἀλλήλων, ὅθεν καὶ αὐτοῖς τοῖς γευστοῖς ζητοῦσι τὰς
εὐοσμίας.
10
Ἀπορήσειε δ' ἄν τις ἴσως διὰ τί ποτε
μύρον καὶ τἆλλα εὔοσμα τοὺς μὲν οἴνους ἡδύνει τῶν
δὲ βρωμάτων οὐδὲν ἀλλὰ πάντα λυμαίνεται καὶ ἀπύ-
ρωτα καὶ πεπυρωμένα. Τὸ δ' αἴτιον ὑποληπτέον ὅτι
συμβαίνει τῶν μὲν ξηρῶν ἀφαιρεῖσθαί τε τὸν οἰκεῖον
χυλὸν διὰ τὴν ἰσχὺν καὶ ἅμα συνεπιφαίνειν τὸν αὑτοῦ
ὄντα στρυφνὸν καὶ ὑπόπικρον· ἅπαν γὰρ τὸ εὔοσμον
τοιοῦτον, διαμασωμένοις δὲ μᾶλλον ἐμφανὲς διά τε τὴν
θλίψιν καὶ τομὴν καὶ ἔτι τῷ χρονίζεσθαι.
11
Τὸν δ'
οἴνου οὐδέτερον ποιεῖ· καὶ γὰρ ὁ χυλὸς ἰσχυρότατος
καὶ πλείων εἰς τὸ μὴ κρατεῖσθαι καὶ οὐδένα τῇ γεύσει
χρόνον ἐπιδιατρίβων ἀλλ' ὅσον ἐπιθιγγάνων, ὥστε τὸ
μὲν ἡδὺ ἐνδιδόναι τῇ αἰσθήσει τὸ δὲ πικρὸν καὶ δύσ-
χυμον τῇ γεύσει μὴ ἐμφαίνειν ἀλλὰ συμβαίνειν τῷ
ὄντι καθάπερ ἥδυσμα γίνεσθαι τῷ πόματι τὴν ὀσμήν·
τῷ μὲν γλυκεῖ καὶ μάλιστα δεομένῳ διὰ τὸ μηδὲν
ἔχειν, τοῖς δ' ἄλλοις ὥσπερ μιᾶς ἐξ ἀμφοῖν γενομένης
διὰ τὴν μίξιν. Ὁ γὰρ οἶνος ὥσπερ καὶ πρότερον
ἐλέχθη δεινὸς δέξασθαι τὰς ὀσμάς.
12
Ἔχει δ' ἀπό-
ρησιν καὶ τόδε, διὰ τί τὰ μὲν ἄνθη καὶ τὰ στεφανώ-
ματα ἀσθενέστερα ὄντα ταῖς ὀσμαῖς καὶ πόρρωθεν
ὄζει, ἡ δ' ἴρις καὶ τὸ νάρδον καὶ τἆλλα τὰ εὔοσμα τῶν
ξηρῶν ἰσχυρότερα ἐγγύθεν· καὶ ἔνιά γε προσενεγκαμέ-
νοις, ἔνια δὲ καὶ τρίψεως προσδεῖται καὶ διαιρέσεως,
τὰ δὲ καὶ πυρώσεως ὥσπερ ἡ σμύρνα καὶ ὁ λιβανωτὸς
καὶ πᾶν τὸ θυμιατόν.
13
Αἴτιον δ' ὅτι τῶν μὲν ἀνθῶν
ἐπιπολῆς τὸ ποιοῦν τὴν ὀσμὴν ἅτε μανῶν ὄντων καὶ
οὐκ ἐχόντων βάθος, τῶν δὲ ῥιζῶν καὶ πάντων τῶν
στερεῶν ἐν βάθει, τὰ δ' ἔξωθεν ἀπεξηραμμένα καὶ
πεπυκνωμένα· διὸ καὶ ἀφιᾶσι πόρρω τὰς ἀποπνοίας,
τὰ δ' οἷον ἀνοίξεως δέονται τῶν πόρων, ὅθεν διαιρούμενα
καὶ κοπτόμενα πάντ' εὐωδέστερα, τὰ δ' ἄνθη κακω-
δέστερα τριβόμενα· τὰ μὲν γὰρ ἐκφαίνει τὸ οἰκεῖον τὰ
δὲ προσλαμβάνει τὸ ἀλλότριον. Ὁ δὲ λιβανωτὸς καὶ
ἡ σμύρνα πυκνοτέραν ἔτι τὴν φύσιν ἔχοντα προσδέονται
πυρώσεως μαλακῆς ἣ κατὰ μικρὸν ἐκθερμαίνουσα ποιή-
σει τὴν ἀναθυμίασιν. Ἐὰν γὰρ κόπτῃ τις ἢ τρίβῃ ταῦτα
προσοίσονται μὲν ὀσμὴν οὐχ ὁμοίως δὲ ἡδεῖαν οὐδ'
εὐταμίευτον. Τούτων μὲν οὖν τοιαῦταί τινες αἱ αἰτίαι.
14
Τῶν δὲ μύρων ἡ σύνθεσις καὶ ἡ κατασκευὴ
τὸ ὅλον οἷον εἰς θησαυρισμόν ἐστι τῶν ὀσμῶν· διόπερ
εἰς τοὔλαιον τίθενται· τοῦτο γὰρ χρονιώτατον καὶ
ἅμα πρὸς τὴν χρείαν μάλισθ' ἁρμόττον. Ἐπεὶ φύσει
ἥκιστα δεκτικὸν ὀσμῆς διὰ τὴν πυκνότητα καὶ τὸ λίπος,
αὐτῶν δὲ τούτων τὸ λιπαρώτατον οἷον τὸ ἀμυγδάλινον·
τὸ δὲ σησάμινον καὶ τὸ ἐκ τῶν ἐλαιῶν μάλιστα.
15
Χρῶνται δὲ μάλιστα τῷ ἐκ τῆς βαλάνου τῆς αἰγυπ-
τίας καὶ συρίας, ἥκιστα γὰρ λιπαρόν· ἐπεὶ καὶ τῷ ἐκ
τῶν ἐλαιῶν μάλιστα χρῶνται τῷ ὠμοτριβεῖ τῆς φαυ-
λίας· δοκεῖ γὰρ ἀλιπέστατον ἔχειν καὶ λεπτότατον·
καὶ τούτῳ νέῳ καὶ μὴ παλαιῷ· τὸ γὰρ ὑπὲρ ἐνιαυτὸν
ἀχρεῖον, παχύτερον καὶ λιπαρώτερον γενόμενον. Ἔλαιον
μὲν οὖν τοιοῦτον οἰκειότατον, ἀλιπέστατον γάρ. Φασὶ
δέ τινες καὶ (ἐν) τῷ χρίσματι τὸ ἐκ τῶν πικρῶν ἀμυγ-
δάλων· πολλὰ δὲ γίνεται περὶ Κιλικίαν καὶ ποιοῦσιν
ἐξ αὐτῶν χρίσμα.
16
Φασὶ δὲ καὶ εἰς τὰ σπουδαῖα
τῶν μύρων ἁρμόττειν ὥσπερ καὶ τὸ ἐκ τῆς βαλάνου
καὶ τοῦτο. Ποιεῖ δὲ (τὰ) κελύφη αὐτῶν εὔοσμον εἰς
τὸ ἔλαιον ἐμβαλλόμενα· ἐπεὶ καὶ τὰ τῶν πικρῶν. *
Ἤδη δὲ πῶς οὐκ ἐναντίον ἅμα μὲν τὸ ἀοσμότατον
ζητεῖν ὥσπερ καὶ τὸ ὠμοτριβὲς ἐκ τῶν φαυλιῶν, ἅμα
δ' ἐν τούτοις ποιεῖν; δριμύτητα γὰρ ἔχει τὸ τῶν ἀμυγ-
δάλων· εἰ μὴ ἄρ' ὅτι τὸ ἔλαιον ἑψόμενον κακῶδες.
Ταῦτα μὲν οὖν ἐπισκεπτέον.
17
Χρῶνται δὲ πρὸς
πάντα τοῖς ἀρώμασι, τοῖς μὲν ἐπιστύφοντες τὸ ἔλαιον
τοῖς δὲ καὶ τὴν ὀσμὴν ἐκ τούτων ἐμποιοῦντες. Ὑπο-
στύφουσι γὰρ πᾶν εἰς τὸ δέξασθαι μᾶλλον τὴν ὀσμὴν
ὥσπερ τὰ ἔρια εἰς τὴν βαφήν. Ὑποστύφεται δὲ τοῖς
ἀσθενεστέροις τῶν ἀρωμάτων, εἶθ' ὕστερον ἐμβάλλουσιν
ἀφ' οὗ ἂν βούλωνται τὴν ὀσμὴν λαβεῖν· ἐπικρατεῖ γὰρ
ἀεὶ τὸ ἔσχατον ἐμβαλλόμενον καὶ ἂν ἔλαττον ᾖ· οἷον
ἐὰν εἰς κοτύλην σμύρνης ἐμβληθῇ μνᾶ καὶ ὕστερον
ἐμβληθῶσι κιναμώμου δραχμαὶ δύο, κρατοῦσιν αἱ τοῦ
κιναμώμου δύο δραχμαί.
18
Θαυμάσειε δ' ἄν τις
ἴσως τοῦτό τε καὶ διὰ τί ποτε τὰ ἀρώματα προεμβαλ-
λόμενα δεκτικώτερον ποιεῖ τοὔλαιον ὀσμὴν ἔχοντα· δεῖ
γὰρ ἀῶδες εἶναι τὸ δεξόμενον, τὸ δὲ κατειλημμένον
ὑφ' ἑτέρου οὐκ ἀῶδες, ὥσθ' ἧττον ἐχρῆν εἶναι δεκτικόν.
Αἴτιον δ' ἀμφοτέρων ἢ πάντων τὸ αὐτό. Ξηρὰ γὰρ
ὄντα τὸ λίπος ἕλκει πρὸς ἑαυτὰ καὶ ἀναδέχεται, διὸ
καὶ τὴν συνέχειαν ἐξαιρεῖ· μανὸν δὲ γενόμενον καὶ
τοῦ λίπους ἀφαιρεθέντος ἐν ᾧ καὶ ἡ οἰκεία μάλιστα
ὀσμὴ, δεκτικώτερον ἐγένετο τοῦ ἐπιβαλλομένου διὰ
τὸ μὴ ἀντιστατεῖν.
19
Ἡ δὲ ἀπὸ τῶν ἀρωμάτων
ὀδμὴ καὶ ἀσθενὴς ἅτε εἰς τὸ λιπαρὸν ἀνηλωμένη, καὶ
ἔτι κατέχεται τούτῳ διὰ τὸ πληρῶσαι τοὺς πόρους.
Ὥστε κατὰ λόγον κἂν ἔλαττον ᾖ τὸ ἐπιβαλλόμενον
ἐπικρατεῖν τὴν τούτου ὀσμήν· εἰς ἀσθενέστατον γὰρ
ἐμπίπτει καὶ δεκτικώτερον. Ἀνὰ λόγον δ' ἔχει καὶ ἡ
πολυχρονιότης ἡ ἐν ἑκάστῳ καὶ ἡ πρὸς τὴν πύρωσιν
εὐσθένεια καὶ τἆλλα τὰ τοιαῦτα. Τὸ γὰρ δεκτικώ-
τατον οἷον τῆς βαλάνου καὶ χρονιώτατον, καὶ διὰ τὴν
αὐτὴν αἰτίαν· μάλιστα γὰρ ὥσπερ ἓν γίνεται καὶ
συμφυὲς τὸ μάλιστα δεχόμενον· ἀεὶ γὰρ τὸ τοιοῦτον
διαμονώτατον, διὸ καὶ πυρούμενον μάλιστα ἀπαθές.
20
Ὡσαύτως δὲ καὶ τῶν ἄλλων τὸ σησάμινον διὰ
τὴν λιπαρότητα· πυρούμενον δὲ ἐξόζει σησάμου καθάπερ
ἀναλυόμενον. Αἱ μὲν οὖν τῶν ἐλαίων φύσεις καὶ δυ-
νάμεις τοιαῦται.
21
Τὰ δ' ἀρώματα πάντα σχεδὸν καὶ εὔοσμα
πλὴν τῶν ἀνθῶν ξηρὰ καὶ θερμὰ καὶ στυπτικὰ καὶ
δηκτικά. Τὰ δὲ καὶ ἔχοντά τινα πικρότητα, καθά-
περ καὶ ἐν τοῖς πρότερον εἴπομεν, ὥσπερ ἴρις, σμύρνα,
λιβανωτὸς, ὡς δ' ἁπλῶς εἰπεῖν καὶ τὰ μύρα. Κοινό-
ταται δὲ τῶν δυνάμεων τό τε στυπτικὸν καὶ τὸ θερ-
μαντικὸν ἃ δὴ καὶ ἐργάζονται.
22
Ὑποστύφονται
μὲν οὖν πάντα πυρούμενα, τὰς δ' ὀσμὰς τὰς κυρίας
ἔνια λαμβάνει ψυχρὰ καὶ ἀπύρωτα. Καὶ ἔοικεν
ὥσπερ τῶν ἀνθῶν τὰ μὲν ψυχροβαφῆ τὰ δὲ θερμοβαφῆ
παραπλησίως ἔχειν καὶ ἐπὶ τῶν ὀσμῶν. Πάντων δὲ
ἡ ἕψησις εἴς τε τὴν ὑπόστυψιν καὶ τὰς κυρίας ὀσμὰς
ἐνισταμένων τῶν ἀγγείων ὕδατι γίνεται καὶ οὐκ αὐτῷ
τῷ πυρὶ χρωμένων· τοῦτο δὲ, ὅτι μαλακὴν εἶναι δεῖ
τὴν θερμότητα, καὶ ἀπουσία πολλὴ γένοιτ' ἂν τῇ
φλογὶ χρωμένων, καὶ ἔτι καῦσιν ἂν ὄζοι.
23
Ποιεῖ
δ' ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα λαμβάνει τὰς
κυρίας ὀσμὰς μᾶλλον ἢ ὅσα ψυχρὰ διὰ τὸ προφυρᾶσθαι
τὰ πυρούμενα, τὰ μὲν οἴνῳ εὐώδει, τὰ δὲ ὕδατι· ἧτ-
τον γὰρ ἀναπίνει· τὰ δὲ ψυχρὰ ξηρὰ ὄντα μᾶλλον κα-
θάπερ ἴρις κοπεῖσα. Λαμβάνοντος γὰρ τοῦ ἀμφο-
ρέως ξηρᾶς ἴριδος κεκομμένης μέδιμνον καὶ δύο ἡμίεκτα
πολλὴν ποιεῖν φασὶν ἀπουσίαν, ἐὰν δὲ μετρίως φυράση
λείπειν ὅσον δύο χόας τοῖς δὲ πολλοῖς ἔλαττον.
24
Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος
ἡ ἴρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα
καὶ πυρουμένη. Συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβε-
σθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον
ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ
πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλ' ἐξαιροῦσιν ὅπως
μὴ πολὺ ἐκπίνωσιν.
25
Πρὸς ἕκαστον δὲ τῶν μύρων
ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν
τὴν κύπρον καρδάμωμον, ἀσπάλαθον ἀναφυράσαντες
τῷ εὐώδει. Εἰς δὲ τὸ ῥόδινον σχοῖνον, ἀσπάλαθον,
κάλαμον· ἡ δ' ἀναφύρασις ὁμοίως. Καὶ τοῖς ἄλ-
λοις ἀεὶ τὰ ἁρμόττοντα. Τῷ ῥοδίνῳ δ' ἐμβάλλονται
καὶ ἅλες πολλοὶ καὶ τοῦτ' ἴδιον παρὰ τἆλλα, διὸ καὶ
πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα
δύο μέδιμνοι.
26
Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία
παραπλησία τῇ τοῦ ῥοδίνου· πλὴν ἀλλ' ἐάν τις μὴ τα-
χέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει
τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραι-
νομένη. Παραπλησία δ' ἐργασία καὶ τοῦ μηλίνου·
προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν
εἰς ψυχρὸν, εἶτ' ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι
κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ
τὸ ἀνυγραίνεσθαι καθάπερ καὶ ἐπὶ τῆς κύπρου.
27
Ἅπαντα δὲ συντίθενται τὰ μύρα τὰ μὲν
ἀπ' ἀνθῶν τὰ δὲ ἀπὸ φύλλων τὰ δὲ ἀπὸ κλωνὸς τὰ δ'
ἀπὸ ῥίζης τὰ δ' ἀπὸ ξύλων τὰ δ' ἀπὸ καρποῦ τὰ δ'
ἀπὸ δακρύων. Μικτὰ δὲ πάνθ' ὡς εἰπεῖν. Ἀπ' ἀν-
θῶν μὲν οἷον τὸ ῥόδινον καὶ τὸ λευκόϊνον. Καὶ τὸ
σούσινον· καὶ γὰρ τοῦτο ἐκ τῶν κρίνων· ἔτι δὲ τὸ σι-
σύμβρινον καὶ τὸ ἑρπύλλινον καὶ ἡ κύπρος καὶ πρὸς
τούτοις τὸ κρόκινον· βέλτιστος δ' ἐν Αἰγίνῃ καὶ Κιλι-
κίᾳ. Ἀπὸ δὲ τῶν φύλλων οἷον τό τε μύρρινον καὶ τὸ
οἰνάνθινον· αὕτη δ' ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πο-
λύοδμος· ἀπὸ δὲ τῆς ἐν τῇ Ἑλλάδι οὐ γίνεται διὰ τὸ
ἄοδμον.
28
Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρ-
δινον καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ
ὀνομάζουσι τὴν ῥίζαν. Τὸ δὲ χρίσμα τὸ ἐρετρικὸν
ἐκ τοῦ κυπείρου. Κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων
τὸ κύπειρον. Ἀπὸ ξύλου δὲ ὁ φοίνιξ καλούμενος·
ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθην ξηράναντες.
Ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ τὸ μύρτινον καὶ τὸ
δάφνινον· τὸ δ' αἰγύπτιον ἐκ πλειόνων ἔκ τε τοῦ κινα-
μώμου καὶ ἐκ σμύρνης καὶ ἐξ ἄλλων.
29
Ἔτι δ' ἐκ
πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ γὰρ ἐκ κιναμώμου
... καὶ ἐκ τῆς σμύρνης κοπτομένης ἔλαιον ῥεῖ· στακτὴ
γὰρ καλεῖται διὰ τὸ (κατὰ) μικρὸν στάζειν. Ὃ δὴ
μόνον τινές φασιν ἁπλοῦν εἶναι καὶ ἀσύνθετον τῶν μύ-
ρων τὰ δ' ἄλλα πάντα σύνθετα, πλὴν τὰ μὲν ἐκ
πλειόνων τὰ δ' ἐξ ἐλαττόνων, ἐξ ἐλαχίστων δὲ τὸ ἴρι-
νον. Οἱ μὲν οὖν οὕτω λέγουσιν, οἱ δὲ τὴν ἐργασίαν
τῆς στακτῆς εἶναι τοιάνδε· τὴν σμύρναν ὅταν κόψωσι
καὶ διατήξωσι ἐν ἐλαίῳ βαλανίνῳ πυρὶ μαλακῷ ὕδωρ
ἐπιχεῖν θερμόν· συνιζάνειν δ' εἰς βυθὸν τὴν σμύρναν
καὶ τοὔλαιον καθάπερ ἰλύν· ὅταν δὲ τοῦτο συμβῇ τὸ
μὲν ὕδωρ ἀπηθεῖν τὴν δ' ὑπόστασιν ἀποθλίβειν ὀργά-
νοις.
30
Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης
συντίθεσθαι καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ κα-
σίαν, κινάμωμον, σμύρναν. Πλείστην δὲ πραγματείαν
περὶ τὸ μεγαλεῖον καὶ τὸ αἰγύπτιον εἶναι, πλείστων
γὰρ μίξιν καὶ πολυτελεστάτων. Τῷ δὲ μεγαλείῳ
καὶ τὸ ἔλαιον ἕψεσθαι δέχ' ἡμέρας καὶ δέκα νύκτας,
εἶτα οὕτως τὴν ῥητίνην ἐμβάλλεσθαι καὶ τἆλλα· δεκ-
τικώτερον γὰρ ἀφεψηθέν. Τὸ δ' ἀμαράκινον τὸ χρη-
στὸν ἐκ τῶν βελτίστων ἀρωμάτων συντίθεσθαι χωρὶς
ἀμαράκου· τούτῳ δ' οὐ χρῆσθαι μόνῳ τῶν ἀρωμάτων
τοὺς μυρεψοὺς οὐδ' εἰς ἓν μύρον, ἀλλὰ ψευδώνυμός
τις ἡ ἐπίκλησις.
31
Ποιοῦσι δὲ καὶ τὰ μὲν ἀχρω-
μάτιστα τὰ δὲ κεχρωματισμένα. Χρωματίζουσι δὲ
ἀμαράκινον, ῥόδινον, μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν
μὲν πολυτελῶν αἰγύπτιον, μήλινον, κύπρος, τὰ δ' εὐ-
τελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ μὲν αἰ-
γύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται, τῷ δὲ
μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς δ' εὐτελέσιν οὐ
λυσιτελεῖ τὸ χρῶμα προστιθέναι. Χρωματίζουσι δὲ
τὰ μὲν ἐρυθρὰ τῇ ἀγχούσῃ, τὸ δ' ἀμαράκινον τῷ κα-
λουμένῳ χρώματι· τοῦτο δ' ἐστὶ ῥιζίον ὃ ἄγουσιν ἐκ
τῆς Συρίας.
32
Συνεργεῖν δὲ δοκοῦσι πρὸς τὰς γεύσεις
οὐχ αἱ ὀδμαὶ μόνον ἀλλὰ καὶ αἱ δριμύτητες καὶ αἱ
θερμότητες ἐνίων, διὸ καὶ τῶν οἴνων τισὶ τὰ τοιαῦτα
μιγνύντες ὥσπερ κέντρον ἐμποιοῦσιν. Ἔστι δὲ ἡ
μὲν σμύρνη θερμὴ καὶ δηκτικὴ μετὰ στύψεως, ἔχει δὲ
καὶ πικρίαν. Τὸ δὲ κινάμωμον δριμύτητά τινα με-
τρίαν μετὰ θερμότητος. Παραπλησίως δὲ καὶ τὸ
κόστον. Ἡ δὲ κασία τούτων ὑπερβάλλει θερμότητι
καὶ δριμύτητι καὶ στύψει. Θερμὴ δὲ καὶ στυπτικὴ
καὶ ἡ ἴρις, καθ' ὑπερβολὴν δὲ καὶ πικρὰ νέα οὖσα καὶ
τὸν χρῶτα τῶν ἐργαζομένων ἀφελκοῖ. Δηκτικὸν δὲ
καὶ τὸ καρδάμωμον μετὰ θερμότητος. Τοῦ δὲ βαλ-
σάμου ὁ μὲν ὀπὸς καὶ τὸ καρπίον ἀνδρικώτερα πρὸς
ἀμφότερα ταῦτα τὸ δὲ ξύλον ἀσθενέστερον. Παρα-
πλησίαν δ' ἔχει τούτῳ δύναμιν καὶ τὸ ἄμωμον.
33
Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερ-
μότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω. Τούτων δὲ
στυπτικώτερον τὸ κύπειρον. Στύφει δὲ καὶ ἡ ἀσπά-
λαθος ἡ εὐώδης. Ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμό-
τητος. Τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαρά-
κινον ἐμμιγνύμενον θερμαντικά. Συνεργεῖ δὲ καὶ
τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ
τῆς ἴριδος.
34
Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων
ἔνια δυνάμεις μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας,
παλαιούμενα δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ'
ἀναλύεται πάλιν. Οἷον ἡ ἶρις εἰς μὲν τὴν ἐργασίαν
ἀκμάζει μετὰ τὴν συλλογὴν τρία ἔτη. Τὸ δὲ μάρον
ἔτη δύο. Ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων
γενομένη. Παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς
διαμονὴ καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς
κασίας. Σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει ταχύ.
Τῶν δ' ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα τὰς δυνάμεις
ἔχει καθάπερ τὸ ῥόδον, τὰ δὲ ξηρανθέντα καθάπερ ὁ
κρόκος καὶ ὁ μελίλωτος· χλωρὰ γὰρ ὑγρότερα.
35
Τὰς μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν ἀρωμάτων ἐκ
τούτων θεωρητέον.
Δοκεῖ δὲ τὸ μεγαλεῖον ἀφλέγμαντον εἶναι
παντὸς τραύματος· τὸ δὲ ῥόδινον ἄριστον πρὸς τὰ ὦτα.
Ταῦτα δ' οὐκ ἀλόγως. Τοῦ μὲν γὰρ ἡ σύνθεσις ἐκ ῥητίνης
κεκαυμένης ὥσπερ ἐλέχθη καὶ κασίας καὶ κιναμώμου
καὶ σμύρνης, ἅπαντα δὲ ταῦτα στυπτικὰ καὶ ξηραν-
τικά. Τὸ δὲ ῥόδινον τοῖς ὠσὶν ἀγαθὸν ὅτι ἐν ἁλσὶν ἡ
ποίησις· ἀναξηραίνει γὰρ καὶ ἐκθερμαίνει διὰ τοὺς
ἅλας· διὸ καὶ ἡ ἁλοσάχνη ἀγαθόν. Ἀλλὰ τὸ τῆς
στραγγουρίας λόγου δεῖται· καὶ γὰρ ταύτῃ λέγουσι μά-
λιστα βοηθεῖν. Αἴτιον δ' ἂν εἴη διότι πᾶν τὸ ὑπεξά-
γειν μέλλον ἀναλῦσαι δεῖ πρότερον τὸ ὑπεξαχθησόμε-
νον· τοῦτο δὲ οἱ ἅλες ποιοῦσιν, ἡ δ' εὐωδία τὴν ὁρμὴν
ἀπέδωκε.
36
Διὰ τί δὲ τὸ ἴρινον εὔοσμον μὲν οὐ
ποιεῖ δὲ τὴν ὁρμήν; ἢ διότι στυπτικὸν καὶ συνάγει
τοὺς πόρους ὥστε συγκλείσει κωλύειν τὴν δίοδον; ἀλλὰ
καὶ κοιλίας λυτικὴ διά τε τὴν θερμότητα καὶ διὰ τὸ
ἀποστύφειν τοὺς ἐπὶ τὴν κύστιν πόρους· ἀποκλειομένων
γὰρ τούτων εἰς τὴν κοιλίαν ἡ συρροή. Τὸ δὲ ὅλον
φαρμακῶδες καὶ τὸ ἴρινον καὶ ἄλλα τῶν μύρων. Ἡ
δ' αἰτία πάντων ὡς καθόλου εἰπεῖν ἐν ταῖς δυνάμεσι
ταῖς εἰρημέναις ὅτι στυπτικὰ καὶ θερμαντικά· τὰ
ἀρώματα γὰρ τὰ τοιαῦτα φαρμακώδη. Ταῦτα μὲν
οὖν ἔξω τῆς τέχνης.
37
Κρᾶσις δὲ καὶ μίξις οὐκ ἔστιν ὡρισμένη τῶν
ἀρωμάτων ὥστ' ἐκ τῶν αὐτῶν ἀεὶ χρηστὰ καὶ ὅμοια γί-
νεσθαι, ἀλλοῖα δὲ συμβαίνει διὰ τὴν ἀνωμαλίαν τῶν
δυνάμεων τῶν ἐν τοῖς ἀρώμασι. Τῆς δ' ἀνωμαλίας αἰτίαι
πλείους. Μία μὲν, ἥπερ καὶ τοῖς ἄλλοις καρποῖς, ἡ τοῦ
ἔτους κατάστασις· αὕτη γὰρ πολυχουστέρας ὁτὲ δ' ἀσθε-
νεστέρας τὰς δυνάμεις (ποιεῖ). Ἑτέρα δὲ ἐν τῇ συλλογῇ,
τὸ προτερῆσαι τῆς ἀκμῆς ἢ ὑστερῆσαι· καὶ γὰρ τοῦτο
οὐ μικρὸν διαφέρει. Τρίτη δ' ἡ μετὰ τὴν συλλογὴν,
ὅσα χρόνου δεῖται πρὸς τὴν ἀκμὴν ὥσπερ ἐλέχθη· καὶ
γὰρ ἐνταῦθά ἐστι τὸ προτερεῖν καὶ ὑστερεῖν·
38
τού-
των δὲ τὸ μὲν τῶν ἐτῶν οὐκ ἐφ' ἡμῖν, πλὴν εἰς τὸ
εἰδέναι τὰ ποῖα σφοδροτέρας καὶ ἀσθενεστέρας ἔχει
τὰς δυνάμεις· τὰ δὲ κατὰ τὰς ἀκμὰς τῆς τε συλλογῆς
καὶ μετὰ τὴν συλλογὴν ἐφ' ἡμῖν ἐστὶ, τῷ εἰδότι μᾶλ-
λον τὸ ἐπιτυγχάνειν. Ἡ μὲν οὖν γένεσις καὶ σύνθε-
σις τῶν μύρων ἐκ τούτων. Πολυχρονιώτατον δ' ἐστὶ
τό τ' αἰγύπτιον καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ
τὸ νάρδινον, πάντων δὲ μάλιστα ἡ στακτὴ, διαμένει
γὰρ ὁποσονοῦν χρόνον. Μυροπώλης δέ τις ἔφη παρ'
αὐτῷ μεμενηκέναι αἰγύπτιον μὲν ὀκτὼ ἔτη, ἴρινον δὲ
εἴκοσι καὶ ἔτι διαμένειν βέλτιον ὂν τῶν ἀκμαζόντων.
Ἡ μὲν οὖν χρονιότης ἐν τούτοις.
39
Τὰ δ' ἄνθινα
πάντα ἀσθενῆ. Συμβαίνει δὲ τοῖς ἀνθίνοις ἀκμά-
ζειν μὲν ὡς ἐπὶ τὸ πᾶν μετὰ δίμηνον, μεταβάλ-
λειν δ' ἐπὶ τὸ χεῖρον ἐνιαυτοῦ προελθόντος καὶ περικα-
ταλαβούσης τῆς ὥρας ἐν ᾗ τὴν ἀκμὴν λαμβάνει τὸ
ἄνθος. Ἀνὰ λόγον δὲ τῇ ἀσθενείᾳ καὶ τὸ εὐπέπαντα
εἶναι καὶ ὅλως εὐδιάπνευστα· τὰ δ' ἐκ τῶν ῥιζῶν καὶ
τῶν λοιπῶν χρονιώτερα· πλείων γὰρ ἡ ὀσμὴ καὶ ἰσχυ-
ροτέρα καὶ σωματωδεστέρα.
40
Διαφθείρει δὲ τὰ
μύρα καὶ ὥρα θερμὴ καὶ τόπος καὶ ὁ ἥλιος ἂν τεθῶσι·
διὸ καὶ οἱ μυροπῶλαι ζητοῦσι τὰς οἰκίας ὑπερῴους
καὶ μὴ προσηλίους ἀλλ' ὅτι μάλιστα παλισκίους· ἀφαι-
ρεῖται γὰρ τὰς ὀσμὰς ὁ ἥλιος καὶ τὸ θερμὸν καὶ ὅλως
ἐξίστησι τῆς φύσεως μᾶλλον τοῦ ψυχροῦ· τὸ δὲ ψυχρὸν
καὶ ὁ πάγος εἰ καὶ ἀοσμότερον ποιεῖ διὰ τὸ συστέλλειν,
ἀλλ' οὐκ ἀφαιρεῖταί γε τὴν δύναμιν τελέως. Ἡ
πονηρὰ γὰρ φθορὰ καθάπερ τῶν οἴνων καὶ τῶν ἄλλων
χυλῶν τῷ τὸ οἰκεῖον ἀφαιρεῖσθαι θερμόν.
41
Διὸ
καὶ εἰς ἀγγεῖα μολυβδᾶ ἐγχέουσι καὶ τοὺς ἀλαβάστρους
ζητοῦσι τοιούτου λίθου· ψυχρὸν γὰρ καὶ πυκνὸν καὶ
ὁ μόλυβδος καὶ ὁ λίθος ὁ τοιοῦτος· καὶ ἄριστος τοῖς
μύροις ὁ μάλιστα τοιοῦτος. Ὥστε δι' ἄμφω τηροῦσι,
καὶ τῷ ψυχρῷ καὶ τῷ πυκνῷ, μήτε διιέντες ἔξω τὴν
ὀσμὴν μήθ' ὅλως ἐπιδεχόμενοι μηδέν. Καὶ γὰρ ἡ
ἀναπνοὴ φθείρει καὶ τὸ ἔξωθεν ἐπεισιὸν καὶ ἀλλότριον·
ἐπεὶ καὶ τὰ πνεύματα φθείρει καὶ καταναλίσκει καθά-
περ ἐλέχθη τὰς ὀσμὰς, ἄλλως τε καὶ τὰς μὴ φυσικάς.
42
Κεφαλαλγῆ δὲ τῶν μὲν πολυτελῶν τὸ
ἀμαράκινον καὶ τὸ νάρδινον καὶ μεγαλεῖον, τῶν δ' εὐ-
τελῶν ὅλως μὲν τὰ πλεῖστα μάλιστα δὲ τὸ δάφνινον.
Ἐλαφρότατα δὲ τὸ ῥόδινον καὶ ἡ κύπρος, ἃ καὶ τοῖς
ἀνδράσι μάλιστα ἁρμόττειν δοκεῖ, καὶ πρὸς τούτοις
τὸ κρίνον· ταῖς δὲ γυναιξὶν ἡ στακτὴ καὶ τὸ μεγα-
λεῖον καὶ τὸ αἰγύπτιον καὶ τὸ ἀμαράκινον καὶ τὸ νάρ-
δινον· διὰ γὰρ τὴν ἰσχὺν καὶ τὸ πάχος οὐκ εὐαπόπνοα
οὐδ' εὐαφαίρετα· ζητοῦσι (γὰρ) τὰ χρόνια.
43
Ἐπεὶ
δὲ τὰ μὲν ἀσθενῆ τὰ δ' ἰσχυρὰ καὶ ἰσχυρότερα τὰ
ἀπὸ τῶν ῥιζῶν καὶ τὰ ἄλλα τὰ προειρημένα, διὰ
τοῦτο τὰ μὲν ἄνθινα μὴ τριβόμενα εὐοσμότερα, τὰ
δ' ἀπὸ τῶν ῥιζῶν καὶ τὰ λοιπὰ τριβόμενα· τὰ μὲν γὰρ
διαπνεῖταί τε καὶ ἅμα διαθερμαινόμενα διὰ τὴν τρίψιν
ἐξίσταται καὶ ἀλλοιοῦται τὰ δὲ διὰ τὴν ἰσχὺν ὥσπερ
ἀνοιγομένων τινῶν πόρων ἐκ τῆς τρίψεως ἐμφανεστέ-
ραν ποιεῖ τὴν ὀσμήν.
44
Ὃ καὶ ἐπ' αὐτῶν τῶν ῥι-
ζῶν καὶ ὅλως τῶν στερεῶν συμβαίνει καθάπερ ἐλέχθη.
Κατὰ δὲ τῶν ἀνθῶν ἐναντίως ὥστε ἠκολούθηκεν ἑκά-
τερα τῇ ἀρχῇ. Τὰ δ' ἐκ τῆς σμύρνης εὐλογώτατα
δι' ἄμφω· καὶ γὰρ μίγνυται μᾶλλον καὶ (ἡ) θερμότης
ἡ τῆς τρίψεως οὐκ ἀλλοτρία μαλακή τις οὖσα· καὶ γὰρ
(ἡ) σμύρνα ζητεῖ τινα πύρωσιν. Ἁπλῶς δὲ πᾶν τὸ
πολύοδμον ἄντ' εὐῶδες ἄντε κακῶδες ἄντ' ὀξὺ ἄνθ'
ὁποιονοῦν τυγχάνῃ κινούμενον ἐμφανέστερον· τότε γὰρ
ὥσπερ ἐνεργείᾳ ἀναμίγνυται μᾶλλον τῷ ἀέρι. Τῶν
δὲ μύρων τὸ αἰγύπτιον καὶ ἡ στακτὴ καὶ εἴ τι ἄλλο
πολύοδμον καὶ μιγνύμενα τῷ οἴνῳ τῷ εὐώδει ἡδίω·
παραιρεῖται γὰρ ἡ βαρύτης αὐτῶν· ἐπεὶ καὶ ἡ σμύρνη
αὐτὴ πρὸς τὴν ἀναθυμίασιν βρεχθεῖσα ἐν τῷ γλυκεῖ
καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη.
45
Πρὸς δὲ τὰς
δυνάμεις σκοπουμένοις δόξειεν ἂν ἄτοπον εἶναι τὸ συμ-
βαῖνον ἐπὶ τοῦ ῥοδίνου· κουφότατον γὰρ ὂν καὶ ἀσθε-
νέστατον ἀφανίζει τὰς τῶν ἄλλων ὀσμὰς ὅταν προμυ-
ρισθῶσι· διὸ καὶ οἱ μυροπῶλαι τοὺς ἐπιδιστάζοντας
καὶ μὴ ὠνουμένους παρ' αὐτῶν ἐπιμυρίζουσι τούτῳ
πρὸς τὸ μὴ αἰσθάνεσθαι τὰ παρὰ τῶν ἄλλων. Αἴτιον
δ' ὅτι λεπτότατον ὂν καὶ προσφιλὲς τῇ αἰσθήσει διὰ
τὴν κουφότητα μάλιστα διικνεῖται καὶ συμπληροῖ τοὺς
πόρους, ὥσθ' ἡ αἴσθησις κατειλημμένη καὶ πλήρης
οὖσα κρίνειν ἀδυνατεῖ.
46
Δύο γάρ εἰσι τρόποι τάχα
δὲ τρεῖς οἱ κωλύοντες τὴν κρίσιν. Εἷς μὲν ὁ νῦν εἰρη-
μένος· ἄλλος δ' ὁ ἀπὸ τῶν ἰσχυρῶν ὥσπερ μεθύσκων
τὴν αἴσθησιν καὶ καρηβαρᾶν ποιῶν. Τρίτος δ' ὅταν
προκαταληφθῇ τῷ βελτίονι· τὸ γὰρ ἐπεισάγειν τὸ χεῖρον
οὐ ῥᾴδιον· οὐ δέχεται γὰρ ἡ αἴσθησις ὥσπερ οὐδ' ἐπὶ τῶν
χυλῶν καὶ ὅλως τῶν κατὰ τὴν τροφήν.
47
Κατισχναί-
νειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ
ἀκμάζῃ τὸ ἄνθος ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι
δ' ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. Παύεται δὲ
ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα δι'
ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ
καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοι-
πῶν καὶ διαδίδοται πανταχοῦ. Διὰ ταὐτὸ δὲ τοῦτο
καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ
γὰρ τὸ λεπτὸν καὶ μαλακόν.
48
Ποιοῦσι δέ τινες
τοῦτο καὶ τῶν οἴνων ὥστε προποθέντες ἀφανίζειν τὴν
τῶν ἄλλων ἡδονήν. Ἔνιοι δ' ὥστε μὴ ἐπιδέχεσθαι
ῥᾳδίως τοὺς ἄλλους ὥσπερ ὁ Ἐρυθραῖας ἁλυκός τις ὢν
καὶ μαλακός. Τὴν αἰτίαν (δὲ) πειρατέον ἐκ τῶν
ὁμοίων λαμβάνειν· ἔχει δὲ τοῦτ' ἴδιον τὸ ῥόδινον ὥσ-
περ σχεδὸν καὶ μικρῷ πρότερον εἴρηται· τὰ μὲν γὰρ
ἄλλα πάντ' ἢ τὰ πλεῖστα κεφαλαλγῆ, τοῦτο δ' ὥσπερ
ἐλέχθη λυτικὸν καὶ βάρους καὶ ἀλγηδόνος καὶ τῆς ἀπὸ
τῶν μύρων.
49
Ἡ δ' αἰτία φανερὰ διὰ τῶν προει-
ρημένων εἴπερ ἐπικρατεῖ καὶ διαδύεται πανταχοῦ. Τὰ
μὲν γὰρ ἄλλ' ὅσα κεφαλαλγῆ βαρέα διὰ τὸ ἐκ τοιού-
των συγκεῖσθαι τὰ μὲν ῥιζῶν τὰ δ' ὀπῶν· τοῦτο δὲ
καὶ τῇ ὀσμῇ ἐλαφρὸν καὶ τῇ θερμότητι σύμμετρον εἰς
τὸ συμπέψαι καὶ διανοῖξαι τοὺς πόρους. Οἱ γὰρ δὴ
πόνοι τῆς κεφαλῆς ἢ καθυγραινομένης ἢ πνευματουμέ-
νης τῷ ἐναπολαμβάνεσθαι, ὥστε τὸ μὲν ἐκκρῖναι δεῖ
τὸ δὲ πέψαι ἢ ἀφελεῖν.
50
Πρὸς ἅπαντα δὲ ἡ θερ-
μότης χρήσιμον καὶ εἰς ἀφαίρεσιν καὶ ἔτι μᾶλλον εἰς
τὸ πέττειν καὶ διανοίγειν τοὺς πόρους, εἰς ἃ συμβάλ-
λεται τὸ ἐν τῷ ἁλὶ πεποιῆσθαι· καὶ γὰρ ἀναστομοῦσι
καὶ διαθερμαίνουσιν οἱ ἅλες. Ἡ δ' εὐοσμία καὶ ὁρ-
μήν τινα ποιεῖ πρὸς τὴν κίνησιν. Ἀγαθὸν δὲ καὶ
δοκεῖ πρὸς τοὺς κόπους εἶναι τῇ θερμότητι σύμμετρον
ὂν καὶ τῇ κουφότητι καὶ τῇ διαδύσει πρὸς τοὺς ἐντὸς
πόρους· ὡς δέ τινές φασιν οὐχ ἧττον ἡ κύπρος ἔτι τού-
του· μαλακὴ γὰρ ἡ ὀσμὴ καὶ προσφιλὴς τῷ χρωτὶ καὶ
ἡ ταύτης. Καὶ ταῦτα μὲν καὶ τὰ ὅμοια τούτοις ὥσ-
περ ἴδια ἂν εἴη.
51
Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσ-
μαῖς καὶ ἐν τοῖς χυμοῖς ἐὰν ἡρμοσμέναι τυγχάνωσιν
ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα
καὶ τὴν ἰσχὺν, αἱ δ' εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα
ἐμποιοῦσαι καθάπερ καὶ ἐπὶ τῶν οἴνων. Καὶ γὰρ ὁ
ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις
ὡς ἔοικε τὴν ἡδονὴν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ
εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν
μὲν ὀσμὴν ἀπ' αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ
σταιτὸς λαμβάνειν τὸν οἶνον.
52
Συμβαίνειν δὲ
τοῦτο καὶ κατὰ τὰς τῶν οἴνων μίξεις· οἷον ἐάν τις
κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, κα-
θάπερ τὸν ἡρακλεώτην καὶ τὸν ἐρυθραῖον, τοῦ μὲν τὴν
μαλακότητα τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου· συμ-
πίπτει γὰρ ἅμα τὰ κακὰ ἀλλήλων ἀφανίζειν τῇ μα-
λακότητι θατέρου. Πολλὰς δὲ καὶ ἄλλας οἱ ἔμπειροι
λέγουσι καὶ ἴσασι μίξεις. Ὃ καὶ ἐπὶ τῶν ὀσμῶν εὔ-
λογον συμβαίνειν καὶ ἐπὶ τῶν χρωμάτων ἄν τις λαμ-
βάνῃ τὰς ἁρμοττούσας μίξεις. Τοῦτο μὲν οὖν ἴδιον
τοῦ ῥοδίνου.
53
Τὸ δὲ κοινὸν ἐπὶ πάντων ἀπόρημα
τί δή ποτε ἀπὸ τοῦ καρποῦ τῆς χειρὸς ἥδιστα φαίνεται,
διὸ καὶ οἱ μυροπῶλαι τοῦτο μυρίζουσι τὸ μέρος. Τὴν
δ' αἰτίαν ἐκ τοῦ ἐναντίου ληπτέον ὅτι τὸ θερμὸν ἐξίσ-
τησι καὶ ἀλλοιοῖ· ταχεῖα δ' ἤδη ἡ αἴσθησις τοῖς μύ-
ροις ἀναμιγνυμένοις τῷ χρωτί.
54
Ἀπορεῖται δὲ
δίοτι οἱ μὴ εἰωθότες μυρίζεσθαι μᾶλλον ἐξόζουσι τῶν
συνεχῶς μυριζομένων· εἴη μὲν γὰρ ἂν λέγειν καὶ ὅτι
φαντασίαι καὶ οὐκ ἀλήθειαι διὰ τὸ μὴ εἰωθός· εἰ δ'
οὖν καὶ ἀληθὲς ἔοικε τὸ μὲν οἷον συναναμίγνυσθαι
πλείοσιν ὀσμαῖς ἑτέραις ὑφ' ὧν ἀμαυροῦται, συγκα-
ταμιγνυμένου καὶ τοῦ χρωτὸς, τὸ δὲ ὥσπερ ἀκέραιον
δέχεσθαι τὸ μανὸν καὶ ἐκφαίνειν τῇ αἰσθήσει χρονιζό-
μενον. Εἴη δ' ἂν καὶ ἐναντίως λαβεῖν ὡς ἧττον δε-
χομένου διὰ τὸ ἀσύνηθες, βραδύτερον δ' ἀναμιγνύμενα
πλείω χρόνον ἐξόζειν. Καὶ τοῦτο μὲν ἔλαττον καὶ
οὐ φανερῶς ὁμολογούμενον.
55
Ἅπτεται δὲ μά-
λιστα τοῦ χρωτὸς καὶ κεφαλῆς καὶ τῶν ἄλλων καὶ
πλεῖστον χρόνον ἐμμένει τὰ ἰσχυρότατα ταῖς ὀσμαῖς,
οἷον μεγαλεῖον, αἰγύπτιον, ἀμαράκινον· τὰ δ' ἀσθενῆ
καὶ (οὐ) πολύοδμα κούφην ἔχοντα τὴν ἀναπνοὴν τα-
χεῖαν ποιεῖ καὶ τὴν ἀπόλειψιν, ὥσπερ τό τε ῥόδινον
καὶ ἡ κύπρος.
56
Ἔνια δὲ καὶ εἰς τὴν ὑστεραίαν
οὐ χεῖρον ὄζει, διαπεπνευκυίας εἴ τις ἐνῆν βαρύτης.
Τὰ δὲ καὶ ὅλως ἔμμονα μᾶλλον ὥσπερ ἡ νάρδος καὶ
τὸ ἴρινον, πάντων δὲ μάλιστα (τὰ) ἰσχυρότατα. Καὶ
τὰ μὲν ἔν τε τοῖς λουτροῖς καὶ τῇ ἀνέσει διατηρεῖ πως
τὴν ὀσμὴν ἢ οὐ συγκακύνει· τὰ δὲ κακυνόμενα πλείω
ποιεῖ δυσωδίαν αὐτῶν τῶν ἱδρώτων ὡς ἂν σήψεώς
τινος ἢ διαφθορᾶς γινομένης. Καὶ τὰ μὲν περὶ τῆς
τῶν μύρων ποιήσεώς τε καὶ δυνάμεως ἐπὶ τοσοῦτον
εἰρήσθω.
57
Τὰ δὲ περὶ τὴν τῶν ξηρῶν μίξιν ἐξ ὧν
(τὰ) διαπάσματα καὶ αἱ συνθέσεις οὐκ ἔτι ζητεῖ μίξιν
τῶνδέ τινων ὡρισμένων ἀλλ' ὅσῳ ἄν τις πλείω καὶ
ποικιλώτερα μίξῃ τοσούτῳ καὶ ἡ ὀσμὴ λαμπροτέρα
καὶ ἡδίων, ὥσπερ καὶ ἐξ αὐτῶν τῶν ἀρωμάτων τῶν
προχείρων· εἰς ταὐτὸ γὰρ μιγνύντες ἅπαντα χρῶνται.
Ζητοῦσι δ' ἐν τούτοις καὶ σπεύδουσιν ὥστε μὴ ἑνὸς
ἀλλὰ πάντων κοινήν τινα τὴν ὀσμὴν εἶναι. Διὸ καὶ
ἀνοίγοντες διά τινων ἡμερῶν τὸ ἐξόζον ἐξαιροῦσιν ἀεὶ
καὶ τῶν ἰσχυρῶν ἐλάττω μιγνύουσιν ὥσπερ ... τὰ δ'
ὅλως οὐ μιγνύουσιν ὥσπερ τὸ ἐρυσίσκηπτρον ὑπὲρ οὗ
καὶ ἀρτίως ἐλέχθη.
58
Βρέχουσι δὲ συντιθέντες τῷ
οἴνῳ τῷ εὐώδει· ἔοικε δ' οὖν χρήσιμος εἶναι πρὸς τὰς
εὐοσμίας εἴ γε καὶ οἱ μυρεψοὶ χρῶνται. Μένουσι δὲ
πολὺν χρόνον αἱ συνθέσεις. Ἡ δὲ χρῆσις τούτων μὲν
εἰς τὴν τῶν ἱματίων ὀσμὴν τῶν δὲ διαπασμάτων εἰς
τὴν στρωμνὴν ὅπως πρὸς τὸν χρῶτα προσπίπτῃ· καὶ
γὰρ ἅπτεται μᾶλλον καὶ ἐμμονώτερον τοῦτο καὶ ὥσπερ
ἀντ' ἐκείνου τοῦτο ποιοῦσιν. Οἱ δὲ πρότερον ἐνέβα-
λον οἴνῳ καταβρέχοντες εὐώδει πρὸς τὸ παραιρεῖσθαι
τὴν ὀσμὴν, ἔνια δὲ καὶ μελικράτῳ καὶ οἴνῳ μιγνύντες
ἀνέδευον, τὰ δὲ καὶ αὐτῷ τῷ μελικράτῳ. Τὸ γὰρ
ὅλον ἄμφω ταῦτα συνεργεῖ πρὸς εὐοσμίαν. Διαμένουσι
δὲ αἱ συνθέσεις. Φανερὸν δ' ἐκ τούτων ὅπερ καὶ
πρότερον ἐλέχθη διότι τὰ ξηρὰ καὶ εὐοσμότερα πρὸς
ἄλληλα (μιχθέντα) ταῖς ὀσμαῖς.
59,61
Εὐλόγως
δὲ τὰ μύρα φαρμακώδη διὰ τὴν τῶν ἀρωμάτων δύνα-
μιν· καὶ γὰρ τὰ ἀρώματα τοιαῦτα. Δηλοῖ δὲ τά τε
καταπλάσματα καὶ ἃ δή τινες μαλάγματα καλοῦσιν
οἵας ἀποδείκνυται δυνάμεις τά τε φύματα καὶ τὰ
ἀποστήματα διαχέοντα καὶ ἄλλα πλείω τῶν κατὰ τὸ
σῶμα διαλλοιοῦντα ἐπιπολῆς μὲν ἀλλὰ καὶ τὰ ἐν βά-
θει οἷον ἄν τις καταπλάσῃ τὰ ὑποχόνδρια καὶ τὸ
στῆθος εὐθὺς σὺν τοῖς ἐρυγμοῖς ἀποδίδωσιν εὐώδεις
τὰς ὀσμάς.
60,62
Ἔνια δὲ καὶ εἰς οὔρησιν ἄγει συν-
εξόζειν ποιοῦντα αὐτά. Ἔτι δὲ τούτου μεῖζον ὅτι
καὶ ἀπὸ τῆς κεφαλῆς ἄν τις καταπλάσῃ δίδωσι τὴν
ὀσμὴν εἰς τὰ οὖρα τὰ ἀπὸ τῶν ἀρωμάτων. Ἐπεί γε
κοιλίαν κινεῖ καὶ ἡ ἴρις ὥσπερ ἐλέχθη. Πάντα δὲ
ταῦτα ποιεῖ καθάπερ πολλάκις εἴρηται διὰ τὸ (τὰ)
φύσει στρυφνὰ καὶ ὑπόπικρα θερμαντικὰ καὶ εὐδίοδα
πρὸς τοὺς πόρους εἶναι. Τμητικὰ γὰρ ὄντα καὶ θερ-
μαντικὰ καὶ στύφειν ἅμα καὶ θερμαίνειν δυνάμενα
καὶ ἐξάγειν καὶ ἐκπέττειν δύναται καὶ τὸ ὅλον ἀλ-
λοιοῦν καὶ μεταβάλλειν.
61(59)
Αἱ δὲ τῶν ζώων ὀσμαὶ κατὰ τὰς ἰδίας
γίνονται φύσεις· ἑκάστῳ γάρ ἐστί τις οἰκεία κατὰ τὴν
κρᾶσιν. Αὗται δ' ἡδεῖαι μὲν καὶ καθαραὶ [καὶ] κατὰ
τὰς ἀκμὰς καὶ ὅταν εὖ ἔχωσιν ἑαυτῶν, ἔτι δὲ ἡδίους
ἁπαλῶν καὶ νέων ὄντων. Πλεῖσται δὲ καὶ κακωδέ-
σταται περὶ τὰς ὀχείας καὶ ὅλως συντηκομένων καὶ κα-
μνόντων σωμάτων· διὸ καὶ οἱ τράγοι καὶ οἱ ἔλαφοι
καὶ λαγοὶ καὶ τἆλλα τότε μάλιστα ὄζει.
62(60)
Θαυ-
μαστὸν δὲ καὶ ἴδιον τὸ συμπάσχειν τὰς τραγέας ὅταν
ἡ ὥρα καθήκῃ τῆς ὁρμῆς. Αἴτιον δὲ δηλονότι τὸ ὑπο-
λείπεσθαί τινα ἐν τῷ δέρματι δύναμιν ἢ ὑγρότητα
τοιαύτην ἀφ' ἧς ἡ ὁρμὴ γίνεται καὶ ζώντων· κινουμέ-
νης οὖν καὶ διαθερμαινομένης ταύτης ὑπὸ τοῦ ἀέρος
εὔλογον καὶ τὰ δέρματα καθ' ὅσον ἐπιβάλλει (κινεῖ-
σθαι). Διὸ καὶ ὡς πρῶτον αἴτιον ἡ διάθεσις· τότε
γὰρ καὶ οἱ μὴ ὀχεύοντες ὄζουσι καὶ οἱ ἄγονοι καὶ αἱ
αἶγες ὅλως. Ἡ δ' ὀχεία τότε μὲν μεγάλην μερίδα
συμβάλλεται, καθ' αὑτὴν δ' αἰτία γίνεται ἡ διάθεσις.
63
Συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐν ἄλλοις ἡ τοιαύτη
συμπάθεια· καὶ γὰρ ὁ οἶνος ἅμα τῇ σταφυλῇ δοκεῖ
συνανθεῖν καὶ τὰ σκόροδα καὶ τὰ κρόμυα τότε δριμύ-
τατον ὄζειν ὅταν (τὰ) ἐν τῇ γῇ βλαστάνῃ· πλὴν τού-
τοις ἅμα συμβαίνει καὶ αὐτοῖς βλαστάνειν. Ὅλως
δὲ πάντα κινεῖται τὰ φλοιόριζα καὶ σαρκόριζα μὴ
ἀπεξηραμμένα κατὰ τὰς βλαστητικὰς ὥρας· ἡ γὰρ
ἐνυπάρχουσα δύναμις ἐν αὐτοῖς κινεῖται. Θαυμασιώ-
τατον δὲ τῶν τοιούτων τὸ ἐπὶ τοῦ στέατος τῆς ἄρκτου
συμβαῖνον, εἴπερ ἅμα ταῖς φωλίαις ἐπαίρεται καὶ ἐκ-
πληροῖ τὰ ἀγγεῖα.
64
Τί δή ποτε Δημόκριτος τοὺς μὲν χυμοὺς
πρὸς τὴν γεῦσιν ἀποδίδωσι τὰς δ' ὀσμὰς καὶ τὰς
χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις;
ἔδει γὰρ ἐκ τῶν σχημάτων. Ἢ τοῦτό γε πρὸς ἅπαν-
τας κοινόν; ἅπαντες γὰρ οἱ μὲν μόνης οἱ δὲ μάλιστα
ταύτης τὰ πάθη λέγουσι καὶ τὰς διαφορὰς, ὡς ἐν χρώ-
μασι λευκὸν καὶ μέλαν, καὶ ἐν χυμοῖς γλυκὺ καὶ πι-
κρὸν, οὐχ οὕτω δ' ἐν ὀσμαῖς· οὐδὲν γὰρ πλὴν τό τ'
εὔοσμον καὶ τὸ κάκοσμον. Οὐδ' ἐν ἁπτοῖς· πλείω
γὰρ εὐθὺ τὰ ὑποκείμενα, σκληρὸν, μαλακὸν, τραχὺ,
λεῖον.
65
Ἀλλὰ μᾶλλον ἐν φωναῖς, ὀξὺ καὶ βαρύ.
Ἔτι δὲ τὰ μὲν μικτὰ τὰ δ' ἄμικτα. Ἄμικτοι χυλοὶ
οἱ μὲν τῷ μὴ καταμερίζεσθαι ὥστ' ἐξ ἀμφοῖν (ἓν γί-
νεσθαι), οἷον ὕδωρ, ἔλαιον, φλέγμα, αἷμα, ὅλως πᾶν
τὸ ἐπινέον ἢ τὸ διαιροῦν, ὥσπερ τὸ ὄξος καὶ τὸ γάλα.
Τὸ γὰρ τῇ πιέσει καὶ τρίψει μιγνύμενον ἕτερον εἶδος.
Ἄλλον δὲ τρόπον οἱ μὴ εὔμικτοι πρὸς τὴν χρείαν ἢ
καὶ λυμαινόμενοι ἀλλήλους οἷον ἡ θάλαττα καὶ τὰ νι-
τρώδη καὶ πικρὰ ὕδατα τοὺς οἴνους καὶ τὰ πότιμα ἐὰν
μὴ εὐθὺς χρῆταί τις.
66
Ὀσμαὶ δὲ αἱ μὲν οὕτως
ἄμικτοι πλείους καὶ ὥστε καθόλου λαβεῖν αἱ κακώδεις
ταῖς κακώδεσι. Ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον
εὑρεῖν εἰ μὴ ἀδύνατον, εἰς τὴν τοιαύτην δὲ δύναμιν
ἅπαν ὡς εἰπεῖν πρὸς πᾶν εὔοσμον. Ἀλλ' ἔνθα μὲν
ἴσως χείρω ποιεῖ ἔνθα δὲ βελτίω καθάπερ ἐπὶ τῶν μύ-
ρων· τὰ μὲν γὰρ ἀφαιρεῖται τὸ ἄκρατον καὶ σκληρὸν,
τὰ δ' ἀποθηλύνει καὶ ὥσπερ ἐξυδατοῖ τὰς ὀσμάς. Ἐν
δὲ τοῖς ξηροῖς ἅπασαι πάσαις μικταί.
67
Τὰ γὰρ
διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. Ποιεῖ δὲ
καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιά-
ματα εὐοσμότερα καθάπερ τὴν σμύρναν. Δοκεῖ δὲ
καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ
οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν.
Οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν
τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς
γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ
ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν.
68
Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα
τοῖς χυλοῖς ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ καρπῶν
τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον ὥσπερ τῶν
βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν μόνον καὶ οἷον
φθίσιν. Μετακινοῦνται δ' ἐν ταῖς ἐτείαις ὥραις πάνθ'
ὡς εἰπεῖν, μάλιστα δὲ τὰ ἀσθενέστατα, τὰ δ' ἄνθινα
καθ' ἣν ὥραν ἀνθεῖ τὸ ἄνθος.
69
Τὰς συνθέσεις
ποιοῦσιν ἐκ τῶν ἀρωμάτων θραύσαντες πολλὰ καὶ
μίξαντες εἰς ταὐτὸ κλείουσιν εἰς κιβώτιον, εἶτ' ἀνοί-
γοντες διά τινων ἡμερῶν ὅτι ἂν μάλιστα ὄζειν δοκῇ
τοῦτ' αἴρουσι, καὶ πάλιν δὲ καὶ πάλιν διαλείποντες
χρόνον ὅπως ἂν μηδενὸς ἐξόζῃ. Θαυμαστὴν δ' ὀσμὴν
λαμβάνει τὰ ἱμάτια εἰς ταῦτα τιθέμενα. Τὸ δὲ τῆς
βαλάνου τῆς αἰγυπτίας μύρον αὐτὸ μὲν οὐκ ἄγαν ἀνα-
πνεῖ, μιγνύμενον δὲ ποιεῖ τἆλλα βελτίω μάλιστα δὲ
τὴν ἴριν ...
70
Ἐν τῇ ἐρυθρᾷ θαλάττῃ διακοπτομέ-
νων τῶν λίθων ἔνδον ἐμπεφυκότα φαίνεται ἰχθύδια
καὶ καρίδες καὶ ἄλλ' ἄττα ζῶα ἐπικλη ...
71
Ἀθή-
νῃσι λέγειν εἰς ταῦτα χαλκὸν κοῖλον ἐμβάλλεσθαι σί-
δηρον ὁμοίως ἐρυθρὸν καὶ λευκόν. Εἶναι δέ τινα
λόγον πρὸς τὸν καττίτερον· συμβάλλεσθαι δ' οὐ μεγέ-
θους χάριν ἀλλὰ τῆς πικρότητος ...
5
t
{ΠΕΡΙ ΑΝΕΜΩΝ}
1
Ἡ τῶν ἀνέμων φύσις ἐκ τίνων μὲν καὶ πῶς
καὶ διὰ τίνας αἰτίας γίνεται τεθεώρηται πρότερον· ὅτι
δ' ἑκάστοις αἱ δυνάμεις καὶ ὅλως τὰ παρακολουθοῦντα
κατὰ λόγον ἀκολουθεῖ πειρᾶσθαι χρὴ λέγειν οἷσπερ
σχεδὸν διαφέρουσιν ἀλλήλων. Αἱ γὰρ διαφοραὶ περὶ
ταῦτα καὶ ἐν τούτοις, οἷον μέγεθος, μικρότης, ψυχρό-
της, θερμότης, ἁπλῶς τὸ χειμερινὸν ἢ εὐδιεινὸν καὶ
ὑέτιον ἢ αἴθριον· ἔτι δὲ τὸ πολλάκις ἢ ὀλιγάκις, καθ'
ὥραν ἢ τὸ μὴ ἀεὶ πνεῖν καὶ συνεχεῖς καὶ ὁμαλεῖς ἢ
διαλείποντας καὶ ἀνωμαλεῖς. Καὶ ὅλως ἃ συμβαίνει
περὶ τὸν οὐρανὸν ἢ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὴν
θάλατταν διὰ τὴν πνοήν. Ὡς γὰρ [ἂν] ἁπλῶς εἰ-
πεῖν ἐν τούτοις καὶ περὶ ταῦτα τυγχάνουσιν αἱ ζητή-
σεις, ἐν οἷς καὶ τὰ περὶ τῶν ζώων καὶ φυτῶν ἐμπε-
ριλαμβάνεται.
2
Ἐπεὶ δ' ἑκάστου τόπος ἴδιος
ὑπόκειται καὶ τοῦθ' ὥσπερ τῆς οὐσίας, ἀπὸ τούτου ὡς
ἁπλῶς εἰπεῖν καὶ αἱ διαφοραὶ καὶ αἱ δυνάμεις αἱ καθ'
ἕκαστον [εἰπεῖν], οἷον πρῶτον ἡ τοῦ μεγέθους καὶ
σμικρότητος, καὶ ψυχρότητος καὶ θερμότητος, καὶ
πλήθους καὶ ὀλιγότητος καὶ τῶν ἄλλων τῶν πλείστων.
Ὑπάρχει δὲ ταὐτὰ τὰ δ' ἐναντία τοῖς ἐναντίοις, ἀμ-
φότερα δ' εὐλόγως. Οἷον τῷ βορέᾳ καὶ τῷ νότῳ·
μεγάλοι μὲν γὰρ ἄμφω καὶ πλεῖστον χρόνον πνέουσι
διὰ τὸ συνωθεῖσθαι πλεῖστον ἀέρα πρὸς ἄρκτον καὶ
μεσημβρίαν, πλαγίων ὄντων πρὸς τὴν τοῦ ἡλίου φορὰν
τὴν ἀπ' ἀνατολῶν ἐπὶ δυσμάς· ἐξωθεῖται γὰρ ἐνταῦθα
τῇ τοῦ ἡλίου δυνάμει, διὸ καὶ πυκνότατος καὶ συννε-
φέστατος ὁ ἀήρ. Ἀθροιζομένου δ' ἐφ' ἑκάτερα πολ-
λοῦ καὶ πλείων ἡ ῥύσις καὶ συνεχεστέρα γίνεται πλεο-
νάκις, ἀφ' ὧν τά τε μεγέθη, καὶ ἡ συνέχεια καὶ τὸ
πλῆθος αὐτῶν καὶ ἄλλο τοιοῦτόν ἐστιν.
3
Ἡ δὲ
ψυχρότης καὶ θερμότης ἐμφανέσταται δόξαιεν ἂν εἶναι
διὰ τοὺς τόπους γινόμεναι· ψυχρὰ γὰρ τὰ πρὸς ἄρκτον
τὰ δὲ πρὸς μεσημβρίαν ἀλεεινὰ, τὸ δ' ἀφ' ἑκατέρων
ῥέον ὅμοιον. Ἅμα γὰρ καὶ ἧττον ἀναπεπταμένον τὸ
σύνεγγυς καὶ μὴ ἀναπεπταμένη ἡ φορὰ, τὸ δὲ διὰ
στενοῦ καὶ σφοδροτέρως φερόμενον ψυχρότερον, τὸ δ'
εἰς τὸ πόρρω διακεχυμένον μᾶλλον καὶ ἀνειμένον. Διὸ
καὶ ὁ νότος ἐκεῖ ψυχρότερος ἢ παρ' ἡμῖν, ὡς δέ τινές
φασι καὶ μᾶλλον ἢ βορέας. Ποιεῖ δέ τι καὶ ἡ μετα-
βολὴ πρὸς φαντασίαν ἀλεεινοῦ προϋπάρχοντος τοῦ
τόπου.
4
Καὶ τοῦτο μὲν κοινὸν ὡς εἰπεῖν πᾶσι. Τὸ
δ' ὑέτιον καὶ αἴθριον ἑκατέρου καὶ τὸ κυματῶδες καὶ
ἄκυμον καὶ πυκνὸν καὶ συνεχὲς καὶ ἀνωμαλὲς καὶ ὅμα-
λον, ἔτι δὲ τὸ μέγεθος τοῦ μὲν ἀρχομένου τοῦ δὲ
λήγοντος πρὸς τὴν ἀπόστασιν τῶν τόπων ἀποδίδοται
μᾶλλον. Ὅθεν μὲν γὰρ ἕκαστος πνεῖ παρ' ἐκείνοις
αἴθριος, ὅποι δ' ἀπωθεῖ τὸν ἀέρα παρ' ἐκείνοις ἐπινε-
φὴς καὶ ὑέτιος. Διόπερ ὁ μὲν βορέας καὶ μᾶλλον οἱ
ἐτησίαι τοῖς πρὸς μεσημβρίαν καὶ ἀνατολὴν οἰκοῦσιν
ὑέτιοι ὁ δὲ νότος καὶ ἁπλῶς εἰπεῖν οἱ ἐξ ἐκείνου τοῦ
τόπου πνέοντες τοῖς πρὸς ἄρκτον.
5
Οὐ μικρὰ δ'
ἐνταῦθα ἀλλὰ μεγίστη ῥοπὴ τὸ τὰς χώρας ὕψος ἔχειν,
ὅπου ἂν προσκόψῃ τὰ νέφη καὶ λάβῃ στάσιν, ἐνταῦθα
καὶ ὕδατος γένεσις. Διὸ καὶ τῶν σύνεγγυς τόπων
ἄλλοι παρ' ἄλλοις ὑέτιοι τῶν ἀνέμων. Ἀλλὰ περὶ
μὲν ὑδάτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. Ἐκ τῆς
αὐτῆς δ' αἰτίας καὶ ὁ μὲν βορέας εὐθὺς ἀρχόμενος μέ-
γας ὁ δὲ νότος λήγων, ὅθεν καὶ ἡ παροιμία συμβου-
λεύει τὰ περὶ τοὺς πλοῦς. Ὁ μὲν γὰρ εὐθὺς οἷον
ἐπίκειται τοῖς περὶ ἄρκτον οἰκοῦσιν ὁ δὲ μακρὰν ἀφέ-
στηκε· χρονιωτέρα δ' ἡ τῶν ἄπωθεν ἀπορροὴ καὶ
ὅταν ἀθροισθῇ πλῆθος. Τοῖς γὰρ περὶ Αἴγυπτον καὶ
τοὺς τόπους ἐκείνους ἀνάπαλιν ὁ νότος ἀρχόμενος μέ-
γας, ὅθεν καὶ τὴν παροιμίαν ἐναντίως λέγουσιν.
6
Ὡσαύτως δὲ καὶ τὸ πυκνὸν καὶ ἄκυμον καὶ συνεχὲς
καὶ ὁμαλὲς ἐκείνοις ὁ νότος ποιεῖ μᾶλλον· ἀεὶ γὰρ τοῖς
ἐγγὺς ἕκαστος τοιοῦτος τοῖς δὲ πόρρω καὶ ἀνωμαλὴς
καὶ διεσπασμένος. Τούτων μὲν οὖν τὰς εἰρημένας
αἰτίας ὑποληπτέον αἵπερ ἐμφανεῖς καὶ κατ' ἄλλους
τόπους εἰσὶν ἐλάττους καὶ ἔλαττον ἀπέχοντας ἀλλήλων·
τοῦτο δ' ἂν καὶ δόξειεν ἄλογον εἶναι. Ὁ μὲν γὰρ νό-
τος ἀεὶ τοῖς ἑαυτοῦ τόποις αἴθριος, ὁ δὲ βορέας ὅταν ᾖ
χειμὼν μέγας ἐν μὲν τοῖς πλησίον συννεφὴς ἔξω δ'
αἴθριος.
7
Αἴτιον δ' ὅτι διὰ μὲν τὸ μέγεθος πολὺν
ἀέρα κινεῖ τοῦτον δὲ φθάνει ἐκπηγνὺς πρὶν ἀπῶσαι·
παγέντα δὲ μένει τὰ νέφη διὰ βάρος· εἰς τὰ ἔξω (δὲ)
καὶ πορρωτέρω τὸ μέγεθος μᾶλλον ἢ ψυχρότης διαδί-
δοται καὶ τοῦτο ἐργάζεται. Ὁ δὲ νότος ἧττόν τε
ἔχων ὕλην καὶ ταύτην οὐ πηγνὺς ἀλλ' ἀπωθῶν αἰθρίαν
ἄγει τοῖς πλησίον· ὑετιώτερος δ' ἀεὶ τοῖς πόρρω μέγας
πνέων καὶ λήγων μᾶλλον ἢ ἀρχόμενος, ὅτι ἀρχόμε-
νος μὲν ὀλίγον ἀέρα ἀπωθεῖται προϊὼν δὲ πλείω, καὶ
οὕτως ἀθροιζόμενος ἐκνεφοῦταί τε καὶ πυκνωθεὶς ὑδάτι-
νος γίνεται. Ἔτι δὲ καὶ τὸ ἀπ' ἐλάττονος ἢ μείζονος
ἀρχῆς ἄρχεσθαι διαφέρει· μικρᾶς μὲν γὰρ οὔσης αἴ-
θριος, μεγάλης δ' ἐπινεφὴς καὶ ὑέτιος διὰ τὸ πλείω
συνωθεῖν ἀέρα.
8
Τὸ δὲ μὴ πνεῖν κατ' αὐτὴν τὴν Αἴγυπτον
(τὴν) πρὸς θάλατταν τὸν νότον ὥς τινές φασι μηδ'
ὅσον ἡμέρας ἀπέχοντα καὶ νυκτὸς δρόμον, ἀλλὰ τὰ
ὑπὲρ Μεμφίδος λαμπρὸν, ὁμοίως δὲ καὶ ἃ ἂν ἀπέχῃ
τοσοῦτον, οὐκ ἀληθὲς μὲν εἶναί φασιν ἀλλὰ ψεῦδος· οὐ
μὴν ἴσως γε ἀλλ' ἔλαττον πνεῖ. Τὸ δ' αἴτιον ὅτι
κοίλη τὰ κάτω ἡ Αἴγυπτος ὥσθ' ὑπερπίπτειν αὐτῆς,
τὰ δ' ἄνω ὑψηλοτέρα. Ἐπεὶ τό γε σύνεγγυς ἀπαιτεῖ
τὸ μέγεθος· τὰ γὰρ τοιαῦτα μάλιστα ἐκ τῶν τόπων
ἀποδοτέον ἅπερ κατὰ φύσιν ἔχει. Διαμένει δ' ἐπι-
νεφῆ καὶ αἴθρια τὰ πνεύματα ταῦτα ὁμοίως ὥσπερ
ἀρτίως ἐλέχθη.
9
Τὸ δὲ τὸν βορέαν ἐπιπνεῖν τῷ
νότῳ, τὸν δὲ νότον μὴ τῷ βορέᾳ, πρὸς ἐκείνην τὴν
αἰτίαν ἀνακτέον τὴν μερίζουσαν ἑκάτερα κατὰ τοὺς
τόπους· παρ' ἡμῖν γὰρ τοῦτο συμβαίνει καὶ ὅλως τοῖς
ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν,…
ἀ…
The complete text is available when the reading interface loads.