De eligendis magistratibus
- Authority group
- Theophrastus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De eligendis magistratibus (fragmenta), ed. W. Aly, Fragmentum Vaticanum de eligendis magistratibus e codice bis rescripto Vat. gr. 2306 [Studi e Testi 104. Città del Vaticano: Biblioteca Apostolica Vaticana, 1943]: 13–28.
- CTS identifier
urn:cts:greekLit:tlg0093.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
b
θὲς δέ, ὅπερ ἐλέ-
χθη πρότερον,
ὡς αἱ μὲν δέον-
ται μάλιστα πίστε-
ως, αἱ δὲ φρονή-
σεως καὶ δεινό-
τητος, αἱ δὲ ἐπι-
μελ〈ε〉ίας καὶ ἰταμό-
τητος, ἂν ἔχθισ-
τος ᾖ, οἷον πρὸς ἕ-
καστα νόμῳ μὲν
οὐ ῥᾴδιον κατα-
νέμειν· αὐτοὺς
δὲ δοκιμάζον-
τας αἱρεῖσθαι χρὴ
τοὺς ἐπιτηδ〈ε〉ιο-
τάτους. ἐπεὶ δὲ
ἔνιαι, καθάπερ
ἐλέχθη, καὶ ἐμπει-
ρίας δέονται, πρὸς
ταύτας ὀρθῶς ἔ-
χει τὸ παραζευ-
γνύναι τινὰς ἀεὶ
τῶν νεωτέρων,
ὅπως παιδεύ(ω)ν-
ται παρὰ τῶν εἰδό-
των μηδὲν χεῖ-
ρον <διοικουμέ-
νων τῶν τῆς
πόλεως>, ὅπερ
καὶ Ἅγνων ποτὲ
συνεβούλευεν
Ἀθηναίοις ἐπ(ε)ὶ
τῶν στρατηγῶν
παραδείγματι χρη-
σάμενος τῷ πε-
ρὶ τὰ κυνηγέσια·
καὶ γὰρ ἐκεῖ σκύ-
λακας ἔφη παρεμ-
βαλεῖν ἀεὶ τοὺς
φιλοκυνήγους.
χρῶνται δὲ καὶ νῦν
ἔνιαι τῶν ὁμ(ο)τά-
κτων ἐλαττόνων
πόλεων [κα]θάπερ
Καρυστίων καὶ Κυ-
θνίων· τρεῖς μὲν
γὰρ ἐπὶ τῶν ἐστρα-
τηγηκότων ἤδη,
δύο δ' ἐκ τῶν νε-
ωτέρων καθι-
στᾶσι. μάλιστα
οὖν ἐν ταύτῃ δεῖ
μεγίστους ἀνή-
κειν καιρούς, οὐ
μὴν ἀλλὰ καὶ ἐὰν
ἄλλῃ τοιαύτῃ συγ-
κατάμ〈ε〉ικτος ᾖ, ὁ-
μοίως ταῖς ἡλι-
κίαις λεγομέναις
ἅμα κόσμον καὶ
ἅμα ταῖς ἀκμαῖς
δύναμιν ὑπάρχειν,
οἷον ἐν τῇ γυ-
μνασιαρχ(ε)ίᾳ· τοῦ-
το γὰρ οὐ κακῶς
οἱ αἱρούμενοι δύο,
τὸν μὲν πρεσβύ-
τερον, τὸν δὲ νε-
ώτερον, ὅπως
ὁ μὲν εὐταξίαν
παρέχῃ μεταδι-
δούς, ὁ δὲ αὐτὸς
συναποδυόμε-
νος ἡγεμὼν γ(ε)ί-
νηται τῶν πό-
νων. οὐ γὰρ δίκαι-
ον ἄμφω ταῦτα
τὴν αὐτὴν [λ]ατ[ρ]εί-
αν ἔχειν· ἀμφο-
τέρων δὲ ἡ ἐπ(ε)ι-
μέλεια. δεῖται δὲ
αἰσθήσ[εω]ς χρη-
στῆς· ἀλλὰ δεῖ πρό-
τερον ἄλλας προ-
άρξαι τὸν μέλ-
λοντα τὰς μεί-
ζους ἄρξειν, ὅπερ
κα[ὶ] ἐπὶ τῆς στρα-
τηγ(ε)ίας ἐλέχθη.
ἄτοπόν γ' εἰ ὁ μὴ
ταξιαρχήσας μη-
δὲ φυλαρχήσας
εὐθὺς εἶτα ἐστρα-
τήγησε. ταῖς μὲ[ν],
ὡς ἔ[δ]οξε, ἀναπε[ι]-
ρᾶσθαι χρὴ πρότε-
ρον, ταῖς δ' ὕσ[τ]α-
τα δυοῖν ἕνεκα·
[τ]αύ[τ]ῃ γ[ὰρ] τῇ διαθέ-
σει τὸν προσδοκή-
σαντα ἐπίτονόν τ' ἀ-
παρ[τί]ζε[ι] καὶ φιλο-
τιμότερον πα[ρ]α-
σκε[υ]άζε[ι] πρὸ[ς] π[εῖ]-
ραν διὰ τ[ὰ]ς [θ]έσεις
τῶν μειζόνων ἢ,
ὅπερ ἦν καὶ ἐν Ἠ-
πείρῳ, διὰ τὴν μο-
νήν. τοῦτον δὲ
ἐκ τῶν ἐλαττό-
νων ἀρχῶν ἢ τῶν
ἐπὶ τὰς μείζους
ἀφορισθεισῶν
κ[αὶ ἐν] νόμῳ ἐνια-
[χ]οῦ δ[εῖ ἀν]ελέσθαι
κα〈θά〉περ ἐν Φω-
κεῦσιν· τοὺς γὰρ
στρατηγοὺς κα-
θιστᾶσιν ἐκ [τῶ]ν
πεφυλαρ[χ]ηκότων
κα[ὶ] τεταμιευκό-
των. χρὴ δ' ὅλως
οὐδένα ἄναρχον
[ἄ]ρχειν ἕως τὸν
ἀβούλευτον, ὥσ-
περ ἐν Ἀμβρακίᾳ.
χορηγ〈ε〉ῖ γὰρ ἑλ[έσθαι]
τὸν ἐμπειρ[ία]ν
λαμβάνοντα τῶν
κεκοινωμένων
ἀεὶ καὶ μετὰ νεω-
τέρων. εἰ δὲ δή
ποτ' ἐπ' αὐτῷ ἡ π[ο-]
[λιτ]εία, δεῖ οὖν
ἀεὶ ἄνδρα πολλο[ῦ]
[ἁ]πα[ξα]πᾶσιν 〈ἄξιον〉 ἀνα-
[τεὶ] (?) προσάρχειν
τὰς μεγίστας ἀρ-
χάς, οἷον καὶ ἔν
[τ' Ἄ]ργει, κἂν μὴ
πρότερον, καὶ ἐν
Καρχηδόνι βασι-
λεῦσαι καὶ στρα-
τηγῆσαι· ἐκ τού-
των γὰρ ἡ γερον-
τία παρ' αὐτοῖς ἦ[ν].
ἀλλὰ γὰρ ἴσως αὐ-
τοὶ μὲν οὐχ ἧτ-
τον ἅμα τῇ ἀρχῇ
[τι]μὴν ἔχουσιν
τὰ [νῦν]. ἔτι δὲ ἐν ἱ-
[εροῖς] σιτήσον-
ται. τοῦτο πειρα-
τέον ἀνατρέπειν.
δο[κεῖ] δὲ ἔχειν ὁ
[εἰρημ]έν[ος]? τιμήν,
...... σὲ μισ[εῖν]
τά[γ'] ἄ[λλα καὶ] τὸ ἀνέγ-
[κλητο]ν εἰς τὰ κοι-
νὰ διατηρεῖν, ὡς
λόγον ἀποδιδόν-
τες τριακονταε-
τεῖς δεχθήσονται,
ἐφ' ἃ διατ〈ε〉ίνωσι ἄν.
οὐ γὰρ ἔξεστι τὸν
ἐπαιτιώμενον
ὑπὸ τῆς πόλεως
ἀρχ(ε)ικῶς οὐθὲν
δυνάμενον οὔ-
τ' ἐξετάζειν οὔτε
κολάζειν καὶ κα-
ταπλήττεσθαι
τοὺς ἄλλους τὸν
ἑαυτῷ τι συνει-
δότα φλαῦρον