The Greek Library Author

Aesop

Fabulae

Author namesÉsope · Esope · Aesop · Aesopus · Αισωπος

Scientific editors
Émile Chambry
Edition reference
Aesopi Fabulae · Paris · Société d'Édition "Les Belles Lettres" · 1925
CTS identifier
urn:cts:greekLit:tlg0096.tlg002.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἀγαθὰ καὶ κακά.

Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὄντα· εἰς οὐρανὸν δὲ ἀνῆλθεν. Τὰ δὲ ἀγαθὰ ἠρώτησαν τὸν Δία πῶς εἶναι μετʼ ἀνθρώπων. Ὁ δὲ εἶπεν (μὴ) μετʼ ἀλλήλων πάντα, ἓν δὲ καθ' ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.

Ὅτι ἀγαθῶν μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθʼ ἑκάστην πλήττεται.

Ἀγαλματοπώλης.

Ξύλινόν τις Ερμῆν κατασκευάσας καὶ προσενεγκὼν εἰς ἀγορὰν ἐπώλει· μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐβόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ῏Ω οὕτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν ἀπολαύειν; ἀπεκρίνατο ὅτι ἐγώ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εϊωθε τὰ κέρδη περιποιεῖν.

Πρὸς ἄνδρα αἰσχροκερδῆ μηδὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.

Ἀετὸς καὶ ἀλώπηξ.

Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαωτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπὶ τι περίμηκες δένδρον ἐνεττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμον ἔτεκεν. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, ὁ ἀετός, ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦα, ὡς ἔγνω τὸ ππαχθέν, οὑ 〈τοσοῦτον〉 ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἐδυνάτει. Διόπερ πόρρωθεη στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δʼ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν· θυόντων γάρ τινων αἶγα ἐπʼ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεεγκεν· οὖ κομισθέντος ἐπὶ τὴν καλιἀν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαίου κάρφους λαμπρὰν φλόγα ἀνῆψε. Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψεῖ τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν διʼ ἀσθένειαν, ἀλλʼ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούονται.

Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν καὶ τὸ ἐν ταῦτῷ εἶναι ἡγούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποίησεν· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Μετ' οὐ πολλὰς δὲ ἡμέρας ἐξελθούσης αὐτῆς ποτε ἐπὶ νομήν, ἀπορῶν ὁ ἀετὸς τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατε θοινήσατο, Ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. Διόπερ πόρρωθαν στᾶσα, ὃ τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. Συνέβη οὖν αὐτοῖς ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἐχθρὰν ἐσχηκέναι μεταξὺ ἀλλήλων. Ὁ δὲ θεὸς τῆς εἰς τὴν φιλίαν γενομένης ἀσεβείας οὐκ εἰς μακρὰν δίκην περιέσχε· θυόντων γάρ τινων αἶγα ἐπʼ ἀγρῷ, ὁ ἀετὸς καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν ἐπὶ τὴν καλιάν· οὗ κομισθέντος ἐπὶ τῇ καλιᾷ, σφοδρὸς ἐνέπεσεν ἄνεμος· ὑπάρχουσα δὲ ἡ καλιὰ ἐκ λεπτοῦ καὶ παλαιοῦ χόρτου λαμπρὰν φλόγα ἀνῆψε. Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοί, καὶ γὰρ ἦσαν ἔτι πτῆναι ἀτελεῖς, ἐπὶ τὴν γῆν κατέπεσον. Ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων ἐκφύγωσιν κόλασιν διʼ ἀσθένειαν, ἀλλά γε τὴν ἐκ τοῦ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

Ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖν ἔγνωσαν, βεβαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. Ὁ μὲν οὖν ἐφʼ ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο· ἡ δʼ ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. Ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης, ὁ ἀετός, τροφῆς ἀπορῶν, καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας, ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. Ἡ δ' ἀλώπηξ ἐπανελθοῦσα καὶ τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνῃς ἀπόρῳ χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ σἵα τε ἦν. Διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθʼ ὅ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον, τῷ ἐχθρῷ κατηρᾶτο. Οὐ πολλῷ δ' ὕστερον αἶγά τινων ἐπʼ ἀγροῦ θυόντων, καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμάτων σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε, κἀπὶ τὴν νεοττιὰν ἤγαγεν. Ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα, καὶ φλογὸς ἀναδοθείσης, οἱ ἀετιδεῖς ἀπτῆνες ἔτι τυγχάνοντες, ὀπτηθέντες εἰς γῆν κατέπεσον. Ἡ δʼ ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν δί ἀσθένειαν, ἀλλὰ τήν γε θείαν δίκην οὐ διακρούσονται.

Φιλίαν ἐσπείσατο πρὸς ἀετὸν ἀλώπηξ, καὶ ὁ μὲν εἶχε τὴν καλιὰν ἐπάνω τοῦ δένδρου, ἡ δὲ ὑπὸ τὴν ῥίζαν. Ὁ δὲ ἀετὸς ἐπιορκήσας τοὺς σκύμνους τῆς ἀλώπεκος τοῖς νεοσσοῖς θοίνην ἔδωκεν. Ἄλλοτε δὲ ἱερεῖον ἐκ τοῦ βωμοῦ ἁρπάσας μετὰ ἄνθρακος ἔθετο εἰς τὴν καλιάν. Ἡ δὲ ἐξήφθη καὶ οἱ νεοσσοὶ κατέπεσον. Καὶ ἡ ἀλώπηξ θήραν ἐποιήσατο τὸ συμβάν.

Ὅτι δίκη τις ἐφορᾷ τὰ τῶν ἀνθρώπων καὶ τοὺς ἐπιόρκους ἀμύνεται καὶ ἀποδίδωσι κατʼ ἀξίαν.

Ἀετὸς καὶ κάνθᾶρος.

Ἀετὸς λαγωὸν ἐδίωκεν ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγῖὺς ἐλθόντα τὸν ἀετὸν ἐθέασατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην. Κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. Ὁ δὲ ἀπʼ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἶ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ώὰ καὶ κατέασσε, μέχρις οὖ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Τοῦ δὲ Δἰὸς ἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακώς, κόπρου σφαῖραν ποιήσας, ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Δἰὸς κόλπους ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν τὰ ώὰ ἀπορρίψας. Ἀπʼ ἐκείνου τέ φασι περὶ ὅν καιρὸν οἴ κάνθαροι γίγνονται μὴ νεοττεύειν τοὺς ἀετούς.

Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους ὅτι οὐδεὶς οῦτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι.

Ἀετὸς λαγωὸν ἐδίωκε. Ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαρσύνει αὐτόν. Ὁ δὲ κάνθαρος ἐγγὺς ἐλθ,ν τὸν ἀετὸν ἐθεάσατο, παρεκάλεσε δὲ μὴ ἀπαγαγεῖν αὐτὸν τὸν ἱκετεύσαντα. Ὁ δὲ ἀετός, ἀπιδὼν περὶ τὴν τοῦ κανθάρου σμικρότητα, ἐν όψει αὐτοῦ τὸν λαγωὸν ἐθοινήσατο. Ὁ δὲ κάνθαρος ἀπʼ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τὰς τοῦ ἀετοῦ καλιάς. Καί ποτε ὁ ἀετὸς ἔτικτε. Εἶτα μετάρσιος αἰρόμενος ὁ κάνθαρος ἐκύλιε τὰ ώὰ τοῦ ἀετοῦ καὶ κατέασσε ταῦτα, μέχρις οὖ ἐλαυνόμενος πανταχόθεν ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν ἐστὶ δὲ τοῦ θεοῦ ὁ ὄρνις), καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ πρὸς νεοττοποιίαν παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς αὐτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτὸν, ὁ [δὲ] κάνθαρος, τούτους ἑωρακώς καὶ αἰσθόμενος, κόπρου σφαῖραν ποιησάμενος, ἀναπτὰς ἐπὶ τοὺς τοῦ Διὸς κόλπους, τὴν κόπρον ἔρριψεν. ʼΟ δὲ Ζεὺς τὴν κόπρον αἰσθόμενος καὶ ἀποσείσασθαι βουληθεὶς ἀνέστη. Ως δὲ ἀναστὰς ἐπελάθετο τῶν ὠῶν καὶ ἔρριψεν ταῦτα, συνετρίβησαν. Ἀπʼ ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἴ κάνθαροι γίνονται τοὺς ἀετοὺς μὴ νεοττεύειν.

Δηλοῖ δὲ ὁ λόγος μηδὲ τῶν μικρῶν καταφρονεῖν λογιζομένους ὅτι προπηλακισθέντες καὶ θεῶν καταφρονοῦσι πρὸς ἄμυναν.

Λαγωὸς ὑπʼ ἀετοῦ διωκόμενος πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπʼ αὐτοῦ σωθῆναι. Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Δἰὸς ή μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. Ὁ δὲ μετʼ ὀργῆς τῇ πτέρυγι. ραπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν Ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτοιυ καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ώὰ τούτου κατακυλίσας διέφθειρε. Τὸῦ δὲ δεινὸν ποιησαμένου εῖ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ίσα τοῦτον διέθηκεν. Ὁ δʼ ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ώῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. Ὁ κάνθαρος δέ, κόπρου σφαῖραν ποιήσας καὶ ἀναβὰς ἐπὶ τοῦ κόλπου Διός, ταύτην καθῆκεν. Ὁ δὲ Ζευς, ἀναστὰς ἐφʼ ῷ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ώὰ διέρριψεν ἐκλαθόμενος, ἄ καὶ συνετρίβη πεσόντα. Μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτʼ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἄλλα καὶ εἰς τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἷπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. Μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι. Τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἥνικα ἂν μὴ φαίνωνται κάνθαροι.

Ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν, λογιζομένους ὡς οὐδείς ἐστιν ὃς προπηλακισθεὶς οὐκ ἄν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.

Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν.

Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἠθέλησε· καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. Ἑμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμών συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. Ὡς μὲν ἐγώ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός.

Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

Ὄνυξιν ἄρας ἀετὸς ἄρνα ἤγαγε τοῖς παισὶ δεῖπνον. Τοῦτο δὲ ζηλώσας ὡρμληθη καὶ δὴ καταπτὰς ἐπὶ ἄρνα. ενεπάρη τοῖς μαλλοῖς. Οἱ δὲ παῖδες τοῦτον κρατήσανστες ᾔκιζον. Ὁ δὲ κολοιὸς ἔφη· Δίκαι πάσχω. τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην;

Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν τοίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

Ἀετὸς 〈τὰ πτερὰ τιλθεὶς〉 καὶ ἀλώτηξ.

Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας εῖασεν αὐτὸν ἐκ οίκῳ σὺν ὀρνίθοις. δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἐτερος δέ τις τοῦτον ξαγοράσας ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ῆνεγκεν εὐθὺς δῶρον τῷ ἔ’ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν.

Ποτὲ ἀετὸς ἑάλω ὑπʼ ἀνθρώπου. Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οίκῳ εἶναι. Ὁ δὲ ἧν κατηφὴς καὶ οὐδὲν ἤσθιεν ἐκ τῆς λύπης, ὄμοιος δὲ ἧν βασιλεῖ δεσμώτῃ. Ετερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. Ὁ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ῆνεγκεν αὐτῷ δῶρον. Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· Μῃ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστι· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τὸ πτερὸν ἐρημώσῃ.

Ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμῶς μῶς τροποῦσθαι.

Ἀετὸς 〈τοξευθείς〉.

Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωοὺς θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας, καὶ τὸ μὲν βέλος ἔσω εἰσῆλθεν· ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἰστήκει. Ὁ δὲ ἰδὼν ἔφη· Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν.

Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.

Ἀετὸς εἰς ὕψος ἐκάθητο θηρεῦσαι λαγωοὺς. Τοῦτον τοξότης ἰδὼν ἔβαλεν εὐστοχήσας. Στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη· Οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά.

Ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσὸν τῶν ἀλλοτρίων καὶ ξένων.

Ἀηδὼν καὶ ἱέραξ.

Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. Ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· Ἀλλʼ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.

Οὕτως καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἳ διʼ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.

Ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη ᾗδε κατὰ τὸ σύνηθες. ἱέραξ δὲ αὐτὴν θεασάμενος, ἀπορῶν τροφῆς, ἐπιπτὰς ἀνελάβετο αὐτήν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρακος πληρῶσαι γαστέρα· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Ὑπολαβὼν δὲ ὁ ἱέραξ ἔφη· Ἀλλ᾽ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες διʼ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται.

Ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾗδεν. Ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. Ἡ δʼ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαβὼν εἶπεν· Ἀλλ᾽ ἔγωγε ἄφρων ἄν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι.

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οὕτως ἀλόγιστοί εἰσιν οἱ διʼ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.

Ἀηδὼν καὶ χελιδών.

Ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. Ἡ δὲ εἶπεν· Οὐ θέλω τὴν λύπην τῶν παλαιῶν συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ.

[Ὅτι] τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φύγειν ἐθελειν ἔντα ἡ λύπη σθνἐβη.

Χελιδὼν δέ τις ὡμίλει ἀηδόνι ἵνʼ ὁμόροφος ταύτῃ γε συνυπάρχῃ. δὲ πρὸς αὐτὴν δακρύουσα ἐβόα· Οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι· τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω. Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω.

῞Οτι, ἐὰν λυπηθῇ τις ἕκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη.

Ἀθηναῖος χρεωφειλέτης.

᾽Αθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων. Ως δὲ οὐκ ἔπειθε, προσαγαγὼν ὗν ῆν εἶχε μόνην, παρόντος αὐτοῦ, ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· Ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται.

Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἲδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

Αἰθίοψ.

Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἲκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. Καὶ τὸ μὲν χρῶμα μεταβάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.

Ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.

Aἴλουρος καὶ ἀλεκτρυών.

Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, τοῦτον ἐβούλετο μετʼ εὐλόγου αἰτίας καταθοινήσασθαι. Καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν ἐῶντα αὐτούς. Τοῦ δὲ εἰπόντος ὡς ἐπʼ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· Ἀλλὰ καὶ ἀσεβὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεὶς ἐκεῖνος ἔφη Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι.

Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἄν μὴ μετʼ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.

Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, τοῦτον ἐβούλετο μετʼ εὐλόγου αἰτίας καταθοινήσασθαι. Καὶ δὴ ἠρξατο κατηγορεῖν αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα, μηδὲ βπνου τυχεῖν ἐῶντα. Τοῦ δὲ εἰπόντος ἐπʼ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖν, ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων ἐγείρει, ἐκ δευτέρου ὁ αἴλουρος ἔλεγεν·Ἀλλὰ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις, ἀδελφαῖς καὶ μητρὶ ἐπεμβαίνων. Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλὰ γὰρ ὠὰ αὐτοῖς τίκτεσθαι παρασκευάζει, ἀποκριθεὶς ἐκεῖνος ἔφη· Ἐὰν σὺ ἀφορμῶν πολλῶν εὐπορήσῃς, ἐγώ τέως ἄδειπνος οὐ μενῶ.

Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μετʼ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται.

Αἴλουρος, ἀλεκτρυόνα συλλαβὼν, ἠβούλετο μετʼ εὐλόγου αἰτίας τοῦτον καταθοινήσασθαι. Καὶ δὴ λέγοντος ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα· Ἐπ' ὠφελείᾳ, ἔφη, τῶν ἀνθρώπων τοῦτο ποιῶ. Εκ δευτέρου πάλιν φήσαντος· Ἀλλʼ ἀσεβὴς εἰς τὴν φύσιν τυγχάνεις, Καὶ τοῦτο ἐπʼ ὠφελείᾳ τῶν δεσποτῶν, εἴρηκε, πράττω. Ὁ δὲ ἀποκριθείς· Ἐὰν σὺ πολλῶν ἀφορμῶν εὐπορήσῃς, ἔφη, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ.

Οὕτως ἡ πονηρὰ φύσις ἀδικεῖν προαιρουμένη, κἄν μετʼ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως· πονηρεύεται.

Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, μετʼ εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει οὐ τοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δʼ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· Ἀλλʼ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ, τοῦτον κατεθοινήσατο.

Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετʼ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

Αἴλουρος καὶ μύες.

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἧσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω διʼ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθέασατο αὐτόν, εἶπεν· Ἀλλ᾽, ὦ οὕτος, σοί γε, κἄν θῦλαξ γένῃ, οὐ προσελεύσομαι.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὖτοι] ἐξαπατῶνται.

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἧσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλέγων ἕνα καθʼ ἕνα κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς· Ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα. Ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω διʼ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖοθαι. Ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὑτὸν τὸν νεκρὸν εἶναι. Τῶν δὲ μυῶν 10τις παρακύψας, ὡς ἐθεάσατο αὐτόν, ἔφη Ὦ οὗτος, κἄν θῦλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

Ἐν οἰκίᾳ τινὶ πολλῶν μυῶν ὄντων, αἴλουρος τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ καθʼ ἕκαστον αὐτῶν συλλαμβάνων κατήσθιεν. Οἱ δὲ καθʼ ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· Μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα. Τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι, ἡμεῖς σωθησόμεθα. Ὁ δὲ αἴλουρος, μηκέτι τῶν μυῶν κατιόντων, ἔγνω διʼ ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι. Καὶ δὴ ἀπὸ παττάλου τινὸς ἀναβὰς ἑαυτὸν ἀπῃώρησε καὶ προσεποιεῖτο νεκρὸς εἶναι. Τῶν δὲ μυῶν τις, παρακύψας καὶ ἰδὼν αὐτόν, ἔφη· Ὦ οὗτος, κἄν θῦλαξ γένῃ, οὐ προσελεύσομαι σοι.

Ὁ μῦθος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι.

Αἰλούρου προσποιουμένου νεκρωθῆναι, ὡς τοῦτον οἱ μύες ἐθεάσαντο, ἔφησαν Ὦ οὗτος, κἂν θῦλαξ γένῃ, οὐ προσελευσόμεθά σοι.

Οὕτως τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἀπατῶνται ταῖς ὑποκρίσεσι.

Αἴλουργος καὶ ὄρνιθες.

Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.

Οὕτως καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

Ὄρνις καὶ αἴλουρος.

Ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώστει· εἰς δν αἴλουρος προκύψας ἔφη ταῦτα· Πῶς ἔχεις, φίλε, τί δέ σοι; ἂν τι χρήζῃς, Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω. ῞Ομως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. Ἡ δ᾽ἀπεκρίθη πρὸς τὸν αῖλουρον ταῦτα· Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.

Τοὺς δολίους ὑποκριτάς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.

Αἴλουρος καὶ ὄρνις.

῎Ορνις ποτὲ ἠσθένει· αἴλουρος δὲ προκύψας εἶπεν· Πῶς ἔχεις; εἴ τι χρήζεις, ἐγώ σοι δώσω, μόνον ὑγίαινε. Ἡ δὲ ἔφη· Ἐὰν ἀπέλθῃς, οὐκ ἀποθνῄσκω.

[῞Οτι] ὑποκριτὰς δολίους φιλεῖν λέγοντας ὁ μῦθος ἐλέγχει.

Αἲξ καὶ αἰγοβοσκός.

Αἰγοβοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ᾽ ὁ ποιμὴν πέτραν, τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ εἶπεν· Κἄν ἐγὼ σιωπήσω, πῶς κρύψω; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον.

῝Οτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.

Αἴξ καὶ αἰπόλος.

Ἀῖπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ᾽ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν και ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. Ἡ δὲ ἔφησε· Κἄν ἐγώ σιωπήσω, τὸ κέρας κεκράξεται.

Τῆς αἰτίας προδήλου οὔσης, ἀδύνατον ταύτην ἐπικαλύψαι.

Ποιμὴν καὶ αἴξ.

Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο τοῦ προσβαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν. Μία δʼ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης. Εὐθὐς δʼ ὁ ποιμὴν ἐπʼ αὐτὴν ῥάβδον ῥίψας τὸ ἕν κέρας ἔκοψε τῆς αἰγὸς ὁλον. Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον, καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι, μηδ' ὑποδεῖξαι κεκλασμένον τὸ κέρας. Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι.

῞Οτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.

Αἴξ καὶ ὄνος.

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἴξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.

Ὅτι ὅστις καθʼ ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἴξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεβούλευε λέγουσα· Ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δʼ ἀχθηφορῶν. Ἐπίληπτον οὖν ἑαυτὸν ποιήσας τῷ βόθρῳ κρημνίσθητι. Πεισθεὶς οὖν ὁ ὄνος ἐποίησεν ὡς ἐδιδάχθη· ὅθεν καὶ συνετρίβη. Ὁ δὲ δεσπότης ἀμφοτέρων καλέσας τὸν ἰατρὸν βοηθεῖν τῷ ὄνῳ ἠτεῖτο. Ὁ δὲ πόμα τούτῳ διʼ αἰγὸς πνεύμονος κατασκευασθὲν κεράσαι ὠρίσατο καὶ οὕτω τῆς ὑγείας τυχεῖν. Θύσαντες τοίνυν τὴν ἀθλίαν καὶ αὐτεπίβουλον αἶγα, τὸν ὄνον ἰάτρευον.

Ὅστις καθʼ ἑτέρου δόλον μηχανᾶται ἑαυτοῦ ἐστι τῶν κακῶν αὐτουργός.

Ἀνήρ τις ἔτρεφεν αἶγʼ ἅμα καὶ ὄνον· ἀλλʼ ἡ αἴξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ διὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον. Αὐτῇ ἔλεγεν ὡς ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι. Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις; Ὁ δὲ πρὸς αὐτὴν 〈ἔφη〉 Καὶ τί ποιήσω; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. Ἥ συμβουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς. Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίβη, ὥσπερ νόσημα δεινὸν προσκεκτημὲνη καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη. Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος, δραμών αὐτίκα τὸν ἰατρὸν ἐκάλει ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον. Ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκει ἐγχνματίζειν καὶ ῥώσεως τυγχάνειν. Οἱ παραυτίκα τεθυκότες τὴν αἶγα τρίψαντες τὸν πνεύμονʼ αἵματι ἰδίῳ ἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον. Αὐτὸς καθʼ αὑτοῦ λανθάνει τοῦτο ποιῶν.

Αἰπόλος καὶ αἶγες ἄγριαι.

Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτόν, ἔφασαν ἐπιστραφεῖσαι· Ἀλλὰ καὶ διʼ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς.

Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἱ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι τὰς αἶγας ἤγαγεν. Εὖρε δὲ ἐκεῖ ἀγρίας αἶγας καὶ τράγους πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφείς, τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ. αἰ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος [γελάσας] εἰς τὸν οἶκον ἦλθε κενός.

Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων ἐπʼ ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γινομένου.

Ποιμὴν ἐν σπηλαίῳ 〈τὰς〉 αἶγας προσάγει ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους. Εὑρὼν δʼ ἀγρίας πλείονας ὦν κατέσχε πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ἅς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις. Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἅς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας· αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν. Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἅς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, εἰ μὴ τὴν ῥάβδον μετὰ τοῦ μαρσιπίου.

Ὁ λόγος δηλοῖ ὅτι οὐ χρὴ ἡμᾶς ἀμελεῖν τῶν ἰδίων.

Ἐν σπηλαίῳ τινὶ ἐρήμῳ αἰπόλος ἐν χειμῶνι τὰς ἑαυτοῦ αἶγας ἤγαγεν. Εὑρὼν δὲ ἐκεῖ ἀγρίους πλείους τῶν ἑαυτοῦ καί μεγίστας, καὶ τερφθεὶς ἐπὶ ταύταις, ταύτας τοῖς φύλλοις τῶν φύλων) διέτρεφε, τῶν ἑαυτοῦ ἀμελήσας παντάπασι. Τοῦ χειμῶνος δὲ παρελθόντος, αἱ μὲν ἄγριαι ἐπὶ τοῖς ὄρεσιν ἔφυγον, τὰς δὲ ἰδίας ζητῶν εὗρε πάσας τεθνηκυίας, καὶ στενάξας ἔφη· Ὦ μάταιος ἐγὼ, ὃς τῶν ἐμῶν μὲν ἀμελήσας ἐπὶ ταῖς ἀγρίαις αἰξὶ τὴν πᾶσαν φροντίδα ἐποιησάμην.

Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη.

Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθʼ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, ἀλλʼ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή.

Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς διʼ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνηνμείζονα].

Αἴσωπος ἐν ναυπηγίῳ.

Αἴσωπος ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. Τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται.

Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

Ἀλέκτορες δύο καὶ ἀετος.

Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἶς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφʼ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δʼ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε.

Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Ἀλέκτορες δύο διʼ ὄρνεις ἐμάχοντο, σῦς λέγουσι θυμὸν ἔχειν οἷον ἀνθρώπων. Τούτων ὁ ἡττηθεὶς κατεκρύβη ἐν γωνίᾳ ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ. Ὁ δὲ ἕτερος ταῖς ὄρνισιν ἀφόβως συνῆν.

Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν].

Ἀλέκτορες δύο δι᾽ ὄρνεις ἐμάχοντο· τούτους δὲ ἱστοροῦσι θύμον ἔχειν ἀνθρώποις παρόμοιον. Ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύβη. Ὁ δὲ ἕτερος βρενθυόμενος διάτορον ἐξεβόησε τοῦ δώματος ὑπερβάς. Τοῦτον οὖν ἀετὸς καταπτὰς ἀφήρπασε καὶ ἐπεθοινήσατο. Ἔμεινεν οὖν ὁ δειλότερός τε καὶ ἀσθενέστερος ταῖς θηλείαις ἔκτοτε ἄμαχός τε καὶ ἄφθονος.

Ἐπὶ τύχῃ καί ἀνδρείᾳ οὐ δεῖ τινα μέγα καυχᾶσθαι.

Μαχομένων δέ ποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἶς ἡττηθεὶς ἐκρύπτετʼ ἐν γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας. Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν Ἥττησα τὸν ἴδιον ἐχθρόν μου τροπωσάμενος ἀντίπαλον εῖς κράτος. Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω καὶ καταλαβὼν τὸν νικήτην ἐκεῖνον ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων λαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.

Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.

Ἀλεκτρυόνες καὶ πέρδιξ.

Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. Mικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἤ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν Ἀλλʼ ἔγωγε οὐκέτι ἄχθομαι ὑπʼ αὑτῶν τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.

Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕβρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχο μένους.

Ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων αὐτοῦ, περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας, εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὄρνισι. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα, νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεκτρυόνων. Μικρὸν δὲ ὅσον ὑποχωρήσας, θεωρεῖ τοὺς ἀλεκτρυόνας μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. Ταῦτα ὁ πέρδιξ δρῶν ἀποθεραπευθεὶς ἔφη Ἀλλʼ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ὑπʼ ἀλλήλων μαχομένους.

[Ὁ μῦθος δηλοῖ ὅτι] ὁ λόγος πρὸς φρονίμους ἀνθρώπους οἵτινες ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Ἀλεκτρυόνας τις ἔχων ἐπὶ τὴς οἰκίας, πριάμενος καὶ πέρδικα, σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων, ἐκεῖνος ἠθύμει σφόδρα, νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. Ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· Ἀλλʼ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι, ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕβρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Ἁλιεῖς καὶ θύννος.

Ἁλιεῖς ἐπʼ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον· καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τόσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ὁοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.

Οὕτω πολλάκις ἅ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

Ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες, καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ, μηδέν τι πέρας δυνάμενοι ἐκτελέσαι. Λυπούμενοι δὲ ἐβούλοντο ἀναχωρῆσαι ἄπρακτοι. Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. Λαβόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἇ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

Ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἶλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν τῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθʼ ἡδονῆς ἀνεχώρησαν.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἅ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.

Αλιεῖς 〈λίθον ἀγρεύσαντες〉.

Ἁλιεῖς σαγήνην εἵλκον· βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. Eἶς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν.

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.

Ἁλιεῖς σαγήνην εἶλκον. Βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. Ὡς δὲ εἶλκυσαν αὐτήν, ἰχθύας μὲν εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. Οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῆ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφασιν. Εἶς δέ τις ἐξ αὐτῶν γηραιὸς ἐξεῖπε· Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι λυπηθῆναι.

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις, γινώσκοντας τὰς τοῦ βίου τύχας.

Ἁλιεῖς εἶλκον σαγήνην. Βαρείας δὲ αὐτῆς οὖσης, ἔχαιρον καὶ ἐσκίρτων, πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. Ὡς δʼ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δʼ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς πρεσβύτερος εἶπε· Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν. ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι.

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

Ἁλιεὺς αὐλῶν.

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτόν. Ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε.

Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

Ἁλιεὺς 〈καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς〉.

Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκβαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οί…

῞…

The complete text is available when the reading interface loads.