Fabulae Dosithei
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fabulae Dosithei, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn., 120–129.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΟΥΣΑ} κύων κρέας ἁρπάσας ποταμὸν διέβαινεν καὶ θεασάμενοςτοῦ κρέως τὴν σκιὰν ὑπώπτασεν μείζονα εἶναι 〈οὗ〉 ἔφε-ρεν· καὶ ὡς αἱρεῖ, ἀπέβαλεν 〈ὃ〉 ἐκράτει. οὕτω πολλοὶ ἄνθρωποι τὰ ἄδηλα ὡς θηρεύουσιν ἀπο-βάλλονται τὰ ἴδια.{ΜΥΣ ΚΑΙ ΒΑΤΡΑΧΟΣ} βάτραχος μῦν ἔπεισεν κολυμβᾶν, οὗ τὸν πόδα πρὸς τὸνἴδιον πόδα ἔδησεν. εἶτα ὅτε εἰς τὸ ὕδωρ αὐτὸν ἀγηόχει,καθὼς ἔνυδρον ζῷον μετὰ χαρᾶς κατέδυνεν, ὁ μῦς δέ, ὡς ἐνἀσυνήθει τόπῳ φύσεως ἰδίας κολυμβῶν ἀπώλετο. μετὰ δὲτρεῖς ἡμέρας ἀσκὸς ὁ μῦς φυσηθεὶς ἐκολύμβα, ὃν κολυμ-βῶντα νεκρὸν ἰκτῖνος πετόμενος ἥρπασεν· καὶ τῷ λίνῳ ὁβάτραχος ἠκολούθησεν, ὃν εὐθέως ὁ ἰκτῖνος κατέπιεν. οὕτως οὖν, ὃς ἄλλῳ τις κίνδυνον κινεῖ, ἑαυτὸν ἀπολεῖ.{ΟΝΟΣ ΑΡΡΩΣΤΟΣ ΚΑΙ ΛΥΚΟΣ} ὄνον ἄρρωστον λύκος ἐπεσκέπτετο καὶ ἤρξατο τὸ σῶμααὐτοῦ ψηλαφᾶν καὶ ἐξετάζειν, ποῖα μᾶλλον μέρη αὐτοῦἐπόνουν. ἀπεκρίθη ὁ ὄνος· „ἃ σὺ θιγγάνεις.“ οὕτως ἄνθρωποι κακοί, εἰ καὶ ὠφελεῖν δοκοῦσιν, μᾶλ-λον βλάπτουσιν.{ΤΑΥΡΟΣ ΚΑΙ ΑΙΓΕΣ ΑΓΡΙΑΙ} ταῦρος φεύγων λέοντα ἑαυτὸν εἰς σπήλαιον ἔβαλεν,ὅπου ἦσαν τράγοι τρεῖς, οἵτινες 〈ὡς〉 ἑώρακαν τοῦτον φο-βούμενον, κατεγέλων αὐτοῦ. κἀκεῖνος ἀπεκρίθη· ”ὦ ἀπο-νενοημένοι, εἰ γὰρ ᾔδειτε, τί ὧδε κατέφυγον, οὐκ ἄν μουκατεγελᾶτε.” οὕτως οὖν ἐνίοτε τὰ δυνατὰ πρόσωπα ὑπὸ ἀδυνάτωνὑβρίζονται.{ΑΝΘΡΩΠΟΣ ΚΑΙ ΛΕΩΝ ΣΥΝΟΔΕΥΟΝΤΕΣ} [Αἴσωπος ἐπερωτηθείς, διὰ τί γυναῖκες ἀνδράσιν προῖκαδιδόασιν καὶ οὐκ ἄνδρες γυναιξίν, ἤρξατο τοιούτου μύθου.] ἄνθρωπος καὶ λέων ποτὲ εἰς ἑαυτοὺς ἤριζον, τίς εἴηπροὔχων, καὶ ἐζήτουν ταύτης τῆς ἀμφισβητήσεως μαρτυρίαν.καὶ ὡς ἦλθον, ὅπου ἦν μνημεῖον, ἐν ᾧ ἦν ἐζωγραφημένον,πῶς λέων ὑπὸ ἀνθρώπου ἐπνίγετο, ἐδείκνυεν οὖν αὐτῷ ὁ ἄν-θρωπος τὴν μαρτυρίαν ἐν τῇ ζωγραφίᾳ. ἀλλὰ ὁ λέων ἀπεκρίθη·„αὕτη ἡ ζωγραφία ὑπὸ ἀνθρώπου ἐξωγραφήθη· εἰ δὲ καὶλέων ἐζωγράφει, ἑωράκεις ἄν, πῶς λέων ἔπνιγεν ἄνθρω-πον. ἀλλὰ κἀγώ, ἔφη, δώσω σοι ἀληθινὴν μαρτυρίαν“.ἤγαγεν αὐτὸν εἰς ἀμφιθέατρον καὶ ἔδειξεν αὐτῷ, πῶς ἄν-θρωπος ὑπὸ λέοντος ἐπνίγετο καὶ εἶπεν· ”ὧδε χρωμάτωνμαρτυρία χρεία οὔκ ἐστιν ἀλλὰ ἀληθείας.” καὶ ὁ ἄνθρωποςἀπεκρίθη· „νενικήκεις ἄν, εἰ μὴ δεδεμένον μοι τὸν ἄνθρω-πον ἐδείκνυες. πίστευσον οὖν νενικημένον σε ἐν τούτῳ φα-νερῷ καὶ ἑτοίμασόν σε ἐν τοῖς ἄλλοις ἀπέχεσθαι καὶ εἰ-δέναι λέοντα ὑπὸ ἀνθρώπου χαλινοῦσθαι, ἵνα μὴ κακὸς καὶἀδάμαστος ᾖς.“ [πολλάκις οὖν τέχνης λόγος τρέχει εἰς αὐτούς· ἄλλοιδὲ διορθοῦσιν μακρότερον βιβλίοις ἐνορῶντες φύσεως εὐ-φυΐαν.]{ΜΥΣ ΑΡΟΥΡΑΙΟΣ ΚΑΙ ΜΥΣ ΑΣΤΙΚΟΣ} μῦς ἀρουραῖος ἐκάλεσεν ἐφ' ἑστίασιν μῦν ἀστικὸν καὶπαρεῖχεν αὐτῷ σιτεῖσθαι τὰ ἐν ἀγρῷ, συκῶν τε καὶ στα-φυλῶν καὶ τῶν ἄλλων ἀκροδρύων. ὁ δὲ πολλὴν αὐτοῦπενίαν κατεγίνωσκεν, ἐκέλευέν τε τῇ αὔριον ἀφικνεῖσθαιπρὸς αὐτόν. καὶ ὃς εἰς πλουσίου ταμεῖον αὐτὸν εἰσαγαγὼνπαρεῖχεν εὐωχεῖσθαι τοῦτο μὲν κρεῶν παντοδαπῶν, τοῦτοδὲ ἰχθύων, ἔτι δὲ καὶ πλακούντων. ἐν ᾧ δὲ πρὸς τούτοιςἦσαν, ἡ ταμιοῦχος ἐπεισῆλθεν καὶ τούτους δέος τε καὶ φυγὴκαταλαμβάνει. καὶ ὁ ἀρουραῖος πρὸς τὸν ἀστικόν· ”σὺ μέν”,ἔφη, „ταύτης ἀπόλαυε τῆς τροφῆς μετὰ τοσούτων ἐδεσμά-των, ἐγὼ δὲ χαίρω τῇ μετὰ ἀδείας καὶ ἐλευθερίας τροφῇ.“{ΛΥΚΟΙ ΚΑΙ ΠΡΟΒΑΤΑ} οἱ λύκοι παρὰ τῶν προβάτων εἰρήνην καὶ ἡσυχίανᾔτουν καὶ ”ἥδε ἡ ἡμέρα μεγάλων ἄρξει ἀγαθῶν ὑμῖν τεκαὶ ἡμῖν,” ἔλεγον. „ἀπαλλαγεῖσι γὰρ πολέμου καὶ κακῶνἐξέσται παρ' ἀλλήλους φοιτᾶν ἀδεῶς. σπενδώμεθα τοίνυν.ἀλλ' εἰ μέλλει τι βέβαιον ἔσεσθαι ταῖς σπονδαῖς καὶ οὐ γρά-ψαντες αὐτίκα λύσομεν, τοὺς πονηροὺς καὶ πολεμίους κύ-νας ἀποδιωκτέον ὑμῖν, ἐπεὶ καὶ νῦν παρὰ τούτων ἡ ταραχὴκαὶ τὸ ὑποπτεύεσθαι τοὺς λύκους. πολλάκις γὰρ ἁπλῶςπαριόντας ἡμᾶς τὰ ποίμνια προεκπηδῶντες ὑλακτοῦσιν, οἱδὲ οὐ σφόδρα θέλοντες παροξύνονται καὶ λυποῦσι. τί οὖνὑμῖν δεῖ κυνῶν εἰρήνης οὔσης πρὸς λύκους;“ ὑπήχθη τὰπρόβατα· τοιοῦτον γὰρ τὸ γένος εὐηθείας γέμον. καὶ οἱκύνες ἀπεσκορακίζοντο καὶ ἐφεστήκεσαν οἱ λύκοι, τὰ δὲἔρημα κατησθίετο. τοῖς ἐχθρῶν λόγοις οὐ πιστευτέον τὴν προσήκουσανφυλακήν.{ΧΕΛΩΝΗ ΚΑΙ ΙΠΠΟΣ} σεμνὸς ἦν ὁ ἵππος ἐπὶ τῷ τάχει καὶ ἀπέκναιε τὰ ἄλλαζῷα σφόδρα ἑαυτὸν ἐπαινῶν, μάλιστα δὲ τῇ χελώνῃ λυπη-ρὸς ἦν προφέρων τὴν βραδύτητα. ἡ δὲ ἤλγησε τοῖς ὀνεί-δεσι καὶ ποιεῖται πρόκλησιν εἰς δρόμον. τῷ δὲ ἵππῳ γέ-λως τε ἦν ἡ πρόκλησις καὶ οὐκ ἠξίου διαμιλλᾶσθαι. γέλω-τος δέ τι καὶ τοῖς ἄλλοις ζῴοις ἐνέπεσεν εἰς τὸ παράλο-γον ὁρῶσι τῆς φύσεως. ἐγκειμένης δὲ τῆς χελώνης καὶδυσχυριζομένης ὡς περιέσται ἀναγκάζει τὰ ἄλλα ζῷα τὸνἵππον μὴ ἀπαρνηθῆναι τὴν ἀγωνίαν. ἀποδείκνυται δὴ τὸστάδιον καὶ ἡμέρα τῷ δρόμῳ. καὶ τὸ ἐντεῦθεν ὁ μὲν ἵπποςἐτρύφα παρὰ τῇ φάτνῃ, τῇ δὲ χελώνῃ μελέτη ἦν συνεχὴςκαὶ οὐδὲ νυκτὸς προϊούσης ἔληγεν. ἧκε δὲ ἡ κυρία καὶμεστὸν ἦν τὸ θέατρον καμήλων, ὄνων, ὀρνέων οἷς τε ἄν-θρωποι χρῶνται. καὶ μὴν καὶ ἐλάφους συνήγαγεν ἡ φήμη,καὶ ἐμειδία τὸ θέατρον ὡς παραπαιούσης τῆς χελώνης.ἐπεὶ δὲ ἤρθη τὸ σημεῖον καὶ θεῖν ἐχρῆν, ὁ μὲν ἵππος ὥσπερκαὶ πρῴην πεπεδημένος ἔμεινεν ἐν ἀργίᾳ τε καὶ κόρῳ, τῇδὲ ἡ μελέτη τάχος ἐδεδώκει καὶ νίκην. καὶ σύ, ὦ παῖ, μὴ τῇ φύσει πιστεύσας κάθευδε, ἀλλ'οἴου καὶ πόνου δεῖν. εἰ δὲ μή, παραδραμεῖταί σε ῥᾳδίωςἐκεῖνος οὐκ εὖ πεφυκώς.{ΚΟΛΟΙΟΣ ΚΑΙ ΟΡΝΕΑ} ἔδοξε τῷ Διὶ βασιλεύεσθαι καὶ τὸ ὀρνίθων γένος καὶδιὰ τοῦ Ἑρμοῦ πρὸς ἀγῶνα κάλλους ἐκάλει ὡς δώσωντῷ καλλίστῳ φανέντι τὴν ὀρνίθων ἀρχήν. ἐκαλλωπίζετογοῦν τὰ ὄρνεα, τὰ μὲν ἐν κρήναις, τὰ δ' ἐν πηγαῖς τε καὶλίμναις καὶ τῶν πτερῶν ἐξετίλλετο ὁπόσα αὐτοῖς ὥραν οὐκἔφερεν. ὁ δὲ κολοιός, ἦν γὰρ ἄμορφος, ἐπιτεχνᾶται τοιάδε·τῶν πτερῶν ὁπόσα ἐπέπλει τοῖς ὕδασιν ἀναιρούμενος ἕκαστονἑαυτῷ περιετίθει συναρμόττων σοφῶς ἄλλο ἐπ' ἄλλῳ, καὶχρῆμα ποικιλώτατον γίνεται. καὶ ὡς ἧκεν ἐπὶ τὴν κρίσιν,ἐπέστρεψεν μὲν τῶν ὀρνέων τὰ ὄμματα, θάμβος δὲ ἐνέβαλεκαὶ αὐτῷ τῷ δικαστῇ, ὥστε ὑπεχώρει μὲν αὐτῷ καὶ ὁ λευ-κότατος κύκνος, μικρὸν δὲ ὁ ταὼς ἐδόκει καὶ αἱ τούτουβαφαί, καταπεφρόνητο δὲ καὶ ἡ ἀετῶν σεμνότης. μέλλον-τος δὲ ἤδη τοῦ Διὸς ἐγχειρίζειν αὐτῷ τὸ σκῆπτρον ἡγλαῦξ ἰδοῦσα τὸ ἑαυτῆς ἐν τῷ κολοιῷ πτερὸν προσιοῦσαἀπέσπα καὶ ἄλλος τὸ ἑαυτοῦ καὶ πᾶς τὸ οἰκεῖον. ἀπελ-θόντων δὲ τῶν ἀλλοτρίων ἐγυμνοῦτο τοῦ κολοιοῦ τὸ εἶδοςκαὶ ἐγελᾶτο. τὸ μὴ τοῖς οἰκείοις κοσμεῖσθαι βραχεῖαν μὲν τὴνἀπόλαυσιν, πολλὴν δὲ ἐλεγχθέντι ποιεῖ τὴν αἰσχύνην.{ΜΥΘΟΣ Ο ΤΩΝ ΤΕΤΤΙΓΩΝ ΚΑΙ ΤΩΝ ΜΥΡΜΗΚΩΝΠΡΟΤΡΕΠΟΜΕΝΟΣ ΤΟΥΣ ΝΕΟΥΣΕΙΣ ΠΟΝΟΝ} θέρους ἦν ἀκμὴ καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλ-λοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέ-γειν καρπούς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος τραφήσεσθαι.χειμῶνος δὲ ἐπιγεγονότος οἱ μύρμηκες μέν, οἷς ἐπόνουν,ἐτρέφοντο· τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς ἔνδειαν. οὕτως νεότης πονεῖν οὐκ ἐθέλουσα παρὰ τὸ γῆρας κα-κοπραγεῖ.