The Greek Library Author

Anonymous

Fabulae

Authority group
Aesop (catalogue association; authorship remains anonymous)
Edition reference
Fabulae (dodecasyllabi), ed. E. Chambry, Aesopi fabulae, Paris: Les Belles Lettres, 1:1925; 2:1926: 1:43, 48, 56–58, 60, 62–63, 66–67, 85–86, 104, 120–121, 129–130, 134–135, 138, 143–144, 147, 149–151, 153, 160–161, 169–170, 177–178, 192, 199–200, 214, 225, 236, 246–248, 250–252, 255; 2:263–264, 269–270, 272, 287, 289–291, 300–301, 308, 311, 315, 318–320, 323, 327, 331, 337–338, 340, 346, 349–350, 352–353, 357, 359, 361–362, 365–368, 370–371, 375, 379–381, 385, 387–388, 390, 397–400, 402, 406–407, 409–410, 412–420, 430, 432, 436, 439–440, 448, 450–451, 455–457, 461–464, 467–468, 475, 478–479, 482–483, 488–489, 501, 510– 513, 516, 519–522, 530, 532–533, 536–538, 545–546, 556–557, 561,…
CTS identifier
urn:cts:greekLit:tlg0096.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

52aliter

Ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν,

ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας,

ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις.

Οὕτως ἀνόητός ἐστιν ὁ ἀνὴρ ὁ γυναιξὶν ἑαυτὸν ἐκδοῦναι

θέλων.

52aliter,bis

ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων

οὐκ ἦν πρέσβυς, ἀλλ' οὐδὲ παλινέος·

λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας,

ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων.

Δύο γυναῖκας ἔσχεν ἐπὶ τοῦ οἴκου,

τὴν μὲν μίαν γραῦ, τὴν δὲ ἑτέραν νέαν.

Ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα

ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας,

αὐτὸν θέλοντα γερώει ὅλως εἶναι,

μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει.

Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη,

ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι,

ἕως φαρακλῶν ἐποίησαν οἱ δύο,

γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων.

Ὅτι κρείττων ἐστὶν τοὺς γεγηρακότας ἀπέχεσθαι τῶν

νετέρων, ὅμως φεύγειν πάντας τὰς γυναῖκας· τὸ γὰρ

γυναικῖον γένος θαλασσιωνιοῦται, ποτὲ γαλὺν ἢ ἀμειδιῶσα,

ποτὲ δὲ ἀπατοῦσα ἀπεπνήγει.

59

{Ἄνθρωπος καὶ λέων 〈συνοδεύοντες〉.}

Ποτὲ ὥδευσε λέων ἅμα ἀνθρώπῳ.

Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις.

Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην

ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν.

Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ' ἔφη·

«Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων

καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.»

Ὑπολαβὼν δὲ ὁ λέων οὕτως ἔφη·

«Ἐφ' ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν·

εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους,

πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.»

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν

λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.

59aliter

Λέων ὁδεύων ποτὲ μετὰ ἀνθρώπου,

ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις.

Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη

ἀνθρώπου ὃς λέοντα πατῶν εἱστήκει.

Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει·

«Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση 〈πέλει〉.»

Ἔφη δ' ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε·

«Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν,

†πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.†»

Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους

ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.

61

{Ἄνθρωπος καταθραύσας ἄγαλμα.}

Ἄνθρωπος δέ τις ξύλινον θεὸν ἔχων

καθικέτευεν τοῦ ἀγαθοποιῆσαι.

Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων,

μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ.

Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους,

ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας.

Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης,

ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα,

ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐβόα·

«Στρεβλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων·

τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με,

τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω.»

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν

ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ.

63

{Ἄρκτος καὶ ἀλώπηξ.}

Ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο

ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων·

φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι.

Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα

ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει·

«Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας.»

Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑπο-

κρίσει βιοῦντας.

66aliter

{Πόλεμος βατράχων.}

Οἱ βάτραχοι δέ ποτε πολεμούμενοι

ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι

αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν.

Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον

ὃ κατιδόντες σιγὴν βάτραχοι ἔσχον,

ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι.

Χρόνου δὲ πολλοῦ προβεβηκότος ἤδη,

κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου

διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν.

Μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία

ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ.

Ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα

ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις.

69aliter

Ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ,

ἀνεβόησε πᾶσι τοῖς ζῴοις λέγων·

«Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων.»

«Καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις,

σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις;»

Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς

ἄλλους ἀνθρώπους παιδεύσει;

70aliter

Ταῦροι δύο ἅμαξαν εἷλκον ἐν πόλει.

Ἡ δ' ἐπεβόα, κράζουσα δὴ μεγάλως.

Ὁ δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει·

«Ὦ θρασύτατον κτῆμα κακῶν πραγμάτων,

ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ

τῶν καθελκόντων σε βοῶν σιωπώντων;»

Ὅτι τινὲς ἐπ' ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα

φρονεῖν ἐπ' αὐτοῖς.

71aliter

Τρεῖς ὁμοιότροποι ἐνέμοντο βόες.

Λέων δὲ τούτοις τοῦ φαγεῖν προσορμήσας

δι' ὁμόνοιαν οὐκ ἴσχυσεν οὐδ' ὅλως.

Τοῦ δὲ ὑπούλοις διαβάλλοντος λόγοις,

ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων,

καὶ τότ' ἕκαστον εὑρὼν μεμονωμένον

κατεσπάραξεν οἷς τρόποις ἠβουλήθη.

[Ὅτι] ὁ θέλων ζῆν ἀκινδύνως τοῖς μὲν ἐχθροῖς ἀπιστείτω,

πιστευέτω δὲ τοῖς φίλοις.

72

{Βοηλάτης καὶ Ἡρακλῆς.}

Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.

Τῆς δ' ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,

Δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,

Τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ

Ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.

Αὐτὸς δ' ἐπιστὰς εἶπε· «Τῶν τρόχων ἅπτου

Καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ' εὔχου,

Ὅταν τι ποιῇς καὐτός· μὴ μάτην εὔξῃ.»

73aliter

Βορρᾶς κἤλιος ἤριζον πρὸς ἀλλήλους

ὅστις ἐξ αὐτῶν τινα τῶν ὁδευόντων

πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον.

Τοῦ δὲ Βορρᾶ πνέοντος ἰσχυροτάτως,

ἄνθρωποι μᾶλλον ψυχρωθέντες εὐθέως

μᾶλλον ἠμφιέννυντο περιβολαίοις.

Ὁ δὲ χλιάνας Ἥλιος μετὰ ταῦτα

καὶ τοῖς ἀνθρώποις ἱδρώτας προξενώσας

πέπεικεν εὐθὺς ἐκδῦσαι τοὺς χιτῶνας.

Τότε ὁ Βορρᾶς αἰσχυνθεὶς ἀπεστράφη.

Ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν

ἐστι.

76aliter

Γαλῆ δέ τις εὐπρεποῦς ἀνδρὸς ἠράσθη

καὶ τὴν Ἀθηνᾶν τὴν θεὰν ἐδυσώπει

τοῦ μεταβαλεῖν εἰς γυναικείαν θέσιν,

ὅπως κάλλους τύχοι τοῦ τε ἐρωμένου.

Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης,

μετεβλήθη γε εἰς γυναικεῖον σχῆμα.

Ταύτης ἀνὴρ δὲ προθύμως κατεσχέθη.

Καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος,

μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης.

Τῆς δὲ εὐθέως τὴν νυμφικὴν ῥιψάσης,

τὸν μῦν διώκει ὑποκάτω κραββάτου.

Ὅτι, κἂν βραχύ τις ἐν ὑποκρίσει μορφῶται, ἡ φύσις

αὐτοῦ δι' ἔρωτος ἐλέγχεται.

81aliter

Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων

ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας

καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον.

Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν.

Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης

πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο

τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν.

Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι,

εὐθὺς ὁ ἀνὴρ καταδραμὼν ὀπίσω

στερρῶς κατ' αὐτοῦ τὸ ξίφος καταφέρει.

Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον

μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον.

Ὃς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ,

λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι,

αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην.

Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας

(καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὁ ὄφις)

τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων·

«Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς,

ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει·

ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι,

καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου

βλέπων καθ' ὥραν, οὐκέτι εἰρηνεύσεις.»

Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιβῆς κακῶν ἐπι-

λανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ

ἐλυπήθη.

85aliter

Φυτὸν δέ ποτε γεωργοῦ ἦν 〈εἰς〉 χώραν

καρπὸν μὴ φέρον τὸ τοιοῦτον μηδ' ὅλως.

Τοῦτο δ' ὑπῆρχε στρουθῶν κατοικεσία

ἅμα τεττίγων φωνούντων, κελαδούντων.

Ὁ οὖν γεωργὸς ὡς ἄχρηστον ὑπάρχον

ἤθελε τεμεῖν τὸ ἄκαρπον ἐκεῖνο.

Καὶ δὴ, συλλαβόντος πέλεκυν τοῦ πλῆξαι,

στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν

ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες·

«Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου,

γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην·

μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν.

Εἰ δέ γε τοῦτο θελήσειας ποιῆσαι,

τί σοι τὸ κέρδος ἐκγενήσεται τούτου;»

Ὃς μὴ οἰκτείρας, μὴ τούτους ἐλεήσας

τρισσῶς ἔπληξε μετ' ἀξίνης τὸ δένδρον.

Ὡς δὲ ῥαγάδα εὐθέως πεποιήκει,

σμῆνος μελισσῶν καὶ μέλι εὐθὺς εὗρεν·

οὗ γευσάμενος τὸν πέλεκυν προσρίπτει

καὶ τοῦ δένδρου εὐθέως ἐπεμελεῖτο

πλεῖον τῶν δένδρων ὧν εἶχε τῶν ἐγκάρπων.

92aliter

Δάμαλίς τις βοῦν ταλανίζουσα ἔφη·

«Ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς λίαν.»

Ὁ δὲ βοῦς τοῦτο ἀκούων ἐσιώπα.

Ἐπεὶ δ' ἑορτὴ κατείληφεν, αὐτίκα

ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας·

ἡ δὲ δάμαλις κρατηθεῖς' ἐδεσμεύθη

καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι

εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι.

Οἱ βοῦς δ' ὡς εἶδον ταύτην ἀφελκομένην

ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐβόων·

«Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα·

ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει

μάχαιρα, φημί, καὶ καταθύσει πάλιν.»

Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι

κίνδυνος καὶ μάστιξ.

100aliter

{Πρίσται καὶ πεύκη.}

Πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην,

σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων,

οἷς καὶ ῥᾳδίως κατέσχιζον σανίδας.

Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως·

«Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην

τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων

ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας.»

Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι

παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμβῇ μικρὸν

αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.

107aliter

Λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν·

ἀρνὸς δ' αὐτὸν ὕβριζεν ἄνω τυγχάνων.

Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας

τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐβόα·

«Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω·

μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον.»

Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι

καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.

116aliter

{Δράκων 〈ἐπὶ παλιούροις φερόμενος〉.}

Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον

εἶχεν ἐπ' αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων.

Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως,

ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει.

Τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη,

ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον.

Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη·

«Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.»

Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπο-

λοῦνται.

128aliter

Ἡλίῳ ποτὲ γάμος θέρους ὑπῆρχε.

Οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως

ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου.

Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας

ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐβόα·

«Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ,

εἰς τί βοᾶτε μεγάλα κεκραγότες

ὡς ἐπ' ἀγάθῳ τινὶ προσδοκωμένῳ;

Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων

ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ,

εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει,

τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι.»

Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων

χαίρουσιν ἐπ' ἀδήλοις.

135aliter

Ἰατρὸς ὁρῶν ἄρρωστον ὑπὸ νόσου

ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου.

Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη.

Ἀλλ' ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας·

«Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ' ἐχρῆτο,

οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης.»

Ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων·

«Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι,

Οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος·

Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι;

ἀλλ' ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι.»

Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς

ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ

εἰρωνεύονται μετὰ τὴν τύχην.

136aliter

Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει.

Ὁ δ' 〈ὄφις〉 ἐπιστραφεὶς καὶ δακὼν τοῦτον,

εὐθὺς τέθνηκεν. Ὁ δ' ὄφις ἀνεβόα·

«Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης

ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας

βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν;

Ὅμως πέπονθας ὃ ἐβούλου μοι πρᾶξαι.»

Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν,

ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ

πρότερον πεποίηκε κακά.

137aliter

Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν.

Ἀκούσας δὲ 〈εὖ〉 χρεμετίζοντος ἵππου,

εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται,

ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων

οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως·

χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη

τὴν φωνὴν 〈τὴν〉 τοῦ ἵππου καταλαβέσθαι,

καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη.

Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστε-

ροῦνται καὶ τῶν κατὰ φύσιν.

138aliter

Ἰξὸν λαβὼν ἰξευτὴς καὶ τοὺς καλάμους

κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην,

καὶ τήνδ' ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης

τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας

καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν,

καὶ πρὸς ὕψος ἔβλεπεν ἀγρεύων κίχλαν.

Ἀλλ' ἐπὶ ποδῶν ἀσπὶς ἦν κοιμωμένη·

τὴν δ' οὐ προιδὼν πεπάτηκεν εἰς κάραν.

Ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου,

καὶ λιποψυχῶν ἐν στεναγμῷ ἐβόα·

«Θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην.»

[Ὁ λόγος οὗτος δηλοῖ ὅτι]

βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ.

139aliter

Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ,

ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη·

«Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέβη·

ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης

καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης,

νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν.»

Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ

ἀνηλώθησαν κόπῳ.

142aliter

Ἄνθρωπος πάλαι ἵππον εἶχε καὶ ὄνον.

Οἱ δὲ ὥδευον μετὰ πολλοῦ τοῦ βάρους.

Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐβόα·

«λάβε τοῦ βάρους καὶ κούφισον ὀλίγον·

οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν,

καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ·

εἰ δ' οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν.»

Ὁ δ' οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον,

καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει.

τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ,

θρηνῶν ἐβόα· «Οἴμοι τῷ παναθλίῳ,

τί μοι συνέβη ἄρτι τῷ ταλαιπώρῳ;

μὴ θελήσας γὰρ μικρὸν λαβεῖν τοῦ βάρους,

ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα.»

[Ὁ μῦθος δηλοῖ ὅτι]

τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες

ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ.

147aliter

Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ

κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ·

«Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο»,

οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων

ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ' ἐκείνῳ καὶ

πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ.

148aliter

Κάμηλος ὀρχήσασθαι βιαζομένη

πρὸς 〈τὸν〉 ἀναγκάζοντα δεσπότην ἔφη·

«Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη,

ἀλλὰ καὶ περιπατοῦς' ἢ καθημένη.»

Ὁ λόγος δηλοῖ 〈ὅτι ὁ〉 ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ

ἀδόκιμός ἐστι.

153aliter

Καρύα τις ἐν 〈τῇ〉 ὁδῷ ἱσταμένη

καρπὸν ἔφερε πολὺν ἑκάστῳ ἔτει.

Καὶ παροδῖται ταῖς ῥάβδοις τε καὶ λίθοις

ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων.

Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας

ἀνεβόησεν· «Οἴμοι τῇ παναθλίᾳ·

τί μοι συνέβη; οὓς τοῖς καρποῖς εὐφραίνω,

μάστιγας δεινὰς ὑπ' αὐτῶν νῦν λαμβάνω.»

Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ

ἀποδιδόντας.

154aliter

Κάστωρ, οἴδατε, λιμναῖον πέλει ζῷον,

ὃν θηρεύουσιν εἰς χρείαν τῶν αἰδοίων.

Οὗτος δὲ ὁλόκληρος τὸ πρῶτον θέει·

ἐπὰν δὲ αὐτῷ ὁ διώκων πελάσῃ,

τοὺς ὄρχεις ῥίψας, ὅλον τὸ σῶμα σῴζει.

Σωτηρίας χάριν οὐδένα δεῖ λόγον

παρὰ τὰ χρήματα τοὺς φρονίμους ἔχειν.

166aliter

Κόραξ ἐπὶ κλωνὸς καθήμενος δένδρου

κρέας ἔφερεν τῷ στόματι κατέχων.

Τοῦτον δ' ἀλώπηξ ἄνω θεασαμένη

κάτωθεν ἔστη προσφέρουσα ἐπαίνους·

«Ὄρνεον καλὸν καὶ εὐμέγεθες λίαν

χερσὶ κρατούμενον βασιλικαῖς πρέπεις.»

Ταῦτα λέγουσα προσάγει καὶ «τὸ εἶναι

σὲ βασιλέα ἁπάντων τῶν ὀρνέων,

εἰ οὐκ ἦς σιωπηρὸν καὶ φωνῆς δίχα·

〈τοῦτό γ'〉 εἰκάζω, ἄλαλος οὕτως πέλεις.»

Ἀλλὰ χαυνωθεὶς ὁ κόραξ τοῖς ἐπαίνοις

ῥίψας τὸ κρέας ἐκέκραγε μεγάλως.

Δραμοῦσα δ' ἀλώπηξ καὶ λαβοῦσα κρέας·

«Ἔχεις,» ἔφησε, στραφεῖσα πρὸς ἐκεῖνον,

«ἅπαντα, κόραξ, νοῦς δὲ μόνον σοι λείπει.»

Κόραξ τοὺς ὀφθαλμοὺς σώματος ὀρύττει·

ψυχῆς δὲ κόρας ὀρύττει κολακία.

169aliter

Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει·

«Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει.»

Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη·

«Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει;

Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη;»

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες

οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

170aliter

{Κουκουλάτης.}

Κουκουλάτου ἔτυχε τοῦ βίου τέλος

καὶ στενάζων ἔλεγε μετὰ δακρύων·

«Οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ·

οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην·

κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε

καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη

†περιεῖλέ μου τὴν κουκουλίθραν.†

Ὁ μῦθος δηλοῖ τοὺς πένητας οἵτινες ἐξερχόμενοι

συνάξαι διατροφὰς συλλαμβάνονται παρὰ δυναστῶν καὶ

κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ' αὐτῶν τετυφλωμένων

ὄντων καὶ ἀσυνέτων.

179aliter

Ἄνθρωπος δέ τις δεῖπνον παρετοιμάζει

εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον.

Αὐτοῦ δ' ὁ κύων ἄλλον κύνα ἐκάλει

λέγων· »Ὦ φίλε, δεῦρο δείπνησον ὧδε.«

Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων

τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ·

»Βαβαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη·

ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε·

τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω,

ἵνα αὔριον μὴ πεινάσω καθόλου.«

Ταῦτα οὖν λέγων καθ' ἑαυτὸν ὁ κύων

ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον

τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον.

Ὁ οὖν μάγειρος τοῦτον εὐθὺς ὡς εἶδεν,

οὐρὰν περιστρέφοντα ὧδε κἀκεῖσε,

κατασχὼν αὐτοῦ τοῦ σκέλους παραχρῆμα

ἔρριψεν αὐτὸν ἔξωθεν τῶν θυρίδων.

Ὁ δὲ κατιὼν ἀπῄει ἀνακράζων.

Τῷ δὲ τῶν κυνῶν ὁδῷ προσυπαντώντων

κἀπερωτώντων· »Πῶς ἐδείπνησας, φίλε;«

οὗτος πρὸς αὐτοὺς ὑπογελῶν ἐβόα·

»Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον

οὐδὲ τὴν ὁδὸν ὅθεν ἐξῆλθον εἶδον.«

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν.

184aliter

Κύων εὑρὼν μάγειρον ἐν μαγειρείῳ

ἀσχολούμενον εἰς τὸ ποιῆσαι ὄψα,

ἁρπάσας ἔφυγεν καρδίαν προβάτου.

Ἔφησε δ' ὁ μάγειρος πρὸς κύνα οὕτως·

»Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις·

ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμβάνειν,

ταύτην ἐγὼ ἔλαβον διπλῆν ἐκ σοῦ γε.«

Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.

185aliter

Καθεύδων κύων ἐν αὐλῇ τοῦ δεσπότου,

λύκος ἐθεάσατο νυκτί γε τοῦτον

καὶ δραμὼν ἐκράτησεν ἐκ τοῦ σφονδύλου.

Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως·

»Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ·

πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης

καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι·

ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω

ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν,

καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω

καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν.«

Ὁ δ' αἱμοβόρος καὶ μωρὸς ὄντως λύκος

πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.

Αὖθις δὲ ἦλθεν ὁ λύκος μεθ' ἡμέρας,

ἀλλ' οἴκοι κοιμώμενον εὗρε τὸν κύνα,

καὶ κάτω σταθεὶς πρὸς αὐτὸν ἐπεβόα·

»Τὰς συνθήκας, ἔλεγε, ποιεῖ μοι, φίλε.«

»Ἂν ἀπὸ τοῦ νῦν, ὁ κύων ἀντεφώνει,

πρὸς ἔπαυλιν εὕδοντα ἐφεύρῃς, φίλε,

μηδαμῶς ἀναμείνῃς δεσπότου γάμους.«

Ὁ αὔριον ὄρνις τοῦ σήμερον κρεῖττον.

188aliter

Κύων λέοντα διώκει κατὰ κράτος.

Λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε

ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω.

Τοῦτον δ' ἀλώπηξ προσιδοῦς' ἐπεφώνει·

»Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις;«

Ἄφρων δ' ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν·

νίκης τε στέρεται 〈καὶ〉 πρὸς τούτοις γελοῖα πάσχει.

192aliter

Οἱ λαγωοὶ δὲ ἅπαντες συνελθόντες

ἐβόων ταῦτα πρὸς ἀλλήλους θρηνοῦντες·

»Ἵνα τί δεινός ἐστιν ἡμῶν ὁ βίος;

καὶ γὰρ ἀετοὶ ἄνθρωποί τε καὶ κύνες

ἅπαντες ἡμᾶς πειρῶνται καταθῦσαι.

Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι

καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν 〈τῷ〉 φόβῳ.«

Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων,

ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι.

Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες

ἀπερρίφησαν εἰς τὸ ὕδωρ αὐτίκα.

Εἷς δὲ λαγωὸς στρατηγέτης ὑπάρχων

ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐβόα·

»Στῆτε, ἀδελφοί, μηδὲν κακὸν παθόντες·

ὡς γὰρ ὁρᾶτε, δειλότερα τυγχάνει

ταῦτα τὰ ζῷα πλέον ἡμῶν ἁπάντων.«

Οὗτος ὁ μῦθος δηλοῖ ὅτι τοῖς δυστυχοῦσιν οὐ τὴν

τυχοῦσαν παρηγορίαν φέρει τὸ καὶ ἑτέρους ὁρᾶν κακοπα-

θοῦντας.

192aliter,bis

Ὅλοι λαγωοὶ συναχθέντες εἰς ἕνα

βουλὴν βουλεύονται πάντες συμπνιγῆναι.

»Πάντη γάρ ἐστι δεινὸς ἡμῶν ὁ βίος.

Γένος γὰρ κυνῶν, ἀνθρώπων καὶ ὀρνέων

καὶ πᾶν τὸ κατὰ γαῖαν ἡμᾶς ἐκθλίβει.«

Ταῦτα δὲ αὐτοὶ εἰπόντες πρὸς ἀλλήλους

ἀπεκίνησαν εἰς λίμνην πεπτωκέναι.

Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες

ἀπεπήδησαν, ὡς ἔθος τοῖς βατράχοις.

Εἷς δὲ λαγωὸς στρατηγέτης τυγχάνων

ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐβόα·

»Στῆτε, ἀδελφοί, μηδὲν κακὸν ποιοῦντες·

ἰδοῦ καὶ γένος ἄλλον ἡμᾶς δειμαίνει.«

Τοῦτο οὕτως λέγει· οἱ πτωχοὶ καὶ ἀδύνατοι ἀνθρώποι

αἱροῦνται μᾶλλον θανεῖν ἢ καταφρονεῖσθαι· ἐπὰν δέ τινας

ἴδωσιν αὐτῶν ἐπιδεομένους, οὐκέτι μέμνηνται τοῦ θανάτου.

195aliter

{Λέοντος σκύμνος καὶ ἀλώπηξ.}

Λεαίνης τόκον ὀνειδίζους' ἀλώπηξ

ἔφασκεν αὐτῷ πῶς μόνος ἐγεννήθη

καὶ μονοτόκος ἡ μήτηρ τούτου πέλει.

Ὁ δὲ 〈σκύμνος〉 πρὸς αὐτὴν οὕτως ἀντέφη·

»Ἕνα μὲν σκύμνον ἡ 〈ἐμὴ〉 μήτηρ τίκτει,

ἀλλὰ λέοντά 〈γε〉, ὡς νῦν ἐμὲ βλέπεις.«

Πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ.

195aliter,bis

{Λέαινα καὶ ζῷα.}

Στάσις δὲ ἦλθε πᾶσι τοῖς τετραπόδοις

καύχημα κατέχουσα εἰς παίδων πλήθη.

Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες·

»Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις.«

Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει·

»Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ.«

Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ

ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

197aliter

Λέων μὴ δυνάμενος αὑτῷ ἐκ γήρως

ἀρκέσαι τροφὴν 〈πορίζεσθαι〉 ἰδίαν,

εὗρε δι' ἐπινοίας πρᾶξιν ἀρίστην,

καί τι σπήλαιον εὑρὼν εἰσῄει τοῦτο·

νοσεῖν δὲ προσεποιεῖτο πεσὼν [τῇ] κλίνῃ.

Τούτου δ' ἐπισκέψεως τὰ ζῷα χάριν

ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε.

Αὐτὸς δὲ κατήσθιεν ὡς αἱμοβόρος.

Εἰσῆλθεν οὖν ὑστάτη ἀλώπηξ τούτων,

θυρᾶς γοῦν ἔξω σταθεῖσα [τῆς] τοῦ σπηλαίου.

»Εὖ σοι, βασιλεῦ, ἔφη· πῶς ἔχεις, γίγα;«

»Κακῶς« εἰπόντος, ἠρώτα τὴν αἰτίαν

δι' ἣν ἔξω ἱστᾶσα οὐκ ἔρχῃ ἔσω.

Τὸν δ' ἀπαμειβομένη ἀλώπηξ ἔφη·

»Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε·

οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ' ὀλίγοι ἐντεῦθεν·

οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε.«

Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕφαλα πα-

νοῦργα τῶν δυναστῶν.

199aliter

Λέων ἐρασθεὶς γηπόνου θυγατέρα,

ταύτην μνηστευθεὶς ἐβούλετο πρὸς γάμον.

Ἐπέκειτο γοῦν βιάζων καθ' ἑκάστην

γονεῖς τῆς κόρης δοῦναι τὴν θυγατέρα.

Ὁ δὲ γέρων ἔλεγε μῆ δοῦναι ταύτην

θήραν ἥμερον λέοντι βλοσυρώδει

φύσιν τὴν ἀνθρώπινον ἡμερωτάτην.

Πρὸς τόνδ' ἠπείλει δεινῶς ὁ λέων λέγων·

»Σπαράξαι ς' ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι.«

Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν

ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην,

καὶ τόνδ' ἀμειβόμενος ἔφησε λόγον·

»Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει·

λοιπὸν ἔκβαλ' ὀδόντας καὶ λήψει τήνδε·

τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας.«

Χάριν ἔρωτος, βαβαί, τοῦ πικροτάτου,

προσῆλθε λέων γέροντι τῷ φρονίμῳ

οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσβυν

κόρην γε ζητῶν δίχ' ὀδόντων κὀνύχων.

Ῥοπάλοις γε διώκει τοῦτον ὁ γέρων·

»Ἔξελθ' οἴκων ἐμῶν· ἄοπλος ὑπάρχεις.«

Ὁ ἐχθροῖς πιστεύων ὅλος φθείρεται ὑπὸ τούτων.

201aliter

Λέων ὁ μέγας καὶ ἄρκος τὸ θηρίον

εὑρόντες βοῦν ἤριζον δεινῶς εἰς τοῦτον.

Ὡς γοῦν ἐπετείνετο δεινῶς ἡ μάχη,

ἀμφότεροι ἔκειντο κατατρωθέντες

ἡμιθανεῖς, ἡμιτόμοι, νεκροὶ ὅλως.

Παριοῦσα δ' ἀλώπηξ, ὡς εἶδε τούτους

πτῶμα δεινὸν κειμένους ἔνθεν κἀκεῖσε,

τὸν βοῦν δὲ μέσον κείμενον τεθνεῶτα,

δάκνους' ἔσυρε τὸν βοῦν ἐκ μέσου τούτων

τοῖς τέκνοις βρῶμα προσάγους' ἄλλων κόπον.

Ἀναστῆναι οὖν μὴ δυνάμενοι εἶπον·

[ἔτυπτον, ἐσπάραττον, ἔθλιβον πέρνα]

»Ἄθλιοί ἐσμεν, δι' ἄλλους ἐμοχθοῦμεν.«

Ὁ λόγος δηλοῖ ὅτι δικαίως ἐκεῖνοι ἄχθονται οἳ τῶν

ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσιν τὰς ἐπικαρπίας

ἐπιφερομένους. —Ὅμοιον δ' ἔστι τοῦτο τῷ λόγῳ ἐκείνῳ·

ἄλλοι σκάπτουν καὶ κλαδεύουν καὶ ἄλλοι τραγούδουν καὶ

πίνουν.

202aliter

Λέων βάτραχον ἀκούσας κεκραγότα,

τὸν δοῦπον ὡς ἤκουσεν μέγαν, ἐστράφη,

μέγα γὰρ οἰόμενος εἶναι τὸ ζῷον.

Ὡς γοῦν ἐθεάσατο μικρόν γε τοῦτο

ἔξω που ἱστάμενον μακρὰν τῆς λίμνης,

τὸν βάτραχον ἔφθειρεν εἰπὼν καὶ λόγον·

»Τὸν ἐχέφρονα μηδεὶς ταράττῃ λόγος,

ἀλλ' ἀνδρεία, φρόνησις, βουλὴ καλλίστη

στερρώτερον αὐτοῦ νοῦν ἀπεργαζέσθων.«

Ὁ λόγος πρὸς ἄνδρας γλωσσώδεις, μηδὲν δὲ πλέον τοῦ

λαλεῖν δυναμένους· οὗτοι γλῶσσαν μὲν οὖν ἔχουσι, ἰσχὺν δ'

οὐδ' ὅλως.

208aliter

Λέων δέ ποτε σὺν ὀνάγρῳ θηρεύει

ὁμοθυμαδὸν ἐπάνω τῶν ὀρέων.

Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων

μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων·

»Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων·

τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου·

εἰ δὲ τὴν τρίτην λάβῃς, σὺν πόνῳ λήψῃ·

ἦ δ' οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα.«

Ὅτι καλόν ἐστι μετρεῖν 〈ἑαυτὸν〉 ἐν ἅπασι κατὰ τὴν

ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν.

210aliter

Λέων, ἀλώπηξ καὶ ὄνος, οἱ τρεῖς ἅμα,

ἐξῆλθον ὅμου πρὸς θήραν τοῦ θηρεῦσαι.

Καὶ δὴ οὐ μικρὰν συλλαβόμενοι θήραν,

τὸν ὄνον προσέταξαν εἰς τρεῖς μερίσαι.

Ὁ δὲ μερίζων τρεῖς μερίδας ἐξ ἴσου,

ἀγανακτῶν ὁ λέων τὸν ὄνον τρώγει.

Ἀλώπεκα δεύτερον λέγει μοιράσαι.

Ἡ δὲ λαβοῦσα μίαν ποιεῖ μερίδα

τὸ πᾶν τῆς θήρας· βραχὺ δ' ἐτίθει μόνον

εἰς ἄλλο μέρος, ἄχρηστον δὲ καὶ τοῦτο.

Ὁ δὲ λέων ἔφησε πρὸς ταύτην οὕτως·

»Τίς ς' ἐδίδαξε μερίζειν οὕτως, φίλη;«

»Ἡ συμφορὰ τοῦ ὄνου τοῦ μακαρίτου.«

Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις τυγχά-

νουσι τὰ τῶν πέλας δυστυχήματα.

212aliter

Λέων μήκιστον ἐκμηχανᾶται ταῦρον.

Καὶ δὴ καλέσας οἴκοι ἔφησεν οὕτως·

»Δεῦρ', εἰ βούλει, σήμερον συνευφρανθῶμεν.«

Ταῦρον γὰρ ἐβούλετο φαγεῖν ὁ λέων.

Ὡς γοῦν ἐθεάσατο ἐλθὼν ὁ ταῦρος

ὀβελίσκους, λέβητας καὶ πῦρ σὺν τούτοις,

παλίνοστος γίνεται οἴκαδε φεύγων.

Αὖθις δ' ὁ λέων ἐφώνησε μεγάλως·

»Πόθεν καὶ ποῦ πορεύῃ, ἄριστε φίλων;«

Ὁ δὲ ταῦρος ἔφησεν· »Ὁρῶ σοι, ἄναξ,

οὐκ εἰς πρόβατον παρασκευὴν τυγχάνειν,

ἀλλ' εἰς ταῦρον μήκιστον ἡτοιμασμένην.«

Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν

πονηρῶν τέχναι οὐ λανθάνουσιν.

213aliter

Λέων ἐλύσσα. Τὸν δὲ νεβρὸς ἐξ ὕλης

ἰδὼν ἔφησεν· »Οἴμοι τῷ ταλαιπώρῳ·

τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει,

ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητὸς.«

Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοβόρον.

217aliter

Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον·

»Ἵνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες

οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους;

οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ·

ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ·

ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις,

κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους,

καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως·

ἀλλ' οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε,

ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας.

Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων,

κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις,

μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου.

Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι,

ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι.«

Ὡς δ' ὑπήκουσαν παραυτίκα οἱ κύνες,

εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι

καὶ παραυτίκα διέφθειραν τοὺς κύνας,

ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.

Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους

μισθοὺς λαμβάνουσι.

220

{Λύκος 〈διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς〉

καὶ λέων.}

Λύκος πλανώμενος 〈ποτ'〉 ἐν ἐρήμοις τόποις,

κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος,

δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη·

»Λέοντ' ἐγὼ δέδοικα, τηλικοῦτος ὤν·

πλέθρου τ' ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς

πάντων δυνάστης ἀθρόων γενήσομαι;«

Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων

ἑλὼν κατήσθι'· ὁ δ' ἐβόησε μετανοῶν·

»Οἴησις ἡμῖν πημάτων παραιτία.«

222aliter

{Λύκος καὶ ἀρνός.}

Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον

οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ,

ἀλλ' ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως·

ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει·

»Πέρυσιν αὐτὸς πολλὰ καθύβρισάς με.«

Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐβόα·

»Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ.«

Ὁ δὲ πρὸς αὐτόν· »Τὴν ἄρουραν μου νέμεις.«

Ὁ δ' ἀρνὸς ἔφη· »Ἀκμὴν τροφὴν οὐκ εἶδον.«

Πάλιν ὁ λύκος· »Ἐκ τῆς πηγῆς μου πίνεις.«

Ὁ δ'· »Οὐ πέπωκα ὕδωρ,« αὐτῷ προσεῖπε·

»τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου,

καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει.«

Ὁ δὲ συλλαβὼν καὶ φαγὼν αὐτὸν εἶπεν·

»Ἀλλ' ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω

διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν.«

Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει,

κἂν ἀληθὴς τυγχάνῃ.

224aliter

Λύκος λιμώττων τροφὴν φαγεῖν ἐζήτει.

Τόπον δὲ κατά τιν' αὐτοῦ γενομένου,

παιδὸς κλαυθμυρίζοντος φωνὴν ἀκούει

καὶ γραῦν λεγούσαν τοῦ κλαίειν αὐτῷ παῦσαι,

μήπως ἄρτι δώσω σε φαγεῖν τῷ λύκῳ.

Τὸν λόγον δ' ὡς ἤκουσεν ὁ λύκος τοῦτον,

διατροφὴν ὡς ἔχων ἑτοίμην ἔστη,

καθεῦδον δ' ἐνόμιζε φαγεῖν τὸ βρέφος.

Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης,

τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν·

»Τέκνον,« λέγουσα, »τέκνον ἠγαπημένον,

τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ.«

Ὁ λύκος δ' ὡς ἤκουσε τοὺς λόγους τούτους,

ᾤχετο λέγων· »Ἐν τῇ ἐπαύλει ταύτῃ

ἄλλα λέγουσι, μακρᾶς αἲ αἴ μοι ποίνης,

ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν;«

Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ

ἔχουσιν ἴσους τοῖς ἔργοις.

225aliter

{Λύκος καὶ γέρανος.}

Λύκου δὲ λαιμῷ ὀστέον ἐνεπήγει.

Ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν,

εἰ τὴν κεφαλὴν αὐτῷ προσεπιβάλλοι,

ἐξανασπάσων ἐκ λαιμοῦ τὸ ὀστέον.

Ὁ δὲ ἐκβαλὼν τὸν μισθὸν ἐπεζήτει.

Οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας·

»Ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον

ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων

ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν.«

Ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων

διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος,

τὸ μὴ βλάψαι αὐτούς.

225aliter,bis

Λύκου δὴ λαιμῷ ὀστέον ἐπεπήγει.

Ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν,

εἰ τὴν κεφαλὴν αὑτῆς ἐπιβαλοῦσα

τὸ ὀστοῦν ἐκ τοῦ λαιμοῦ αὐτοῦ ἐκβάλοι.

Ἡ δ' ἐκβαλοῦσα, δολιχόδειρος οὖσα,

τὸν μισθὸν ἐπεζήτει τῆς ἀκεσίας.

Ὅστις γελάσας καὶ τοὺς ὀδόντας θήξας·

»Ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον

ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων

ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν.«

Ὁ μῦθος πρὸς ἄνδρας οἵτινες ἀπὸ κινδύνου διασωθέντες

τοῖς εὐεργέταις τοιαύτας ἀπονέμουσι χάριτας.

228aliter

Λύκος δέ ποτ' ἄρας ἀρνίον ἐκ ποίμνης

ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην.

Λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας

ἦρεν ἐξ αὐτοῦ αὐτίκα τὸ ἀρνίον.

Στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει·

»Ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας;

πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους,

τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ,

ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις;«

Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει·

229

{Λύκος καὶ ὄνος.}

Λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας

πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας,

ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας

μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι.

Ταῦτα οὖν αὐτοῦ ἀκηκοὼς ὁ ὄνος

χαίτην ἔσεισε καὶ γελῶν ταῦτα ἔφη·

»Καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων·

ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν

κοίτῃ παρέθου εἰς τροφὴν σὴν λαθραίως;

Κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν.«

Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν

οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι.

231aliter

Ἀλώπηξ ἐμπεσοῦσά ποτε εἰς λύκον

ἐδυσώπει ὥστε γραῦν αὐτὴν μὴ κτεῖναι.

Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐβόα·

»Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς,

εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω.«

Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ·

»Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων·

εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων·

καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ,

καὶ μή ποτ' αὖθις συναντήσαις μοι, λύκε.«

Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας

τῆς ψυχῆς βουλὰς ἐξάγει.

234aliter

Μάντις ὢν ἐν ἀγορᾷ λέγει μαντείας,

ἑκάστῳ ταύταις ἀγορεύων τὸ μέλλον.

Ἐξαίφνης δέ τις πρὸς αὐτὸν ἧκεν 〈λέγων〉

ὡς οἰκία ἤνοικται καὶ τἄνδον φροῦδα.

Ὁ δὲ ἀνεπήδησε τεταραγμένος

καὶ μεγάλα στενάξας ταχέως τρέχει.

Τὴν δὲ κατιδὼν ἐκπλήττεται μεγάλως·

ἀφήρπαστο γὰρ πάντα 〈τὰ〉 τῆς οἰκίας.

Ἀλλὰ ἕτερος ἐκεὶ παριὼν ἔφη·

»Εἰ τὰ ἀλλότρια, φεῦ, προεμαντεύου,

πῶς τὰ ἴδια παντελῶς οὐ προεῖδες;«

Ἑρ.

Ὁ φαλακρὸς πῶς ἄλλῳ μαλλοὺς ποιήσει;

Οὐκ ἔξεστιν. Ὁ δὲ κενοὺς λόγους λέγων

οὐδὲ ἑαυτὸν δύναται ὠφελῆσαι.

235aliter

{Μέλισσα καὶ Ζεύς.}

Μέλισσα πάλαι κηρίων μήτηρ οὖσα

ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι

προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον.

Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ μελίσσης

συνετάξατο δοῦναι ὃ ἂν αἰτήσῃ.

Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα·

»Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης,

ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι,

ἵν' ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ

τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω.«

Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις,

ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ,

εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε·

»Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι,

ἀλλ' ἄν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι,

σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον,

εὐθὺς τεθνήξῃ, ἐκβληθέντος τοῦ κέντρου·

ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον.«

Ὁ μῦθος δηλοῖ ὅτι

ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε

κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι·

ὃ γὰρ ἂν κακὸν κατ' αὐτῶν ἐξαιτήσῃς

ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.

238

{Μόσχος καὶ ἔλαφος.}

Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε·

»Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις

καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα·

κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις.

Τί δέ, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας;«

Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα·

»Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω

εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον·

ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω,

εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι.«

Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία

παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν.

239aliter

Ποτὲ δὲ γαλαῖ ἐμάχοντο πρὸς μύας

κατατροποῦσαι αὐτοὺς καὶ ἀναιροῦσαι.

Εἶπον δ' οἱ μύες καθ' ἑαυτοὺς τοιαῦτα·

»Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν·

οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται,

οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει,

καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες

καὶ φυγάδες γινόμεθα τοῦ πολέμου.«

Καὶ παραυτίκα συμβούλιον λαβόντες

κατεστήσαντο τοὺς παμμεγέθεις μύας

ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων.

Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες

καὶ παρατάξεις αὖθις πεποιηκότες

εὐθὺς ἤρξαντο κροτεῖν τὰ τοῦ πολέμου.

Σαλπίγγων δ' ἄφνω φωνουσῶν, κελαδοῦντες

ἐναπήρξαντο πολεμεῖν πρὸς [τὰς] γαλέας·

οἳ κατὰ κράτος ἡττήθησαν εὐθέως.

Καὶ ἦν κατιδεῖν, τῶν μυῶν πεφευγότων

ὧδε κἀκεῖσε, τοὺς τάλανας ἐν τρόμῳ.

Οἱ γὰρ ἄοπλοι πεφευγότες ἐν τοίχοις

εἰσελήλυθον εἰς ῥαγάδας αὐτίκα·

οἱ δὲ ἔνοπλοι καὶ ἀρχηγέται τούτων

οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων

μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς εἰσδῦναι

διεφθάρησαν ὑπὸ τῶν γαλῶν πάντες.

Ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρεῖττόν ἐστιν ἡ εὐτέλεια

ὑπὲρ τὴν λαμπρότητα καὶ τὴν δόξαν τοῦ βίου.

240aliter

Μῦς εἰς χύτραν ζέουσαν κρεῶν τε 〈πλήρη〉

ἐνέπεσε καὶ ἔμελλε συμπνιγῆναι.

Ἀποθνῄσκων δ' ἔφησε τοιοῦτον λόγον·

»Ἐσθιόντι, πίνοντι καὶ λελουμένῳ

οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου.«

Φέρουσί τινες τὸν θάνατον ῥᾳδίως,

ὅταν ἐπέλθῃ ἀβασανίστως τούτοις.

245

{Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός.}

Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει.

Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου

ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας.

Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη·

»Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον·

ἐπείπερ δ' ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος,

ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων.«

Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο.

Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον,

φοίνικας ἅμα, τυρόν, μέλι, ὁπώρας.

Ὁ δ' αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα

καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην.

Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν,

ἤνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν.

Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον

εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας.

Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι,

ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον.

Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον

εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης.

Ὁ δ' ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ

ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη·

»Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον

ἐπαπολαύων αὐτὰ μετ' εὐφροσύνης

καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου·

ἐγὼ δ' ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων

ζήσω ἀφόβως μηδένα ὑποπτεύων.«

Ὁ μῦθος δηλοῖ ὅτι

τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως

ὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ' ὀδύνης.

246

{Μῦς καὶ βάτραχος.}

Μῦς χερσαῖος βατράχῳ ἐφιλιώθη.

[Ὁ οὖν βάτραχος μῦν καλεῖ συνδειπνῆσαι.

»Τρέφου,« λέγων, »ὦ φίλε, ὅ τι ἂν βούλῃ

καὶ μὴ αἰδεσθῇς ἐμὲ τὸν προσφιλῆ σου.«]

Ὁ οὖν βάτραχος τὸν μῦν προσεκεκλήκει.

Καὶ δὴ προσδήσας αὐτοῦ τὸν ποῦν σχοινίῳ

τοῦτον εἰσάγει ἀνὰ μέσον τῆς λίμνης.

Αὖθις δὲ ὁ μῦς εἰσελθὼν ἀπεπνίγη,

ὃς ψυχορραγῶν ἐβόα τῷ βατράχῳ·

»Ἐγὼ μέν, φίλε, ὑπὸ σοῦ ἀποθνῄσκω.

Ἔστι δὲ θεὸς ὃς κἀμὲ ἐκδικήσει,

ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως.«

Καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω

ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης,

ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως.

Ἅμα βάτραχος αὐτῷ προσδεδεμένος

δεῖπνον καὶ αὐτὸς προσήχθη τοῖς ὀρνέοις

παθὼν ὅμοια οἷς αὐτὸς ἐδεδράκει.

Ὅτι, εἰ καὶ νεκρός τις ὑπό τινος γένηται, ἀλλ' ἡ θεία

πρόνοια, ἡ πάντα ἐφορῶσα, ἀποδίδωσιν ἴσως ζυγοστατοῦσα.

247aliter

{Γεωργὸς καὶ θάλασσα.}

Γεωργός τις ἰδὼν ναῦν ἐν 〈τῇ〉 θαλάσσῃ

κυμαινομένην καὶ βυθῷ πεμπομένην

κατηράσατο τὴν θάλασσαν δακρύων.

Ἡ δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα·

»Ἵνα τί, 〈ὦ〉 ἄνθρωπε, μέμφῃ με μάτην;

οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία,

ἀλλ' οἱ ἄνεμοι, οἱ ἐκταράττοντές με.

Ἐὰν δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι,

ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις.«

Ὅτι γαληνοὺς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες

ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας.

249aliter

Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου μόνου

καταλειφθέντος αὐτῷ, εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν

καὶ θέρος εἶναι νομίσας, μηκέτι δεόμενος τοῦ ἱματίου,

τοῦτο φέρων ἐπώλησε. Μετὰ μικρὸν δὲ χειμῶνος καὶ

ψύχους σφοδροῦ γενομένου, ἐπειδὴ εἶδε τὴν χελιδόνα φερο-

μένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· »Ὦ αὕτη, σὺ κἀμὲ

καὶ σεαυτὴν ἀπώλεσας.«

Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον

ἐπικίνδυνόν ἐστι.

249aliter,bis

Νέος ἄσωτος καταφαγὼν οὐσίαν

τὴν πατρῴαν, ἱματίου αὐτῷ μόνου

καταλειφθέντος, ὡς εἶδε χελιδόνα

παρὰ καιρὸν ἐλθοῦσαν, καὶ θέρος εἶναι

νομίσας, πωλεῖ τοῦτο. Μετὰ δ' ὀλίγον

χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις,

ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν,

πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους·

»Σὺ κἀμὲ καὶ σαυτὴν ἀπώλεσας,« ἔφη.

Ὁ λόγος παραινεῖ

πᾶσι μὴ δρᾶν τι πρᾶγμα παρὰ τὴν ὥραν·

εἰ γὰρ δράσειας, οὐ φεύξῃ τοῦ κινδύνου.

250aliter

Νοσῶντι ὁ ἰατρός· »Πῶς ἔχεις;« ἔφη.

»Φρίκη σφοδρά με τὸν τάλανα κατέχει

καὶ τετάραγμαι ὑπ' αὐτῆς οὐ μετρίως.«

Ὁ δὲ πρὸς τοῦτον ἀγαθὸν εἶναι λέγει.

Ἐπερωτήσας δὲ πάλιν ἐκ δευτέρου

ὁ ἰατρός »Πῶς ἔχεις;« τὸν ἀσθενοῦντα,

»Θερμῇ, ἔφησε, περιπεσὼν κακίστῃ,

κεῖμαι 〈ὑπ' αὐτῆς〉 δεινῶς τεταραγμένος.«

Κἀκεῖνος πάλιν ἀγαθὸν ἔφη τοῦτο.

Καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας

»Πῶς ἔχεις, 〈ὦ〉 ἄδελφε φίλε; ῥωννύου,«

ὁδέ· »Ἀπόλλυμαι ἐν ἀγαθοῖς« ἔφη.

Τοῦτο δηλοῖ ὅτι οὓς παραμυθέοντας ἔθος τυγχάνει

ψευδεῖς τοὺς πάσχοντας παρηγορεῖν λόγοις.

251aliter

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἅμα

κοινωνοὶ ἐγένοντο πρὸς ἐμπορίαν.

Ἐκ δανειστοῦ γοῦν ἡ νυκτερὶς λαμβάνει

ἀργύριον διδοῦσα εἰς πραγματείαν·

ἡ βάτος δὲ εἰς μέσον ἐσθῆτα βάλλει·

ἡ αἴθυια δὲ χαλκοῦν ἐπεπληροῦτο.

Ἔπλευσαν δέ γε μετὰ νηὸς αὐτίκα.

Χειμῶνος δὲ ἐλθόντος, ἡ ναῦς ἐτράπη·

ἀλλ' αἱ τρεῖς ἐσώθησαν χωρὶς πραγμάτων.

Δειμαίνουσα γοῦν ἡ νυκτερὶς τὸ χρέος

μὴ ἀπαιτῆται, περιπολεῖται νύκτωρ·

Ὁπόταν δὲ ἡ βάτος ἐσθῆτα ἴδῃ,

δοκοῦσα ἰδίαν εἶναι, σύρει βίᾳ·

ἡ αἴθυια δὲ τὴν θάλασσαν ἐντρέχει

δοκοῦς' ὧδε κἀκεῖσε χαλκοῦν εὑρήσειν.

Πᾶς ὅπερ ἀποβάλλει, καὶ ζητεῖ τοῦτο.

254aliter

Ξύλα τις ἄνθρωπος ἐν ποταμῷ κόπτων,

πίπτει πέλεκυς εἰς ῥεῦμα παραυτίκα.

Καθήμενος γοῦν πεπλησμένος ἐνθλίψει,

τὰς ὄχθας βλέπων ὠδύρετο μεγάλως.

Ἑρμῆς δὲ παρὼν ἐλεήσας τὸν νέον

μαθεῖν ἐζήτει τὴν αἰτίαν τῆς λύπης.

Τοῦ δὲ εἰπόντος τὸ πᾶν ἀρχῆθεν, τούτῳ

καταβὰς ἀνήγαγε χρυσοῦν πελέκη,

κεἰ οὗτός ἐστιν ἐπυνθάνετο τούτου.

Ὁ δὲ πένης ἔφησε μὴ εἶναι τοῦτον.

Αὖθις οὖν ἐλθὼν ἀργυροῦν ἐπιφέρει·

καὶ πάλιν ἠρνήσατο μὴ εἶναι τοῦτον.

Ἐκ τρίτου δ' αὖθις ἀνάγει τὸν οἰκεῖον.

Ὁ δ' εὖγε τοῦτον ἀπολέσαι ἐφώνει.

Ἀλήθειαν δὲ ὁ Ἑρμῆς ὡς ἀκούει,

χαρίζεται εὐφρανθεὶς καὶ τοὺς τρεῖς τούτῳ.

Ἐντεῦθεν οὗτος ἀπελθὼν εἰς ἑταίρους

λέγει τὰ…

Ἀλ…

The complete text is available when the reading interface loads.