Sententiae
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Sententiae, ed. B. E. Perry, Aesopica, vol. 1, Urbana: University of Illinois Press, 1952: 248–258.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Max. Conf. 625: Αἴσωπος, ἐρωτηθεὶς τί ὄφελος τοῖς ψευδομένοις ἐκ τοῦ ψεύδουςἔφη “τὸ κἂν ἀληθῆ λέγωσι μὴ πιστεύεσθαι.” Cod. Par. gr. 1310 (saec. xv), fol. 64ν Αἰσώπου· οὐδέν ἐστιν ἡ κτῆσις ἐὰνμὴ ἡ χρῆσις παρῇ. Vide f. 225. Georgides p. 36: Ζῶντες μὲν πρὸς ὀλίγον οἱ ἄνθρωποι ἐπιπλάστῳ σεμνυνόμεθακόσμῳ· τεθνηκότες δὲ ἀφῃρήμεθα ἃ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα τοίνυν καὶ χρημάτωνκαὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς· ἡ μὲν γὰρ ἀίδιος καὶἀθάνατος, τὰ δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα. Cod. Par. sup. gr. 134 fol. 270ν: Αἴσωπος ἔλεγε τὸν πηλὸν ὁ Προμηθεύς,ἀφ' οὗ τὸν ἄνθρωπον διεπλάσατο, οὐκ ἐφύρασεν ὕδατι ἀλλὰ δάκρυσιν.Αἰσώπου· Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.Αἰσώπου· βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα.Βροτησίαν κακίαν οὐ θῆρες κακοί,Ἀλλ' ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί. Γαστέρα ὄγκον ἔχουσανἩ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται.Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ,Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει.Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι.Δηλοῖ πολλάκις κακοσύνθετος ὄψιςΨυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον.Δέδοται καὶ κακοῖς ἄγρα.Δούλῳ γενομένῳ 〈σὺ〉 δουλεύειν φοβοῦ·Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον,Αἰφνίδιον δ' ὄλλυται θανάτῳ δοθείς.Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων,Ὅταν καλῇ καιρός σε τἀληθῆ φράζε.Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου.Ἐν καιρῷ ἀνάγκης καιρῷ δυσκαίρῳ ληφθείς,Καὶ τοὺς τυχόντας ἄνδρας τοκέας λέγε.Ἐλεύθερον ἀδύνατον εἶναι τὸν πάθεσι δουλεύοντα.Ἕκαστον ὑπεύθυνον 〈ὧν πράττει κακῶς〉Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ. Ζημίαν εἶναι τὴν σχολὴν καὶ τὴν ἄνεσιν νόμιζε, καὶ σπεῦδέ τι πράττειν ὧν ἀπαι-τεῖσθαι μέλλομεν.Ζημίας δήλης ἐν ἅπασιν κειμένης,Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει.Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμαΜαλάττειν οἶδε καὶ τοὺς ἄγαν λιθώδεις.Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλωνΒέβαιον ἔσῃ καὶ οὐ στυγητὸν κτῆμα.Θεῷ προσφιλὲς τετιμηκότα τιμᾶν.Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδοςἈθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί.Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων,Τὸ σχῆμα μεταλλάττει ἀπάτης χάριν.Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρΔῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν.Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε·Κακοῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ στύγος.Καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν, διὰ βελτιώσεως ἐλπίδα.Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει·Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς.Ἀεὶ τὰ πέρυσι καλά. Ἑρμηνεία.Ἄρτι τῆς ὥρας τὴν βλάβην ὁ πειραθεὶςΤῆς πρόσθεν οὗτος εὐκλείας μεμνήσεται.Χωλῷ παροικήσας ὑποσκάζειν μάθοις. Ἑρμηνεία.Συνὼν πονηροῖς ὅμοιος αὐτοῖς γενήσῃ.Χρυσὸς Δανάην ἔπεισεν ἐθέλουσαν. Ἑρμηνεία.Καὶ τὸν σώφρονα χειροῦται τιμάρια,Χρήμασιν ὁπλίζοντα πρὸς ἀσέλγειαν.Εὐτυχεῖτε καὶ λοιδορεῖτέ με. Ἑρμηνεία.Γελῶσιν οἱ πλουτοῦντες ἤθη πενήτων·Τὰ ῥάκη γὰρ ὁρῶσιν, οὐχὶ τὴν τόλμαν.Κροκόδειλος ἔλεγεν ὅτι “εἰς τὴν πόλιν μου ἐλαιοπώλης ἤμην.” Ἑρμηνεία.Φιλοῦσιν οἱ πονηροὶ καὶ κακότροποιΓένους μεγάλου λέγεσθαι καὶ δόξης καλῆς.Ὄφις τὸ δέρμα ἀποδύεται, τὴν γνώμην δὲ οὐδαμῶς. Ἑρμηνεία.Κακοῦργος ἀνήρ, τοὺς τρόπους οὐκ ἀμείβων,Τὸ σχῆμα μεταλλάσσει ἀπάτης χάριν.Ὄψιν εἶδες, περὶ τῆς γνώμης μὴ ἐξέταζε. Ἑρμηνεία.Δηλοῖ πολλάκις κακοσύνθετος ὄψιςΨυχῆς διεστραμμένης τὸν σκαιὸν τρόπον.Οὔτε οὗτος Ἑρμῆς οὔτε οὗτος Ἡρακλῆς. Ἑρμηνεία.Ὁ φιλοκόμπον ἦθος ἐλέγχων ἀεὶΓλώττῃ τιτρώσκει τοὺς κακοὺς ἐλευθέρᾳ.Ὁ ζῶν τοὺς ζῶντας βλέπει. Ἑρμηνεία.Τοὺς ἐμπνέοντας εἰκὸς ἀλλήλους βλέπειν·Οἱ γὰρ θανόντες τοῖς ζῶσιν ἀθέατοι.Λόγος καλὸς ὀστοῦν κατεάξει. Ἑρμηνεία.Ἦθος τὸ πρᾶον καὶ τὸ προσηνὲς ῥῆμαΜαλάττειν οἶδεν καὶ τοὺς ἄγαν λιθώδεις.Οὐκ ἄξιον τὸ κλέμμα τῆς ἀγρυπνίας. Ἑρμηνεία.Κόπος οὐκ ἔχων ἰσόρροπον τὸ κέρδοςἈθυμίαν δίδωσι τοῖς μόχθοις ἀεί.Ὅλος ὁ βίος ἐλλύχνιον. Ἑρμηνεία.Ἅπαν τοῦ βίου τὸ περίβλεπτον τύφοςΒραχυτάτῳ ῥήματι τὸ πέρας ἔχει.Ὁ πέπερι ἔχων καὶ εἰς φακὸν βάλλει. Ἑρμηνεία.Ἀφθονίαν χρημάτων ἄνθρωπος λαχὼνἈλλοκότοις κέχρηται παραρτύσεσιν.Ὁ ἀνάγων τὸν κατάγοντα. Ἑρμηνεία.Ἤλεγξεν ἡ πενία τὸν πλοῦτόν ποτεΚάτωπον κεκυφότα ψήφῳ / τῆς δίκης.Ὄνος καὶ κοπίδερμος μίαν τύχην ἔχουσιν. Ἑρμηνεία.Ἀνὴρ ἐκδουλωθεὶς 〈καὶ〉 μᾶλλον οἰκέτουΟἴσει τὴν μοχθηρίαν ἡδονῆς χάριν.Ἔστω τὰ κρανία, μὴ καὶ τοὺς ἐγκεφάλους ἀπωλέσαμεν. Ἑρμηνεία.Ὅστις ἀφῃρέθη τὴν 〈ἑαυτοῦ〉 κτῆσιν,Συναφῃρέθη καὶ 〈αὐτὸ〉 τὸ φρονεῖν καλῶς.Ὁ μηρὸς ἔσωθεν ὄζει. Ἑρμηνεία.Τὰς συμφορὰς ἔσωθεν τὰ πλεῖστά φημιΔιαρρήδην τίκτεσθαι κακούργων γνώμαις.Ὃ σὺ κρύβεις εἰς τὴν ἀγορὰν κηρύσσεται. Ἑρμηνεία.Σφάλμα τὸ περίφημον καὶ πᾶσι ῥητὸνἈνὴρ κακὸς 〈συγ〉κρύπτειν ἐκβιάζεται.Πατὴρ μὲν ὁ θρέψας, οὐ μὴν δὲ ὁ γεννήσας. Ἑρμηνεία.Πατὴρ καλοῖτο ἂν ὁ 〈τὰς〉 τροφὰς διδούς·Ὁ γὰρ φυτεύσας ἡδονῇ δεδούλευκεν.Πολλοῖς ἀρέσκει τὰ τοῦ βίου χείρονα. Ἑρμηνεία.Ὀλίγοις ἐσπούδασται τὰ τῆς ἀρετῆς·Οἱ πλεῖστοι γὰρ νεύουσιν εἰς τἀναντία.Πηγῆς ἐξ ἦς οὐ πίνω ξηρανθείη. Ἑρμηνεία.Μενέτω κοινά, ἅπερ ἡ Τύχη νέμει·Εἰ δ' οὐ κοινὸς ὁ πλοῦτος, μηδεὶς τρυφάτω.Πόδας ἔχων 〈σὺ〉 καὶ ποδάγρας ἔλπιζε. Ἑρμηνεία.Ἕπεται πάντως τοῖς τερπνοῖς τὰ λυπηρά,Εἰ μή που Τύχη σύμμαχος παραστατεῖ.Δευτέρα φύσις συνήθεια. 〈Ἑρμηνεία.〉Εἰργάσατό τι τῷ χρόνῳ συνήθειαΜιμησαμένη παραδόξως τὴν φύσιν.Ἰατρὸν κτῶ φίλον, χρείαν δὲ αὐτοῦ μηδ' ὅλως ἔχῃς. 〈Ἑρμηνεία.〉Παντὸς φίλου προτάττων ἰατροὺς σοφοὺςΕὔχου τῆς τέχνης 〈—〉 χρῄζειν μηδέποτε.Κοχλίας, ἐὰν ὀπτηθῇ, [οὐ] τρύζει. Ἑρμηνεία.Τοὺς ἐπιεικεῖς ἄνδρας καὶ λίαν πράουςἘγείρουσιν εἰς ὀργὴν κακούργων τρόποι.Κωμῳδὸς χαίνων καὶ μὴ δάκνων. Ἑρμηνεία.Λοιδοροῦσι πένητες πλουτοῦντας μόνον,Δύναμιν οὐκ ἔχοντες ἀλλ' ἢ τοὺς λόγους.Κἂν εὐτυχήσας τῆς φακῆς μνημόνευε. Ἑρμηνεία.Κἂν πλούσιος γέγονας καὶ περίβλεπτος,Πενίας μνημόνευε τῆς σῆς συντρόφου.Κλείσωμεν τὴν θύραν, τὴν δὲ ἀλήθειαν εἴπωμεν. Ἑρμηνεία.Ἔνδον ἔχε τὰς μέμψεις τῶν σῶν ἐχθίστων,Ὅταν καλῇ καιρός σε τἀληθῆ λέγειν.Καὶ τὰ κειμήλια εἰς πρόβατον. Ἑρμηνεία.Δάκνει πάντως τοῦ σοφοῦ τὴν φρένα, φασί,Τὸ τοὺς ἐναντίους ἀφθόνως 〈ἐν〉τρυφᾶν.Κακὸν κακοῦ οὐχ ἅπτεται. Ἑρμηνεία.Ἀγαπῶν τὴν πλάνην φιλοπόνηρος ἀνὴρΤὸν ὅμοιον τοῖς τρόποις οὐκ ἀμύνεται.Λύκος γηράσας νόμους ὁρίζει. Ἑρμηνεία.Νουθετήσει κακοῦργος εἰς γῆρας μολὼνΦεύγειν τοὺς νέους ἅπερ αὐτὸς ἔπραξεν.Λύκος ἀπὸ ἀριθμοῦ οὐ φοβεῖται λαβεῖν. Ἑρμηνεία.Τὸ κλεπτικὸν φρόνημα παύσει οὐδέπωΟὐ ψῆφος, οὐ σφραγῖδες, οὐ κλείθρων θέσις.Πίθηκος ἰδὼν τὰ ἑαυτοῦ τέκνα ἔφη “ταῦτα οὐ καλά.” Ἑρμηνεία.Εἰς αἴσθησιν καὶ ἄφρων ἐλάσας ποτὲἜγνωσεν ἀδικήσας ἐν οἷς ἔπραξεν.〈 〉 〈Ἑρμηνεία.〉