Proverbia
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Proverbia, ed. Perry, op. cit., 265–291.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg017.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
34
Θρήνων μὲν πόνοι εἰς δακρύων 〈τὴν〉 φοράν,
Λιμοῦ δὲ κλαυθμὸς οὐκ αἴρει τὴν μάστιγα.
35
Σιγηρὸς ποταμὸς κατὰ γῆν βαθύς.
Ἑρμηνεία.
Ἀνὴρ κακοῦργος πρᾶος τοῖς πέλας φανεὶς
Κεκρυμμένῃ κακίᾳ τοὺς δόλους ἔχει.
36
Σὺν θεῷ καὶ τὰς χεῖρας κίνει.
Ἑρμηνεία.
Τὴν τύχην βλέπων μὴ καθεύδειν ἔθελε·
Εὐτυχία γὰρ ἀνδρὶ τὸ ἐν ἔργοις εἶναι.
37
Στόματος σιγῶντος θεὸς ἔκδικος.
Ἑρμηνεία.
Ἐπιείκειαν ὁ τῇ φρονήσει τιμῶν
Θεόθεν ἔξει τὴν κατ' ἐχθρῶν βοήθειαν.
38
Τιμῶ σε καὶ οὐκ αἰσθάνῃ· ἀτιμάζω σε, ἵνα αἴσθησιν
λάβῃς.
Ἑρμηνεία.
Καλοῖς εἰ μὴ χαίρουσιν ἄνδρες ἄφρονες,
Κακοῖς ἀμείβου τὴν ἀχάριστον γνώμην.
39
Ἄκερμος ἐν πανηγύρει δαίμων πελαζόμενος.
Ἑρμηνεία.
Ὅστις ἐν ἀγορᾷ χρημάτων δίχα φοιτᾷ,
Νοσεῖ τὴν φρένα μάτην τοὺς πάντας ὁρῶν.
40
Ἀπὸ κακοῦ δανειστοῦ κἂν ὀρόβια
Ἑρμηνεία.
Ζημίας δήλης ἐν ἅπασι κειμένης,
Τοὐλάχιστον εἰ λάβοις ἕρμαιον κάλει.
41
Εἰκῇ φιλοῦ, μάτην μὴ μισοῦ.
Ἑρμηνεία.
Καὶ τοὺς τυχόντας, εἰ δέοι, φίλους ἔχε·
Ἐχθροῖς δὲ μὴ χαρίζου τὸ πρὸς σὲ μῖσος.
42
Ζητούμενος καὶ μὴ μισούμενος.
Ἑρμηνεία.
Θαμινὰ φοιτᾶν τοῖς φίλοις οὐκ ἐθέλων
Ἀγαπητός, ἀλλ' οὐ μισητὸς γενήσῃ.
43
Ὁ κρύβων τὴν ψώραν αὐτοῦ διπλῆν αὐτὴν ποιεῖ.
Ἑρμηνεία.
Πολλοῖς ἐμεγάλυνε τὰ συμπτώματα
Νοῦς ἄφρων 〈μάτην〉 τὸ λαθεῖν ἐθελήσας.
44
Ὀφθαλμῶν γενέσια ψυχῆς ὀδύνη.
〈Ἑρμηνεία.〉
Τέρψις ὀφθαλμῶν ἀλλοτρίας ἑορτῆς
Λύπας φέρει τῇ ψυχῇ καὶ θρήνους πολλούς.
45
Στρεβλέ, ποῦ ἐστι τὸ ὠτίον σου;
Ἑρμηνεία.
Οὐδὲν εὐθὲς ἐννοῶν δυσμενὴς ἀνὴρ
Καὶ τοῖς φανεροῖς μάχεται παντὶ τρόπῳ.
46
Σὺ ὑπνοῖς καὶ τὸ πλοῖόν σου περιπατεῖ.
Ἑρμηνεία.
Καθεύδουσιν ἡ Τύχη ἀνθρώποις πλοῦτον
Διαπεραίνει ἀγρύπνῳ τῇ προνοίᾳ.
47
Τήρει τὸν υἱόν σου, ἵνα μὴ πέσῃ εἰς τὸ φρέαρ καὶ εἴπῃς
ὅτι ὁ θεὸς ἤθελεν.
Ἑρμηνεία.
Τὸν νοῦν σου φύλακα δέδωκεν ὁ θεός,
Ἵνα σαυτῷ φυλάσσῃς ἃ φρουρεῖν πρέπει.
48
Τὸ ταχὺ χάριν ἔχει.
Ἑρμηνεία.
Εὐχάριστοι γίνονται οἱ φιλόδωροι
Ταχυτῆτι στέφοντες ἅπασαν δόσιν.
49
Σταφυλὴ σταφυλὴν βλέπουσα πεπαίνεται.
Ἑρμηνεία.
Εἰς ἀλλήλους βλέποντες οἱ μοχθοῦντές τι
Προθύμῳ γνώμῃ τὰ πρακτέα τελοῦσιν.
50
Ἔσω λέων καὶ ἔξω ἀλώπηξ.
Ἑρμηνεία.
Κακουργίαν θρασύτητι μίξας φαίνῃ
Δεικνὺς ὃ μὴ εἷς, καὶ κρύπτων ὃ τυγχάνεις.
51
Τοῦτο τὸ ὠὸν ἀπ' ἐκείνου τοῦ κόρακος.
Ἑρμηνεία.
Δῆλος ἔλεγχος ὁ καρπὸς γενήσεται
Παντὸς δένδρου 〈φυέντος〉 ἣν ἔχει φύσιν.
52
Ἡ ὗς εἰς τοὺς ὀνείρους κριθὰς βλέπει.
Ἑρμηνεία.
Ὀνειροπολεῖται ἅπας ἐκεῖνα βλέπων,
Εἰς ἅπερ ἔχει τὴν γνῶσιν κεκλιμένην.
53
Χωρικὸς φαγὼν ἰχθὺν ἐμάν〈η〉.
Ἑρμηνεία.
Τρυφῶν ἄπειρος, ἣν λάχῃ τρυφήν ποτε,
〈Τὸν νοῦν ἀπολλὺς〉 εἰς ἄγαν φρυάττεται.
54
Ἵππος εἰς γένος τρέχει.
Ἑρμηνεία.
Πρὸς τοὺς ἐξ ὧν ἐγεννήθησαν οἱ μετέπειτα
Τὸν τρόπον φυλάττουσιν τῆς συγγενείας.
55
Ἰδιώτης εἰς πλοῖον φάρμακον.
Ἑρμηνεία.
Χαλεπὸν ἀπειρία κἀκεῖσε μᾶλλον,
Ἔνθα κῦμα θαλάσσης τυραννεῖ σκάφος.
56
Ἵππος εὐγενὴς οὐ λακτίζει.
Ἑρμηνεία.
Εὐγένειαν ὁ λαχὼν τὴν τῆς φύσεως
Ταύτην φυλάττει πραότητι τῶν τρόπων.
57
Ἰατρῷ καὶ νομικῷ τὴν ἀλήθειαν λέγε.
Ἑρμηνεία.
Κρύπτειν οὐ πρέπει οὔτε πάθος σώματος
Οὔτε κτῆσιν 〈τὴν οὖσ〉αν ἐν καιρῷ νόσου.
58
Μετρίου φί〈 〉
Ἑρμηνεία.
Πλοῦτον τιμῶντες οἱ χρημάτων ἔμπλεοι
Τῇ πενίᾳ λέγουσιν χαίρειν 〈εἰς〉 ἀεί.
59
Ὁ μὴ βλέπων διὰ κοσκίνου τυφλός ἐστιν.
Ἑρμηνεία.
Ἀφορμὰς εἰς σύνεσιν εἰληφὼς ἀνήρ,
Εἰ μὴ φρονοίη, τυφλώττειν ἐλέγχεται.
60
Χορδὴ ἅπαξ γελᾶται.
Ἑρμηνεία.
Χαριεντισμοῦ λόγος ἀπαιδευσίαν
Πρὸς ὀλίγον τέρπει· εἰ δ' ἐπιμένει λυπεῖ.
61
Ἔ〈ρω〉ς εἰς κλιμάκιον οὐκ ἀναβαίνει.
Ἑρμηνεία.
Ἡδὺς ὁ πόθος ἐστίν, εἰ δίχα μόχθου
〈Τ〉ῶν ποθουμένων ἡ κτῆσις προσγενήσεται.
62
〈Ε〉ἰ μὴ ἄλλῳ κακός, ἄλλῳ καλὸς οὐ γίνῃ.
Ἑρμηνεία.
〈Ἄ〉λλ〈οις〉 ἀπ' ἄλλων ἐπιφοιτῶν ὁ χρόνος
Τῷ μὲν ἦρε τὸν πλοῦτον, τῷ δ' ἐνέθηκεν.
63
Ἔπεσε βοῦς καὶ πάντες τὰ ξίφη αὐτῶν ἦραν.
Ἑρμηνεία.
Πλουσίῳ παντὶ δυστυχίαν λαχόντι
Ἐπιτίθενται πένητες χαιρέκακοι.
64
Ἔντερα μάχονται, ἀλλ' οὐ διασπῶνται.
Ἑρμηνεία.
Δίκας κινοῦντες παῖδες πρὸς 〈τοὺς〉 τοκέας,
Εὔνοιαν οὐκ ἀλλοιοῦσιν τὴν τῆς φύσεως.
65
Εὐείμαντος ἔντιμος, ἀνείμαντος ἄτιμος.
〈Ἑρμηνεία.〉
Εὐσχήμονες ἕξουσιν ἐντεῦθεν γέρας,
Οἱ δ' ἀσχήμονες εἰσκομίζονται ψόγον.
66
Εἰς τράπεζαν χεῖρες κολοβαὶ οὐκ εἰσίν.
〈Ἑρμηνεία.〉
Ἀνὴρ φροντίζων ὅπως ἕξει τὸ τρυφᾶν,
Στ〈υγεῖ ἁμαρτ〉εῖν τοῖς ἔργοις τείνων χεῖρας.
67
Κύων σπεύδουσα τυφλὰ γεννᾷ.
〈Ἑρμηνεία.〉
Φύσις ἤπερ πέφυκεν καὶ καιρῷ νέμει,
Ταχυτῆτι δὲ πραττομένη συμφορὰς νέμει.
68
Καὶ ὧδε οὐδὲν ποιῶ καὶ εἰς τὴν οἰκίαν ζητοῦμαι.
〈Ἑρμηνεία.〉
Ἀνὴρ ἀφανὴς αὐτὸς ἑαυτῷ γίνεται
Ἐπιχειρῶν πράγμασι τοῖς ἀμηχάνοις.
69
Καλὸν ἀργεῖν ἢ κακῶς ἐργάζεσθαι.
Ἑρμηνεία.
Πληροφορίας ἔργον αἱρεῖσθαι μᾶλλον
Τοῦ κακῶς / τι δρᾶν τὸ μη〈δὲν〉 ὅλως ποιεῖν.
70
Κ〈άλλο〉ς οἶκον οὐ τρέφει.
Ἑρμηνεία.
Λυπεῖ τὸ κάλλος ὅταν χάριν τοῦ καιροῦ
Ἡ τῶν πραγμάτων ἐκφορὰ λιμὸν ποιῇ.
71
Εἰς ἀπορίαν φθόνος.
〈Ἑρμηνεία.〉
Ἀπλήστῳ βασκανίᾳ λυσσῶντές τινες
Καὶ τοῖς πένησι τὸν φθόνον ὁπ〈λί〉ζουσι.
72
Καλὸν μὴ ποιήσῃς καὶ κακὸν οὐ μὴ ἀπολάβῃς.
〈Ἑρμηνεία.〉
Κακοὺς εὖ ποιῶν οὔ μοι δόξεις σωφρονεῖν·
Οἱ γὰρ κάκιστοι δρῶ〈σιν ἀεί σε κακῶς.〉
73
Καιρὸς ἀνάγει καὶ καιρὸ〈ς αὖ κατάγει.〉
〈Ἑρμηνεία.〉
〈Χρό〉νος ἀμφότερα τοῖς βρο〈τοῖς κομίζει〉,
Καὶ πλούτου κτῆσιν καὶ πε〈νί〉ας τὴν ν〈όσ〉ον.
74
Κύων ἀναπεσὼν εἰς φάτνην αὐτός τε οὐκ ἐσθίει τῷ τε ὄνῳ
ἐμπ〈οδ〉ίζει.
Ἑρμηνεία.
Πονηρίας ἔνδειξις ἀνδρὸς ἀναιδοῦς
Τροφῆς κωλύειν ἄλλον, ἧς οὐχ ἅπτεται.
75
Λόγοι μὲν ῥήτορος, ἔργα δ' ἀλέκτορος.
Ἑρμηνεία.
Τοῖς 〈κενοῖς〉 λόγοις ἐλέγχονται οἱ ψευδεῖς,
Γιγάντων ῥήματα 〈μάτην προφέροντες〉.
76
〈 〉 τῆς καρδίας σου.
〈Ἑρμηνεία.〉
Ἑκὼν λάνθανε καὶ μὴ παντὶ ἀνθρώπων
Τὸ προσεχὲ〈ς〉 τῆς φρενὸς ἐπάγειν ἔθελε.
77
Ἀτυχεῖν ἔξεσ〈τιν〉, ἀμελεῖν οὐκ ἔξεστιν.
Ἑρμηνεία.
Ἄνδρα φέροντα τῆς τύχης τὸ σύμπτωμα
Τῆς γνώμης τὸ ῥάθυμον ἐκφυγεῖν πρέπει.
78
〈 〉
Ἑρμηνείς.
Ὁ ῥαθυμεῖν ἐθέλων ἐν τοῖς πρακτέοις
Σκοτεινὸν ἕξει καὶ λυπηρὸν τὸν βίον.
79
Ἀγαθῷ 〈θε〉ῷ λίβανος οὐκ ἀναβαίνει.
Ἑρμηνεία.
Σύνηθές ἐστι τοῖς κακοῖς οὐκ ἐθέλειν
Τοὺς ἀγαθοὺς ἀμείβεσθαι ταῖς θείαις τιμαῖς.
80
Ἀρχομένους ἀνάστελλε καὶ οὐ μὴ στασιάσουσιν.
Ἑρμηνεία.
Ἀρχὴν κακὴν μέλλουσαν εἰδὼς κωλύειν
Ταράχου μακρὰν ἔσῃ καὶ κακῆς πλάνης.
81
Ἀκρότητες ἰσότητες.
Ἑρμηνεία.
Πλοῦτος ὁ πολὺς καὶ πεν?ί?α? με〈γάλη〉
Ἀνάπαυσιν ἴσην φροντί〈δων ἔχουσι.〉
82
Ἀπαντήσει σοι γρα〈ῦς !!!!!!!!!!〉α
Ἑρμηνεία.
Εἰς πτῶμα πεσεῖται κ〈αὶ ὁ σοφὸς ἀνὴ〉ρ
Οὐ κωλύων τὰ ὦτα φληνάφων λόγων.
83
Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
84
Ἡ ψυχὴ τοῦ στρουθοῦ παρὰ τὴν κέγχρον.
Ἑρμηνεία.
Ἐκεῖ τὴν διάνοιαν ἄνθρωπος στρέφει,
Ἔνθα καὶ 〈ἡ〉 τῆς ἡδονῆς τρυφὴ κεῖται.
85
Ἢ λάλει ὡς φρονεῖς ἢ φρόνει ὡς λαλεῖς.
〈Ἑρμηνεία.〉
Πένης τὴν γλῶτταν καὶ πλούσιος τὴν στολὴν
Κόραξ ταῶνός ἐστι τοῖς πτεροῖς κομῶν.
86
Ἡ κάμηλος ἔλεγε τῇ μητρί “ὀρχήσομαι,” κἀκείνη “τέκ-
νον,” φησί, “καὶ ὁ περίπατός σου καλός ἐστιν.”
Ἑρμηνεία.
Οἷς μοχθηρίᾳ τρόπων κωλύζεται τὸ ζῆν,
Τούτοις ἀπηγορεύσθω τὸ τέρψει συζῆν.
87
Σὺ κατὰ τοῦ ὀφθαλμοῦ μου κἀγὼ κατὰ τοῦ νώτου σου.
〈Ἑρμηνεία.〉
Ἐν οἷς πλήττειν ἐθέλεις οὐ πράττων καλῶς
〈 〉
88
Κἀξ καμήλου ἐπιστολὴ Χά〈ρ〉ωνος.
Ἑρμηνεία.
Ἀνὴρ νοῦν οὐκ ἔχων θυμώδει 〈τῇ〉 πληγῇ
Τάφοις παραδίδωσι τοὺς ἐμπίπτοντας.
89
Ὀρέστα, τίς σε ἀπώλεσεν; “ἡ ἰδία μου συνείδησις.”
Ἑρμηνεία.
Ἕκαστον ὑπεύθυνον ὧν πράττει κακῶς
Ὁ τρόπος ἀπελέγχει καὶ δῆλον ποιεῖ.
90
Οὔρει· κατὰ τοῦ δέρματος οὐρεῖς.
Ἑρμηνεία.
Ὁ βάλλειν τολμῶν εἰς ὕψος θρασεῖς ψόγους
Ἐπὶ κεφαλῆς ἕξει τὴν τιμωρίαν.
91
Οἶνος οἶνον διαλύει, ἀμφότεροι δὲ τὸν ἄνθρωπον.
Ἑρμηνεία.
Κακοῖς κακὰ θέλοντες ἰᾶσθαι βροτοὶ
Εἰς κινδύνους πίπτουσι τοὺς θανατώδεις.
92
Πρὸ ποταμῶν μὴ ἀναστέλλου.
Ἑρμηνεία.
Οἷς ἀνήρτηται πράως πρὸς ἀντίδικον,
Τούτοις περιττόν 〈σε〉 πρὸ τῆς δίκης κινεῖν.
93
Περισσὸν φάγε· περιττὸν εἰς τὸν οἶκόν σου μὴ εἰσενέγκῃς.
Ἑρμηνεία.
Τῇ γαστρὶ τὸ περισσὸν χαίρων 〈σὺ〉 διδούς,
Τὸν περίεργον ἄνδρα ἐκ δόμων σόβει.
94
Ἵστασαι ἀπὸ ἄμμου σχοινίον πλέξαι.
Ἑρμηνεία.
Κακόμαχος ἄνθρωπος ἐξεπαπορῶν
Ἐκεῖνα πράττειν ἐθέλει ἃ μὴ δύναται.
95
Στρεβλὸς ὁ διορθωτής.
〈Ἑρμηνεία.〉
Μεγίστη ἡ μωρία ὅταν βοηθεῖν
Ὑδρωπικὸς σπληνικῷ ἐπαγγέλληται.
96
Στρογγύλα λάλει, ἵνα κἂν κυλίηται.
Ἑρμηνεία.
Εἴπερ τὸ ψεῦδος εἰς ἀεὶ τιμᾶν ἔθου,
Κἂν τρεχούσῃ κέχρησο τῇ φλυαρίᾳ.
97
Σύρος οὐδὲ ἄνεμος ἀγαθός.
〈Ἑρμηνεία.〉
Ἐλευθέρᾳ | τῇ γλώττῃ 〈το〉ὺς κ〈α〉κοὺς λέγε
Κακίστους εἶναι μηδὲν τὸ γένος ὁρῶν.
98
Ἄρτον τις φαγεῖν οὐκ ἔχων προσφάγι〈ον ἐζ〉ήτει.
Ἑρμηνεία.
Τροφὴν ὅστις οὐκ ἔχων 〈τὸ〉 τρυφᾶν ζητεῖ,
〈Πᾶσιν ἀνθρώποις〉 καταγέλαστός ἐστιν.
99
Τὸν κναφέα μὴ ἴδῃς πῶς φορεῖ, ἀλλὰ πόθεν ὢν πῶς
ἐκφέρεται.
Ἑρμηνεία.
Ἀλλοτρίᾳ τῇ στολῇ ὁ καλλυνόμενος
Ἐπ' ἐκφορᾷ θανάτου γελασθήσεται.
100
Τὸ οὐκ οἶδα εἰς φυλακὴν οὐ βάλλει.
Ἑρμηνεία.
Παντὸς ἄρνησις κακίστου 〈του〉 πράγματος
Τὸν βίον ἀκίνδυνον τοῖς ἀνθρώποις τηρεῖ.
101
Τέχνη νοσεῖ μέν, οὐκ ἀποθνῄσκει δέ.
Ἑρμηνεία.
Τύχῃ τὴν τέχνην τοῖς βροτοῖς εἶναί φημι·
Πρὸς βραχὺ δὲ πίπτουσα αὖθις ἀνίσταται.
102
Σὸν φίλον εἰ θέλεις δοκιμάσαι, ἢ μέθυσον ἢ ὕβρισον.
Ἑρμηνεία.
Καὶ τὸν οἶνον καὶ τὴν ὕβριν ἴσθι σαφῶς
Ἀποκαλύπτειν φίλοις τοὺς φίλων τρόπους.
103
Πᾶν ἕτοιμον εἰς ἐξουσίαν ἀργὸν εἰς ἐπιθυμίαν.
Ἑρμηνεία.
Ἔρως πρὸς τὰ μὴ ὄντα φιλεῖ γίνεσθαι·
Τοῖς γὰρ παροῦσιν ὁ πόθος κεκοίμηται.
104
Τὰ νυκτερινὰ ἔργα ἐν ἡμέρᾳ εὐκαταγέλαστα.
Ἑρμηνεία.
Ἅπερ ἐν νυκτὶ τοῖς αἰσχροῖς καλύπτεται,
Ταῦτα εἰς φῶς λαληθέντα τὴν ὕβριν φέρει.
105
Τὸν ἀτυχῆ καὶ τὸ πρόβατον ἔδακεν.
Ἑρμηνεία.
Ὃν ἡ Τύχη τέρπεται ἔκδοτον εἶναι,
Καὶ παρὰ τῶν ἀγαθῶν μάστιγας κομίζεται.
106
Τὸ νοοῦν σῶμα, | τὸ μὴ νοοῦν πτῶμ〈α〉.
〈Ἑρμηνεία.〉
〈 〉 παραβολὰς ὕβρεων,
Ὁ δὲ α〈 〉σῶν νεκρὸς κείσεται.
107
Τὰ λα〈λοῦντα στρου〉θία πολλοῦ πωλεῖται.
Ἑρμηνεία.
Φλυ〈αροῦντας καὶ〉 τοὺς θορυβοῦντας μάτην
Ἐν τιμῇ 〈πολλῇ〉 τάττουσιν ἄνδρες μωροί.
108
Ἐν καιρ〈ῷ ἀ〉νάγκης τὴν λάμιαν μητέρα κάλει.
Ἑρμηνεία.
Ἐν ἀν〈άγ〉κης καιρῷ 〈δυσκαίρῳ ληφθείς,〉
Καὶ τοὺς θηριώδεις ἄνδρας π〈ατέρας〉 κάλει.
109
Τοὺς φίλους ἔχε μετὰ τῶν ἐλαττω〈μά〉των.
Ἑρμηνεία.
Ἔχειν φιλητῶς τοὺς φίλους ψηφι〈στέον·〉
Φέρειν δὲ τούτων ὀνείδη μαρτύρωμα.
110
Τύχη τέχνην ἐπανορθοῖ.
Ἑρμηνεία.
Συμμαχεῖν ε〈ἴ〉περ ἐθέλει Τύχη βροτοῖς,
Τρέπει τὴν 〈δυ〉στυχίαν τῇ εὐτυχίᾳ.
111
Τὸν κλέπτ〈ην〉 δεῖ καὶ μνήμονα εἶναι.
Ἑρμηνεία.
Τὴν τοῦ δειν〈όν τι〉 πράττειν μνήμην ἔχουσιν
Ἄνδρες κακ〈οῦρ〉γοι συλῶντες τἀλλότρια.
112
Τὸν θ〈έ〉λοντα βοῦν ἔλαυνε, τὸν μὴ θέλοντα ἔα.
〈Ἑρμηνεία.〉
Τοὺς φιλομόχθους ἐργάτας σαυτῷ ποι〈ῶν〉
Τοῖς μισοπόνοις λέγε τὸ μακρὰν χαίρειν.
113
Χρῶμα ἔχεις, χωρίον ἔχεις.
Ἑρμηνεία.
Ὁδὸν εἰς 〈εὐ〉πορίαν ἔδειξαν 〈—〉
Τὴν ἀναίδειαν ἄνδρες 〈οἱ〉 ἀνευλαβεῖς.
114
Φαγέτω μ' ἡ ἰδία φθεὶρ καὶ μὴ 〈ἡ〉 ἀλλοτρία.
Ἑρμηνεία.
Οὐ τοῖς ξένοις τὰς κτήσεις ἀλλὰ τοῖς ἐμοῖς
Τηρεῖν, κἂν ἐχθροὶ νομίζωνται, 〈βούλομαι.〉
115
Ὡς αὐλεῖς, ὀρχοῦμαί σοι.
Ἑρμηνεία.
Πηδ〈ήμ〉ατα σ〈 〉 | 〈 〉χης〈 〉σ.
116
Χωρικοῦ ἐνθύ〈μησις, ἐ〉νιαυτοῦ ζήτημα.
Ἑρμηνεία.
Νοῦς ἀπαί〈δευτος οὐδὲν ῥ〉ᾳδίως νοῶν
Τὰ τοῦ βίου πράγ〈ματα νοε〉ῖ οὐδαμῶς.
117
Εἷς οὐδείς, δύο πολλοί, τρεῖς ὄχλος, τέσσαρες πανήγυ-
ρις.
Ἑρμηνεία.
〈Μ〉όνος ἔρημος, δεύτερος εἰ γένοιτο,
Τρίτῳ συμμίξας ἀσφαλῶς βιώσεται.
118
Ἐμοὶ δὲ οὐδὲ κεράμιον ἀπὸ δώματος.
Ἑρμηνεία.
Εὐδαιμονίαν πολλοῖς ἡ Τύχη νέμει·
Ἐμοὶ δὲ τῷ ποθοῦντι οὐδὲ τὸν τάφον.
119
〈Ε〉ἰ μὴ ἀλέκτωρ κοκκύσῃ, τὰς ὥρας ἀγνοοῦμεν.
Ἑρμηνεία.
Πείθουσιν ἡμᾶς οἱ ῥήτορες 〈πάντοτε〉
Δίχα τῆς αὐτῶν γλώττης μὴ δύνασθαι ζῆν.
120
Κατὰ τὸ παλλίον σου τεῖνε καὶ τοὺς πόδας σου.
Ἑρμηνεία.
Πρὸς τὴν ὕπαρξιν τ〈ὴν〉 χρῆσιν μετρῶν ἀεὶ
Ἐν γαλήνῃ βιώσεις φεύγων τοὺς ψόγους.
121
Κενὰ τῷ ἡνιόχῳ 〈ὅ〉ταν μὴ οἶδεν ἀπὸ θυρῶν ποῦ ἀπέρχεται.
〈Ἑρμηνεία.〉
〈Μ〉έμψις παντὶ λαχόντι ἀρχικὸν θρόνον,
Εἰ μὴ βαδίζοι τῶν νόμων ἐνώπιον.
122
〈 〉
〈Ἑρμηνεία.〉
Ἔχειν λογίζου τέρψιν ἐν κακοῖς, ὅταν
Κακοὺς κακοὶ κακῶσιν ἐν τοῖς πρακτέοις.
123
Καὶ καλὸν ποιῶν πρόσεχε.
Ἑρμηνεία.
Χρηστοὺς εὖ ποιῶν κακοῖς μὴ δίδου ἔλεον·
Κρυπτοῦσι γὰρ τὸν λύκον προβάτου δορᾷ.
124
Κύψον, πίε, ἔνι· 〈κύ〉ψον, φά〈γ〉ε, οὐκ ἔνι.
Ἑρμηνεία.
Οὐκ εὐπόριστος ἡ 〈τρο〉φ〈ὴ μό〉χθου δίχα,
Κἂν τὸ ποτὸν ἀφθό〈νως〉 | ἡ φύσις ἔχῃ.
125
Κακῇ κεφαλῇ πολιᾶς 〈δίκη.〉
Ἑρμηνεία.
Νόμοις ὑπάρχων ὑπεύθυνος ὁ νέος
〈Εἰς τὸ〉 γῆρας ἐλάσει τὴν δίκην διδούς.
126
Κ〈ρη〉τίζει.
127
Οἶδας μέ, καὶ οἶδα σέ.
Ἑρμηνεία.
Εἰδὼς εἰδ〈ότα με〉 τὴν πρόσθεν σου τύχην,
Κάτω τὰς ὄ〈ψεις〉 ἔχε, μὴ μέγα φρόνει.
128
Καὶ τίς λέγ〈ει τῷ〉 λέοντι ὅτι “ὄζει τὸ στόμα σου”;
Ἑρμηνεία.
Τυραννικ〈ὸν〉 φρόνημα οὐκ ἂν δύναιτο
Πένης ἐλέγξαι, ἐν οἷς πλημμελεῖν φιλεῖ.
129
Λύκου καὶ προβάτου ποία συνοδία;
Ἑρμηνεία.
Τὸ πρᾶον ἦθος θηριωδίας τρόπῳ
Ἀπ' ἐναντίας ἔχειν ἡ φύσις βοᾷ.
130
Μὴ τὸ “ταχὺ ἦλθες,” ἀλλὰ “καλῶς ἦλθες.”
Ἑρμηνεία.
Ἐν ἔργοις ταχυτῆτα θαυμάζων σκόπει,
Εἴ σοι τὰ κατὰ γνώμην τὸ τάχος φέρει.
131
Ὁ θεὸς εἰδὼς τὸν μύρμηκα εἰς δύο αὐτὸν ἐποίησεν.
Ἑρμηνεία.
Τοὺς κακοὺς τῇ προγνώσει τὸ θεῖον σαφῶς
Καὶ πρὸ δίκης χειροῦται κολάζον ἀεί.
132
Ὁ δηχθεὶς ὑπὸ ὄφεως καὶ τὸ σχοινίον φοβεῖται.
Ἑρμηνεία.
Τυράννων εἴ τις τῆς πείρας βλάβην ἔχει,
Φεύγει φυλαττόμενος καὶ νεκρῶν τάφους.
133
Ὁ παθὼν ἰατρός.
Ἑρμηνεία.
Τὰ πάθη τοῖς ἀνθρώποις οὐκ ἐμπειρία
Ἐλάττω διδόασιν ἢ τοῖς τεχνίταις.
134
Ὁ εὐγνώμων τῶν ἀλλοτρίων κύριος.
Ἑρμηνεία.
Εὐγνωμοσύνην ὅστις ἐν βίῳ τιμᾷ,
Ὧν ἂν χρημάτων θέλῃ, τὸ κῦρος ἔχει.
135
Ὁ φιλῶν πλήξει σε, ὁ δὲ μισῶν κολακεύσει σε.
Ἑρμηνεία.
〈Κόλ〉ακες ἄνδρες ἀπατῶσι τοὺς νέους,
〈Τοὺς〉 δ' εὔνοιαν ἔχοντας μισοῦσιν ἀεί.
136
Ὅ〈που ἡ〉 βία πάρεστιν οἱ νόμοι ἀσθενοῦσιν.
Ἑρμηνεία.
Λήθη〈ν τῶν〉 νόμων πᾶς ἄνθρωπος τίθεται
Περιστάσει 〈βιασ〉θεὶς 〈τῇ〉 τῶν κακούργων.
137
Οὐκ ἀεὶ τὸ 〈κερ〉άμιον ὑπάγει εἰς τὴν κρήνην καὶ ἔρχεται
στερρόν.
Ἑρμηνεία.
Τρεπτὸς ὁ βίος καὶ μὴ θέλων εἰς τέλος
Φυλάττειν τοῖς τρυφῶσι τὴν εὐτυχίαν.
138
Ὅταν ἴδῃς γέροντα τρέχοντα, νόησον ὅτι ὑπὸ παιδίου
παίζεται.
Ἑρμηνεία.
Δάκνει τὸ γῆρας ἡ πλάνη τῶν νηπίων
Ἔχειν τε πείθει τὸν γελώμενον δρόμον.
139
Ὅπου λείπει, ἐκεῖ περισσεύει.
Ἑρμηνεία.
Ἔνδεια φέρει πένησιν εὐπορίαν,
Καὶ λιμὸς τοῖς πεινῶσιν τὴν ἀφθονίαν.
140
Ὁ καεὶς ἔζησεν καὶ ὁ γελῶν ἀπέθανεν.
Ἑρμηνεία.
Ὁ πλούσιος τρυφῇ κωμάζων ἔθανεν,
Ὁ δὲ πένης πεινῶν εἰς φῶς τὸν βίον ἔχει.
141
Ὁ Χάρων ἕνα λαμβάνει.
Ἑρμηνεία.
〈Πλέον ἣ〉 ἅπαξ οὐδεὶς ἄνθρωπος θνῄσκει,
Ὅπως καὶ αὐτὸς τὴν ἀμετρίαν φεύγοις.
142
Πάντα ὁ ἄνθρωπος καὶ 〈οὐ〉δὲν ὁ ἄνθρωπος.
Ἑρμηνεία.
Ἐράσμιον ἄνθρωπος καὶ ζῷον θεῖον,
Αἰφνίδιον δ' ὄλλυται θανάτῳ δοθείς.
143
Ποτὲ βοῦς, ποτὲ βοτάνη.
Ἑρμηνεία.
Ἐπὶ γῆς ὁ βαδίζων καὶ λαμπρῶς τρυφῶν
Εἰς γ〈ῆν〉 κεῖται γεωργοῖς 〈τὰς〉 τροφὰς διδούς.
144
Ἀρχὴ ἀηδίας· “χαῖρε, φαλακρέ.”
145
Ἄσπορος ἀγρός, ἀμέριμνος οἰκονόμος.
146
Ἀργῷ μαγείρῳ πάντα ἐκζεστά.
147
Ἀργὸς ἐκλάσθη καὶ εἶπεν “αἱ εὐχαί μου
ἐπληρώθησαν.”
148
Ἀργὸς ἐργάτης δρέπανον ἀλλάσσει.
149
Βαλανεῖον ἔχω καὶ οὐ λούει· εἰ εἶχεν, ἔλουε.
150
Γὺψ κόρακα ἐγγυᾶται.
151
Γέροντά μοι εἶπας· κακόν μοι εἶπας.
152
Γραῖα ἰδοῦσα θόρυβον εἶπεν “ἄνδρα μοι
δότε.”
153
Δειλοῦ μήτηρ οὐ κλαίει· ἀλλ' οὐδὲ χαίρει.
154
Δῶρα καὶ θεοὺς ἔπεισαν.
155
Εἰπὲ ἃ θέλεις, καὶ ἄκουε ἃ μὴ θέλεις.
156
Εὐτυχοῦντι μὴ ἐμπόδιζε· τὰς γὰρ ὥρας
ἀπώλεσας.
157
Ζῆσον πρῶτον, εἶθ' οὕτως ζήτησον.
107*
Τὰ λαλοῦντα στρουθία πολλοῦ πωλεῖται.
158
Τῷ τράγῳ ὁ ἔριφος ἔλεγεν· “ὦ πάτερ μου,
οἱ μάγειροι ἀπέθανον” κἀκεῖνος εἶπεν “οὐαί σοι, τέκνον, ὅτι εἰς
ἰδιώτου χεῖρας μέλλεις ἐμπεσεῖν.”
159
Τὰ μὴ ὄντα σὰ μὴ χάριζε.
160
Τίς ποτε ἰδὼν παλάτιον τὸν ἑαυτοῦ οἶκον
ἐνέπρησεν.
161
Τίς ποτε ἐξ ἀνάγκης τὰ ἴδια τέκνα ἐπώλησεν,
καὶ ἄλλος ταῦτα ἐν πίστει ἠγόρασεν.
48*
Τὸ ταχὺ καὶ χάριν ἔχει.
162
Τίς ἑαυτῷ κακὰ ἐπίσταται;
163
Φαλακρὸς καθήμενος ἀπέναντι κριοῦ ἐνύσταζε.
164
Τοῦ τρέχοντος τὸ σκέλισμα βλέπε.
165
Τὰ μεγάλα κέρδη μεγάλας ζημίας προξενοῦ-
σιν.
166
Ὕβρις ἔρωτα λύει.
167
Ὕδωρ ἱστάμενον ὄζει.
168
Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.
169
Φαλακρέ, πῶς κατὰ τρίχα ἐμαδίσθης;
170
Φίλος βλάπτων οὐ διαφέρει ἐχθροῦ.
171
Φίλος καὶ ἵππος ἐν ἀνάγκῃ δοκιμάζονται.
114*
Φάγει με ἡ διαφορά, καὶ μὴ ἀλλότριος.
172
Φίλους κτίζε, καὶ μὴ χρήματα.
2*
Χωλῷ παροικήσας ὑποσκάζειν μαθήσῃ.
173
Χρεώστης νεῦρα οὐκ ἔχει.
116*
Χωρικοῦ ἐνθύμησις ἐνιαυτοῦ ζήτημα.
174
Χωρικὸν εὑρηκὼς ὄξος πότισον.
175
Χορεία κυνός, ὄνομα λέοντος.
176
Ὦ καιρέ, διὰ τί οὐκ αὐλεῖς;
177
Ὠμόν, ἀλλ' ἐμόν.
178
Ὥρας μιᾶς ἔργον ἐνιαυτοῦ μέριμνα.
179
Ὦ εἷς πυρετός, καὶ τὰ πάντα κάτω.
180
Ἄνευ χαλκοῦ Φοῖβος οὐ μαντεύεται: τὴν ἰσχὺν τοῦτο
σημαίνει τῶν δωρεῶν.
181
Ἔνθεν ἐκεῖθεν οὐαί, οἷς περιστοιχίζεται κακά.
182
Ἔσται καὶ χωλῶν δρόμος: τὸ ἄδηλον δηλοῖ.
183
Ζητῶν Ἑρμῆν γλύψαι Κέρκωπα ἔγλυψα.
184
Ἣ Ζεὺς ἢ Χάρων: ἢ εὐδαίμονος βίος ἢ τέλος.
185
Μακρὰς ἐλπίδας μισῶ.
186
Ὁ ἐγγὺς Διὸς ἐγγὺς κεραυνοῦ.
187
Οὐδεὶς κενὸν βαστάσας ἐξέβη κυρτός.
188
Ποῦ γὰρ ἡ Ἄρτεμις οὐκ ἐχόρευσεν;
94*
Ἐξ ἄμμου σχοινίον πλέκειν.
96*
Στρογγύλα λέγε, ἵνα καὶ κυλίεται (sic).
105*
Τὸν ἀτυχῆ καὶ πρόβατον δάκνει.
189
Ὃν ἡ Τύχη προπηλακίζει καὶ πάντων πραγμάτων
μάστιγας εὑρίσκει.
190
Τὰ προλήμματα νικήματα.
168*
Φαγέτω με λέων καὶ μὴ ἀλώπηξ.
191
Δυστυχείτω καὶ λοιδορείτω με.
192
Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.
193
〈Πρὸς Κρῆτα〉 κρητίζει.
〈Ἑρμηνεία.〉
Βροτησίαν κακίαν οὐ θῆρες κακοί,
Ἀλλ' ἄνδρες νικήσουσιν οἱ μᾶλλον κακοί.
194
Γαστέρα ὄγκον ἔχουσαν
Ἡ λεπτὴ χωρεῖν εἴσοδος οὐ δύναται.
〈Ἑρμηνεία.〉
Γαστρὸς τὸν κόρον οὐκ οἴσει πρᾶος ἀνήρ,
Ἡ δὲ κτηνώδης φύσις εἰς ἄγαν φέρει.
195
Γλαυκοῖσιν ὀφθαλμοῖσιν αἰδὼς οὐκ ἔνι.
196
Δέδοται καὶ κακοῖς ἄγρα.
197
〈 〉
〈Ἑρμηνεία.〉
Δούλῳ γενομένῳ 〈σὺ〉 δουλεύειν φοβοῦ·
Ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.
198
Εὐημερῶν μέμνησο καὶ τοῦ θανάτου.
199
〈 〉
〈Ἑρμηνεία.〉
Καλοῖς κακὰ συνάπτων ὁ σκαιὸς ἀνὴρ
Δῆλος δήπουθέν ἐστιν σφαλερῶς βιῶν.
200
〈 〉
〈Ἑρμηνεία.〉
Πένης ὢν ἡσύχαζε, μὴ μέγα φρόνει·
Ἐπεὶ σὺ σαυτὸν ἀδικεῖς ἐν οἷς φρονεῖς.