The Greek Library Author

Diogenianus Of Heraclea

Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco)

Scientific editors
Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin
Edition reference
Corpus paroemiographorum Graecorum · Göttingen · Vandenhoeck and Ruprecht · 1839
CTS identifier
urn:cts:greekLit:tlg0097.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Centuria pref

Διογενιανοῦ περὶ παροιμιῶν. Τὴν παροιμίαν ὀνομάζεσθαί φασί τινες ἀπὸ τῶν οἴμων· οὕτω δὲ αἱ ὁδοὶ ἐκαλοῦντο. Οἱ δ’ ἄνθρωποι, ὅσα κοινωφελῆ εὕρισκον, ταῦτα κατὰ λεωφόρους ὁδοὺς ἀνέγραφον ὑπὲρ τοῦ πλείονας ἐντυγχάνοντας τῆς ὠφελείας μεταλαμβάνειν· οὕτω καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα γνωθῆναί φασι, καὶ τὰ Πυθαγορικὰ παραγγέλματα. Ἔνιοι δέ φασι προρηγορεῦσθαι τὰς παροιμίας ἀπὸ τοῦ ὅμοιόν τι ἐφ’ οἷς λέγονται δηλοῦν παροιμίας τυγχανούσας. Ἔστι δὲ ἡ παροιμία τρόπος καὶ τῆς καλουμένης ἀλληγορίας· παράκειται δὲ αὐτῇ λόγος αἶνος Αἰσώπειος, Καρικὸς αἶνος, Συβαριτικὸς λόγος, Κύπριος, Λιβυκὸς αἶνος, Μαισωνικὴ παροιμία· μάρσιπος. Αἶνος μὲν οὖν ἐστὶ κατ’ ἀνάπλασιν μυθικὴν ἀναφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν ἐπὶ ἀνθρώπων παραίνεσιν. Καὶ ἀπὸ ζώων μὲν, ὡς παρ’ Ἀρχιλόχῳ, Αἶνός τις ἀνθρώπων ὅδε Ὡς ἆρ’ ἀλώπηξ κἀετὸς ξυνωνίην Ἔμιξαν. ἀπὸ δὲ φυτῶν, Ἄκουε δὴ τὸν αἶνον· ἔγ κοτε Τμώλῳ Δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθαι. Εἰκὸς δὲ καταχρηστικώτερον παρ’ Ὁμήρῳ αἶνος, ὁ μηδετέρου τούτων μετέχων, ὅτε ἐνδεικνυμένου Ὀδυσσέως χλαίνης ὡς χρῄζει ὁ Εὔμαιός φησιν, Ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας. Οἱ δ’ ἄλλοι τῶν κατειλεγμένων ὀνόματι μὲν διαφέρειν, δυνάμει δ’ εἰσὶν ἐμφερεῖς. Αἰσώπειος μὲν γὰρ λέγεται ὁ ἀπὸ ἀνδρὸς Αἰσώπου πλεονάσαντος ἐν τῷ τοιούτῳ εἴδει τοῦ μύθου, οὐχ εὑρόντος, ὡς ἐν ποιητικῇ μέτρον Ἀρχεβούλειον ἢ καὶ Ἀριστοφάνειον, ἃ λέγεται οὐχ εὑρημένα ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ παρὰ τούτοις κατακορέστερον ἐν τῇ ποιήσει τεταγμένα. Καρικὸς δὲ αἶνος λέγεται, ὃν ἀναφέρουσιν εἰς γένει Κᾶρα ἄνδρα· τοῦτον γὰρ ἁλιέα τυγχάνοντα χειμῶνος θεασάμενον πολύποδα εἰπεῖν· » Εἰ μὲν ἀποδὺς κολυμβήσαιμι ἐπ’ αὐτὸν ῥιγώσω, ἐὰν δὲ μὴ λάβω τὸν πολύποδα, τῷ λιμῷ τὰ παιδί’ ἀπολῶ. « Κέχρηται δὲ τῷ λόγῳ τούτῳ καὶ Τιμοκρέων ἐν μέλεσι, καὶ Σιμωνίδης δ’ αὐτοῦ μνημονεύει ἐν τῷ εἰς Ὄριλλαν Ἐπινικίῳ. Ὁ Συβαριτικὸς δὲ λέγεται εἶναι τοιοῦτος ὁποῖον Ἀριστοφάνης ἐν Σφηξὶν, ὡς ἀνδρὶ Συβαρίτῃ ἀπείρῳ ἱππικῆς ἐφ’ ἅρμα ἀναβάντι συνέβη κατενεχθέντι συντριβῆναι, φίλον δ’ αὐτῷ παρόντα φάναι τὸ ἕρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην. Ὁ δὲ Κύπριος προςηγόρευται διὰ τὸ παρὰ Κυπρίοις λέγεσθαι ὡς ἐπιχώριος. Κέχρηται δὲ καὶ τούτῳ Τιμοκρέων ἐμφαίνων ὡς οἱ ἄδικα πράσσοντες καὶ ἐς ὕστερον τῶν προςηκόντων τυγχάνουσι. Καὶ γὰρ τῷ Ἀδώνιδι ἐν Κύπρῳ τιμηθέντι ὑπὸ τῆς Ἀφροδίτης μετὰ τὴν τελευτὴν οἱ Κύπριοι ζώσας ἐνίεσαν περιστερὰς, αἱ δ’ ἀποπτᾶσαι καὶ διαφυγοῦσαι αὖθις ἀδοκήτως εἰς ἄλλην ἐμπεσοῦσαι πυρὰν διεφθάρησαν. Λιβυκὸς δὲ αἶνος ἀπὸ τοῦ ἔθνους εἰρῆσθαι λέγεται, ἀπὸ Λίβυός τινος· οἱ δὲ Κύβισαν εὑρέτην γενέσθαι τοῦ εἴδους τούτου, ὡς Αἰσχύλος διασαφεῖ, ὧδ’ ἐστὶ μύθων τῶν Λιβυκῶν τὸ κλέος.

Centuria 1

Ἀβύδηνον ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν εἴωθε τάττεσθαι. Ἔθος γὰρ τοῖς Ἀβυδηνοῖς μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προςάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχημένοις. Κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γενομένου, ἀηδίαν πολλὴν εἶναι τοῖς δαιτυμόσιν.

Ἄβρωνος βίος: Ἅβρων τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Ὅθεν ἡ παραβολὴ ἐπὶ τῶν πολυτελῶν τάττεται. Ταῦτα καὶ, Σικελικὴ τράπεζα· καὶ, Συβαριτικὸς βίος.

Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ὁμοία τῇ, Λύκων δεκάς· καὶ, Κρωβύλου ζεῦγος.

Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων· ὁμοία τῇ, Δέχεται καὶ βῶλον ἀλήτης.

Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον:

Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυςπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνων γὰρ τὴν αὑτοῦ ἐβούλετο θυσιάσαι θυγατέρα· ἢ ὅτι βοῦν αὐτοῦ θύοντος ἔφυγε καὶ μόλις κρατηθεὶς εἰςήχθη.

Ἀγαθώνειος αὔλησις: ἡ μαλθακὴ καὶ μήτε χλιαρὰ μήτε πικρὰ, ἀλλ’ ἡδίστη.

Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων ἡ παροιμία· ἐπ’ αὐτῆς γὰρ ἐκάθισεν ὅτε τὴν κόρην ἐζήτει ἡ Δημήτηρ. Ὁμοία, Στεγανώτερος Ἀρεοπαγίτου. Καὶ, Ἐς Τροφωνίου μεμάντευσαι.

Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν ἀπὸ τῶν οὐ προςηκόντων πλουτούντων. Προδότης γάρ τις τῶν Κιλίκων Μίλητον προδοὺς, ηὐπόρησεν. Ὅμοιον, Ἀπὸ νεκρῶν φορολογεῖν.

Ἀγαθῶν θάλασσα: ἐπὶ πλήθους ἀγαθῶν. Ὡς καὶ τὸ, Ἀγαθῶν σωρὸς, καὶ, Ἀγαθῶν μυρμηκία. Ἐπὶ πλήθους γὰρ εὐδαιμονίας καὶ τοῦτο, Τὰ ἐνταντία· Κακῶν Ἰλιὰς, καὶ, Λέρνη κακῶν.

Ἁγνόντερος πηδαλίου: ἐπὶ τῶν ἁγνῶς βεβιωκό των. Παρόσον ἐν θαλάσσῃ ἐστὶν ἀεὶ τὸ πηδάλιον.

Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὑποθετική. Ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ὅμοιόν ἐστι, Κὰν μύρμηκι χολή.

Ἀγναμπτότερος βάτου αὔου: ἐπὶ τοῦ ξηροῖ καὶ αὐθάδους τὸν τρόπον.

Ἀδώνιδος κῆποι· ἐπὶ τῶν ἀώρων καὶ μὴ ἐῤῥιζωμένων. Ἐπειδὴ γὰρ Ἄδωνις ἐρώμενος ὢν, ὡς ὁ μῦθος, τῆς Ἀφροδίτης, προήβης τελευτᾷ, οἱ ταύτῃ ὀργιάζοντες, κήπους εἰς ἀγγεῖά τινα φυτεύοντες ἢ φυτεύουσαι, ταχέως ἐκείνων διὰ τὸ μὴ ἐῤῥιζῶσθαι μαραινομένων, Ἀδώνιδος αὐτοὺς ἐκάλουν.

Αὐλὸν σάλπιγγι συγκρίνεις: ἐπὶ τῶν τὰ ἐλάττω τοῖς μείζοσι συγκρινόντων. Τέττιγι μέλιτταν συγκρίνεις, κατὰ φωνήν.

Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδιότων.

Ἀληλεσμένος βίος καὶ μεμαγμένος: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου.

Ἄσπαρτα καὶ ἀνήροτα: ἐπὶ τοῦ ὁμοίου.

Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι, ἢ ἐπὶ τῶν συνεχῶς δανειζομένων. Οἱ γὰρ παλαιοὶ βαλάνοις ἔζων· πρὸς οὖν τοὺς περισκοποῦντας τὰς δρῦς εἴτε πλήρεις εἶεν εἴτε κεναὶ, Ἄλλην δρῦν βαλάνιζε, ἔλεγον.

Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλλομένων.

Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν κινδύνοις ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος ἅλας ἄγοντος ἀποκαθευδήσαντος, συνέβη τὴν ἀντλίαν ἐπαναβῆναι καὶ τῆξαι τὸν ἅλα,

Ἄιδεις ὡς εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ὁμοίου.

Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἐξομοιοῦν ἑαυτὸν ἐν οἷς ἂν γένοιτο τόποις. Εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων· οὗτοι γὰρ ᾖ ἂν πλησιάσωσι πέτρᾳ, φόβου κατεπείγοντος, εἰς τὸ αὐτῆς εἶδος τὸ ἑαυτῶν μεταβάλλουσιν. Ὅμοιον, Πολύποδος πολυχρόου νόον ἴσχε.

Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς διηνεκῶς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος σκληρὸς, περὶ ὃν πονοῦντες οἱ γεωργοὶ οὐδὲν πορίζονται.

Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ τῷ ἑαυτῶν κακῷ. Ἀνάγυρος γάρ τις ἥρως ἐπιχώριος τοὺς γειτονοῦντας ἐκ βάθρων ἀνέτρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν.

Ἀντρώνιος ὄνος: ἐπὶ τῶν μεγάλων καὶ ἀγρίων καὶ ἀνενεργήτων. Ἐν Ἄντρωνι γὰρ, ὥς φησι Φερεκράτης, μεγάλοι ὄνοι ἐγένοντο. Ἀχαρνικοὶ ὄνοι: ἐπὶ τῶν αὐτῶν,

Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναντίως γενομένων ἢ λεγομένων. Οἷον, εἰ ὁ πόρνος τὸν σώφρονα λέγει πόρνον.

Ἀράβιος αὐλητής: ἐπὶ τῶν ἀεὶ λαλούντων. Μετῆκται δὲ ἀπό τινος Ἀραβίου αὐλητοῦ, ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.

Ἀρκάδας μιμούμενος: ἐπὶ τῶν ἄλλως πονούντων. Πολλὰ γὰρ οἱ Ἀρκάδες πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν πώποτε ἔσχον.

Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυ σιτελὲς ἐχόντων· πετρώδης γὰρ ἡ Σκῦρος.

Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαίοντων καὶ στάσεις ἐγειρόντων καὶ διαβολάς. Δηϊάνειρα γὰρ πέπλον πέμψασα Ἡρακλεῖ, τούτῳ διέφθειρεν αὐτόν.

Αἵμασι κλαίειν: καθ’ ὑπερβολὴν, οὐ δακρύοις, ἀλλ’ αἵματι κλαίειν.

Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων τινὰς νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων.

Αἱ Χάριτες γυμναί: ὅτι δεῖ ἀφειδῶς χαρίζεσθαι.

Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπὶ τοῖς ἁμαρτήμασι κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ἰδὼν ἐμαρτύρατο. Χρόνῳ δὲ οἱ λῃσταὶ θεώμενοι ἐν θεάτρῳ γεράνους ὑπεριπταμένους, Αἱ Ἰβύκου γέρανοι, ἔλεγον. Εἶτα ἁλόντες καὶ ἀνακριθέντες ἐκολάσθησαν.

Αὐτοὶ χελώνας ἔσθεθ’, οἵπερ εἵλετε: ἐπὶ τῶν ἐξ ἀβουλίας τι πραττόντων, εἶτα βοηθείας δεομένων. Ἁλιεῖς γὰρ χελώνην ἀνασπάσαντες ἐμέριζον· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τοῦτο ἐφθέγξατο.

Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκόων.

Αἰθέρα νήνεμον αἱρήσεις: ἐπὶ τῶν μάτην πονούντων.

Ἄϊδος κυνῆ: ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινος μηχανῆς. Τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾖ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν.

Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει: ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ’ ἀτελῶν ὄντων, καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν.

Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων.

Ἀφύων τιμὴ: ἐπὶ τῶν ἐν μικροῖς παρ’ ἄλλων τιμωμένων.

Ἀνίπτοὶς χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τοῖς ἱεροῖς ἐγχειρούντων.

Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν· Τέλ λην γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνιᾳ κατέλιπὲ χάριω ἔχοντα.

Αἰθίοπα σμήχεις: δῆλον τὸ ποιοῦτον. Ὁμοῖα, Χύτραν ποικίλλεις, ὠὸν. τίλλεις.

Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυςαπονίπτοις ὀνείδε σιν ἐνεχομένων· ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν Αἴσωπον ὠργίσθη ὁ θεός.

Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ. μικρῶν. Ἐρωτώντων γὰρ τινῶν, τίνες κρείττους τῶν Ἑλλήνων; τοῦτο ἀντεφθέγξαντο· Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι.

Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: τοῦτό φασιν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν, φάσκουσαν αὐτὸν φιλεῖν παρὰ πάντας ἀνθρώπους.

Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων· οὐκ ᾄδουσι γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὅμοιον· Βάτραχος Σερίφιος ἐπὶ τῶν αὐτῶν, Οὐκ ᾄδουσι γὰρ οἱ ἐν Σερίφῳ βάτραχοι.

Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προςποιουμένων, οὐκ εἰδότων δέ. Ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον. Ὅθεν καὶ τοὺς ἀποῤῥήτων κοινωνοῦντας τοὺς περὶ ἅλα καὶ κύαμον ἔλεγον.

Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν τὰ ἀπόῤῥητα μυουμένων· οἱ γὰρ Ἀττικοὶ ἐν Ἐλευσῖνι ἐπετέλουν τὰ τῆς Δήμηπρος μυστήρια.

Αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς λανθανόντως κακόν τι ἐπισπωμένων. Εἴληπται δὲ ἐξ αἰτίας τοιαύτης· Κορίνθιοι αἶγα τῇ Ἥρᾳ ἔθυον· κρυψαμένων δέ τινων τὴν μάχαιραν, ἡ αἲξ τοῖς ποσὶ σκαλεύουσα ἀνέφηνεν. Ὅμοιον, Κορώνῃ τὸν σκορπίον, Κόνιν φυσᾷς, Εὖ κείμενον κακὸν κινεῖς, Λέοντα νύσσεις, Ἀνάγυρον πινεῖς.

Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων. Χρησμὸς γὰρ ἐδόθη Λακεδαιμονίοις, ἄδακρυν μάχην νικῆσαι· ὅθεν οὐδὲ εἷς τηνικαῦτα τούτων ἀπέθανεν.

Ἀδράστεια Νέμεσις: ἐπὶ τῶν πρότερον δοκησάντων μὲν προβήσεσθαι τὸ πρᾶγμα καλῶς, ἀποσφαλέν των δέ. ἀπὸ Ἀδράστου τοῦ † Θήβαις στρατεύσαντος καὶ μεγάλως σφαλέντος. Τὸ αὐτὸ καὶ, Καδμεία νίκη.

Ἀδδηφάγον ἅρμα: ἐπὶ τῶν γαστριμάργων.

Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ κορύδου νεάζοντος. Ὅμοιον· Ῥόδον ἀνεμώνῃ συγκρίνεις, Καρκίνον δασύποδι, Θρίπας ἀετῷ, καὶ, Χελώνην πηγάσῳ.

Ἀκεσσαίου σελήνη: ἐπὶ τῶν εἰς χρόνον ἀναβαλλομένων πρᾶξαί τι. Ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν, ἔλεγε διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ γένηται.

Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων· ἢ ἐπὶ τῶν ἀξίως τιμωμένων.

Αἰτναῖος κάνθαρος: ἐπὶ τῶν τῷ σώματι μεγάλων.

Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: δήλη ἡ παροιμία. Καὶ ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵενται.

Ἀεὶ κολοιὸς πρὸς κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Συνδυαστικὰ γὰρ καὶ συναγελαστικὰ τὰ ζῶα.

Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα βελτίονα δίαιταν μεταβαλλομένων. Τῶν γὰρ βαλάνων οἱ παλαιοὶ παυσάμενοι μετεῖχον σίτου καὶ οἴνου.

Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν καὶ κραταιῶν ἡ παροιμία.

Ἀμαλθείας κέρας: ἐπὶ τῶν πάντα τὰ καλὰ ἐν ἑαυτοῖς κεκτημένων. Ῥέα γὰρ τεκοῦσα τὸν Δία, ἔδωκεν Ἀμαλθείᾳ τρέφειν, διὰ τὸ μὴ ὑπὸ Κρόνου καταβρωθῆναι τοῦ ἰδίου πατρός. Ἡ δὲ αἰγὶ αὐτὸν ὑπέβαλεν. Ὁ τοίνυν Ζεὺς μετὰ τὸ κατάξαι τῶν οὐρανῶν τὸν πατέρα, ἐγκρατὴς γενόμενος τῆς βασιλείας, τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίνεσθαι αὐτῇ διὰ τοῦ κέρατος ὃ ἂν αἰτήσοι.

Ἀετὸν ἵπτασθαι διδάσκεις: φανερὰ ἡ παροιμία, Ὅμοιον, Δελφῖνα νήχεσθαι διδάσκεις. Καὶ, Ἵππον εἰς πεδίον. Ταχύτερος γάρ ἐστιν ἐν προςομάλῳ τόπῳ.

Ἀττικὸς εἰς λιμένα: ἐπὶ τῶν μετὰ σπουδῆς ὃ ἐπίστανται ποιούντων. Οἱ γὰρ Ἀττικοὶ μέλλοντες ἀπαίρειν πρὸς μάχην καὶ τοῦ λιμένος ἐξιόντες, μετὰ σφοδρότητος ἤλαυνον πρὸς ἐπίδειξιν τῶν οἰκείων ὁρώντων.

Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυςαλώτων· οὐ γὰρ ἁλίσκεται ἀετὸς ἐν νεφέλαις.

Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν προςεξευρισκόντων ἀεὶ νεώτερόν τι κακὸν καὶ κακούργων.

Ἀμνία θερίζειν: ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. Ὅταν γὰρ ἀμνία ᾖ, οὐκ ἀποκείρεται.

Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν: ἐπὶ τῶν καταφρονούντων τινῶν. Ὅμοια, Πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκοα· Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται· Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσεις.

Ἀετὸς θρίπας ὁρῶν; ἐπὶ τῶν ἀφροντιστούντων τῶν μικρῶν.

Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων.

Ἀνδραποδώδης θρίξ: ἐπὶ τῶν ἠλιθίων· Πλά τῶν· Ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑπ’ ἀμουσίας.

Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.

Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. Κροῖσος γὰρ ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον.

Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ τῶν βελτιόνων.

Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ.

Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία: ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων.

Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: δήλη ἡ λύσις.

Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροςδοκήτως ὑφ’ ἑτέρων σωζομένων.

Ἄν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων κακὰ δὲ ἀντιλαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος.

Ἀνέμου πεδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων εἴρηται.

Ἂν ἡ λεοντῇ μὴ ἐξικῆται, τὴν ἀλωπεκῆν πρόςαψον: ὅτι ἐὰν μὴ φανερῶς δύνῃ ἀμύνασθαι, πανουργίᾳ χρῆσαι.

Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν.

Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. Πᾶν γὰρ τὸ σῶμα τῶν γερόντων ἀσθενές.

Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων.

Ἀντλεῖν ἀμφοτέραις: λείπει, χερσίν. Ἡ παροιμία δήλη.

Ἀνέμους γεωργεῖν: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας.

Ἀντὶ καποῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀνταποδιδόντων.

Ἄνθρακες ὁ θησαυρός: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Ὡς ὁ Λουκιανός· Ἄνθρακάς μοι τὸν θησαυρόν ἀπέφηνας.

Ἄξιος τοῦ παντὸς: ἐπὶ τῶν σφόδρα τιμίων.

Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν καὶ αἰδημόνων. Οἱ γὰρ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατὰ νόμιμον παλαιὸν τὰς ἀσπίδας φέροντες πομπεύουσιν.

Ἄξιος τριχός: ἐπὶ τῶν εὐτελῶν.

Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν: ἐπὶ τῶν ἀπὸ εὐτελῶν μὲν, ἐνδόξων δὲ γενομένων ἐκείνων.

Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμαργούντων· ἀπὸ τῶν περὶ τὰς Δαναΐδας πίθων.

Ἀφ’ ἵππων ἐπ’ ὄνους: ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων, οἷον ἀπὸ γραμματικῆς ἐπὶ ἡνιοχευτικὴν, ἢ ἄλλο τι τῶν οὐ σεμνῶν.

Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυςκόλων περιγινομένων.

Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀπὸ χειρόνων εἰς κρείττονα.

Ἀντ’ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιοί: ἐπὶ τῶν ἀχαρίστων.

Ἁλώνητον ἀνδράποδον: τὸ εὐτελὲς, τὸ πρὸς ἅλας ὠνηθέν. Ὅθεν καὶ Μένανδρος· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένος.

Centuria 2

Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηνῶν, πολλὰ προχείρως ἐπαγγελλόμενος.

Ἄριστα χωλὸς οἰφεῖ: φασὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γεννωμένους ἄῤῥενας ἐπήρουν. Ὅθεν πολεμοῦντες αὐταῖς οἱ Σκύθαι, καὶ βουλόμενοι αὐτὰς ἐξαπατῆσαι, ἔλεγον ὅτι συνέσονται αὐταῖς εἰς γάμον ἀπήρωτοι καὶ οὐ λελωβημένοι, ὡς τῶν ἐκείνων ἀνδρῶν λελωβημένων ὄν των. Ἐξ ὧν ἀποκριθεῖσα ἡ ἡγεμὼν τῶν Ἀμαζόνων, Ἄριστα, φησὶ, χωλὸς οἰφεῖ, ἀντὶ τοῦ συνουσιάζει.

Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.

Ἀκκίζεσθαι: Ἀκκὼ γυνή τις ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥτις ἐςοπτριζομένη τῇ οἰκείᾳ σκιᾷ ὡς ἑτέρᾳ διελέγετο.

Ἄκουε τοῦ τέτταρα ἔχοντος ὦτα: ἐπὶ τῶν πολλὰ εἰδότων καὶ πολλὰ ἀκουόντων· τὸν γὰρ Ἀπόλλωνα Λακεδαιμόνιοι τετράωτον ἵδρυσαν.

Ἀκίνητα κινεῖς: ὅτι οὐ δεῖ κινεῖν, οὐ βωμοὺς, οὐ τάφους.

Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα: ἐπὶ τῶν θαύματος ἀξίων· οὗτοι γὰρ τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν.

Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων. Ὅμοιον, Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι.

Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἀκέφαλον ἑκὼν καταλίποιμι μῦθον.

Ἄκρῳ ἅψασθαι δακτύλῳ; ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων.

Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: δήλη ἡ παροιμία. Φίλοι γὰρ ἐκ τούτων γινόμεθα.

Ἅλμη οὐκ ἔνεστιν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς καὶ ἀναρτύτου.

Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων.

Ἀλλ’ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τὰς ἐπινοίας: ὅτι οὐ δεῖ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι. Οἱ γὰρ τὰ ἱερεῖα προςάγοντες οὔκουν μετὰ τὸ καλλιερῆσαι βουλεύονται.

Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: λείπει τὸ, ἁλώσεται. Ἐπὶ τῶν πονηρῶν δέ.

Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων, ἀλλ’ ἐριζόντων τοῖς κρείττοσιν.

Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους.

Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων.

Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.

Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: οἱ μὲν γὰρ λάλοι, οἱ δὲ φάγοι.

Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει, ἄλλα δὲ Λεύκων: ἐπὶ τῶν ἀσυμφώνους τοὺς λόγους τοῖς ἔργοις παρεχομένων. Λεύκων γάρ τις γεωργὸς, μέλιτος ἀσκοὺς εἰς φορμὸν ἐμβαλὼν, ἐκόμιζεν εἰς Ἀθήνας, κριθὰς τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὀλίγον εἰςπραχθησόμενος τέλος. Τοῦ δὲ ὄνου πεσόντος οἱ τελῶναι βοηθῆσαι βουλόμενοι ἔγνωσαν ὅτι μέλι ἐστὶν, καὶ τοῦτο ἔφησαν.

Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπειςρέει: ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων.

Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων.

Ἄμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ὀξέως καὶ ταχέως ἀνυομένων.

Ἀμελοῦς γωνία: ἐπὶ τῶν ῥᾳθύμως καὶ ἀργῶς καθημένων. Ἔστι γὰρ χωρίον Λιβύης ἐν ἀποκρύφῳ Ἀμε λοῦς γωνία καλούμενον,

Ἀμουσότερος Λειβηθρίων: ἐπὶ τῶν ἀπαιδεύτων. Λειβήθριον γὰρ ὄρος † Πιερικὸν, οὔτε μέλους ἁπλῶς, οὔτε ποιήματος ἔννοιαν λαμβάνον.

Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων.

Ἀνέμους θηρᾶν ἐν δικτύοις: ἐπὶ τῶν ὁμοίων.

Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ταχέως ἐπιλανθανομένων τῆς χάριτος.

Ἄμμες ποτ’ ἦμεν: Λακωνικὴ παραβολὴ, ἀντὶ τοῦ, Ἡμεῖς ποτ’ ἦμεν. Τριῶν γὰρ χορῶν ὄντων, ὁ μὲν τῶν παλαιῶν τοῦτ’ ἔλεγεν· ὁ δὲ τῶν νεωτέρων καὶ ἀκμαζόντων, Ἄμμες δέ γ’ εἰμὲς· αἱ δὲ λῇς, αὐγάσδεο· ὁ δὲ τῶν νηπίων καὶ οὔπω ἀκμαζόντων, Ἄμμες δέ γ’ ἐσσόμεσθα πολλῷ κάῤῥονες.

Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: ἐπὶ τῶν μετὰ τὸ ἁμαρτῆσαί τινος πράγματος συνιέντων. Ἁλιεὺς γὰρ ἁλισκομένους ἰχθῦς μετεχειρίζετο, καί ποτε πληγεὶς, Νοῦν οἴσω, φησίν· ὅμοιον δέ ἐστι τῷ παρ’ Ἡσιόδῳ, Παθὼν δέ τε νήπιος ἔγνω.

Ἀπώλεσας τὸν οἶνον, ἐπιχέας ὕδωρ: ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρονα προςμιγνύντων· ἐν Κύκλωπος γὰρ δράματι λεγομένῳ οὕτω φησὶ πρὸς Ὀδυσσέα Πολύφημος.

Αἴξ Σκυρία: ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων. Ἀνατρέπει γὰρ τὸ ἀγγεῖον ἀμελχθεῖσα.

Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἔμπορός τις ἅλας ἄγων καὶ καθευδήσας, ἀπώλεσεν αὐτὸ τῆς ἀντλίας ἐπαναβάσης. Λέγεται οὖν ἐπὶ τῶν τὰ ἅπερ προςεπόρισαν καὶ ἐχαρίσαντο ἀπολλύντων.

Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων ἐπί τινι. Οἱ γὰρ Πάριοι ὁμολογήσαντες παραδώσειν Ἀθηναίοις τὴν πόλιν, ὕστερον μετέγνωσαν.

Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν πειρωμένων. Ἔφησε γὰρ ὁ θεὸς Σπαρτιάταις, τότε ἀπολεσθῆναι, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν.

Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν συγκρινόντων τὰ ἥττονα τοῖς κρείττοσιν. Ὡς εἴ τις διὰ γλαυκότητα τῇ Ἀθηνᾷ τὸν αἴλουρον συμβάλλοι.

Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν καθ’ ἑαυτοὺς συλλεγομένων καὶ πραττόντων τι ἀπόῤῥητον. Κρύφα γὰρ κἀκεῖνα ἐτέλουν.

Αὐτῷ κανῷ: ἐπὶ τῶν ἄρδην τι λυμαινομένων. Τὰ γὰρ δεῖπνα ἐπὶ κανῶν κομιζόμενα ἥρπαζόν τινες αὐτῷ κανῷ. Ὅμοιον,

Ἑστίᾳ θύειν: ἐπὶ τῶν κρύφα πραττόντων. Οἱ γὰρ Ἑστίᾳ θύοντες οὐδὲν ἐξέφερον τῆς θυσίας.

Ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. Τάχιστα γὰρ ἡ ἀφύα ἕψεται.

Ἀτρέως ὄμματα: ἐπὶ τῶν τὰ πάντα ὁρώντων καὶ [οὓς] οὐκ ἔστι λαθεῖν· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται δὲ ἐπεὶ οὐκ ἔλαθε Θυέστης μοιχεύων τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ δειπνοῦντι τὰ τέκνα αὐτῷ εἰς βρῶσιν παρἔθηκεν.

Ἅιδου πρωκτῷ περιπέσοις: δῆλον.

Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν κακῶς ὑπό τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων ὁ κάνθαρος.

Ἀγόμενος διὰ φρατόρων κύων: ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων. Ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τιμωρεῖται.

Ἁγνὴ γάμων: ἐπὶ τῶν σωφρόνων γυναικῶν. Εἰρωνικῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. Ὅμοιον, Τὸ κανοῦν τῆς θεοῦ φέρει. Αἱ γὰρ ἁγναὶ ἔφερον.

Ἀγρὸς ἡ πόλις: ἐπὶ τῶν παρανομούντων. Ἐπίχαρμος· Ἀγρὸν τὴν πόλιν ποιεῖς.

Ἀηδόνες λέσχαις ἐγκαθήμεναι: ἐπὶ τῶν ἀδολεσχούντων.

Ἀγορὰ λύκειος: ἐπὶ τῶν ταχέως πιπρασκομένων. Ἐκ μεταφορᾶς τοῦ ζώου· ἁρπακτικὸν γάρ.

Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας: ἐπὶ τῶν ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων. Οἱ γὰρ ἐν Σικελίᾳ Λεοντῖνοι περὶ τοὺς πότους ἐσχόλαζον. Φάλαρις δ’ αὐτοὺς καταπολεμήσας εἰς τοὺς κρατῆρας ἔῤῥιψεν· ἀφ’ οὗ ἡ παροιμία.

Αἱ Οἰδίποδος ἀραί: ἐπὶ τῶν μεγάλως δυςτυχούντων.

Αἱ λαχάνων προςθῆκαι: ἐπὶ τῶν μηδὲν ὠφελούντων. ὅμοιον τό· Δαιδάλου πτερά.

Αἰσχύνομαι μὰ τὴν φιλότητα γηράσκων ἵππος ὑπὸ ζυγὸν, θήλειάν τε τροφὴν ἔχων ὁρᾶσθαι: ἐπὶ τῶν παρ’ ἀξίαν τὶ ὑπομενόντων ἕνεκα τροφῆς.

Ἀεὶ τὰ πέρυσι βελτίω: ἐπὶ τῶν κατόπιν ἐν ταῖς χερσὶ γινομένων. Ταπεινούμενοι γὰρ Ἀθηναῖοι κατὰ τὰ Μακεδονικὰ ἐπεφώνουν τι τοιοῦτον.

Αἰγύπτου γάμος: ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων.

Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: παραινετικὴ ἡ παροιμία.

Ἄλλο γένος κώπης: ἐπὶ τῶν περὶ τὸ ἦθος ἐνηλλαγμένων. Ἡρακλῆς γὰρ διαπεραιούμενος ἐπὶ τὰς ἐν Ἐρυθείᾳ βοῦς, ἱστίῳ τῇ λεοντῇ ἐχρήσατο, ἱστῷ δὲ τῷ ῥοπάλῳ· ἐφ’ ᾧ καὶ ἐλέχθη.

Ἄλλ’ εἰ τορέλλη: σκῶμμα γερόντων. Ἐκ τοῦ τορὸς [,σορὸς,] γίνεται.

Ἄκουε τἀπὸ καρδίας: ἐπὶ τῶν ἀπαρακαλύπτως ἃ φρονοῦσι διεξιόντων.

Ἀλλότρια βάλλειν: ἐπὶ τῶν ἀποτγχανόντων ἢ ἐν τῷ κυβεύειν, ἢ ἐν ἄλλῳ τινί.

Ἄλλως ἀναλίσκεις ὕδωρ: ἐπὶ τῶν ματαιολογούντων. Ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις πρὸς ὕδωρ λεγόντων.

Ἄλλοι μὲν σπείρουσιν, ἄλλοι δὲ ἀμήσονται: φανερόνι

Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν ἀνωφελῶν. Φυτὸν γάρ ἐστιν ἡ ἄγριππος ἄκαρπον.

Ἄρτι μὺς πίσσης γεύεται: ἐπὶ τῶν νεωστὶ πεῖραν τῶν κακῶν λαμβανόντων. Τὸ γὰρ ζῶον εἰς πίσσαν πίπτον δεινὰ πάσχει.

Ἀσκῷ μορμολύττεσθαι: ἐπὶ τῶν μάτην φοβούντων.

Ἄστροις σημαίνεσθαι: ἐπὶ τῶν ἐκ μακροῦ τι ὑπονοούντων. Ἀπὸ τῶν πλοϊζομένων ἡ παραβολή.

Ἄτλας τὸν οὐρανόν: ἐπὶ τῶν μεγάλοις τισὶ πράγμασιν ἐπιβαλλομένων καὶ κακῷ τινι περιπιπτόντων.

Ἀρμοδίου μέλος: ἐπὶ τῶν σκολιῶν. Σκολιὰ γὰρ μέλη ᾖδε. ** Ταυτὸ δὲ καὶ τὸ, Ἀδμήτου μέλος.

Ἀρκαδίην μ’ αἰτεῖς: ἐπὶ τῶν μεγάλα ἢ ἀσύμφορα αἰτούντων.

Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν.

Ἀρχαιότερος Ἰβύκου: ἐπὶ τῶν εὐηθῶν. Οὗτος γὰρ τυραννεῖν δυνάμενος ἀπεδήμησεν.

Ἀεὶ γέροντι νέαν ἐπιβάλλειν κούρην: τοῖς πρεσβυτέροις νέαν συνευνάζειν.

Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων [ἄφρονας.]

Ἆκις ποταμός: ἐπὶ τῶν ἄγαν ψυχρῶν. Ψυχρὸς γάρ ἐστιν οὗτος.

Ἀλλότριον ἀμᾷς θέρος: ἐπὶ τῶν κατολιγωρούντων ἐν τοῖς ἀλλοτρίοις, ἢ τὰ ἀλλότρια καρπουμένων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο, ὅμοιον.

Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ποτὲ δὲ δυςημερούντων.

Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν.

Ἀμφοῖν χεροῖν: ἐπὶ τῶν ἀφειδεὶ προςκειμένων.

Ἀξία ἡ κύων τοῦ θρόνου: ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς τυγχανόντων.

Ἀργεία φορά: ἐπὶ τῶν συκοφαντῶν. Οἱ γὰρ Ἀργεῖοι φιλόδικοι.

Ἀττικὴ πίστις: ἐπὶ τῶν πιθανῶν καὶ πιστῶν καὶ εὐόρκων. Ἱδρύσαντο γὰρ οἱ Ἀττικοὶ ἱερὸν Πίστεως.

Ἀργυραῖς λόγχαις μάχου, καὶ πάντων κρα τήσεις: ἀντὶ τοῦ, διὰ χρυσοῦ πάντας νικήσεις. Φιλίππῳ δὲ ἐδόθη οὗτος ὁ χρησμὸς, αἰνιττομένου τοῦ θεοῦ, ὡς διὰ προδοσίας πάντων κρατήσει.

Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν: ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι.

Ἀπὸ γραμμῆς αὐτῆς: ἐκ μεταφορᾶς τῶν τρε χόντων.

Ἀπὸ χοέως σπάσον: παρόσον οἱ μεθύοντες ἀληθεύουσιν.

Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ· ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο.

Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ: ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων,

Ἀπόλογος Ἀλκινόου: ἐπὶ τῶν φλυάρων καὶ μακροὺς ἀποτεινόντων λόγους.

Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυςκόλων, καὶ δυςτρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων.

Ἅπερ οἱ γῦπες: ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρενόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν.

Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιον: ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων. Λουκιανός· καὶ ὅρα μὴ, κατὰ τὴν παροιμίαν, ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον.

Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν; φανερόν.

Ἀρεοπαγίτης: ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπηλῶν καὶ ὑπερσέμνων.

Ἀρᾶς ἱερόν: ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις.

Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν ἀπαι δεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων.

Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων.

Ἀρχίλοχον πατεῖς: ἐπὶ τῶν λοιδορούντων. Τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος.

Ἄρνα προβάλλει: ἐπὶ τῶν πολεμεῖν αἱρουμένων. Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν.

Ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου.

Ἀρχύτου πλαταγή: ἐπὶ τῶν ἡσυχάζειν οὐ δυναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν πατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν.

Ἀρχῶν ἄκουε καὶ δικαίως κἀδίκως: ἐκ τῶν τοῦ Σόλωνος ἐλεγείων παραινετική.

Ἀσκῷ φλαυρίζεις: οἷον· κενῷ σώματι διαμάχῃ· ὡς, Τῷ ἀσκῷ μορμύττεις. Μορμολυκείοις ἐκφοβεῖς τὸν λέοντα.

Centuria 3

Ἀσεβέστερος Ἱππομένους: διὰ τὸ ἐπὶ θυγατρὶ μύσος. Καὶ γὰρ αὐτὴν μοιχευθεῖσαν ἵππῳ συγκατέκλεισεν εἰς θοίνην. Διὰ τοῦτο καὶ τὴν Κοδριδῶν ἀρχήν φασι καταλυθῆναι, ἐξ ὧν ἦν ἐκεῖνος.

Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν σαθρά τινα καὶ μωρὰ διηγουμένων. Ἡ γὰρ διφθέρα, ἐν ᾗ δοκεῖ ὁ Ζεὺς ἀπογράφεσθαι τὰ γινόμενα, παμπάλαιος.

Ἀσκὸν δαίρεις: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων.

Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον· Φύντα δ’· ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι: ἐπὶ τῶν δυςτυχῶς βιούντων.

Ἀρχὴ πολέμων: ἐπὶ τῶν ἀδικεῖν ἐπχειρούντων.

Ἀργούντων χορός: ἐπὶ τῶν ἄτοπά τινα δια πραττομένων.

Ἀστραπὴ ἐκ πυελίου: ἐπὶ τῶν ἀδυνάτων καὶ εὐτελῶν, Ἡ γὰρ ἐξ ὑδάτων ἢ ἀγγείων ἀστραπὴ ἐν τοῖς τοίχοις γινομένῃ οὐδὲν δύναται.

Ἀτενὲς ὁρᾷς: ἐπὶ τῶν φιληδούντων τισίν. Ὥςπερ, Αἲξ εἰς θάλασσαν.

Ἀτρέμας βοῦς: ἐπὶ τῶν βραδέως συντελούντων.

Ἀργους λόφος: ἐπὶ τῶν σφόδρα συμφοραῖς ἑνισχομένων. Φόνος γὰρ πολὺς ἐκεῖ συνέβη.

Ἀττικὸς μάρτυς· ἐπὶ τοῦ πιστοτάτου καὶ ἀλη θεστάτου.

Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων: ἐπὶ τῶν φιλαργύρων. Φιλοκερδεῖς γὰρ οἱ Ἀθηναῖοι.

Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκᾶς σῖ τον: ἐπὶ τῶν μηδενὸς ἀγαθοῦ μεταλαγχανόντων.

Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοπρίων βιούντων.

Αὐτόματα ὁ θεὸς ἀνίησι τὰ ἀγαθά: ἐπὶ τῶν ἀπραγμόνως εὐδαιμονούντων.

Αὐτὸς αὑτὸν αὐλεῖ: ἐπὶ τῶν ἑαυτοὺς δεικνυόντων τοῖς πράγμασιν, ὁποῖοι εἰσίν.

Αὑτὸν οὐ τρέφων, κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν κατεπαγγελλομένων.

Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πιτύαν: οἱονεὶ τὴν πηγήν. Ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων.

Αὐτὸς ἔφα: ἐπὶ τῶν ἀναφερόντων ἃ λέγουσιν ἐπί τινας.

Αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὅλυμπον ἔχουσιν: ἐπὶ τῶν ἀμοιβῆς τυγχανόντων ὧν πράττουσιν.

Αὐτὰ δι’ αὐτῶν: ἐπὶ τῶν ἀεὶ τὰ αὐτὰ λεγόντων.

Αὐτῷ κρητῆρι † γίνῃ κακά: ἐπὶ τῶν οἷς καθ’ ἑτέρων βουλεύονται, τούτοις περιπιπτόντων.

Ἄφθονοι Μουσῶν θύραι: ἐπὶ τῶν ἥκιστα φθονερῶς διακειμένων ἐν λόγοις.

Ἀφ’ ὑψηλοῦ μου χαταγελᾷς: οἷον, πάνυ μου καταγελᾷς. Ἐπὶ τῶν ἀφ’ ὕψους διαλεγομένων.

Ἀχνυμένη σκυτάλη: ἐπὶ τῶν λυπηρὰς ἀγγελίας ἀγγελλόντων. Ἐπὶ ξύλου γὰρ ἔθος ἦν εἱλοῦντας τὸ γραφὲν, εἶτ’ ἀφειλοῦντας, οἷς ἐβούλοντο, πέμπειν· οἱ δὲ δεχόμενοι, ἴσῃ σκυτάλῃ ἐφειλοῦντες ἀνεγίνωσκον τὸ γραμματεῖον.

Ἄμυρις μαίνεται: ἐπὶ τῶν σωφρονούντων μὲν, δόξαν δέ τισι μανίας παρεχομένων. Ἄμυρις γάρ τις ἀκούσας χρησμοῦ λέγοντος, ὅτι ἕως τότε εὐδαίμονες ἔσονται Συβαρῖται, ἕως ἀνθρώπους θεῶν προτιμήσουσιν· εἶτα ἰδὼν μαστιγούμενον οἰκέτην ἐν ἱερῷ καὶ οὐδὲν τοῦ ἱεροῦ φροντίζοντα τὸν δεσπότην καὶ διὰ τοῦτο ἀποφυγόντα τὸν δοῦλον εἰς τὸ μνῆμα τὸ πατρῷον τοῦ μαστιγοῦντος καὶ τυχόντα φειδοῦς, συμβαλὼν τὸν χρησμὸν τέλος λαβεῖν, ἐξαργυρίσας τὴν οὐσίαν, ἀπεδήμησεν· ὃν ὁρῶντες ἔλεγον, Μαίνεται Ἄμυρις.

Ἄπαγε μόθων’ ἀπὸ κώπης: ἐπὶ τῶν δισχλούντων παρὰ καιρὸν τοῖς σπουδάζουσιν. Ὁ γὰρ. μόθων φορτικῆς ὀρχήσεως εἶδος.

Ἅπαντα τοῖς καλοῖσιν ἀνβράσι πρέπει: δῆ λον τοῦτο.

Ἀδελφὸς ἀνδρὶ παρείη: ὅτι προτιμητέον τοὺς οἰκείους.

Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν, ἁντιστρόφως τι ποιούντων.

Ἀναγυράσιος δαὶμων: ὠμότατος γάρ ὁ Ἀνα γυράσιος οὗτος.

Ἀποτίσεις χοῖρε γίγαρτα: οἷον ὧν κατέρα γες, ἀποδώσεις. πλείονα.

Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀπερισκέπτως τι ποιούντῶν, καὶ τὸ κατόπιν μὴ προορωμένων, ἀλλὰ καθ’ ὃ ἑαυτῶν ἐπιτελούντων.

Αὖθις αὗ Πυθῶδε ὁδός: ἐπὶ τῶν τὰ αὐτὰ πολλάκις πραττόντων. Εἴρηται δὲ ἐπὶ τῶν ἐπιπύνθανο μένων.

Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπακεν: ἐπὶ τῶν μηδὲν ἑλκυσάντων· Εἴρηται δὲ ἐπὶ πώη ἁλιέων.

Ἀφ’ ἱερᾶς: ἀπὸ τῶν πεττευόντων μέτῆκται· ἐν γὰρ τῇ πεττείᾳ ἔστι τις κύκλος καλούμενος ἱερὸς, ὃν κι νοῦσιν ὕστατον.

Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τῶν ἐρωτικῶν.

Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας: οἷον, ἐπ’ αὐτὰ ἀφῖξαι τὰ πράγματα.

Ἄνθρωπος Εὔριπος: ἐπὶ τῶν, ῥᾷστα μεταβαλλομένων.

Ἀρχαϊκὰ φρονεῖν: ἀντὶ τοῦ εὐηθικά.

Ἁμαξιαῖα ῥήματα:· μεγάλα κομπάσματα.

Ἀρκάδιον βλάστημα: ἐπὶ τῶν δειλῶν.

Βάχχης τρόπον: ἐπὶ τῶν σιωπηλῶν. Παρόσον αἱ Βάκχαι σιγῶσι.

Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. Οἱ γὰρ ἐν Σερίφῳ βάτραχοι οὐ φθέγγονται.

Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων μεμαρτύρηται.

Βοιώτιον οὖς: ἐπὶ τῶν ἀναισθήτων.

Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων. Ἐκ μεταφορᾶς τῆς Σφιγγός.

Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι. Διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα βοῦν ἔχειν· οἱ γὰρ δωροδοκούμενοι ἀφωνίᾳ κεκράτηνται.

Βοῦς Κύπριος εἶ: ἤτοι κοπροφάγος. Τοιοῦτοι γὰρ οἱ ἐκεῖσε βόες.

Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων. Ἕβδομος δὲ, ὅτι ἓξ θύοντες, πρόβατον, ὗν, αἶγα, ὄρνιν, πετεινὸν, χῆνα, ἕβδομον τὸν βοῦν ἔθυον.

Βάλλ’ ἐς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων.

Βῶλος ἄρουραν: ἐπὶ τῶν τοῖς σμικροῖς χαριζομένων τοὺς μεγάλους.

Βοῦς ἐπὶ σωρῷ: ἐπὶ τῶν ἡδυπαθούντων.

Βοῦς ὑπὸ ζυγόν: ἐπὶ τῶν μοχθούντων ἀεί.

Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς χείροσιν.

Βάλλ’ εἰς ἔχοντα τὴν ἐπιστήμην: ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους.

Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. Ὅμοιον· Γλαῦκας εἰς Ἀθήνας ἄγεις.

Βατράχῳ ὕδωρ, καὶ, γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς οἱ λαμβάνοντες χαίρουσιν.

Βοῦς ἄμητον ἐπιτηρῶν: ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ καμνόντων.

Βοῦς ὁ Μολοττῶν: ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα. Οἱ γὰρ Μολοττοὶ τοὺς βόας ἐν ταῖς ἑορταῖς εἰς πολλὰ διέτεμνον.

Βοῦς ἐπέβη: ἐπὶ τῶν ἐξαίφνης σιωπώντων. Τὸ γὰρ ἀργύριον βοῦν εἶχε τῶν Ἀθηναίων. Οἷον, οἱ δωροδο κούμενοι ἐσιώπων,

Βὴξ ἀντὶ πορδῆς: ἐπὶ τῶν ἐν ἀπορίᾳ προποιουμένων ἕτερόν τι πράττειν. Οἱ γὰρ περδόμενοι διὰ τὸ λανθάνειν βήττειν προςποιοῦνται.

Βάλλειν μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. Παρήχθη δὲ ἀπὸ τῶν πεμφθέντων ἐπ’ Ἀταλάντην μήλων. Προὔκειτο γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν καταστὰς, βουλόμενος αὐτὴν νικῆσαι, χρυσᾶ μῆλα ἔῤῥιψεν· καὶ περὶ τὴν τούτων συλλογὴν ἐκείνης ἀσχολουμένης, οὗτος ταύτην ὑπερέβαλε.

Βαλανεύς: ἐπὶ τῶν πολυπραγμόνων. Οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπραγμονοῦσιν.

Βαβαὶ Μύξος: ἐπὶ τῶν μεγαλαυχούντων. Οὗτος γὰρ ἱερεὺς τῆς Ἀρτέμιδος ὢν, μεγάλαυχος ἦν.

Βουδόρῳ νόμῳ: ἐπὶ τῶν ἀξίων δέρεσθαι ὡς οἱ βόες.

Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων.

Βατταρίζειν: ἀντὶ τοῦ τραυλίζειν.

Βίος μεμαγμένος: ἐπὶ τῶν ἐξ ἑτοίμου βιούντων·

Βοῦς ἐν αὐλίῳ γέρων: ἐπὶ τῶν δι’ ἀσθένειαν ἡσυχαζόντων.

Γαλῇ Ταρτησία: ὡς μεγάλων ἐκεῖ γινομένων.

Γλαὺξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἦν.

Γυμνότερος λεβηρίδος: ἐπὶ τῶν πάνυ πτω χῶν. Ἀντὶ τοῦ, Γυμνότερος ὄφεως δέρματος.

Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὶ ποιούν των. Καὶ Ἀριστοφάνης, Γραῦς καπρῶσα καὶ βακχεύουσα.

Γυμνῷ φυλακὴν ἐπιτάττεις: δῆλον.

Γέλως συγκρούσιος: ἄκοσμος καὶ ἄτακτος. Παρόσον τινὲς γελῶντες τὰς χεῖρας συγκρούουσιν.

Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τῶν τοὺς παρηβηκότας εἰς μαθήματα ἀγόντων.

Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Ἐν πολέμῳ γάρ φασί τινα ἰδόντα ἀνεψιὸν καὶ ἀδελφὸν διαπονουμένους, ὑπερασπίσαι τε τοῦ ἀδελφοῦ καὶ εἰπεῖν τοῦτο.

Γραῶν ὕθλοι: ἐπὶ τῶν μάτην ληρούντων.

Γηράσκω αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων.

Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων. Ἐπειδὴ μάλιστα τοῦτο τὸ ζῶον ἐκεῖ ἐπιχωριάζον τυγχάνει.

Γαλῇ χιτώνιον: ἐπὶ τῶν τὰ μὴ ἑαυτῶν περιβλήματα ἐνδυόντων.

Γαλῇ στέαρ: ἐπὶ τῶν οἷς χαίρουσι ταῦτα λαμβανόντων.

Γαλῆν ἔχεις: ἐπὶ τῶν ἀποτευκτικῶν· παρόσον οἱ γαλῆν ἔχοντες οὐκ εὐτυχοῦσι.

Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρη, κενεὴ δὲ βαρεῖα: ἐπὶ τῶν γαστριμάργων.

Γηρᾷ βοῦς, τὰ δ’ ἔργα πολλὰ τῷ βοΐ: ἐπὶ τῶν γεγηρακότων καὶ μηκέτι χρησιμευόντων.

Γέλως Ἰωνικός: ἐπὶ τῶν κιναίδων. Παρόσον οἱ Ἴωνες ἐπὶ τούτῳ διαβάλλονται. Ἐπὶ τῶν αὐτῶν καὶ Γέλως Χῖος.

Γέλως Μεγαρικός: ἐπὶ τῶν ἀώρως θρυπτομένων. Ἤκμασε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἐπὶ χρόνον.

Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν: παραινεῖ μηδένα ἀκαίρως εὐεργετεῖν.

Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων.

Γῆς ἔντερα: ἐπὶ τῶν μηδενὸς ἀξίων.

Γάλα ὀρνίθων: ἐπὶ τῶν σπανίων.

Γλαὺξ διέπτατο: ἐπὶ τῶν αἰσίῳ χρωμένων οἰωνῷ.

Γλυκὺς ἀπείρῳ πόλεμος: ἐπὶ τῶν ὑπ’ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κίνδυνον.

Γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου καὶ ἀφόβως τὰ ἀλλότρια καρπουμένων.

Γραῦς ὥς τις ἵππος τὸν χαραδραῖον τάφον ἕξεις: ἐπὶ τῶν ἀξίων τὰ ἔσχατα πάσχειν. Οἱ γὰρ γεγηρακότες ἵπποι εἰς χαράδρας ἐμβάλλονται.

Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.

Γυμνότερος παττάλου: ἐπὶ τῶν σφόδρα ἀπόρων.

Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγης γὰρ βουκόλος ὢν τῆς γῆς ῥαγείσης εὗρε νεκρὸν φοροῦντα δακτύλιον, καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι ὅταν βούληται καὶ μὴ, δι’ αὐτοῦ ἀπέκτεινε τὸν βασιλέα καὶ ἦρξε.

Γυπὸς σκιά: ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων.

Centuria 4

Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατεύεται: ἐπὶ τῶν δειλῶν.

Γυμνὸς ὡς ἐκ μήτρας: ἐπὶ τῶν ἀπόρων.

Γυναικὸς φρένες: ἐπὶ τῶν ἀνοήτων.

Γυναικὶ μὴ πίστευε, μηδ’ ἂν ἀποθάνῃ: ὅτι δεῖ γυναιξὶ μὴ πιστεύειν.

Γυναικῶν ὄλεθροι: ἐπὶ τῶν οἰκτρῶς ἀναιρουμένων.

Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων,

Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται: ἐπὶ τῶν διὰ πλῆθος χρόνου οὐχ ἁμαρτανόντων.

Γλαύκου τέχνη: ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων. Ἀπὸ Γλαύκου Σαμίου, ὃς πρῶτον κόλλησιν ἐφεῦρε σιδήρου. Ἢ ἐπὶ τῶν τεχνικῶς κατεσκευασμένων.

Γλῶσσα ποῖ πορεύῃ πόλιν ἀνορθώσασα; καὶ, πόλιν ἀναστρέψασα; ἐπὶ τῶν διὰ λόγου ὠφελούντων ἢ βλαπτόντων.

Γραῦς ἀναθυᾷ: ἀντὶ τοῦ, καπρᾷ. Ἐπὶ τῶν παρ’ ἡλικίαν γυναικιζομένων. Ὡς καὶ τὸ, Γραῦς ἀναβακχεύει.

Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ’ ὥραν τελευτώντων.

Δασύπους κρεῶν ἐπιθυμεῖ: ἐπὶ τῶν παρ’ ἄλλων ἐπιζητούντων ἃ παρ’ ἑαυτῶν ἔχουσι.

Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δάκτυλος γάρ τις ἐγένετο ἀνὴρ Ἀθήνησι μεγίστων τιμῶν λαχών.

Δαφνίνην φορῶ βακτηρίαν: ἐπὶ τῶν ὑπό τινων ἐπιβουλευομένων. Παρόσον ἀλεξιφάρμακον ἡ δάφνη.

Δευτέρων ἀμεινόνων: ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν.

Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην.

Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων.

Δὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων.

Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον: φανερόν.

Δὶς καὶ τρὶς τὸ καλόν: δῆλον τοῦτο.

Δῶρα θεοὺς πείθει, καὶ αἰδοίους βασιλῆας: ἐπὶ τῶν διὰ δῶρα τὰς δίκας ἀντιστρεφόντων.

Δίκης δικαιότερος: ἐπὶ τῶν σφόδρα δικαίων· καθ’ ὑπερβολήν.

Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.

Διὸ…

The complete text is available when the reading interface loads.