Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον
- Scientific editors
- Ernst von Leutsch, Friedrich Wilhelm Schneidewin
- Edition reference
- Corpus paroemiographorum Graecorum · Göttingen · Vandenhoeck and Ruprecht · 1839
- CTS identifier
urn:cts:greekLit:tlg0098.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Centuria 1
Ἀβυδηνὸν ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Εὔδοξος ἐν Ὑποβολιμαίῳ. Φασὶ δὲ ὅτι τοῖς Ἀβυδηνοῖς ἔθος ἦν μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προςάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχουμένοις· κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γινομένου διὰ τὰς τίτθας, ἀηδίαν εἶναι πολλὴν τοῖς δαιτυμόσιν. Εἴρηται δὲ ἡ παροιμία καὶ ἀπὸ τοῦ ὑπ’ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους· ἔνθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδοκόμην εἶπεν.
Ἀγαθώνιος αὔλησις: ἡ μαλακὴ, καὶ μήτε πικρὰ μήτε χαλαρὰ, ἀλλ’ εὔκρατος καὶ ἡδίστη. Εἴρηται δὲ ἀπὸ Ἀγάθωνος αὐλητοῦ, ὃς ἐπὶ μαλακίᾳ ἐκωμφῳδεῖτο.
Ἀγαθὰ Κιλλικῶν: λείπει τὸ ἔχει. Προδότης γὰρ γέγονεν οὗτος ὁ Κιλλικῶν, Μιλήσιος τὸ γένος, ὃς προδοὺς Μίλητον εὐπόρησεν.
Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν εἴρηται ἡ παροιμία. Ἅβρων γάρ τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἁβροῦ τὸ ὄνομα γεγονέναι.
Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθῶν λέγεται. Κέρκωπες γὰρ ἀπατεῶνες ἐγένοντό τινες, ἐξαπατῆσαι τὸν Δία βουλόμενοι.
Ἀγαμεμνόνεια φρέατα; ἐπὶ τῶν μεγάλων ἔργων. Ἱστοροῦσι γὰρ τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.
Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων πραγμάτων εἴρηται. Ἔστι δὲ ἡ πέτρα αὕτη ἐν τῇ Ἀττικῇ ἐφ’ ἧς ἐκαθέσθη ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει· ἐρασθεὶς γὰρ Περσεφόνης ὁ Πλούτων ἥρπασεν αὑτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιήρχετο. Μαθοῦσα δὲ παρ’ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανὸν, καὶ εἰκασθεῖσα γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα· ἔνθα ἐπὶ πέτραν ἐκάθισε τὴν ἀπ’ ἐκείνης κληθεῖσαν Ἀγέλαστον.
Ἀγρίου βέβρωκας: οἱονεὶ ζώου ἀγρίου. Εἰώθασι δὲ οἱ βεβρωκότες χασμᾶσθαι.
Ἀγαθῶν θάλασσα; ἐπὶ πλήθους ἀγαθῶν εἴρηται.
Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας εἴρηται.
Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους εὐδαιμονίας.
Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον; ἐπὶ τῶν τὰ δευτερεῖά τισι διδόντων.
Ἀγαμέμνονος θυσία; ἐπὶ τῶν δυςπειθῶν καὶ σκληρῶν. Ἀγαμέμνονος γὰρ θύοντος ἐν Τροίᾳ ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη.
Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες; ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος; ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν, παραινεῖ ἡ παροιμία.
Ἀγναμπτότατος βάτος αὖος; ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.
Ἀνενδεὴς ὁ Θεός: παροιμία· παρόσον οὐδενὸς ἐπιδέεται ὁ Θεός.
Ἀδμήτου μέλος: τὸ εἰς Ἄδμητον μέλος ᾀδόμενον πένθιμον. Οὗτος δὲ ὁ Ἄδμητος βασιλεὺς ἦν τῶν Φερῶν, ᾧτινι Ἀπόλλων ἐθήτευσε δι’ αἰτίαν τήνδε. Ἀσκληπιὸς ὁ Ἀπόλλωνος παῖς παρὰ Χείρωνος τὴν ἰατρικὴν παιδευθεὶς, καὶ παρὰ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν πῆς Γοργόνης ῥυὲν αἷμα, δι’ αὐτοῦ πολλοὺς ἐθεράπευε. Τῷ μὲν γὰρ ἐκ τῶν ἀριστερῶν φλεβῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δ’ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν· ὅθεν καί τινας τεθνεῶτας ἀναστῆσαι μυθολογεῖται. Διὰ γοῦν τὸ μὴ δόξαι τοῦτον παρ’ ἀνθρώποις εἶναι θεὸν, ὁ Ζεὺς κεραύνωσεν· Ἀπόλλων δὲ ὀργισθεὶς κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν κατασκευάσαντας τῷ Διί. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, ἀλλὰ δεηθείσης Λητοῦς ἐκέλευσεν αὐτῷ ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. Ὁ δὲ παραγενόμενος εἰς Φερὰς εἰς Ἄδμητον, τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βοῦς πάσας διδυμοτόκους ἐποίησε. Φιλοφρονηθεὶς δὲ τὰ μέγιστα παρ’ αὐτοῦ, ᾐτήσατο τὰς Μοίρας, ἵν’ ὅταν ἡ τελευτὴ τῷ Ἀδμήτῳ ἐπικλωσθῇ, ἑτέρου τινὸς ἀντὶ τούτου θνήσκειν προαιρουμένου τὸν Ἄδμητον τοῦ θανάτου ἀπολυθῆναι. Ὡς δὲ ἦλθεν ἡ τοῦ θνήσκειν ἡμέρα, μήτε τοῦ πατρὸς μήτε τῆς μητρὸς ὑπὲρ αὐτοῦ θνήσκειν θελόντων, Ἄλκηστις ὑπεραπέθανεν ἡ τούτου γυνή. Ἔκτοτε οὖν σκολιὰ καὶ πενθήρη πρὸς τὸν Ἄδμητον ᾔδοντο μέλη, μέχρις ἂν ἡ Κόρη ἀνέπεμψεν Ἄλκηστιν. Ὡς δὲ λέγουσιν ἔνιοι, Ἡρακλῆς πρὸς αὐτὸν ἀνεκόμισε μαχεσάμενος Ἅιδῃ.
Ἄιδειν πρὸς μυῤῥίνην: ἔθος ἦν τὸν μὴ δυνάμενον ἐν τοῖς συμποσίοις ᾆσαι, δάφνης κλῶνα ἢ μυῤῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν.
Ἀετὸν κάνθαρος μαιεύεται; παροιμία· τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.
Ἀληλεσμένον βίον καὶ μεμαγμένον βίον; ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου καὶ ἀκόπου.
Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλόντων.
Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος, τὴν ἀντλίαν ἐπαναβῆναι συνέβη καὶ ἐκτῆξαι τοὺς ἅλας. Ὅθεν ἡ παροιμία.
Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἕκαστον ἐξομοιοῦν ἑαυτὸν τούτοις, ἐν οἷς ἂν καὶ γένηται τόποις· ἐκ μεταφορᾶς τοῦ πολύποδος.
Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μέν τι προςποιουμένων, οὐκ εἰδότων δέ· ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον πρὸ τῶν μαντευομένων· ὅθεν καὶ τοῖς τῶν ἀποῤῥήτων κοινωνοῦσι κύαμον ἐτίθουν.
Αἴξ οὐρανία: Κρατῖνος φησὶ καθάπερ Διὸς αἶγα Ἀμαλθείαν, οὕτω καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. Οἱ δὲ τοὺς εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὰς παρέχοντας οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες, ἐπεὶ καὶ ὁ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὃ ἐβούλετο εἶχεν.
Αἲξ τὴν μάχαιραν; παροιμία ἐπὶ τῶν κακῶς τι καθ’ ἑαυτῶν ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης· Κορίνθιοι θυσίαν τελοῦντες Ἥρᾳ ἐνιαύσιον, τῇ ὑπὸ Μηδείας ἱδρυνθείσῃ καὶ Ἀκραίᾳ καλουμένῃ, αἷγα τῇ θεῷ ἔθυον. Τινὲς δὲ τῶν κομισάντων μισθωτῶν ἔκρυψαν τὴν μάχαιραν, καὶ σκηπτομένων [ἐπιλελῆσθαι] ἔνθα ἀπέθεντο, ἡ αἴξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνε, καὶ τὴν μὲν σκῆψιν αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία ἐγένετο· ὅθεν ἡ παροιμία.
Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω κινδύνου παντὸς ῥᾷστα δὲ καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων.
Ἀδύνατα θηρᾷς: ἐπὶ τοῦ ἐγχειροῦντος μείζοσιν ἢ καθ’ ἑαυτόν.
Ἀδράστεια Νέμεσις; ἀπὸ Ἀδράστου· τάττεται δὲ ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονησάντων, ὕστερον δὲ δυςτυχησάντων.
Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης μετὰ τὴν ἀπώλειαν τοῦ ἰδίου πατρὸς Οἰδίποδος τὴν βασιλείαν Θηβῶν παραλαβόντες, περὶ ταύτης συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ’ ἐνιαυτὸν ἄρχειν, καὶ οὕτως κατ’ ἔτος τὴν βασιλείαν ἀμείβεσθαι. Ἄρξαντος οὖν Ἐτεοκλέους καὶ μὴ βουλομένου τῷ ἀδελφῷ τὴν βασιλείαν παραδοῦναι μετὰ τὴν τοῦ χρόνου παρέλευσιν, Πολυνείκης ἐφυγαδεύθη, καὶ πρὸς Ἄργος ἀφικόμενος τοῖς τοῦ Ἀδράστου βασιλείοις προςεπέλασε νύκτωρ, καὶ προςτυχὼν ἐκεῖσε τῷ Τυδεῖ φεύγοντι ἐκ Καλυδῶνος δι’ ὃν εἰργάσατο φόνον, συνάπτει μάχην. Γενομένης δὲ βοῆς Ἄδραστος ἐπιφανεὶς τούτους διέλυσε. Καὶ λογίου τινὸς ἀναμνησθεὶς λέγοντος αὐτῷ, κάπρῳ καὶ λέοντι τὰς θυγατέρας συζεῦξαι, ἀμφοτέρους εἴλετο νυμφίους· εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν προτομὴν λέοντος, ὁ δὲ κάπρου. Ὑπέσχετο οὖν καὶ ἀμφοτέρους εἰς τὰς ἰδίας ἀποκαταστῆσαι πατρίδας. Καὶ πρῶτον ἐπὶ Θήβας στρατεύει, ἔνθα τῶν ἀρίστων Ἀργείων πεσόντων μόνος διέφυγεν Ἄδραστος. Τοὺς δὲ νεκροὺς αὐτῶν ἀτάφους τῶν Θηβαίων ῥιψάντων καὶ μὴ διδόντων ταφῇ, οἱ τῶν ἀποθανόντων παῖδες πρὸς τὸν τοῦ Ἐλέου καταφυγόντες βωμὸν τοὺς νεκροὺς ἐξῄτουν. Ἀθηναίων δὲ στρατευσάντων, οἱ νεκροὶ δἴδονται. Ὅτε καὶ Εὐάδνη ἡ τοῦ Καπανέως γυνὴ ἑαυτὴν τῇ πυρᾷ βαλοῦσα τῷ τοῦ ἀνδρὸς συγκατκαύθη νεκρῷ. Μετὰ δὲ χρόνους οἱ τῶν ἀπολομένων Ἀργείων παῖδες ἐπὶ Θήβας ἐστρατεύσαντο, τὸν τῶν πατέρων θάνατον βουλόμενοι τιμωρήσασθαι. Τειρεσίου δὲ τοῦ μάντεως θεσπίσαντος Θηβαίοις τὴν νίκην ἐπ’ Ἀργείοις κεῖσθαι, δρασμὸν ἐπενόησαν· καὶ στέλλουσι μὲν πρέσβεις πρὸς Ἀργείους, αὐτοὶ δὲ νυκτὸς τὴν πόλιν καπαλιπόντες, φυγάδες ᾤχοντο. Εἰςίασιν οὖν εἰς τὴν πόλιν Ἀργεῖοι, καὶ τὰ ταύτης τείχη καθελόντις τὴν λείαν συνήθροισαν. Ὅθεν ἡ παροιμία προήχθη λέγεσθαι ἐπὶ τῶν ἄδικα διαπραττομένων καὶ τὴν δίκην μὴ ἐκφευγόντων.
Ἁρπαγὰ τὰ Κιννάρου: ταύτης μὲν μέμνηται Καλλίμαχος ἐν ἰάμβοις· Τίμαιος δὲ ἔφη, ὅτι Κίνναρος ἐγένετο πορνοβοσκὸς Σελινούσιος. Πλουσιώτατος γοῦν ἐκ τῆς ἐργασῖας γονόμενος, ζῶν μὲν ἐπηγγέλλετο τὴν οὐσίαν ἱερὰν τῇ Ἀφροδίτῃ παταλεῖψαι, τελευτῶν δὲ τὰ ὄντα προύθηκεν εἰς ἁρπαγήν.
Ἀρχὴ Σκυρία· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· παρόσον πετρώδης καὶ λυπρά. ἐστιν ἡ Σκῦρος.
Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαιόντων καὶ φθειρόντων καὶ διαβολὰς ποιούντων· εἴρηται δὲ παρόσον ἡ Δηϊάνειρα πέπλον ἔπεμψεν Ἡρακλεῖ, ὑφ’ οὗ καυθεὶς ἐφθάρη.
Ἡρακλέους γὰρ τοὺς Κενταύρους καταπολεμήσαντος, εἷς ἐξ αὐτῶν Νέσσος ὀνομαζόμενος διαφυγὼν ἧκεν ἐπὶ ποταμὸν Εὔηνον, ἐν ᾧ καθεζόμενος τοὺς παριόντας διεπόρθμευεν. Ἀπερχόμενος δὲ Ἡρακλῆς πρὸς Κήϋκα εἰς Τραχῖνα ἧκε † μεθ’ ἑαυτοῦ καὶ Δηϊάνειραν. Αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διῄει· Δηϊάνειραν δὲ μισθὸν αἰτηθεὶς, ἐκέλευε Νέσσῳ διακομίζειν. Ὁ δὲ διαπορθμεύων ἐπεχείρει βιάζεσθαι· τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐτόξευσε Νέσσον εἰς τὴν καρδίαν. Οὗτος δὲ μέλλων τελευτᾶν προςκαλεσάμενος Δηϊάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα ἐκμάξασθαι. Ἡ δὲ ποιήσασα τοῦτο, ἐφύλαττε παρ’ ἑαυτῇ. Ἀπελθὼν οὖν Ἡρακλῆς εἰς Τραχῖνα, κἀκεῖθεν στρατευσάμενος ἐπὶ τὴν Οἰχαλίαν, τὴν πόλιν αἱρεῖ. Καὶ ληΐσας ταύτην, ἦγεν Ἰόλην αἰχμάλωτον. Μέλλων δὲ τῷ Διὶ χαριστήρια θύειν, ἔπεμψε πρὸς Δηϊάνειραν λαμπρὰν ἐσθῆτα ζητῶν. Μαθοῦσα δὲ Δηϊάνειρα τὰ περὶ τὴν Ἰόλην, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. Ἐνδυσάμενος οὖν Ἡρακλῆς ἔθυεν. Ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τοῦ χρωτὸς καθήπτετο, τὸν χιτῶνα ἀπέσπα προςπεφυκότα τῷ σώματι. συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. Τοιαύτῃ συμφορᾷ κατασχεθεὶς Ἡρακλῆς, εἰς Τραχῖνα πρὸς Δηϊάνειραν κομίξεται. Αὕτη μὲν οὖν αἰσθομένη τὸ γεγονὸς ἑαντὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἦν ἐκ Δηϊανείρας αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην γῆμαι, παρεγένετο εἰς Οἴτην ὄρος, ἔνθα πυρὰν ἔνησεν, ἧς ἐπιβὰς, ὑφάπτειν ἐκέλευσε. Μηδενὸς δὲ τῶν σὺν ἐκείνῳ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων, τὴν πυρὰν ὑφῆψεν· καὶ τούτῳ τὰ τόξα Ἡρακλῆς ἐδωρήσατο. Καιομένης δὲ τῆς πυρᾶς, λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι.
Αἵματι κλαίειν: κατὰ ὑπερβολὴν, οὐ δάκρυσιν ἀλλ’ αἵμασι κλαίειν.
Αἱροῦντες ᾑρήμεθα; ἐπὶ τῶν ἐλπισάντων κρατεῖν τινων καὶ ὑπ’ ἐκείνων ἁλόντων.
Αἱ Χάριτες γυμναί: ἤτοι ὅτι δεῖ ἀφειδῶς καὶ φανερῶς χαρίζεσθαι· ἢ ὅτι οἱ ἀχάριστοι τὸν ἑαυτῶν κόσμον ἀφῄρηνται.
Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροςδοκήτος ἀφ’ ὧν ἥμαρτον κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ὑπεριπταμένας ἰδὼν ἐμαρτύρατο. Χρόνου δὲ προϊόντος οἱ λῃσταὶ ἐν θεάτρῳ θεώμενοι γεράνους ἱπταμένας πρὸς ἀλλήλους ἔλεγον, Αἱ Ἰβύκου γέρανοι. Εἶτα ἐκ τούτου ἁλόντες ἐκολάσθησαν.
Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκούστων. Ὁμοία δὲ αὕτη καὶ τῇ, Ἀνέμῳ διαλέγῃ.
Αἰθέρα νήνεμον ἐρέσσειν; ἐπὶ τῶν μάτην πονούντων.
Ἀφ’ Ἑστίας ἀρχόμενοι: μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων, Ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι,
Ἄϊδος κυνῆ: πρὸς τοὺς ἐπικρύπτοντας ἑαυτοὺς διά τινων μηχανημάτων. Τοιαύτη γὰρ ἡ τοῦ Ἅιδου κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργόνα ἐδειροτόμησεν.
Ἡ δὲ ἱστορία ἔχει οὕτως. Ἀκρισίῳ περὶ παίδων γενέσεως ἀῤῥένων χρηστηριαζομένῳ, ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς, ὃς αὐτὸν ἀποκτείνῃ. Δείσας δὲ ὁ Ἀκρίσιος, ὑπὸ γῆν θάλαμον χάλκεον κατασκευάσας, Δανάην τὴν αὑτοῦ θυγατέρα ἐφρούρει. Ταύτης ὁ Ζεὺς ἐρασθεὶς, καὶ εἰς χρυσὸν μεταμορφωθεὶς, διὰ τῆς ὀροφῆς εἰς τοὺς αὐτῆς κόλπους ἐῤῥύη. Αἰσθόμενος δὲ ὁ Ἀκρίσιος ἐξ αὐτῆς γεγεννημένον Περσέα, μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔῤῥιψεν αὐτὴν εἰς θάλασαν. Προςενεχθείσης δὲ τῆς λάρνακος ἐν Σερίφῳ νήσῳ, Δίκτυς ἄρας ἀνέτρεφε Περσέα. Βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθεὶς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος τελέσαι τὸν ἔρωτα, συνεκάλει τοὺς φίλους, μεθ’ ὧν καὶ Περσέα, λέγων, ἔρανον θὐνάγεῖν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. Τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν ἄλλων ἤτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος τὴν κεφαλὴν κομίζειν. Ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἑνυὼ, Πεμφρηδώ καὶ Δεινώ. Ἦσαν δὲ αὗται γραῖαι ἐκ γενετῆς, ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἀλλήλαις ἤμειβον. Ὧν κυριεύσας ὁ Περσεὺς, ὡς ἀπῄτουν, ἔφη δώσειν, ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς Νύμφας φέκαὶ ρουσαν. Αὗται δὲ αἱ Νύμφαι πτηνὰ εἶχον πέδιλα, τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν, ἣν ὁ ἔχων οὓς μὲν ἤθελε ἔβλεπεν, ὑπ’ ἄλλων δὲ οὐχ ὡρᾶτο. Ἀπελθὼν οὖν ὁ Περσεὺς, καὶ ἀναλαβόμενος ταῦτα, πτηνὸς διὰ τῶν πεδίλων πρὸς τὰς Γοργόνας ἐφέρετο. Ἦσαν δὲ αἱ Γοργόνες ἀδελφαὶ τρεῖς, Εὐρυάλη, Σθενὼ, Μέδουσα· κεφαλὰς μὲν ἔχουσαι περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας καὶ πτέρυγας δι’ ὧν ἐφέροντο· τοὺς δὲ ἰδόντας, λίθους ἐποίουν. Μόνῃ δὲ τῶν τριῶν θνητὴ ἦν ἡ Μέδουσα. Πρὸς ταύτην ὁ Περσεὺς ἀπεστραμμένος, καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι’ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπε, τὴν χεῖρα ἔτεινεν, Ἀθηνᾶς αὐτὴν κατευθυνούσης. Καὶ καρατομηθείσης τῆς Μεδούσης, αἱ ταύτης ἀδελφαὶ ἀναπτᾶσαι τὸν Περσέα ἐδίωκον. Συνιδεῖν δὲ αὐτὸν μὴ δυνέμεναι διὰ τὴν κυνῆν, ὑπέστρεψαν. Περσεὺς δὲ παραγενόμενος εἰς Σέριφον, καὶ καταλαβὼν Πολυδέκτην συγκαλέσαντα τοὺς φίλους αὐτοῦ πρὸς τὰ βασίλεια, ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων ἕκαστος ἀπελιθώθη. Καὶ καταστήσας τῆς Σερίφου βασιλέα Δίκτυν τὴν κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ δίδωσι, τὴν δὲ κυνῆν Ἑρμῇ, ὡς αύτως δὲ καὶ τὰ πέδιλα καὶ τὴν κίβισιν· ὁ δὲ πάλιν ἀπέδωκε ταῖς Νύμφαις. Ἀναλαβόμενος οὖν Περσεὺς τὴν μητέρα πρὸς Ἄργος ἔσπευδεν, ἵνα τὸν Ἀκρίσιον θεάσηται. Ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς τὸν χρησμὸν, ἀπολιπὼν Ἄργος εἰς Λάρισσαν παραγίνεται. Τοῦ δὲ τῶν Λαρισσαίων βασιλέως γυμνικὸν ἀγῶνα διατιθέντος ἐπὶ κατοιχομένῳ τῷ πατρὶ, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων. Ἀγωνιζόμενος δὲ πένταθλον τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν ἀπέκτεινεν αὐτόν. Καὶ οὕτω πέρας εἴληφεν ὁ χρησμός.
Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει; ἐπὶ τῶν οὔπω τεχθέντων καὶ ὁμοίως λεγομένων.
Αἰάντειος γέλως; ἐπὶ τῶν παραφρόνως γελώντων. Ὁ Αἴας γὰρ παραφροσύνην νοσήσας καὶ μανεὶς διὰ τὸ προτιμηθῆναι τὸν Ὀδυσσέα εἰς τὴν τῶν Ἀχιλλείων ὅπλων κατοχὴν, κατὰ τῶν Ἑλλήνων ξιφήρης ὥρμησε καὶ κατὰ τῶν βοσκημάτων προνοίᾳ θεῶν τραπεὶς ὡς Ἀχαιοὺς ταῦτα φονεύει. Δύο δὲ μεγίστους κριοὺς κατασχὼν ὡς Ἀγαμέμνονα καὶ Μενέλαον δεσμεύσας ἐμάστιξε καὶ κατεγέλα τούτων μαινόμενος. Ὕστερον δὲ σωφρονήσας ἑαυτὸν κτείνει.
Ἄχρι κόρου: παροιμία ἦν, ὅτι, ἄχρι κόρον ἐκεῖνος ἀναίσθητος ἐστίν· καί· οὗτος ἄχρι κόρου ἐφενάκισεν.
Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν τίθεται ἡ παροιμία. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητὴς, παίγνιά τε κατέλιπεν εὐρυθμότατα καὶ χάριν ἔχοντα πλείστην καὶ σκώμματα κομψότατα.
Αἰθίοπα σμήχων; ἐπὶ τῶν μάτην ἀνήνυτον ἔργον ἐπιτελούντων.
Αἰσώπειον αἶμα: ἐπὶ τῶν δυςαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων· ἐπειδὴ τοῖς [Δελφοῖς] ἀδίκως τὸν Αἴσωπον ἀνελοῦσιν ὠργίσθη τὸ δαιμόνιον· καὶ διὰ τοῦτο τὴν Πυθίαν φασὶν ἀνῃρηκέναι αὐτοῖς, ἱλάσκεσθαι τὰ ἐπὶ Αἰσώπῳ μύσος. Οὕτω γὰρ θεοφιλὴς ἐγένετο ὁ Αἴσωπος, ὡς μυθεύεται αὐτὸν ἀναβιῶναι ὡς Τυνδάρεων καὶ Ἡρακλῆν καὶ Γλαῦκον.
Αἰγιέες οὔτε, τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. Οἱ γὰρ Λἰγιεῖς οἱ ἐν Ἀχαίᾳ νικήσαντες Αἰτωλοὺς τῆν Πυθίαν ἐξηρώτων, τίνες εἰσὶ κρείττονες τῶν Ἑλλήνων· ἡ δὲ εἶπεν, Ὑμεῖς δ’ Αἰγιέες οὔτεʹ τρίτοι οὔτε τέταρτοι.
Ἀκαρπότερος εἶ Ἀδώνιδος κήπων: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων εἴρηται ἡ παροιμία· μέμνηται αὐτῆς Πλάτων ἐν Φαίδρῳ. Γίνονται δὲ οὗτοι οἱ κῆποι τοῦ Ἀδώνιδος εἰς ἀγγεῖα κεράμεια σπειρόμενοι ἄχοι χλόης μόνης· ἐκφέρονται δὲ ἅμα τελευτῶντι τῷ θεῷ καὶ ῥιπτοῦνται εἰς κρήνας.
Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: ταύτην φασὶν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν φάσκουσαν φιλεῖν τε καὶ στέργειν αὐτὸν μάλιστα ὑπὲρ πάντας ἀνθρώπους.
Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων λέγεται, παρόσον οἱ ἀκάνθιοι τέττιγες οὐκ ἄδουσιν.
Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Ὅλην δὲ Ἀριστοφάνης ἐν τετραμέτροις † ἐκφέρει λέγων, Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκεσίας γὰρ τις ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πόδα τινὸς ἀλγοῦντος κακῶς ἐθεράπευσεν.
Ἀκκώ: ἐπὶ τῶν μωραινόντων. Ἡ γὰρ Ἀκκὼ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβεβοημένη, ἥν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι· ἔνθεν καὶ τὸ Ἀκκίζεσθαι περὶ ταύτην λελέχθαι.
Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος; ἐπὶ τῶν ἀπειθούντων. Χρησμὸς γὰρ ἐδόθη Ἐντίμῳ τῷ Κρητὶ καὶ Ἀντιφήμῳ τῷ Ῥοδίῳ, φυλάξασθαι τὸν τετράωτον· ἦν δὲ οὗτος λῃστὴς Φοῖνιξ· οἱ δὲ τοῦ χρησμοῦ ἀμελήσαντες ἀπώλοντο. Ἢ ἐπὶ τοῦ πολλὰ ἰδόντος καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν. Ἄλλοι δὲ, τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις.
Ἀκίνητα κινεῖν: καθ’ ὑπερβολὴν, ὅτι μὴ δεῖ κινεῖν μήτε βωμοὺς, μήτε τάφους ἢ ἡρῷα.
Ἀκεσέως καὶ Ἑλικῶνος ἔργα; ἐπὶ τῶν θαύματος ἀξίων. Οὗτοι γὰρ πρῶτοι τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν, ὁ μὲν Ἀκεσεὺς γένος ὢν Παταρεὺς, ὁ δὲ Ἑλικὼν Καρύστιος.
Ἄκρον λάβε, καὶ μέσον ἕξεις ἐπὶ τῶν. δυςφράστων καὶ δυςνοήτων. Οἱ γὰρ τὴν Αἴγιναν οἰκήσαντες, πολέμῳ ἐκπεσόντες τῆς πατρίδος, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ τὸ εἰρημένον αὐτοῖς ἀνεῖλεν· οἱ δὲ συμβαλόντες τὸν χρησμὸν, ἀκρωτήριόν τι κατασχόντες κατὰ μέσον ᾤκησαν. Ἀπὸ δὲ ταύτης τῆς αἰτίας ὅταν τι δυςνόητον θέλωμεν αἰνίττεσθαι, χρώμεθα τῷ προειρημένῳ.
Ἀκόνην σιτίζειν: ἐπὶ τῶν τροφῇ μὲν πολλῄ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων.
Ἀτέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι.
Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων εἴρηται. Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσιν,
Ἄκρῳ ἅψασθαι τῷ δακτύλῳ: ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων· οἷον· Οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος.
Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: ἐπειδὴ τοῖς κοινωνήσασι τούτων φίλοις χρῆσθαι δεῖ.
Ἅλμη οὐκ ἔνεστ’ αὐτῷ: ἐπὶ τοῦ ἁλυκοῦ καὶ ἀηδοῦς κατ’ εἰρωνείαν εἴρηται.
Ἀλλ’ ὥς περ ἥρως ἐν ἀσπίδι ξενίσαι σε βούλομαι; ἐπὶ τούτων εἴρηται, οἱ τοῖς αὑτῶν ἔργοις ἢ τέχναις χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἔνοπλοι ὄντες ἐξενίζοντο.
Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια.
Ἀλλ’ οὐδὲν δεῖ παρὰ τὸν βωμόν σε βουλεύειν: ὅτι μὴ χρὴ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι, ἀλλὰ πρὸ τῶν πραγμάτων· παρόσον καὶ οἱ τὰ ἱερεῖα προςάγοντες πρὸ τοῦ καλλιερῆσαι βουλεύονται.
Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: πάγαις ἁλώσεται λείπει· παρόσον ἅπαξ διαφυγοῦσα πάγας, δεύτερον οὐκ ἐμπεσεῖται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρὸν συκοφάντην ἐκφυγόντων.
Ἀλεκτρυόνων μέμφεσθαι κοιλίαν; ἐπὶ τῶν περὶ τὸν βίον πολυτελῶν καὶ ἁβροδιαίτων.
Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται; ἐπὶ τῶν τοῖς κρείττοσιν ἐριζόντων· ἤτοι ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων.
Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα; ἐπὶ τῶν ἐξαπατᾶν ἐγχειρούντων τοὺς ὁμοίους.
Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως δώροις ἁλισκομένων.
Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.
Ἄλλοισι μὲν γλῶττα, ἄλλοισι δὲ γόμφιοι: παρόσον οἱ μὲν λάλοι, οἱ δὲ φάγοι.
Ἄλλα μὲν Λεύκων λέγει, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει; λέγεται μὲν ἐπὶ τῶν ἀσυμφώνως τοῖς ἔργοις τοὺς λόγους παρεχομένων. Λεύκων γάρ τις γεωργὸς μέλιτος ἀσκοὺς εἰς φορμοὺς ἐμβαλὼν, ἐκόμιζεν Ἀθήναζε. Κριθὰς οὖν τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὑπὲρ κριθῶν ὀλίγον εἰςπραχθησόμενος τέλος, ἐκόμιζε. Τοῦ δ’ ὄνου πεσόντος, οἱ τελῶναι βοηθῆσαι βουλόμενοι, ἔμαθον ὅτι μέλι ἐστὶ, καὶ ἀπηνέγκαντο αὐτὸ ὡς ἀτελώνητον.
Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπειςρέει: ἐπὶ τῶν πονούντων καὶ οὐδὲν πλέον ἀνυόντων. Ἐπειδὰν γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλῶσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ καὶ πλέον εἰςρέῃ, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν.
Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων.
Ἅμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ταχέως τε καὶ ὀξέως ἀνυομένων.
Ἀμελοῦς γωνία: ἐπὶ τῶν ἀργῶς καὶ ῥαθύμως καθημένων. Ἔστι δὲ καὶ χωρίον Λιβύης Ἀμελοῦς γωνία καλούμενον.
Ἀμουσότερος Λειβηθρίων; ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. Λειβήθριοι γὰρ ἔθνος Πιερικόν ἐστιν, οὔτε μέλους ἁπλῶς οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Λέγονται δὲ ἀμουσότατοι εἶναι, ἐπειδὴ παρ’ αὐτοῖς ὁ τοῦ Ὀρφέως ἐγένετο θάνατος.
Ἄμμον μετρεῖν; ἐπὶ τῶν ἀδυνάτων \καὶ ἀνεφίκτων.
Ἅμ’ ἠλέηται, καὶ τέθνηκεν ἡ χάρις; ἐπὶ τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλανθανομένων.
Ἄμμες ποτ’ ἦμες; λακωνικὴ ἡ παροιμία. Οἱ γὰρ πρεςβύτεροι ἐν Λακεδαίμονι χορεύοντες τοῦτο ἐπέλεγον, Ἄμμες ποτ’ ἦμες· ἀντὶ τοῦ, Ἡμεῖς ποτε ἦμεν.
Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων.
Ἂν μὴ παρῇ κρέας, τάριχον στερκτέον; παρεγγυᾷ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.
Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται;
Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον; ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.
Ἀνδρὶ Λυδῷ πράγματ’ οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο; ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων· παρόσον Κροῖσος πολέμιον ἑαυτῷ ἐπεσπάσατο Κῦρον.
Ἀντὶ πέρκης σκορπίον; ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ βελτιόνων.
Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ.
Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: ἐπὶ τῶν ἐν τοῖς κακοῖς μηδεμίαν εὑρισκόντων βοήθειαν φευγόντων τῶν φίλων.
Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροςδοκήτως ὑπὸ ἀνθρώπου σωζομένων ἢ καὶ διά τινα εὐδαιμονούντων.
Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος, παρόσον αἰτήσας οἶνον τὸν Ὀδυσσέα, τῶν ὀφθαλμῶν ἐστερήθη. Ὀδυσσέα γὰρ ἐν τῷ σπηλαίῳ κατασχὼν ὁ Κύκλωψ καὶ τοὺς ἑταίρους αὐτοῦ ἀρξάμενος κατεσθίειν, οἶνον παρ’ αὐτοῦ λαβὼν ἔπιε καὶ ταύτην αὐτῷ τὴν χάριν δίδωσιν, ὕστατον αὐτὸν
Ἂν ἡ λεοντῇ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόςαψον: ἂν μὴ φανερῶς δύνῃ βλάψαι, πανουργίᾳ χρῆσαι. Ἂν μὴ κατὰ ῥώμην τὸ προκείμενον ἐξανύοιτο, μηχανῇ καὶ τέχνῃ περαινέσθω τὸ λειπόμενον. Τάττεται ἡ παροιμία ἐφ’ ὧν σοφίᾳ μᾶλλον ἢ τῇ δυνάμει προςήκει χρῆσθαι, ὡς ὁ ποιητής φησι, Ἢ δόλῳ, ἠὲ βίηφι· ἢ ἀμφαδὸν, ἠὲ κρυφηδόν.
Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν, καὶ μὴ δυναμένων ἵπτασθαι, φέρειν ἐπὶ τῶν ὤμων.
Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος· ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα καὶ πράξεις ἀφικομένων,
Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον; ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων, παρόσον ἅπαν τὸ σῶμα τῶν γερόντων ἀσθενές.
Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν; ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων,
Ἀντλεῖν ἀμφοτέραις: λείπει τὸ χερσίν. Ἐπὶ τῶν σπουδῇ τι ποιούντων. Ὁμοία τῇ, Πάντα κάλων σεῖε.
Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. Ἐπειδὴ ὁ ἄνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδενὸς δὲ τυγχάνει, ἢ μόνην ἄχνην αποφέρεται,
Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ τῶν κακῶν ἀπαιτούντων.
Centuria 2
Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν; ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Μέμνηται αὐτῆς Λουκιανός· Τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφυκε. Καὶ πάλιν, Ἄνθρακάς μου τὸν θησαυρὸν ἀπέφηνας.
Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων.
Ἄξιος εἰ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν. Παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας τὰς ἀσπίδας φοροῦντες πομπεύουσιν.
Ἄξιοι τριχός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία.
Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν; ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ τὰ μείζω μεταπηδώντων,
Ἄπληστος πίθος: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ γαστριμαργούντων. Μετενήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὃν ἀνιμῶσαι ὕδωρ βάλλουσι. Λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι οὐδέποτε πληρούμενος· πάσχουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί· καὶ κόραι δέ, ἃς Λαναΐδας λέγουσιν, πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον. Δύναται δὲ ἡ παροιμία καὶ ἐπ’ αὐτοῦ λέγεσθαι τοῦ Ἅιδου, ὅτι πολλῶν πάντοτε θνησκόντων οὐδέποτε πληροῦται.
Ἡ δὲ αἰτία, δι’ ἣν αἱ Δαναΐδες κατεκρίθησαν τὴν τιμωρίαν ταύτην, οὕτως ἔχει. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ὄντες τῆς τῶν Μελαμπόδων ἐκράτουν γῆς, ἥτις νῦν Αἴγυπτος καλεῖται. Σχόντος δὲ Δαναοῦ θυγατέρας πεντήκοντα, καὶ Αἰγύπτου υἱοὺς πεντήκοντα, Δαναὸς τοὺς παῖδας τοῦ Αἰγύπτου δεδοικὼς στασιάσαντας περὶ τῆς ἀρχῆς, ἀναλαβόμενος τὰς θυγατέρας εἰς Ἄργος ἀφίκετο, κἀκεῖ κατῴκισεν. Ὕστερον δὲ οἱ τοῦ Αἰγύπτου παῖδες πρὸς Δαναὸν ἐλθόντες, τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν, καὶ τὰς θυγατέρας πρὸς γάμον λαβεῖν ἠξίουν. Ὁ δὲ μνησικακῶν αὐτοῦ περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὡς δὲ ἐκληρώσατο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. Αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν, πλὴν Ὑπερμνήστρας. Αὕτη γὰρ Λυγκέα διέσωσε, παρθένον αὐτὴν φυλάξαντα. Λέγεται οὖν διὰ τοῦτο τὰς Δαναΐδος, ἄνευ Ὑπερμνήστρας, ἐν Ἅιδου κατακριθῆναι εἰς τετρημένον πίθον ὕδωρ ἀντλεῖν.
Ἀπὸ βαλβῖδος: οἷον ἀπ’ ἀρχῆς χρὴ ἀγαθὸν εἶναι, ἢ τεχνίτην, ἢ κοινῶς ἐπὶ πάντων.
Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτης: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.
Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυςκόλων περιγινομένων.
Ἀττικὸς εἰς λιμένα: ἡ παροιμία ἐστὶ ἐπὶ τῶν [ἐν τοῖς λιμέσι] τὴν ἀνδρείαν ἐπιδεικνυμένων. Οἱ γὰρ Ἀττικοὶ ναῦται ὁπότε καταπλέοιεν οἴκαδε, προθυμότερον ἤλαυνον τοῖς οἰκείοις ἐπιδεικνύμενοι.
Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί; αὕτη κατὰ τῶν ἀχαρίστων λέγεται. Φασὶ δὲ αὐτὴν ὑπὸ Μαίσωνος τοῦ Μεγαρέως πεποιῆσθαι.
Ἁλώνητον ἀνδράποδον: ἶσον τῷ, βάρβαρον καὶ εὐτελές. Εἰς τὴν μεσόγειον γὰρ ἀναβάντες οἱ ἔμποροι ἐκόμιζον ἅλας, ἀνθ’ ὧν τοὺς οἰκέτας ἐλάμβανον. Ὅθεν καὶ ὁ κωμικὸς φησί· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος.
Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων πολλά. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηναῖος προθύμως ἐπαγγελλόμενος.
Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: αὕτη παραπλήσιόν τι λέγει τῷ Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ἁλιεὺς γὰρ, ὡς φασὶ, τοὺς ἁλισκομένους ἐν τῷ λίνῳ ἰχθῆς μετεχειρίζετο, καὶ πληγεὶς ὑπὸ σκορπίου, ἔφη, Πληγεὶς νοῦν οἴσω, καὶ ταῖς χερσὶν οὐκέτι τῶν νεσθηρεύτων ἰχθύων ἥπτετο. Μέμνηται αὐτῆς Σοφοκλῆς.
Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. Μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσσήνιος.
Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ: ἐν Κύκλωπι δράματι Πολύφημος οὕτως πρὸς Ὀδυσσέα λέγει, ὅθεν εἰς παροιμίαν περιέστη.
Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ; ταύτης μέμνηται Μένανδρος καὶ Σώφρων καὶ Ἄλεξις. Λέγουσι δὲ ὅτι οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι πόλεμον ἔσχον πρὸς Κροτωνιάτας καὶ ἔπεμψαν εἰς Λακεδαίμονα συμμαχίας δεόμενοι· οἱ δὲ ἀπεκρίναντο αὐτοῖς, ὅτι δύναμιν μὲν οὐ δώσουσι, τοὺς δὲ Διοςκούρους αὐτοῖς ἐπιπέμψουσιν. Ἀναστρέψαντες δὲ οἱ Λοκροὶ μάχης γενομένης ἐνίκησαν τοὺς Κροτωνιάτας, τῶν Διοςκούρων συλλαβομένων· τὴν δὲ νίκην ἐκ τοῦ αὐτομάτου φήμη τις ἤνεγκεν εἰς τὴν Λακεδαίμονα, μηδενὸς ἀφιγμένου ἀγγέλου. Μετὰ δὲ ταῦτα ἐλθόντες τινὲς ἀπήγγειλαν τῇ αὐτῇ ἡμέρᾳ γεγενῆσθαι τὴν μάχην καὶ τὴν νίκην. Ἐπειδὴ οὖν τὰ παρὰ τῆς φήμης ἀγγελθέντα ὑπῆρχον ἀληθῆ, ἡ παροιμία εἴρηται ἐπὶ τῶν πάνυ ἀληθῶν. Σάγρα δ’ ἔστι τόπος, ἐν ᾧ τὴν μάχην ἐνίκησαν οἱ Λοκροί.
Αἲξ Σκυρία: Χρύσιππος φησὶν ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν· ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. Ἄλλοι δὲ φασὶν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι, διὰ τὸ πολὺ γάλα φέρειν τὰς Σκυρίας αἶγας. Μέμνηται Πίνδαρος καὶ Ἀλκαῖος.
Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴενται: οὕτως Ἡράκλειτος ἐχρήσατο τῇ παροιμίᾳ, ὡς Ἡρακλέους ἐπιφοιτήσαντος ἐπὶ τὴν οἰκίαν Κήϋκος τοῦ Τραχινίον, καὶ οὕτως εἰπόντος. Εὔπολις δὲ ἐν Χρυσῷ γένει ἑτέρως φησὶν ἔχειν τὴν παροιμίαν· Αὐτόματοι δ’ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. Καὶ ὁ Πλάτων ἐν τῷ Συμποσίῳ οὕτως αὐτῇ ἐχρήσατο.
Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ’ ἔβη: ἐπειδὴ τὶς, ὡς φασὶν, ἔμπορος ἔπλει τὴν ναῦν ἁλῶν πληρώσας· ἀποκαθευδησάντων δὲ τῶν ναυτῶν ἐπειςελθοῦσα ἡ θάλασσα τούς τε ἅλας ἐξέτηξε καὶ τὴν ναῦν κατεπόντισεν.
Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων καὶ μετατρεπομένων εἴρηται ἡ παροιμία. Ἐπειδὴ οἱ Πάριοι πολεμρύμενοι ὑπὸ Ἀθηναίων καὶ ἀνοχὰς παρ’ αὐτῶν αἰτήσαντες καὶ τυχόντες ἐπὶ ὑποσχέσει τοῦ παραδώσειν τὴν πόλιν, εἶτα προςδοκήσαντες συμμαχίαν ἥξειν ποθὲν, ἔλυσαν τὰ ὁμολογούμενα.
Ἀνθ’ Ἑρμιόνος; εἴρηται ἡ παροιμία ἐπὶ τῶν σωζόντων τοὺς ἱκέτας· ἐπειδὴ ἐν Ἑρμιόνῃ τῆς Πελοποννήσου ἱερὸν ἦν Κόρης καὶ Δήμητρος, ἀσφάλειαν παρέχον τοῖς καταφεύγουσιν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Βαβυλωνίοις.
Ἀνερίναστος εἶ: τάττεται ἡ παροιμία παρ’ Ἑρμίππῳ ἐν Στρατιώταις. Φασὶ δὲ ὅτι ἐρινεοῦ τῆς ὀλυνθηφόρου ἐν τῷ καρπῷ φύεται θηρία, ἃ προςαγορεύουσι ψῆνας. Τούτων οἱ γεωργοὶ λαβόντες ἀφάπτουσι τῶν κλάδων ταῖς συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀποῤῥέῃ. Ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει, Διόπερ ἐπὶ τῶν ἅπερ ἂν λάβωσι μὴ διακρατούντων εἰρῆσθαι τὴν παροιμίαν.
Ἅ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: αὕτη λέλεκται ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. Μετενήνεκται δὲ ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις, ἐν ᾧ ἔχρησε τότε ὁ θεὸς ἀπολεῖσθαι τοὺς Λακεδαιμονίους, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσι. Μέμνηται τοῦ χρησμοῦ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ.
Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ σμικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συγκρίνοι.
Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ καθ’ ἑαυτούς. Λέγει δὲ Δοῦρις ὅτι ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.
Αὐτῷ μελητέον, ἀλλ’ ἐπὶ τὸν οἶκον: μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Γεωργοῖς, καὶ Πλάτων ὁ κωμικός. Ἦν δὲ οὗτος ὁ οἶκος μέγας εἰς ὑποδοχὴν μισθουμένων.
Ἀττικὸς πάροικος: Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κρατερὸς δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.
Αὐτοὶ χελώνας ἔσθεθ’ οἵπερ εἵλετε: ἁλιεῖς ποτε χελώνας ἀνασπάσαντες διὰ τῶν δικτύων, διένειμον τοῖς παριοῦσιν. Οἱ δὲ μὴ βουλόμενοι λαμβάνειν εἶπον τοῖς ἁλιεῦσιν, Αὐτοὶ χελώνας ἐσθίετε, οἵπερ εἵλετε. Ὅθεν εἰς παροιμίαν ὁ λόγος περιέστη.
Ἀσπένδιος κιθαριστής; Ζήνων ὁ Μύνδιος ἐπὶ τῶν φιλοχρημάτων φησὶ τετάχθαι τὴν παροιμίαν, λέγων· Καθάπερ οἱ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δὲ ἐν τῷ ὀργάνῳ, οὕτως καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτὸν πάντα.
Αὐτῷ κανῷ: αὕτη τάττεται κατὰ τῶν ἄρδην ὁτιοῦν λυμαινομένων, Φησὶ γὰρ ὁ Δίδυμος ὅτι τὰ δεῖπνα ἐπὶ κανῶν ἐκομίζετο. Καθάπερ ἐν Γρυψὶ λέγει καὶ Πλάτων· Ἀνηρπάκασ’ ἁπαξάπαντ’ αὐτῷ κανῷ.
Ἀφύα πῦρ: ἐπὶ τῶν τὸ τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει μόνον ἰδοῦσαν τὸ πῦρ.
Ἀφ’ ἵππων ἐπ’ ὄνους: τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ τῶν σεμνῶν ἐπὶ τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἐπὶ πραγματικὰ, ἢ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων,
Ἀτρέως ὄμματα: οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ ἑψήσας, δειπνοῦντι παρέθηκε τῷ πατρὶ, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι.
Ἄφωνος Ἱππαρχίων: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρῳδοὶ διάσημοι ἐγένοντο, Ἱππαρχίων καὶ Ῥουφῖνός. Καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγομένου ἐν Ἡλιουπόλει κατὰ τὸ ἔθος, Ἱππαρχίων ἀχανὴς ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον.
Ἄρκτου παρούσης, ἴχνη μὴ ζήτει: ἐπὶ τῶν δειλῶν κυνηγῶν εἴρηται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Βακχυλίδης ἐν Παιᾶσιν.
Ἄιδεις ὥς περ εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίστου καὶ φιληδονοῦντος. Εὐχερὴς γὰρ ὁ πρὸς τὴν Δῆλον πλοῦς, καὶ οἱ ἐκεῖσε καταίροντες ἀφροντίστως πλέοντες ᾖδον.
Ἀετοῦ γῆρας; κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ παντὸς νεάζοντος ὄρνιθος. Λέγεται δὲ τὸν βίον ἀετὸς καταστρέφεσθαι, τῆς καμπῆς τοῦ ἄνω χείλους πρὸς τὸ κάτω συγκαμψάσης.
Ἀράβιος αὐλητής: φασὶ τοὺς Ἀραβίους ἐν ταῖς νυκτεριναῖς φυλακαῖς κεχρῆσθαι αὐλῷ ἐπιμήκει· τὸν δὲ αὐλὸν τοῦτον διαδέχεσθαι ἄλλον ἀπ’ ἄλλου, καὶ αὐλεῖν πῦρ ἀνακαίοντας ἄχρις ἂν γένηται ἡμέρα.
Ἅλις δρυός: ἐπὶ τῶν ἐκ φαυλοτέρας διαίτης ἐρχομένων ἐπὶ βελτίονα εἴρηται ἡ παροιμία. Ἐπειδὴ τὸ ἀρχαῖον οἱ ἄνθρωποι βαλάνοις δρυὸς τρεφόμενοι, ὕστερον εὑρεθεῖσι τῆς Δήμητρος καρποῖς ἐχρήσαντο.
Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν συνεχῶς αἰτούντων ἢ παρὰ τῶν αὐτῶν δανειζομένων εἴρηται ἡ παροιμία. Ἐπεὶ βαλάνοις ἔζων τὸ πρὶν οἱ ἄνθρωποι· καὶ Βαλανιστὰς ἐκάλουν τοὺς μισθῷ τὸν καρπὸν τοῦτον συλλέγοντας. Πρὸς τοίνυν τοὺς τῆς συλλογῆς ἤδη πεπληρωμένης περισκοποῦντας εἴτινες εἶεν ἐν τῇ δρυῒ βάλανοι, οἱ παριόντες ἔλεγον σκώπτοντες, Ἄλλην δρῦν βαλάνιζε.
Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοξένων, καὶ πρὸς ὑποδοχὴν ἑτοίμων· παρόσον ὁ Κορίνθιος Κύδων φιλοξενώτατος ἐγένετο.
Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων.
Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι; ἐπὶ πῶν εἰς πάντα εὐδαιμονούντων. Οἱ δὲ, ἐπὶ τῶν ἀξίως τιμωμένων.
Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται, οὔτε φιλία: ὁ Μυλῶν ὁ παροιμιογράφος Ἰβύκειον τὴν παροιμίαν ταύτην φησὶν, ὡς πρώτου χρησαμένου τοῦ Ἰβύκου.
Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παροιμία ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν.
Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμενον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιὰν, προςερχόμενον αὐτῇ καθ’ ὕδατος ὁραθείσῃ.
Ἀμαλθείας κέρας: ἡ παροιμία αὕτη ὁμοία ἐστὶ τῇ, Αἲξ οὐρανία.
Εἴρηται δὲ ἐντεῦθεν. Ἡ Ῥέα τὸν Δία τεκοῦσα ἐν Κρήτῃ, δίδωσι τοῦτον πρέφεσθαι ταῖς Μελισσέως παισὶ Νύμφαις Ἀδραστείᾳ τε καὶ Ἴδῃ. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι· αὐξηθεὶς δὲ ὁ Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν, ὅθεν Αἴξ οὐρανία λέγεται, θάτερον δὲ τῶν ταύτης κεράτων ταῖς Νύμφαις δίδωσι, δεδωκὼς αὐτῷ χάριν, ἵν’ ὅπερ αἱ Νύμφαι θέλωσιν, αὐταῖς ἀναβλύζῃ. Τοῦτο ὕστερον Ἀχελῶος λαβὼν, Ἡρακλεῖ δέδωκεν ἀντίλυτρον περιάξαντι θά-. τερον τῶν κεράτων αὐτοῦ, ὅτε περὶ τοῦ γάμου τῆς Δηϊανείρας πρὸς ἀλλήλους ἐμάχοντο. Εἴρηταὶ οὖν ἡ παροιμία ἐπὶ τῶν ἀφθόνως τισὶ παρεχομένων τὰς τοῦ πλουτεῖν ἀφορμάς· ἐπεὶ καὶ ὁ τὸ κέρας τῆς Ἀμαλθείας ἔχων, πᾶν ὃ ἐβούλετο ἀφθόνως ἐλάμβανεν.
Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν θελόντων διδάσκειν.
Ἀετὸς ἐν νεφέλαις: ἔστι μὲν οὖν χρησμός· εἴρηται δὲ ἐπὶ τῶν δυςαλώτων, παρόσον ὁ ἀετὸς ἐν νεφέλαις ὢν οὐχ ἁλίσκεται.
Ἀεὶ φέρει τὶ Λιβύη καινὸν κακόν: ἐπὶ τῶν κακουργοτάτων, καὶ ἀεὶ προςεξευρισκόντων νεώτερον τι κακόν.
Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν; ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸς ἀξίων.
Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τοῦ ἀφροντιστοῦντος καὶ καταφρονοῦντος τῶν μικρῶν.
Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος ἐστὶ τῆς Ἀρκαδίας λεπτόγεως, σκληρὸς καὶ ἄκαρπος, περὶ ὃν πονοῦντες γεωργοὶ οὐδὲν κομίζονται.
Ἀνάγυρον κινεῖν: ἔστιν ὁ Ἀνάγυρος (Ἀναγυροῦς) δῆμος Ἀττικὸς, ἔνθα δυςῶδες φυτὸν φύεται, οὕτω καλούμενον Ἀνάγυρος. Εἴρηται οὖν ἡ παροιμία ἐντεῦθεν ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ κακῷ ἑαυτῶν. Τινὲς δὲ λέγουσιν ὅτι Ἀνάγυρος ἥρως γέγονεν, ὅστις τοὺς οἴκους τῶν γειτονούντων αὐτῷ ἐκ βάθρων ἀνέστρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Λυσιστράτῃ.
Ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγαὶ: παροιμία ἐπὶ τῶν ὑπεναντίως λεγομένων ἢ γινομένων· οἷον εἰ ὁ πόρνος τὸν σώφρονα ἔλεγε πόρνον. Ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω.
Ἀπ’ ὄνου καταπεσών; ἡ παροιμία τέτακται ἐπὶ τῶν μειζόνων καὶ ἀδυνάτων· ὡς Ἀριστοφάνης·…
…
The complete text is available when the reading interface loads.