Fragmenta
- Authority group
- Strabo (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, FGrH #91: 2A:430–436.
- CTS identifier
urn:cts:greekLit:tlg0099.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2a,91,F
7
συνέβη καὶ δὴ τὰ συντάγματα τῶν Ἰουδαίων θρέψαι
διαφερόντως καὶ συναυξῆσαι χρώμενα τοῖς πατρίοις
τῶν Ἰουδαίων νόμοις.> (117) <ἐν γοῦν Αἰγύπτωι κατοικία
τῶν Ἰουδαίων ἐστὶν ἀποδεδειγμένη χωρίς, καὶ τῆς Ἀλε-
ξανδρέων πόλεως ἀφώρισται μέγα μέρος τῶι ἔθνει τού-
τωι. καθίσταται δὲ καὶ ἐθνάρχης αὐτῶν, ὃς διοικεῖ τε
τὸ ἔθνος καὶ διαιτᾶι κρίσεις καὶ συμβολαίων ἐπιμελεῖ-
ται καὶ προσταγμάτων, ὡς ἂν πολιτείας ἄρχων αὐτοτε-
λοῦς.> (118) <ἐν Αἰγύπτωι μὲν οὖν ἴσχυσε τὸ ἔθνος διὰ τὸ
Αἰγυπτίους εἶναι τὸ ἐξ ἀρχῆς τοὺς Ἰουδαίους καὶ διὰ τὸ
πλησίον ἔσεσθαι τὴν κατοικίαν τοὺς ἀπελθόντας ἐκεῖ-
θεν, εἰς δὲ τὴν Κυρηναίαν μετέβη διὰ τὸ καὶ ταύτην
ὅμορον εἶναι τῆι τῶν Αἰγυπτίων ἀρχῆι, καθάπερ τὴν
Ἰουδαίαν, † μᾶλλον δὲ τῆς ἀρχῆς ἐκείνης πρότερον 〈μέρος〉.«>
Στράβων μὲν δὴ ταῦτα λέγει.
8
PLUTARCH. Sulla 26: Σύλλαι δὲ διατρίβοντι περὶ τὰς Ἀθήνας
ἄλγημα ναρκῶδες μετὰ βάρους εἰς τοὺς πόδας ἐνέπεσεν, ὅ φησιν ὁ Στράβων
ποδάγρας ψελλισμὸν εἶναι. διαπλεύσας οὖν εἰς Αἴδηψον ἐχρῆτο τοῖς
θερμοῖς ὕδασι, ῥαιθυμῶν ἅμα καὶ συνδιημερεύων τοῖς περὶ τὸν Διόνυσον
τεχνίταις.
9
—Lucull. 28: ταύτης τῆς μάχης Ἀντί-
οχος ὁ φιλόσοφος ἐν τῆι Περὶ θεῶν γραφῆι μνησθεὶς οὔ φησιν ἄλλην
ἐφεωρακέναι τοιαύτην τὸν ἥλιον. Στράβων δ' ἕτερος φιλόσοφος ἐν τοῖς
Ἱστορικοῖς Ὑπομνήμασιν αὐτοὺς λέγει τοὺς Ῥωμαίους αἰσχύνεσθαι καὶ
καταγελᾶν ἑαυτῶν ἐπ' ἀνδράποδα τοιαῦτα δεηθέντας ὅπλων. Λιούιος δὲ
(per. 98) .....
10
JOSEPH. c. Ap. II 83—84: quia vero Antiochus neque
iustam fecit templi depraedationem, sed egestate pecuniarum ad hoc
accessit, cum non esset hostis, et super nos auxiliatores suos et amicos
adgressus est nec aliquid dignum derisione illic invenit, multi et digni
conscriptores super hoc quoque testantur, Polybius Megalopolita Strabon
Cappadox Nicolaus Damascenus (90 F 91) Timagenes (88 F 4) et Castor
temporum conscriptor (250 F 13) et Apollodorus (244 F 79) .....
11
—AJ XIII 319: φύσει δ' ἐπιεικεῖ κέχρητο
καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτωι καὶ Στράβων, ἐκ τοῦ
Τιμαγένους ὀνόματος (88 F 5) λέγων οὕτως· <»ἐπιεικής τε ἐγένετο
οὗτος ὁ ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν
τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν
Ἰτουραίων ἔθνους ὠικειώσατο δεσμῶι συνάψας τῆι τῶν
αἰδοίων περιτομῆι.«>
12
JOSEPH. AJ XIII 345: (Timagenes 88 F 6) Πτολεμαῖος
δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν ὀψίας ἐπι-
γενομένης ἔν τισι κώμαις τῆς Ἰουδαίας κατέμεινεν, ἃς γυναικῶν εὑρὼν
μεστὰς καὶ νηπίων ἐκέλευσεν τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ
κρεουργοῦντας ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι.
(346) τοῦτο δὲ προσέταξεν, ἵν' οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς
αὑτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους καὶ διὰ
τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτ' ἰδόντες. (347) λέγει δὲ καὶ
Στράβων καὶ Νικόλαος (90 F 93), ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρό-
πον, καθὼς κἀγὼ προείρηκα.
13
——XIV 104: περὶ δὲ τῆς Πομπηίου καὶ Γαβινίου
στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος ὁ Δαμασκηνὸς (90 F 97) καὶ
Στράβων ὁ Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων.
14
——XIV 34: μετ' οὐ πολὺ δὲ Πομπηίου εἰς Δαμασκὸν
ἀφικομένου καὶ Κοίλην Συρίαν ἐπιόντος ἧκον παρ' αὐτὸν πρέσβεις ἐξ ὅλης
Συρίας καὶ Αἰγύπτου καὶ ἐκ τῆς Ἰουδαίας· ἔπεμψε γὰρ αὐτῶι μέγα δῶρον
Ἀριστόβουλος ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. (35) μέμνηται
δὲ τοῦ δώρου καὶ Στράβων ὁ Καππάδοξ λέγων οὕτως· <»ἦλθεν δὲ καὶ
ἐξ Αἰγύπτου πρεσβεία καὶ στέφανος ἀπὸ χρυσῶν τετρα-
κισχιλίων, καὶ ἐκ τῆς Ἰουδαίας εἴτε ἄμπελος εἴτε κῆπος·
τερπωλὴν ὠνόμαζον τὸ δημιούργημα. (36) τοῦτο μέντοι
τὸ δῶρον ἱστορήκαμεν καὶ ἡμεῖς ἀνακείμενον ἐν Ῥώμηι
ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Καπετωλίου ἐπιγραφὴν ἔχον
〈Ἀριστοβούλου τοῦ〉 Ἀλεξάνδρου τοῦ τῶν Ἰουδαίων βασι-
λέως. ἐτιμήθη δὲ εἶναι πεντακοσίων ταλάντων.«> Ἀριστό-
βουλον μὲν οὖν τοῦτο λέγεται πέμψαι τὸν Ἰουδαίων δυνάστην.
15
——XIV 66: καὶ γὰρ ἁλούσης τῆς πόλεως (sc. τῶν
Ἱεροσολύμων) περὶ τρίτον μῆνα τῆι τῆς νηστείας ἡμέραι κατὰ ἐνάτην
καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα ὑπατευόντων Γαίου Ἀντωνίου καὶ
Μάρκου Τυλλίου Κικέρωνος οἱ πολέμιοι μὲν εἰσπεσόντες ἔσφαττον τοὺς ἐν
τῶι ἱερῶι, (67) οἱ δὲ πρὸς ταῖς θυσίαις οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν
..... (68) ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας
ἐμφανίζων, ἀλλ' ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήιον πράξεις
ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος (90 F 98) καὶ πρὸς
αὐτοῖς Τίτος Λίβιος (per. 102) .....
16
——XIV 137: καταλύσας μέντοι Καῖσαρ μετὰ χρόνον
τὸν πόλεμον καὶ εἰς Συρίαν ἀποπλεύσας ἐτίμησεν μεγά-
λως, Ὑρκανῶι μὲν τὴν ἀρχιερωσύνην βεβαιώσας, Ἀντιπάτρωι δὲ πολιτείαν
ἐν Ῥώμηι δοὺς καὶ ἀτέλειαν πανταχοῦ. (138) λέγεται δ' ὑπὸ πολλῶν
Ὑρκανὸν ταύτης κοινωνῆσαι τῆς στρατείας καὶ ἐλθεῖν εἰς Αἴγυπτον. μαρτυρεῖ
δέ μου τῶι λόγωι καὶ Στράβων ὁ Καππάδοξ λέγων ἐξ Ἀσινίου ὀνόματος
οὕτως· <»μετὰ τὸν Μιθριδάτην εἰσβαλεῖν εἰς τὴν
Αἴγυπτον καὶ Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἀρχιερέα.«>
17
——XIV 139: ὁ δ' αὐτὸς οὗτος Στράβων καὶ ἐν ἑτέροις
πάλιν ἐξ Ὑψικράτους ὀνόματος (190 F 1) λέγει οὕτως· <»τὸν δὲ
Μιθριδάτην ἐξελθεῖν μόνον. κληθέντα δ' εἰς Ἀσκάλωνα
Ἀντίπατρον ὑπ' αὐτοῦ τὸν τῆς Ἰουδαίας ἐπιμελητὴν
τρισχιλίους αὐτῶι στρατιώτας συμπαρασκευάσαι καὶ
τοὺς ἄλλους δυνάστας προτρέψαι· κοινωνῆσαι δὲ τῆς
στρατείας καὶ Ὑρκανὸν τὸν ἀρχιερέα.«> ταῦτα μὲν Στράβων
φησίν.
18
——XV 8:
Ἀντώνιος δὲ λαβὼν αἰχμά-
λωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι θριάμβου φυλάττειν. ἐπειδὴ
δ' ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν
Ἀντιγόνωι διαμένον, ἔγνω. τοῦτον ἐν Ἀντιοχείαι πελεκίσαι· σχεδὸν γὰρ
οὐδ' ἄλλως ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι. (9) μαρτυρεῖ δέ μου τῶι λόγωι
Στράβων ὁ Καππάδοξ λέγων οὕτως· <»Ἀντώνιος δὲ Ἀντίγονον τὸν
Ἰουδαῖον ἀχθέντα εἰς Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε
μὲν οὗτος πρῶτος Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ
οἰηθεὶς ἕτερον τρόπον μεταθεῖναι ἂν τὰς γνώμας τῶν
Ἰουδαίων, ὥστε δέξασθαι τὸν ἀντ' ἐκείνου καθεσταμένον
Ἡρώδην. οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν
αὐτὸν ὑπέμειναν· οὕτως μέγα τι ἐφρόνουν περὶ τοῦ
πρώτου βασιλέως. (10) τὴν οὖν ἀτιμίαν ἐνόμισε μειώ-
σειν ** τῆς πρὸς αὐτὸν μνήμης, μειώσειν δὲ καὶ τὸ πρὸς
Ἡρώδην μῖσος.«> ταῦτα μὲν ὁ Στράβων.
19
PLUT. Caes. 63: ἀλλ' ἔοικεν οὐχ οὕτως ἀπροσδόκητον ὡς
ἀφύλακτον εἶναι τὸ πεπρωμένον, ἐπεὶ καὶ σημεῖα θαυμαστὰ καὶ φάσματα
φανῆναι λέγουσι. σέλα μὲν οὖν οὐράνια καὶ
κτύπους νύκτωρ πολλαχοῦ διαφερομένους καὶ καταίροντας εἰς ἀγορὰν
ἐρήμους ὄρνιθας οὐκ ἄξιον ἴσως ἐπὶ πάθει τηλικούτωι μνημονεῦσαι·
Στράβων δὲ ὁ φιλόσοφος ἱστορεῖ πολλοὺς μὲν ἀνθρώπους διαπύρους
ἐπιφερομένους φανῆναι, στρατιώτου δὲ ἀνδρὸς οἰκέτην ἐκ τῆς χειρὸς
ἐκβαλεῖν πολλὴν φλόγα καὶ δοκεῖν καίεσθαι τοῖς ὁρῶσιν, ὡς δὲ ἐπαύσατο,
μηδὲν ἔχειν κακὸν τὸν ἄνθρωπον. αὐτῶι δὲ Καίσαρι θύοντι τὴν καρδίαν
ἀφανῆ γενέσθαι τοῦ ἱερείου, καὶ δεινὸν εἶναι τὸ τέρας· οὐ γὰρ ἂν φύσει
γε συστῆναι ζῶιον ἀκάρδιον.