Strabonis Geographiae Chrestomathia
Author namesStrabon · Strabo · Στραβων
- Scientific editors
- Karl Müller
- Edition reference
- Geographi Graeci Minores · Paris · Ambroise-Firmin Didot · 1861
- CTS identifier
urn:cts:greekLit:tlg0099.tlg004.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Ὅτι Ὅμηρος πρῶτος ἐτόλμησε γεωγραφῆσαι.
Ὅτι γὰρ ἡ γῆ ὑπὸ τοῦ ὠκεανοῦ περικλύζεται νήσθυ δίκην, αὐτὸς λέγει, νῦν μέν· « εἶμι γὰρ ὀψομένκ πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε· » νῦν δὲ περὶ τοῦ ἀνατολικοῦ τῆς γῆς· « ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρσύρας, ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο· » περὶ δὲ τοῦ δυτικοῦ· « ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο· » περὶ δὲ τοῦ νοτίου· « Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη· » περὶ δὲ τοῦ βορείου· « οἶη δ᾿ ἄμορός ἐστι λοετρῶν ὠκεανοῖο· » ὠκεανὸν δὲ λέγει τὸν ὁρίζοντα.
Ὅτι ἀψόρροον Ὅμηρος τὸν ὠκεανὸν λέγει διὰ τὰς ἀμπώτεις καὶ πλημμυρίδας. Τοιοῦτον δὲ καὶ τὸ τρὶς μὲν γάρ τ᾿ ἀνίησιν ἐπ᾿ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ· » καὶ γὰρ, εἰ μὴ τρὶς, ἀλλὰ δὶς, ἴσως ἢ ἡ γραφὴ ἦμάρτηται ἢ ἡ ποιητικὴ ὑψηγορία ἢ ἡ ἱστορία παρέπεσε. Τοιοῦτον δὲ καὶ τὸ « ἐξ ἀκαλαρρείταο· » ἡ γὰρ ἄμπωτις πραεῖα καὶ οὐκ ἀθρόα.
Ὅτι καὶ τὸ σκοπέλους λέγειν τὸν Ὅμηρον τοτὲ μὲν καλυπτομένους, τοτὲ δὲ γυμνουμένσυς τὰς ἀμπώτεις καὶ πλημμσρίδας αἰνίττεται.
Ὅτι τὰ πάθη τοῦ ὠκεανοῦ τὰ περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ συνεχῆ καὶ μίαν εἶναι τὴν θάλκσσαν. Πανταχοῦ γὰρ ἡ αὐτὴ αὔξησις καὶ μείωσις τοῦ ὕδατος ἢ οὐ πολὺ παραλλάττει, ὡς ἂν ἀπὸ μιᾶς αἰτίας γινομένη.
Ὅτι Ὅμηρος πᾶσαν τὴν καθʼ ἡμᾶς παραλίαν γεωγραφφῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κᾶρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἔτι δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰήτην κοὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πληστιοχώρους Μυσοὺς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισσαν καὶ τὴν ἑξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίας εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσην καὶ Σικελοὺς καὶ Ἠλύσιον πεδίον. Εἰ δέ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία.
Ὅπ Ἀναξίμανδρος, ὁ Θαλοῦ μαθητὴς καὶ πολιτης, πρωτὸς γειωγρκφικὸν πίνκκα ἐξέδωκεν· Ἑκατκῖος δὲ σύγγραμμκ.
Ὅτι ἀδύνατον ἄνευ τῆς τῶν οὐρανίων θεωρίας γεωγραφῆσαι· καὶ γὰρ δεῖ πρὸς μέν τὰ μήκη τῶν πόλεων τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης παρατηρήσεων, πρὸς δὲ τὰ πλάτη τῆς τῶν κλιμάτων διαφορᾶς.
Ὅτι ἡ γεωγραφία συνῆπται ἔκ τε γεωμετρίας καὶ μετεωρολογίας.
Ὅτι, εἰ καὶ τὰ οὐράνια τῷ τόπῳ ἀφέστηκε τῶν ἐπιγείων τοσοῦτον, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης, ἀλλὰ τῆ θεωρίᾳ ἥνωται.
Ὅτι τοὺς παρʼ Ὁμίρῳ Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας δεῖ Ἄραβας ἐξακούειν, παρὰ τὸ ἐν τῇ ἔρᾳ, τῇ γῆ, ἐμβαίνειν.
Ὅτι ἡ γεωγραφίκ, οὐ μόνον διὰ φιλοσοφίαν μεγάλα συντελεῖ, ἀλλὰ καὶ διὰ πολιτικὰς καὶ στρατηγικὰς φρονήσεις τε καὶ πράξεις.
Ὅτι τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νοῦν γνῶναι καὶ τὸ ἐπὶ τοῦ Ἡρακλέους « μεγάλων ἐπιίστορα ἔργων εἰρημένον τὴν ἐκ τῆς γεωγραφικῆς ἱστορίας διαγινομένην φρόνησιν ἐμφανίζει.
Ὅτι ἡ μὲν γεωγραφία, τῆς ὅλης οὖσα οἰκουμένης ἶστορία, περὶ τὸ ποσὸν μᾶλλον καταγίνεται, ὡς μαθηματικωτέρα· ἡ δὲ χωρογραφία τόπου τινὸς οὖσα, οἶον ὡς Ὅμηρος λέγει· « εἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν, » καὶ πολύκνημον Ἐτεωνὸν καὶ πολυτρήρωνα Θίσβην καὶ πολυστάφυλον Ἄρνην, περὶ τὸ ποιὸν τῆς χώρας· οἶον εἰ βαθύγειος, εἰ ὀρεινὴ, εἰ πεδιὰς, εἰ ἄξυλος, εἰ μέταλλα ἔχουσα.
Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἐλλάδα τυχὸν, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς.
Ὅτι δεῖ γεωμετρικῆς καὶ ἀστρονομίας τῷ γεωγραφήσοντι, καὶ ὑποθέσεις λαβεῖν ἐξ αὐτῶν, οἶον ὅτι σφαιρικὸς ὁ κόσμος καὶ ἡ τῆς γῆς ἐπιφάνεια, καὶ ἔτι περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν σωμάτων καὶ ὅσα τοιαῦτα.
Ὅτι δεῖ τὸν στρατηγὸν μήτε τοσοῦτον ἄμοιρον εἶναι γεωγραφίας, ὥστε λέγειν ἔν τισι τόποις· « ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπῃ ἠώς, » καὶ τὰ τοιαῦτα· οὔτε πάλιν περὶ ἐξάρματος τοῦ πόλου καὶ συνανατολῶν καὶ συμμμεσουρανήσεων καὶ συγκαταδύσεων τῶν ἀστέρων πολυπραγμονεῖν καὶ τῶν ὁμοίων.
Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων.
Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν, οὕτως καὶ ἐπὶ γεωγραφίας τὴν μέν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολύκνημος ἢ ἀμιχθαλόεσσα ἤ τι τοιοῦτον, ἐῶμεν.
Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων.
Ὅτι ἡ ποιητική πηγή καὶ ἀρχή φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σεανοῦ καὶ ὀγκώδους. Ἀμέλει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα.
Ὅτι τοὺς μύθους αἵ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἐδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας, οἶον Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν.
Ὅτι τὸ « ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα » οὐ πάντα δηλονότι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιοῦτοι δʼ οἱ μῦθοι περὶ τὴν ἀλήθειαν εἱλούμενοι· « ὡς ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, » οὕτως καὶ οἱ μῦθοι.
Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας τὰς ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὔξεινον κατʼ ἐξοχήν τῶν ἄλλων τότε ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ὅλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ λῃστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ ὅμοια.
Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἰχθύων τι γένος ἐστὶν, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· δελφῖνάς τε κύνας τε καὶ εἶποθεν ἄλλο λάβησιν κῆτος ς.
Ὅτι τὸ « τρὶς μέν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ » δεῖ νοεῖν, ὅτι δὶς τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιᾶσθαι ἢ ἔγνοιαν ἢ ποιητικήν ἐξουσίαν.
Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀλήθειά ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ οἶον πολυτρήρωνα καὶ πετρήεσσαν· τῆς οἱ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις. τὸ τἐλος.
Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων, προσμυθεύει δὲ ὁ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν.
Ὅτι τὸ « Βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, » καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφων πρὸς νότον, τοῖς ἱν Λήμνῳ καὶ αμοθράκη τὸν ζέφνρον ἐκ Θρᾴκης πνέοντα παρέχει.
Ὅτι ὁ ἀπὸ θερινῆς ἀνατολῆς καικίας, ὁ δὲ κατὰ διάμετρον λὶψ, ὁ δʼ ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρος, ὁ δὲ κατὰ διάμετρον ἀργέστης, οἱ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἀπηλιώτης καὶ ζέφυρος. Καὶ ταῦτα μὲν Ἀριστοτέλης. Ὁ δὲ Ὅμηρος δυσαῆ μὲν ζέφυρον λέγει τὸν ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὅλου εὕρου πως ὄντος· ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ ἀργεστᾶο νότοιο, βαθείῃ λαίλαπι τύπτων· τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ λευκονότου συναγόμενα, ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.
Ὅτι τὴν Φάρον νῆσον Ὅμηρος πελαγίαν λέγει, οὐχ οὕτως οὖσαν νῦν. Ἀλλὰ τοῦτο θαυμασίως εἶρηκεν· αἰνίττεται γὰρ ὅτι ἡ Αἴγυπτος δῶρόν ἐστι τοῦ Νείλου, ὡς καὶ Ἡρόδοτος ἔλεγε· καὶ ὅτι πρὸ μυρίων ἐτῶν πελαγία οὖςα νῦν διὰ τὴν πρόσχωσιν πλησιάζει Αἰγύπτῳ.
Ὅτι τὸ « Aἰθίοπας, τοὶ διχθὰ δεδοίαται ἔσχατοι ἀνδρῶν, Οἱ μὲν δυσομένου Υπερίονος, οἱ δʼ ἀνιόντος, » Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἴνδικῆς θάλασσα, μεσεμβολοῦσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἰπὶ δυσμὰς, ποιεῖ αὐτοὺς δύχα δεδαῖσθαι· δ δὲ Ἀρίσταρχος συνεχῆ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μέν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἶτε περιρρθτου οὔσης τῆς πάσης Λιβύης εἶτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνα Αἰθιόπων κατοικοάντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται.
Ὁτ, Ὅμηρος τὰ νότια μέρη τοῦ κόσμου ἑῷα καλεῖ καὶ ἡλιακὰ, τὰ δὲ βόρεια ἑσπέρια καὶ νυκτερινὰ, οἶον· « αὐτὴ δὲ χθαμαλὺ πανυπερτάτη εἰν ἁλὶ κεῖται Πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε, πρὸς ἠῶ τʼ ἠέλιόν τε· » ἡ γὰρ Ἰθάκη βορειοτέρα ἐστὶ τῶν νήσων ἐκείνων· καὶ πάλιν· « εἴτ’ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα· » καὶ αὖθις.« Ὤ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠὼς, Οὐδʼ ὅπῃ ἡέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Οὐδʼ ὅπη ἀννεῖται.
Ὅτι ἄμεινον τὴν Ἀσίαν χωρίζειν τῆς Λιβύης τῷ Ἀραβίῳ κόλπῳ, ἀπὸ τῆς μεγάλης θαλάσσης δίκην μεσημβρινοῦ διήκοντι ἕως τοῦ κατὰ Πηλούσιον ἰσθμοῦ, μῆκος στάδια μύρια καὶ πεντακισχίλια, πλάτος δὲ, ὅπου μέγιστον, οὐ πλείω τῶν χιλίων σταδίων ἔχοντι. Ὁ δʼ αὐτὸς οὗτος ὅρος καὶ τῶν δύο Αἰθιοπιῶν ἂν εἴη· ὁ δὲ Νεῖλος οὐκ ἄξιος ἂν εἴη μεθόριον λέγεσθαι· πολλὴ γὰρ ἡ νοτιωτέρα τούτου Ἀσία ἀδιαίρετος λείπεται, ἡ Αιβύη ἡ αὐτὴ ἀμφιδοξουμένη.
Ὅτι παροιμίαι εἰσὶ τῶν ὑπερβολῶν ὑπερβολὰς ἐμφαινουσαι αὗται· φελλοῦ σκιᾶς κουφότερον· Φρυγὸς λαγὼ δειλότερον· ὁ ἀγρὸς γῆν ἔχει Λακωνικῆς ἐπιστολῆς ἐλάττονα.
Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνη ἦν, ἀλλὰ τῷ πλήθει τῶν τοσούτων ποταμίων ὑδάτων τῶν εἰς αὐτὰν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερράγη ἡ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὅτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρτῷον συνεχεῖς τὰς δύο θαλάσσας εἰργάσατο. Ἐλπὶς δὲ καὶ τὸν Πόντον ποτὲ χερσωθῆναι· καὶ γὰρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη καὶ ἡ περὶ τὸν Ἴστρον Σκυθική ἐρημία ἤδη τεναγίζει. Ἀλλὰ καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἄπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμώδης τέ ἐστι καὶ μεστή κόγχων καὶ χηραμύδων καὶ καρκίνων καὶ ὀστρέων (ὀστῶν). Ἀλλὰ καὶ ἡ Αἴγυπτός ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, ῤαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἔδαφος ἐκχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικὸν, συνεχές γενόμενον τῆ ἔσω θαλάσσῃ.
Ὅτι ἡ τῆς τῶν κυμάτων τῆς θαλάσσης κινήσεως συνέχεια φυσική ἐστιν αὐτῆς τῆς θαλέσσης, οἶον σφυγμικὴ ἀναπνοὴ, καθʼ ἣν οἵ τε εὔριποι παλινδρομοῦσι, καὶ τὰ ναυάγια καὶ περιττώματα ἐκκυμαίνεται. « ἀποπτύει δʼ ἁλὸς ἄχνην· » ἀλλὰ καὶ ἐν τοῖς ἀπογαίοις πνεύμασιν οὐδὲν ἦττον τὸ κυμάτιον, ἐκ τοῦ πελάγους προαιρετικὴν, ὡς ἂν εἴποι τις, κινούμενον κίνησιν, « πολλὸν παρέξ ἅλα φῦκος ἔχευεν.
Ὅτι οὐ μᾶλλον ἡ Σικελία ἀπερράγη τῆς Ἰταλίας, ἢ ὑπὸ τοῦ πυρὸς τοῦ Αἰτναίου ἀνεδόθη, καὶ αἱ περὶ τὴν Λιπτάραν νῆσοι καὶ αἱ Πιθηκοῦσσαι· ὥστε ἐλπὶς καὶ ἠπείρους οὖας ὰνδόδοσθαι κάτωθεν καὶ ἄλλας συνιζάνειν κάτω ἀφανιζομένας· ὅπερ καί ἡ Ἀτλαντὶς παρὰ Πλάτωνι νῆσος παθεῖν ἱστόρηται καὶ Βοῦρα περὶ τὴν Ἑλλάδα.
Ὅτι τοῦ τοὺς εὐρίπους εἶναι ῥοώδεις οὐκ ἔστι μία αἰτία· ὁ μὲν γὰρ Σικελικὸς δὶς. ὁ δέ Ναλκιδικὸς ἑπτάκις, ὁ δέ κατὰ Βυζάντιον οὐδʼ ὅλως παλινοστεῖ, ἀλλʼ ἀεὶ ἀπὸ τοῦ Πόντου ῥεῖ εἰς δυσμάς.
Ὅτι ἡ ἐν τῷ μυχῷ τοῦ Ἰονίου Ἰστρία ἀπὸ τοῦ Ἴστρου ποταμοῦ ὠνομάσθαι λέγεται, ἐκ τοῦ μεγάλου Ἴστρου ἀποσχιζομένου, ὥς τινές φασιν· ἀλλὰ καὶ τὸν Ἰάσονα οἱ μῦθοι ἐκ τοῦ Πόντου διὰ τούτου τοῦ ποταμοῦ ἐξάγουσιν εἰς τὴν Ἑλληνικήν θάλασσαν.
Ὅττι ἀνὰ μέσον Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾿ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην, ὡς ἂν ὀργανικῶς, καὶ συντιθεμένην ἐκ μύδρων νῆσον, ἔχουσαν δώδεκα σταδίων τὴν περίμετρον.
Ὅτι, σεισμοῦ γενομένου μεγίστου, τῆς τε Σιδῶνος τὰ δύο μέρη κατεστράφη καὶ ἑτέρα πόλις δλη πλησίον αὐτῆς, καὶ Εὐβοίας ἡ ἐν Εὐρίπῳ Ἀρέθουσα κρήνη ἀπετυφλώθη καὶ οὐ πρότερον ἔπαυσε, πρὶν χάσμα μέγα περὶ τὸ Ληλάντιον πεβίον γεγονὸς πηλοῦ διαπύρου ποταμὸν ἐξήρασε· τότε δέ καὶ τῆς Ἀρεθούσης αἱ πηγαὶ πάλιν ἀνεδόθησαν.
Ὅτι πάλιν περὶ Λυδίαν καὶ Ἰωνίαν σεισμῶν γενομένων, Σίπυλός τε (τὸ ὄρος) κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καί τινες τῶν Ἰώνων πόλεις, καὶ τὰ ἐν Τροίᾳ θερμὰ ὕδατα ἀπώλετο, περὶ ὧν Ὅμηρος ἔλεγεν· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει· » ἐγένοντο δὲ καὶ λίμναι ἐξ ἑλῶν. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ὁ κατὰ τὸ Κάσιον ἰσθμὸς τῆς Ἀραβίσς διαρραγεὶς ἢ ἵζημα λαβὼν ποιήσει τὴν τῆς Αἰγύπτου θάλασσαν σύρρουν τῆ Ἐρυθρᾷ. Ἔτι δὲ καὶ ὁ Περαιεὺς, ὡς καὶ τὸ ὄνομα ἐμφαίνει, πέραν ἔκειτο τῆς Ἀττικῆς, ὡς νῆσος, καὶ ἡ Λευκὰς νῆσος ὑπὸ Κορινθίων γέγονε, διακοψάντων τὸν ἰσθμόν· περὶ ἧς λέγει Ὅμηρος· «οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων. » Περὶ Μεθώνην δέ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη, γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μέν ὰπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὅόμῆς, νύκτωρ δὲ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίυυς ε΄, θολερὰν δʼ εἶναι καὶ ἐπὶ κ΄ σταδίους· προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. Ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης αἱ ὲν Καταλόγῳ Ὁμήρου πόλεις, Ἄρνη καὶ Μίδεια, κατεπόθησαν· καὶ αἱ Ἐχινάδες νῆσοι ἐκ τῆς τοῦ Ἀχεῴου προσχώσεως ἠπειρώθησαν· καὶ ἡ Ἀστερὶς νῆσος πληοίον Ἰθάκης, λιμένας πρὶν ἔχουσα δύο, νῦν δʼ οὐδʼ ἀγκυροβόλιον ἔχει. Ἀλλὰ καὶ Ὄσσα ἐκ τεῦ Ὀλύμπου ἀπερράγη.
Ὅτι Πυθέας ὁ Πασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ὴλέγχθη ἐν οἷς τὰ περὶ Θούλην καὶ Βρετανίας γεωγραφεῖ.
Ὅτι τινὲς Ἀλεξάνδρῳ συνεβούλευον, δαιροῦντα τοὺς ἀνθρώπους εἰς Ἕλληνας καὶ βαρβάρους τοῖς μὲν ὡς φίλοις, τοῖς δὲ ὡς πολεμίοις χρῆσθαι· ὁ δὲ ἀπεκρίνατο, ἄμεινον εἶναι ἀρετῇ καὶ κακίᾳ διαιρεῖν τούτους· εἶναι γὰρ Ἰνδοὺς μέν καὶ Ἀρίους καὶ Ῥωαίους καὶ Καρχηδονίους ἀριστοκρατουμένους καὶ καλῶς πολιτευομένους, Ἀθηναίους δὲ οὐχ οὕτως.
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΕΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Β΄.
Ὅτι ἡ Βακτριανὴ χώρα εὐδαιμονεστάτη ἐστι καὶ εὐφορωτάτη. Ἐν δὲ τῇ Ὑρκανίᾳ ἡ ἄμπελος μετρητήν οἴνου φέρει, ἡ δὲ συκῆ μεδίμνους ξ’· ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεται· ἐν δὲ τοῖς δένδροις σμηνουργεῖται, καὶ τῶν φύλλων ἀπορρεῖ μέλι. Γίνεται δὲ καὶ ἐν τῇ Ματιανῇ τῆς Μηδίας τοῦτο καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ. Ἀλλʼ ἐπειδὴ αὗται νοτιώτεραί εἰσι τῆς Ὑρκανίας καὶ εὐκραέστεραι, οὐ θαῦμα· ἐν δὲ τῇ Μαργιανῇ ὁ τῆς ἀμπέλου πυθμὴν γίνεται πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτὸς, ὁ δὲ βότρυς δίπηχνς. Ἀλλὰ καὶ ἡ Ἀρία παραπλησία ἐστὶν, εὐοινίᾳ δὲ καὶ ὄπερβάλλει· ἐν ᾗ καὶ εἰς τριγένειαν τὸν οἶνόν φασι μένειν ἐν ἀπισσώτοις ἄγγεσιν. Πάμφορος δʼ ἐστὶ καὶ ἡ Βακτριανὴ πλὴν ἐλαίου.
Ὅτι ἡ Βαγαδανία χώρα τῆς Καππαδοκίας, πεδίον οὖσα ἐξαίσιον μεταξὺ Ἀργαίου ὄρους καὶ Ταύρου, διὰ τὸ εἶναι ὑψηλὴ οὐδὲ ξυλοφορεῖ. Τὰ δὲ περὶ Σινώπην καὶ Ἀμισὸν καὶ Φανάροιαν, καίτοι τρισχιλίους σταδίους ὄντα βορειότερα, καὶ ἐλαιόφυτα καὶ εὐχείμερά ἐστι, διὰ τὸ εἶναι ταπεινότερα, καὶ ὑπὸ τῆς θαλάσσης ἀλεαίνεσθαι.
Κελτικὴν ἢ οὐ φύεται ἄμπελος ἢ οὐ τελεσφορεῖ ἢ ὀλιγοκαρπεῖ· τοῦ δὲ χειμῶνος κατορύττεται.
Ὅτι τοσοῦτον περὶ τὴν Μαιῶτίν ἐστιν ὑπερβολὴ τοῦ κρυμοῦ, ὥστε ἐν ᾧ χορίῳ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ ἐνίκησαν τοὺς βαρβάρους ἱππομαχοῦντες ἐκὶ τοῦ κρυστάλλου, ἐν τῷ αὐτῷ ναυμαχοῦντες ἐνίκησαν τοὺς αὐτούς.
Ὅτι τοσοῦτον ψὕχος γίνεται περὶ τοὺς τόπους ἐκείνους, ὡς καὶ τὰς χαλκᾶς ὑδρίας ὑπὸ τοῦ χειμῶνος διαρρήγνυσθαι· ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐν τῷ Ἀσκληπιείῳ τῶν Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ ὑδρίᾳ· εἶ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται, οἵα παρʼ ἡμῖν γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἢν, οὐχ ὡς ἀνάθημα θεοῦ καλὸν, ἀλλʼ ἐπίδειγμα χειμῶνος μεγάλου, θῆχʼ ἱερεὺς Στράτιος.
Ὅτι, Ἵππαρχός φησι κατὰ τὸν Βορυσβένη καὶ τὸ ζ΄ κλίμα ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραογέζεσθαι τὸ τοῦ ἡλίου φῶς, περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τήν ἀνατολήν· ταῖς δὲ χειμεριναῖς τροπαῖς τὸ πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πτῆχεις θ΄, ἐν δὲ Βρετανίαις περὶ πήχεις δ΄, ἔνθα καὶ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημσρινῶν ιθ΄.
Ὅτι παρʼ Ὁμήρῳ αἱ ε’ πτύχες τῆς τοῦ Ἀχιλλέως ἀσπίδος τὰς ε’ τῆς ἀπάσης γῆς ζώνας αἰνίττονται· ἡ μέν χρυσῆ τὴν ἀμφίσκιον, ἥτις ἐστὶ μεταξὺ τῶν τροπικῶν· αἱ δὲ δύο κασσιτέριναι τὰς δύο περισκίους, αἵπνές εἰσιν ὑπὸ τοὺς πόλος· αἱ δὲ δύο χαλκαῖ τὰς δύο ἑτεροσκίους, αἵτινές εἰσιν ἥ τε ἡμετέρα οἰκουμένη πρὸς βορρᾶν καὶ ἡ τῶν ἀντοίκων ἡμῶν πρὸς νότον.
Ὅτι Πυθέας καὶ Εὐήμερος καὶ Ἀνππιφάνης ψεῦσται γεωγράφοι.
Ὅτι οἱ τὸ μῆκος τῆς οἰκουμένης ἀφορίζοντες μεσημβρινοί εἰσιν, οὐχὶ δὲ ἀνατολαὶ καὶ δύσεις· τὸ δὲ πλάτος οἱ παράλληλοι.
Ὅτ ἡ Κάλπη ὄρος έσττὶν Ἰβηρίας, ἔνθα ἡ ἑτέρα τῶν Ἡρακλέους Στηλῶν, πολλῷ τῆς νήσου τῶν Γαδείρων ἀνατολικωτέρα.
Ὅτι, τῆς Ἰταλίας ἡ νοτιωτάτη μερὶς δικόρυφός ἐστιν· ὧν ἡ μὲν δυτικωτέρα κοροφή κατὰ Λευκοπέτραν ἄκραν ἀπέναντι τοῦ ἐν Σικελίᾳ Ταυρομενίου κεῖται, κατὰ τὴν μεγάλην Ἑλλάδα. ἡ δὲ ἀνατολικωτέρα κορυφἦ ἡ ἄκρα ἐστὶν Ἰαπογία, ἀπέναντι κεηεένη πρὸς δυσμὰς τῶν Ἀκροκεραυνίων ὀρέων καὶ Χαόνων. Ὁ δὲ τῆς Κρότωνος καὶ Τάραντος κόλπος μεταξύ ἐστι τῶν δύο κορυφῶν.
Ὅτι ὁ γεωγράφος ἀρχὰς ἔχει τὰς τῆς ῆς ἀναμετρήσεις τῶν μαθηματικῶν· αὗται δέ τὰς ἀστρονομικὰς ἀποδείξεις· αὗται δὲ τὴν φυσικὴν ἐπιστήμην, ὰρετὴν οὖσαν καὶ ἐπιστήμην ἀνυπόθετον καθʼ αὐτήν. Αἱ γὰρ ἀρεταὶ ἀνυπόθετοί εἰσι καὶ ἐξ ἑαυτῶν ἤρτηνται καὶ ἔχουσιν ἐν ἑαυταῖς τάς τε ἀρχὰς καὶ τὰς πίστεις ἀπόντων.
Ὅτι τὸ λέγειν εἶναι τὴν γᾶν πᾶσαν πεντάζωνον καὶ τὰ τοιαῦτα γεωμέτρου ἐστὶν, ἀλλ’ οὐχὶ τοῦ νοερῶς γεωμετροῦντος, ἀλλὰ τοῦ τὰ νοερὰ σχήματα ἐφαρμόζοντος τῇ γῇ καὶ τῷ οὐρανῷ, ᾧ τινι καὶ ὁ γεωγράφος ἔρχιτέκτονι χρῆται καὶ ὑποθέσει.
Ὅτι ὁ γεωμετρικὸς, χρώμενος τῇ γνωμονικῇ τε καὶ ἀστρονομικῇ ἀποδείξει, τοῦτʼ ἔστι τοῖς τῷ ἰσημερινῷ παραλλήλοις κύκλοις καὶ τοῖς μεσημβρινοῖς, καταμετρεῖ, τὴν μέν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων· οὕτω δʼ ἂν εὑρίσκοι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἕως τοῦ πόλου διάστημα. Ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον, τοῦτʼ ἔστι τὸν τῆς γῆς μέγιστον κύκλον. Λαβὼν δὲ διὰ τῶν ἀναμετρήσεων τῆς γῆς καὶ πιστεύσας τοῖς ἀναμετρήσασιν αὐτήν ἔχει τὸν σταδιασμὸν τῆς περιμέτρου τῆς ὅλης γῆς, καὶ διὰ τοῦτο καὶ, δύο δοθεισῶν οἰκήσεων, εὑρίσκει τὸ μεταξὺ αὐτῶν διάστημα γεωμετρικῶς.
Ὅτι οὐ διαφέρει λέγειν τὴν ὅλην οἰκουμένην νῆσον τῷ ὠκεανῷ κλυζομένην καὶ τὸ λέγειν μόριά τινα αὐτῆς ἀγνοεῖσθαι εἴτε περικλύζεται εἴτε καὶ οὐχὶ, διὰ τὸ ἐλαχίστην εἶναι τὴν μεταξὺ ἄγνωστον γῆν.
Ὅτι, τμηθείσης τῆς ὅλης γῆς ὑπό τε τοῦ ἰσημερινοῦ καὶ τοῦ παραλλήλου τούτῳ ἀρκτικοῦ κύκλου πρὸς βορρᾶν, γίνεται τὸ σχῆμα σπόνδυλος οὖ τμηθέντος διὰ τοῦ κύκλου τοῦ ἀφορίζοντος τό τε δυσμικώτατον καὶ ἀνατολικώτατον μέρος τῆς οἰκουμένης, ὅσπερ ἐστὶ κύκλος μεσημβρινὸς, γίνεται τὸ περιλειπόμενον σχῆμα ἥμισυ σπονδύλου· οὗ ἡ ἐπιφάνεια, χλαμυδοειδὴς οὖσα, ποιεῖ τήν καθʼ ἡμᾶς οἰκουμένην, περικλυζομένην τῷ Ἀτλαντικῷ πελάγει, ἤτοι νήσου δίκην ἢ κατὰ τὸ πλεῖστον μέρος περικλυζομένην.
Ὅτι τὸ τῆς οἰκουμένης μῆκος στάδιά ἐστι μυριάδες ζ΄, τὸ δὶ πλάτος αὐτῆς μυριάδες σταδίων γ΄, φοριζόμενον ὑπὸ τῶν διὰ καῦμα καὶ ψῦχος ἀοικήτων. Τὸ μὲν οὖν διὰ καῦμα ἀοίκητον τῆς οἰκουμένης μέρος πλάτος ἔχει στέδια ηω΄, μῆκος δὲ τὸ μέγιστον μυριάδων ιβ΄ ,Ϛ σταδίων, ὅπερ ἐστὶν ἥμισυ τοῦ ἰσημερινοῦ.
Ὅτι κατὰ Ἐρατοσθένην ἡ τῆς γῆς περίμετρος στάδιά εἰσι μυριάδες κε΄ β· ὧν τὸ ἑξηκοστὸν μέρος γίνεται δσ σταδίων.
Ὅτι κατὰ Στράβωνα τὸ νότιον πέρας τῆς καθʼ ἡμᾶς οἰκουμένης ἀφορίζεται ὑπὸ παραλλήλου τῷ ἰσημερινῷ, γραφομένου διὰ Βλεμμύων καὶ Νουβῶν, ὅστις ἀπὸ τοῦ ἰσημερινοῦ ἀπέχει μοίρας ί ἔγγιστα πρὸς βορρᾶν. Καὶ ἀπὸ τούτου τοῦ παραλλήλου πρὸς μὲν τὸν ἰσημερινὸν στάδια ,ηώ· πρὸς δὲ τὸν διὰ Μερόης παράλληλον στάδια ,γ· πρὸς δὲ τὸν διὰ Συήνης ἀπὸ Μερόης στάδια ,ε, καὶ ἕτερα τοσαῦτα ἀπὸ τοῦ διὸ Συήνης παραλλήλου ἐπὶ τὸν παραλληλον τὸν διὰ τῆς κάτω χώρας Αἰγύπτου.
Τῆς οἰκουμένης πλάτος στάδια μύρια γ΄ ἔγγιστκ. ν μ σ α ρ β β β ο ε υ λ ο υ ο ο τ γ ο ε η ε ε χ δ δʼ ζ γω ρ δ ρ ι ο α υ o ζ κ α ς ν σ ι ν ν τ ο ο π ζ ι ι ν
Ὅτι τὸ τῆς οἰκουμένης διάστημα κατὰ μῆκος μέν ἔχει στάδια μύρια , κατὰ πλάτος δέ ,βψμ ⋆στάδια.
Ὅτι, δεῖ τὸν ἐπὶ σφαιρικῆς ἐπιφανείας βουλόμενον τὴν οἰκουμένην καταγράφειν μὴ μείονα ποιεῖν σφαῖραν ἔχουσαν τὴν διάμετρον ποδῶν εἰ δʼ ὲπὶ ἐπιπέδου, μὴ ἐλάσσονα ποδῶν ζ΄.
Ὅτι, Στράβων αὐτοψίᾳ εἶδε τῆς οἰκουμένος, κατὰ μὲν μῆκος, τὰ ἀπὸ Ἀρμινίας ἕως Σαρδοῦς, κατὰ δὲ πλάτος, τὰ ἀπὸ τοῦ Ευξείνου πόντου μέχρι τῶν τῆς Αἰθιοπίας ὁρίων.
Ὅτι ἡ ὄψις, κὰν τοῖς ἄλλοις πλεονεκτῇ τὴν ἀκοὴν, ἀλλʼ οὖν εἰς ἐπιστήμην πολὺ αὐτῆς ἐλλείπει· ἀμέλει τὰ πολλὰ τῶν ἐν γεωγραφίᾳ θεωρουμένων ἀκοῇ ἴσμεν.
Ὅτι κατὰ Στράβωνα τὸ τῆς οἰκουμένης πλάτος ὁρίζεται τῷ τοῦ μεσημβρινοῦ μεγέθει τοῦ γραφομένουδιὰ τῆς Κινναμωμοφόρου καὶ Μερόης καὶ Συήνης καὶ Ἀλεξανδρείας καὶ Ῥόδου καὶ Βυζαντίου καὶ Βορυσθένους καὶ τοῦ διὰ τῆς Ἰέρνης, νήσου Βρετανικῆς, παραλλήλου· τὸ δὲ μῆκος τῷ μεγέθει τοῦ παραλλήλου τοῦ γραφομένου διά τε Στηλῶν καὶ Σικελίας καὶ Πελοποννήσου καὶ Ῥόδου καὶ Κύπρου καὶ Ἰσσικοῦ κόλπου καὶ Ἀρμενίας καὶ Μηδίας μέσης καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως ἕως τῆς Ἰνδικῆς θαλάσσης. Καὶ ἔστι τὸ σχῆμα τοῦτο χλαμυδοειδὲς, πλατὺ μὲν ἔχον τὸ νότιον πλευρὸν, στενὸν δὲ τὸ βόρειον, τὸ δὲ ἀνατολικὸν τῷ δυτικῷ ἴσον.
Ὅτι τὰ Ἄρταβρα λιμήν ἐστι τῆς Ἱσπανίας, ἀπέναντι τῶν Κασσιτερίδων.
Ὅτι κατὰ Στράβωνα ἡ δυτικὴ πλευρὰ τῆς Μαυριτανίας ἡ παρωκεανῖτις, ἀρξαμένη ἀπὸ Στηλῶν καὶ πρὸς ἀνατολὰς καὶ ωότον κλίνουσα, καταλήγει εἰς τὸν διὰ Καρχηδόνος μεσημβρινὸν τἰς Κινναμωμοφόρου παράλληλον· ὅστις κατὰ Πτολεμαῖον ἀπέχει τοῦ δυτικοῦ πέρατος μόρια λδ΄, δ΄ κατὰ μῆκος.
Ὅτι τὰ ἔσπέρια μέρη τῆς Πυρήνης ἀντίκεινται πρὸς νότον τοῖς ἑσπερίοις μέρεσι τῆς μεγάλης Βρετανίας.
Ὅτι ἡ μὲν Εὐρώπη πολυσχημονεστάτη ἐστὶν, ἡ δὲ Λιβύη ἀπλοσχήμων, ἡ δὲ Ἀσία μεταξὺ ἀμφοῖν· τοῦτο δὲ γίνεται διὰ τοὺς αἰγιαλούς.
Ὅτι ὁ κατὰ Στήλας πορθμὸς τὸ μέν πλάτος ἔχει σταδίους ο τὸ στενώτατον, τὸ δὲ μῆκος σταδίους ἑκατὸν εἴκοσι.
Ὅτι ἡ Ἰβηρική θάλασσα περιορίζεται ἀπὸ μὲν νότου τῇ Λιβυκῇ παραλίᾳ μέχρι Καρχηδόνος, ἀπὸ δὲ βορρᾶ τῇ τῆς Ἰβηρίας παραλίᾳ καὶ Κελτικῆς μέχρι Σικελίας. Τῆς δὲ Σικελίας ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ πορθμὸς σταδίων ἐστὶ ζ΄, ὁ δὲ ἐπὶ τὴν μικρὰν Σύρτιν σταδίων ,α φ΄. Καὶ ἀπὸ Γαδείρων ἕως Σικελίας, διὰ μέσου τοῦ πελάγους, ἡ γραμμή ἡ διὰ Ῥόδου γραφομένη καὶ Ἰσσικοῦ κόλπου σταδίων ἐστὶ μυρίων ,β, τὸ δὲ πλάτος τοῦ πελάγους τούτου ἀπὸ Μασσαλίας ἕως Σίσαρος, ποταμοῦ Λιβυκοῦ, ὅπερ ἐστὶ μέγιστον, στάδιοι ,ε.
Ὅτι τὸ πρὸς νότον τοῦ Ἰβηρικοῦ πελάγους πέλαγος, ἕως Κυρήνης, Λιβυκὸν καλεῖται· τὸ δὲ πρὸς ἀνατολὰς τὸ μὲν Λιγυστικὸν, τὸ δὲ Σαρδῷον, τὸ δὲ Τυρρηνικόν.
Ὅτι τοῦ Ἰονίου κόλπου τὸ μὲν μῆκος στάδια ,ε, τὸ δὲ πλάτος ,α β΄.
Ὅτι ἀπὸ Παχύνου ἕως Κρήτης καὶ τῶν δυτικῶν αὐτῆς μερῶν, καὶ ἕως Ταινάρου τῆς Πελοποννήσου, ἶσον ὺπάρχον, στάδιοι τετρακισχίλιοι πεντακοσιοι.
Ὅτι τὸ Μυρτῷον πέλαγος μεταξὺ κεῖται Κρήτης τε καὶ Ἀττικῆς καὶ τῆς Ἀργείας, πλάτος ἔχον τὸ μέγιστον, τὸ ἀπὸ τῆς Ἀττικῆς, σταδίων ,α σ΄, μῆκος δὲ ἔλαττον ἢ διπλάσιον· ἐν ᾧ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ Αἴγινα καὶ τῶν Κυκλάδων νήσων τινές. Τῷ δὲ συνεχές ἐστι τό τε Αἰγαῖον σὺν τῷ Μέλανι κόλπῳ καὶ Ἑλλησπόντῳ καὶ τὸ Ἰκάριον καὶ τὸ Καρπάθιον μέχρι Ῥόδου καὶ Κρήτης καὶ Κύπρου. Τὸ δὲ Ἀσιατικὸν πέλαγος ἔχει τάς τε Κυκλάδας νήσους καὶ Σποράδας. καὶ τὰς προκειμένας Καρίας τε καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι Τρωάδος, καὶ τὰς πρὸ τῆς Ἑλλάδος καὶ Μακεδονίας ἀπὸ Εὐβοίας μέχρι Ἴμβρου καὶ Σαμοθρᾴκης.
Ὅτι οἱ περὶ τὰ Γάδειρα καὶ Ἄβυδον πορθμοὶ ἑπταστάδιοί εἰσιν· ὁ δέ περὶ τὸ Βυζάντιον τετραστάδιος.
Ὅτι δύο Κόρκυραί εἰσιν, ἥ τε τῶν Φαιάκων ἀντιπέραν Βοοθρωτοῦ καὶ ἡ Μέλαινα ἀντιπέραν πρὸς δύσιν καὶ βορρᾶν τῶν τοῦ Δρίλωνος ποταμοῦ ἐκβολῶν καὶ ἔστιν αὔτη ἐν τῷ Ἰονίῳ κόλπῳ.
Ὅτι ἡ Εὐρώπη ἔχει πολὺ τὸ σοφὸν καὶ ἔντεχνον τοῦ βίου, καθάπερ Ἕλληνες καὶ Μακεδόνες καὶ Ῥωμαῖοι. Ἔχει δὲ καὶ τὸ ἐν τῇ ὀρεινῇ αὐτῆς μάχιμεον γινόμενον, καὶ τὸ ἐν τῇ πεδιάδι εὔφορον καὶ κάρπιμον. Καὶ διὰ τοῦτο ἀρίστη ἐστὶ τῶν ἄλλων γαιῶν, καὶ ἔτι διὰ τὰ μέταλλα.
Ὅτι οἱ Λίγυες οὐκ εἰσὶ μὲν Κελτικὸν ἔθνος, παραπλήσιον δʼ αὐτοῖς τῷ βίῳ. Νέμονται δὶ μέρος ὄων Ἄλπαων, τὸ συνάπτον τοῖς Ἀπεντίνοις ὄρεσι· μόρος δὲ καὶ τῶν Ἀπεννίνων κατέχουσιν.
Ὅτι τὴν Ἰταλίαν ποιεῖ χερρόνησον τσό τε Τυρρηνικὸν πέλαγος, ἀρξάμενον ἀπὸ τοῦ Λιγγυστκεῦ, καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας.
Ὅτι κατὰ Ἵππαρχον (καὶ) ἡ μία μοῖρα τοῦ εὐρανοῦ, τοῦτʼ ἔστι τὸ τξ΄ τοῦ ὄλου κύκλου μεγίστον, cτάδια ἀπολαμβάνει ἐπὶ τῆς γῆς ψ΄.
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Γ΄.
Ὅτι τῆς Ἰβηρίας τὸ μίν μῆκος σταδίων ,ς, τὸ δὶ πλάτος ,ε τὸ μέγιστον. Ταύτης δὲ τὸ μέν πλεῖστον μέρος, καὶ μάλιστα τὸ βόρειον, τραχὺ καὶ λεπτόγεων καὶ δρυμῶδες καὶ ὀλιγόκαρπογ καὶ κρυμῶδες· τὸ δὲ νότιον, καὶ μάλιστα τὸ ἔξω Στηλῶν, ἄριστον καὶ σὺν εὐδαιμονία οἰκούμενον.
Ὅτι τὸ στενώτερον μέρος τῆς τε Ἰβηρίας καὶ τῆς Κελτικῆς περὶ τὴν Πυρήνην ἐστί. Κόλποι γὰρ γένονται ἔκ τε τοῦ ὠκεανοῦ καὶ τῆς ἔσω θαλάσσης ἐνταῦθα.
Ὅτι πρὸς δύσιν προύχει τὰ περὶ τὸ Ἰερὸν ἄκρον τῆς Ἰβηρίας τῶν Λιβυκῶν περάτων σταδίοις αφ΄· καὶ ἔοικε νκΐ τὸ ἄκρον, περὶ αὐτὸ ἔχον γ’ νησίδια· ὧν τὸ μὲν ἐμβόλου τάξιν ἔχει, τὰ δὲ ἐπωτίδων.
Ὅτι ὁ Ἄνας ποταμὸς καὶ ὁ Τάγος, ἐκ τῶν ἑῴων ὁρμώμενοι μερῶν, ἐκδιδοῦσιν, ὁ μέν εἰς τὸν δυτικὸν ὠκεανὸν, ὁ δ Ἄνας πρὸς νότον τοῦ Ἱεροῦ ἄκρου. Καὶ ἔστιν ἡ μεσοποταμία αὕτη ἡ περιέχουσα τὸ Ἱερὸν ἔκρον εὐδαίμων μετρίως· ἡ δʼ ἐφεξῆς χώρα ἐπὶ τὴν ἔσω θέλασσαν ὑπερβολήν οὐκ ἀπολείπει εὐδαιμονέας, πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην, τῶν τε ἐκ γῆς καὶ θαλάσσης ἀγαθῶν. Ταύτην δʼ ὁ Βαῖτις διαρρεῖ ποταμὸς ἐξ ἀνατολῶν ὁρμώμενος, καὶ καλεῖται Βαιτική· ἣν οἰκοῦσι Τοωρδητανοὶ, σοφώτατοι τῶν Ἰβήρων ὄντες καὶ γραμματικήν τέχνην καὶ ποιητὰς καὶ ἱστορικοὺς, ὥς φασιν, ἐπὶ τῶν τοῦ Στράβωνος χρόνων ἐτῶν Ϛ ἔχοντες. Ἀλλὰ καὶ οἱ ἄλλοι Ἴβηρες, οὐχ ὁμόγλωσσοι ὄντες, γραμματικαῖς χρῶνται τέχναις ἕκαστοι κατὰ ἰδίαν γλῶσσαν.
Ὅτι τὰ Γάδειρα ἀπέχει τῆς Βαιτικῆς τοῦ αἰγιαλοῦ στάδια ψν΄.
Ὅτι λέγουσιν οἱ περὶ τὴν Βαιτικὴν Ἴβηρες ἀναχύσεις τὰς πληρουμένας τῇ θαλάττῃ ἐν ταῖς πλημμυρίσι κοιλάδας καὶ ποταμεῶν δέκην εἰς τὴν μεσόγαιαν ἀνέπλους ἐχούσας.
Ὅτι ἀπὸ τοῦ Ἱεροῦ ἔκρου ἐπὶ τὸ τοῦ Ἄνα στόμα μέλιά εἰσιν ξ΄ ἔντεῦθεν δʼ ἐκὶ τὸ τοῦ Βαίτιος στόμα υίλια ρ´· εἶτα εἰς Γάδειρα μίλια ο΄.
Ὅτι περὶ τὴν Βαιτικὴν μεγάλαι πόλεις, Κορδύβη, Γαδίτανα, Ἵσπαλις, Ἰτάλικα, Ἴλιπα, Ἀστίγα, Κάρμων, Ὀβούλκων καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Ἰοωλία καὶ Αἴγουα καὶ Μοῦνδα, ἔνθα οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν· πᾶσαι δ᾿ αὗται Κορδύβης οὐκ ἄπωθέν εἰσιν.
Ὅτι οἱ Πομπηίου παῖδες, Γναῖος μὲν ἡττηθεὶς ἔφυγεν εἰς Καρτηίαν κἀκεῖ διεφθάρη· Σέξτος δὲ, ἐκ Κορδύβης σωθεὶς καὶ ὀλίγον ὕστερον Σικελία προσχὼν καὶ ἀποστήσας αὐτὴν, εἶτα καὶ ἐξ αὐτῆς ἐκπεσὼν, πλεύσας εἰς Μίλητον καὶ ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν, αὐτοῦ κἀκεῖνος ἐτελεύτησεν.
Ὅτι ὁ Βαῖτις ἀναπλέεται ὁλκάσι μεγάλαις εἰς τὴν μεσόγαιαν στάδια φ΄, ἕως Ἱσπάλιος. Καὶ εἰσὶ περὶ τὰς ὄχθας αὐτοῦ μέταλλα ἄλλα τε καὶ ἄργυρος πλεῖστος.
Ὅτι ἀπὸ τῶν ἀναχύσεων πᾶσα σχεδὸν ἡ Βαιτικὴ πλοΐζεται.
Ὅτι περὶ τὴν Ἰβηρίαν ἕως Σαρδοῦς οἱ ἐτησίαι εὖροι γίνονται ἐν τῇ ἔσω θαλάσσῃ.
Ὅτι, Ἰβηρία πᾶσα τῶν ὀλεθρίων θηρίων σπανίζει, πλὴν τῶν γεωρύχων λαγιδέων, οὓς ἔνιοι λεβηρίδας προσαγορεύουσι· λυμαίνονται γὰρ καὶ φυτὰ καὶ σπέρματα ῥιζοφαγοῦντες. Τοῦτο δὲ γίνεται καὶ ἕως Μασσαλίας καὶ τινων νήσων περὶ αὐτήν.
Ὅτι τοσοῦτος ἦν πλοῦτος τοῖς περὶ τὴν Τουρδητανίαν Ἴβηρσιν, ὡς τοὺς μετὰ Βάρκα στρατεύσαντας Καρχηδονίους εὑρεῖν αὐτοὺς πίθοις καὶ φιάλαις παναργύροις χρωμένους.
Ὅτι ἡ Λουσιτανία εὐδαίμων ἐστὶ καὶ ἔχει καὶ ψῆγμα χρυσοῦ πλεῖστον.
Ὅτι τὸ βορειότατον ἄκρον τῆς Ἰβηρίας Νέριον καλεῖται.
Ὅτι ἡ Νέα Καρχηδὼν τῆς Ἰβηρίας, ἐν τῇ ἔσω θαλάσσῃ κειμένη, κτίσμα ὲστὶν Ἀσδρούβα, τοῦ δια δεξαμένου Βάρκαν, τὸν Ἀννίβα πατέρα.
Ὅτι σχεδὸν πᾶσα ἡ Ἰβηρία μέταλλα παντοῖα ἔχει, μάλιστα δὲ χρυσοῦ τε καὶ ἀργύρου.
Ὅτι ἀπὸ σταδίων κδ΄ τῆς Νέας Καρχηδόνος νῆσός ἐστιν, ἡ καλουμένη Σκομβραρία ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεται γάρον· οὕτω γοῦν εἶπεν ὁ Στράβων τὸ γάρον.
Ὅτι κατὰ τὰς ἐκβολὰς τοῦ Ἴβηρος ποταμοῦ πρὸς νότον κεῖνται αἱ Βαλιαρίδες νῆσοι ἀξιόλογοι, ἐξ ὧν καὶ τὸ πέλαγος Βαλιαρικὸν, ἂς Ἕλληνες Γυμνησίας καλοῦσι. Κάνταβροι δὲ ἐπίσημον ἔθνος Ἰβηρικὸν, ἀφʼ οὗ ὁ περικείμενος ὠκεανὸς Καντάβριος καλεῖται.
Ὅτι ἐν Ἰβηρία κάστορες μὲν πολλοὶ γίνονται, ἀλλ’ οὐκ ἔχει τὸ καστόριον τὴν αὐτὴν δύναμιν τῷ Ποντικῷ· καθάπερ καὶ ὁ Κύπριος μόνος χαλκὸς φέρει τὴν Καδμίαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον. Καὶ οἱ τῶν Κελτιβήρων ἵπποι, ὑπόψαροι ὄντες, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν λέγονται.
Ὅτι οἱ Κάνταβροι καὶ οἱ τούτοις πλησιόχωροι οὔρῳ λούονται ἐν δεξαμεναῖς παλαιουμένῳ· καὶ τοὺς ὀδόντας σμήχονται τῷ αὐτῷ οὔρῳ καὶ αὐτοὶ καὶ αἱ γυναῖκες.
Ὅτι οἱ Οὐέττωνες Ἴβηρες, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον, ἰδόντες τινὰς τῶν ταξιαρχῶν ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπέλαβον τὴν ὁδὸν αὐτοῖς εἶναι ἐπὶ τὰς σκηνάς· ὡς δέον ἢ μένειν καθʼ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι· τοσοῦτον αὐτοῖς τὸ θηριῶδες καὶ ἀνήμερον ἦν. Καὶ αἱ γυναῖκες δʼ αὐτοῖς κόσμου χάριν περιτραχήλια σιδηρᾶ ἐφόρουν, κόρακας σιδηροῦς (προνενευκότος τοῦ προσώπου πολὺ )ἔχοντα καμπτομένους ὑπέρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ. Κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατέσπων τὸ κάλυμμα, ὥστε ἐμπετασθέν τῷ προσώπῳ καλύπτειν αὐτό· καὶ τοῦτο κόσμον ἐνόμιζον. Ἄλλας δέ φασι τυμπάνιον περικεῖσθαι, πρὸς μέν τῷ ἰνίῳ περιφερές καὶ σφίγγον τὴν κεφαλήν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ὀλίγον· ἄλλας δέ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον, ὥστε ἀποστίλβειν τοῦ μετώπου μᾶλλον· τὰς δὲ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρα μελαίνῃ περιστέλλειν. Πρὸς δέ τῇ ἀληθείᾳ τῆ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερθντως δὲ τῶν προσβόρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν, ἀλλ ὰ καὶ τὰ πρὸς ὠμότητα καὶ θηριωδίαν. Καὶ γὰρ τέκνα μητέρες ἔκτειναν, πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον· καὶ παιδίον δὲ, τῶν γονέων καὶ ἀδελφῶν δεδεμένων αἰχμαλώτων, ἔκτεινε πάντας, τοῦ πατρὸς κελεύσαντος, σιδήρου κυριεῦσαν, γυνὴ δέ πάλιν τοὺς συναλόντας. Κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν ἑαυτὸν εἰς πυράν. Ταὺτὰ δὲ καὶ Κελτοὶ καὶ Σκύθαι καὶ Θρᾷκες ποιοῦσιν.
Ὅτι τῆς Κάλπης καὶ τῶν ἐκβολῶν τοῦ Βαίτιδος ἀπέχει τὰ Γάδειρα στάδια ψν΄. Καὶ ἔστιν ἡ νῆσος μικρὰ, πλάτος μέν ἔχουσα σταδιαῖον, μῆκος δὲ στάδια ρ’· καί εἶσιν οἱ ἐνοικοῦντες πλουσιώτατοι διὰ τὴν έμπορείαν.
Ὅτι Πολύβιος κρήνην εἶναί φησιν ἐν Γαδείροις ὕδατος ποτίμου, ἥτις ἀντιπαθεῖ τῇ θαλάσσῃ· πλημμυρούσης μὲν, λειψυδρεῖ, ὑποφευγούσης δὲ, πλημμυρεῖ. Αἰτιᾶται δʼ, ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἶς τήν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς πλημμύρας, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δʼ εἰς τὸ ἐντὸς, ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς γῆς, ὥστε ἀναβλύειν εὐπόρως. Ὁ δὲ Στράβων οὐδὶ ταύτην μέν τὴν αἰτίαν ἀποδοκιμάζει· λέγει δὲ κἀκεῖνος ἑτέραν· ὅτι εἰκὸς τῶν φλεβῶν τινας τῶν πηγαίων, νοτισθείσας διὰ τῆς πλήμης ἔξωθεν, χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν, ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῤεῖθρον εἰς τὴν κρήνην· εἰ δʼ, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῆ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν (ὧν δὲ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν ), κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος. Καὶ συνεξαίροντα μέν ἐκείνην, ὥστε πλημμυρεῖν, ὅταν οἶον ἡ ἐκπνοή γίνηται, τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον· πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τήν ἀναχώρησιν.
Ὅτι φησὶ Ποσειδώνιος τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον· τὴν μέν ἡμερήσιον πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς τε καὶ δύσεις, τὴν δὲ μηνιαίαν πρὸς τὰς τῆς σελήνης φάσεις, τὴν δὲ ἐνιαυσίαν πρὸς τὰς τοῦ ἡλίου τροπάς· καθʼ ἡμέραν γὰρ, πρὸς τὴν τῆς σελήνης συμπάθειαν, ὅταν ὑψωθῇ ἀπὸ τοῦ ὁρίζοντος ζῳδίου μέγεθος, ἄρχεσθαί τε διοιδεῖν τὴν θάλατταν καὶ πλημμυρεῖν μέχρι μεσουρανήσεως αὐτῆς· ἐκκλίναντος δέ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν κατʼ ὀλίγον, ἕως ἂν ζῴδιον ὑπερέχουσα τοῦ δυτικοῦ ὁρίζοντος τελέως μειωθῇ. Εἶτα ὲν τῇ ῥηχίᾳ ταύτῃ διαμένειν τὸν ὠκεανὸν, ἕως ἡ σελήνη δύνασα ἀποφύγῃ τοῦ ὁρίζοντος πάλιν ζῳδιακὸν ὑπὸ γῆν διάστημα. Εἶτα κατὰ τὸ ὅμοιον σχῆμα, ἕως τοῦ ὑπογείου πλημμυρεῖ· καὶ πάλιν ὑπονοστεῖ, ἕως ἐλθοῦσα πρὸς τὰς ἀνατολὰς ζῳδιακὸν διάστημα τελέως ῥηχίαν σχοίη. Εἶτα ἐν τῇ ῥηχίᾳ μένει, ἕως ἂν ὑψωθῇ τοῦ ὁρίζοντος τὸ ζῳδιακὸν διάστημα· καὶ οὕτως καθ᾿ ἑκάστην γένεται ἡμέραν ἐξ ἀϊδίου. Ἡ δὲ μηνιαία γίνεται οὕτως· ἐπιτείνονται αἱ αὐξομειώσεις περὶ τὰς συνόδους καὶ πανσελήνους, μειοῦνται δὲ περὶ τὴν διχότομον ἑκατέραν. Ἡ ἐνιαυσιαία γένεται οὔτως· περὶ τὰς τροπὰς ἑκατέρας τοῦ ἡλίου ἐπιτείνονται αἱ αὐξομειώσεις τῶν ἀμπώτεων, περὶ δὲ τὰς ἰσημερίας ἑκατέρας μειοῦνται ἐσχάτως· καὶ τοῦτο ἀεὶ γίνεται. Πάλιν δὲ τῆς σελήνης ἐν τοῖς τροπικοῖς οὔσης ζῳδίοις ἀνωμαλίαν εἶναι τῶν ἀμπώτεων καὶ πλημῶν τῷ τε τάχει καὶ τῷ πλήθει τῶν αὐξομειώσεων, ἐν δὲ τοῖς ἰσημερινοῖς ὁμαλίαν τε καὶ εὐταξίαν, ἐν δὲ τοῖς διαμέσοις μεταξὺ τούτων.
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΟΝ ΒΙΒΛΙΟΓ Δ΄.
Ὅτι οὐκ ἔστι πάντων τῶν Κελτῶν « ὁμὸς θρόος οὐδ᾿ ἴα γῆρμς.
Ὅτι αἱ Ἄλπεις, ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι θαλάσσης, ἐπὶ τὰς τοῦ Ῥήνου διήκουσιν ἐκβολάς.
Ὅτι τὸ Κέμμενον ὄρος πρὸς ὀρθὰς γωνίας ἐστὶ τῇ Πυρήνῃ, μῆκος ἔχον περὶ στάδια β, καὶ παύεται περὶ Λούγδουνον πόλιν πρὸς ἀνατολάς. Οἱ δὲ τῆς τε Πυρήνης καὶ τῶν Κεμμένων πρὸς βορρᾶν οἰκοῦντες ἕως τοῦ ὠκεανοῦ Ἀκυϊτανοὶ καλοῦνται, ἀφοριζόμενοι τῷ Λίγειρι ποταμῷ ἀπὸ Λουγδουνησίας.
Ὅτι πᾶσα σχεδὸν ἡ Κελτικὴ ποταμοῖς ἐστι κατάρρυτος. Οὕτως δὲ οἱ ποταμοὶ. εὐφυῶς κεῖνται, ὥστε ἀπὸ τοῦ ὠκεανοῦ εἶς τὴν ἔσω θάλασσαν καὶ ἔμπαλιν τὰ φορτία διὰ τῶν ποταμῶν οἱ ἔμποροι διαβιβάζουσιν, ὀλίγων τινῶν χωρίων πεζῇ κομίζεσθαι ἀναγκαζόντων. Ἔστι δὲ καὶ πολυανθρωποτάτη ἡ Κελτικὴ καὶ εὔφορος περὶ δὲ Νάρβωνα καὶ τὴν παραλίαν αὐτῆς ἕως τῶν Κεμμένων ἐλαιόρυτός ἐστι, τὰ δὲ πρὸς βορρᾶν προϊόντα ἐκ τοῦ κατ᾿ ὀλίγον ουδὲ ἄμπελον ἔχει.
Ὅτι ἢ Ναρβωνησία παραλληλόγραμμον ἔχει τὸ σχῆμα· ἄν ἡ νοτία θάλασσα καὶ τὸ Κέμμενον ὄρος ἕως τῶν Ἄλπεων αἱ ἀπεναντίον, ἡ δὲ Πυρήνη καὶ αἱ Ἄλπεις αἱ λοιπαὶ δύο ἀπεναντίον· διορίζεται δὲ ἡ Ναρβωνῖτις χώρα ἀπὸ τῆς Ἰταλίας τῷ Οὐάρῳ ποταμῷ, ἀπὸ δὲ τῆς Ἰβηρίας τῷ ἱερῷ τῆς Πυρηναίας Ἀφροδίτης καὶ ἐστι μεταζὺ τοῦ Ἀφροδισίου καὶ τῶν τοῦ Οὐάρου ποταμοῦ ἐκβολῶν ἡ παραλία στάδια βψ΄.
Ὅτι ἡ Μασσαλία, πόλις Ἑλληνικὴ, τοσοῦτον ἦν σώφρων καὶ μετρία, ὥστε καὶ νόμον εἶχον, τὴν μεγίστην προῖκα χρυσίων εἶναι ρ΄, τὴν δὲ ἐσθῆτα χρυ σίων ε΄ καὶ τὸν τῶν γυναικῶν κόσμον ὁμοίως χρυσίων ε΄. Τοσοῦτον δὲ τοὺς λόγους καὶ τὴν φιλοσοφίαν ἔργῳ ἐξήσκησαν, ὥστε τοὺς φιλομαθείᾶ ἐχομένους Ῥωμαίους μὴ εἰς Ἀθήνας, ἀλλ᾿ εἰς Μασσαλίαν πορεύεσθαι. Ἐστι δέ ἡ πόλις Φωκαέων ἀποικία.
Ὅτι μεταξὺ Νάρβωνος καὶ· τοῦ Ἀφροδισίου ἔκρου ἐκ τῆς Πυρήνης ῥεῖ ποταμὸς ὁ Ῥουσκίνων· οὗ πλησίον λίμνη καὶ χωρίον ὕφυδρον, μικρὸν ὑπέρ θαλάττης, ἁλυκίδων μεστὸν, τὸ τοὺς ὀρυκτοὺς κεστρεῖς ἔχον. Δύο γὰρ ἢ τρεῖς ὀρύξαντι πόδας καὶ καθέντι τρίαιναν εἰς ὕδωρ ἰλυῶδες, ἔστι περιπεῖραι τὸν ἰχθὺν, ἀξιόλογον τὸ μέγεθος. Τρέφεται δ᾿ ὑπὸ τῆς ἰλύος, καθάπερ αἱ ἐγχέλυες.·
Ὅτι μεταξὺ Μασσαλίας καὶ τῶν Ῥοδανοῦ ἐκβολῶν ποταμοῦ ἐστι πεδίον διέχον τῆς θαλάσσης στάδια ρ΄· τοσοῦτον δὲ καὶ τὸ διάμετρον, κυκλοτερὲς τὸ σχῆμα· καλεῖται δὲ λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος· μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν, ὑποπεφυκυῖαν ἐχόντων αὐτοῖς ἄγρωστιν, ἀφ᾿ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσῳ δ᾿ ὕδατα καὶ ἁλυκίδες συνίστανται καὶ ἅλες. Ἀριστοτέλης μέν οὖν φησιν ὑπὸ σεισμῶν, τῶν καλουμένων βραστῶν, ἐκπεσόντας τοὺς λίθους εἰς τήν ἐπιφάνειαν, συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων. Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ, καὶ διὰ τοῦτο εἰς…
Ὅτ…
The complete text is available when the reading interface loads.