The Greek Library Catalogue

Anonymous

Epistula

Edition reference
Epistula, ed. R. Hercher, Epistolographi Graeci, Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 792.
CTS identifier
urn:cts:greekLit:tlg0125.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Βασιλεῖ Ἀντιγόνῳ Ζήνων χαίρειν.}

1

Ἀποδέχομαί σου τὴν φιλομάθειαν καθ' ὅσον τῆς

2

ἀληθινῆς καὶ εἰς ὄνησιν τεινούσης, ἀλλ' οὐχὶ τῆς δη-

3

μώδους καὶ εἰς διαστροφὴν ἠθῶν ἀντέχῃ παιδείας. ὁ

4

δὲ φιλοσοφίας ὀρωρεγμένος, ἐκκλίνων δὲ τὴν πολυ-

5

θρύλητον ἡδονήν, ἥ τινων θηλύνει νέων ψυχάς, φα-

6

νερός ἐστιν οὐ μόνον φύσει πρὸς εὐγένειαν κλίνων

7

ἀλλὰ καὶ προαιρέσει. φύσις δὲ εὐγενὴς μετρίαν ἄ-

8

σκησιν προσλαβοῦσα, ἔτι δὲ τὸν ἀφθόνως διδάξοντα

9

ῥᾳδίως ἔρχεται πρὸς τὴν τελείαν ἀνάληψιν τῆς ἀρε-

10

τῆς. ἐγὼ δὲ συνέχομαι σώματι ἀσθενεῖ διὰ γῆρας·

11

ἐτῶν γάρ εἰμι ὀγδοήκοντα. διόπερ οὐ δύναμαί σοι

12

συμμῖξαι. ἀποστέλλω δέ σοί τινας τῶν ἐμαυτοῦ

13

συσχολαστῶν, οἳ τοῖς μὲν κατὰ ψυχὴν οὐκ ἀπολεί-

14

πονται ἐμοῦ, τοῖς δὲ κατὰ σῶμα προτεροῦσιν. οἷς

15

συνὼν οὐδενὸς καθυστερήσεις τῶν πρὸς τὴν τελείαν

16

εὐδαιμονίαν ἀνηκόντων.