The Greek Library Catalogue

Anonymous

Epigramma

Edition reference
Epigramma, AG: 7.50.
CTS identifier
urn:cts:greekLit:tlg0131.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

50

{ΑΡΧΙΜΗΛΟΥ}

Τὴν Εὐριπίδεω μήτ' ἔρχεο μήτ' ἐπιβάλλου

δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα·

λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν

εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος·

ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς,

ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.

{de Hieronis II navigio}{⊗} τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο;πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι τμηθέντες πελέκει τοῦτ' ἔκαμον τὸ κύτος,ἢ κορυφαῖς Αἴτνας παρισούμενον ἤ τινι νάσων ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται,τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς.ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων.πείσμασι δ' ἀγκύρας ἀπερείδεται οἷσιν Ἀβύδου Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον.μανύει στιβαρᾶς κατ' ἐπωμίδος ἀρτιχάρακτον γράμμα, τίς ἐκ χέρσου τάνδ' ἐκύλισε τρόπιν·φατὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ καὶ νάσοις καρπὸν πίονα δωροφορῶν,Σικελίας σκαπτοῦχος ὁ Δωρικός. ἀλλά, Πόσειδον, σῷζε διὰ γλαυκῶν σέλμα τόδε ῥοθίων. *