The Greek Library Catalogue

Anonymous

Epigrammata

Edition reference
Epigrammata, AG: 5.7, 64, 85, 145, 150, 153, 158, 161–162, 164, 167, 169, 181, 185, 189, 194, 202–203, 207, 209–210; 6.308; 7.11, 145, 217, 284, 500; 9.63–64, 752; 12.36, 46, 50, 75, 77, 105, 135, 153, 161–163, 166; 13.23; 16.68, 120.
CTS identifier
urn:cts:greekLit:tlg0137.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

7

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια

ἥξειν κοὐχ ἥκει· λύχνε, σὺ δ', εἰ θεὸς εἶ,

τὴν δολίην ἀπάμυνον· ὅταν φίλον ἔνδον ἔχουσα

παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.

64

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Νεῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,

πάντα τὰ πορφύροντ' ἐν χθονὶ σεῖε νέφη·

ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δέ μ' ἀφῇς ζῆν,

καὶ διαθεὶς τούτων χείρονα, κωμάσομαι.

ἕλκει γάρ μ' ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,

Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.

85

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Φείδῃ παρθενίης. καὶ τί πλέον; οὐ γὰρ ἐς Ἅιδην

ἐλθοῦς' εὑρήσεις τὸν φιλέοντα, κόρη.

ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ' Ἀχέροντι

ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.

145

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Αὐτοῦ μοι, στέφανοι, παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ

μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,

οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματ' ἐρώντων.

ἀλλ' ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,

στάξαθ' ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν ἄμεινον

ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.

150

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ὡμολόγης' ἥξειν εἰς νύκτα μοι ἡ 'πιβόητος

Νικὼ καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον·

κοὐχ ἥκει· φυλακὴ δὲ παροίχεται. ἆρ' ἐπιορκεῖν

ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.

153

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Νικαρέτης τὸ πόθοισι βεβλημένον ἡδὺ πρόσωπον,

πυκνὰ δι' ὑψιλόφων φαινόμενον θυρίδων,

αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροισι μάραναν,

Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.

158

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ἑρμιόνῃ πιθανῇ ποτ' ἐγὼ συνέπαιζον ἐχούσῃ

ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,

χρύσεα γράμματ' ἔχον· „Διόλου,“ δ' ἐγέγραπτο, ”φίλει με

καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μ' ἕτερος.”

161

{ΗΔΥΛΟΥ [οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ]}

Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους,

Γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,

Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν' ἑκάστη,

γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.

ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης

φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.

162

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ἡ λαμυρή μ' ἔτρωσε Φιλαίνιον· εἰ δὲ τὸ τραῦμα

μὴ σαφές, ἀλλ' ὁ πόνος δύεται εἰς ὄνυχα.

οἴχομ', Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν

νυστάζων ἐπέβην ἠδ' ἔθιγον γ' Ἀίδα.

164

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Νύξ, σὲ γάρ, οὐκ ἄλλην μαρτύρομαι, οἷά μ' ὑβρίζει

Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτης.

κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα· ταὐτὰ παθοῦσα

σοὶ μέμψαιτ' ἐπ' ἐμοὶ στᾶσα παρὰ προθύροις.

167

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ὑετὸς ἦν καὶ νὺξ καί, τὸ τρίτον ἄλγος ἔρωτι,

οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.

„Ἀλλ' ὁ καλὸς Μόσχος πλέον ἴσχυε.“ Καὶ σὺ γὰρ οὕτως

ἤλυθες οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας,

τῇδε τοσοῦτ' ἐβόησα βεβρεγμένος. ἄχρι τίνος, Ζεῦ;

Ζεῦ φίλε, σίγησον, καὐτὸς ἐρᾶν ἔμαθες.

169

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις

ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·

ἥδιον δ', ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας

χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ' ἀμφοτέρων.

181

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Τῶν καρύων ἡμῖν λάβε † κώλακας (ἀλλά ποθ' ἥξει;)

καὶ πέντε στεφάνους τῶν ῥοδίνων. —”Τί, τὸ ...” —Πάξ.

οὐ φὴς κέρματ' ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις

τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντ' ἔχομεν.

οὐκ ἀδικεῖς; —„Οὐδέν.“ —Φέρε τὸν λόγον· ἐλθὲ λαβοῦσα,

Φρύνη, τὰς ψήφους. ὢ μεγάλου κινάδους·

πέντ' οἶνος δραχμῶν, ἀλλᾶς δύο ...

ὦτα, λαγώς, σκόμβροι, σησαμίδες, σχάδονες.

αὔριον αὐτὰ καλῶς λογιούμεθα. νῦν δὲ πρὸς Αἴσχραν

τὴν μυρόπωλιν ἰὼν πέντε λάβ' ἀργυρέας·

εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντ' ἐφίλησεν

ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.

185

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρ' Ἀμύντου

γλαυκίσκους αἴτει καὶ δέκα φυκίδια

καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός)

εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.

καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε 〈πλοχμοὺς〉

καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.

189

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Νὺξ μακρὴ καὶ χεῖμα, μέσην δ' ἐπὶ Πλειάδα δύνει,

κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,

τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα

Κύπρις, ἀνιηρὸν δ' ἐκ πυρὸς ἧκε βέλος.

194

{ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ}

Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες,

Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων,

ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου

γλυπτήν, παρθενίων βριθομένην χαρίτων,

καὶ πολλοὺς τότε χερσὶν ἐπ' ἠιθέοισιν ὀιστοὺς

τόξου πορφυρέης ἧκαν ἀφ' ἁρπεδόνης.

202

{ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ}

Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα

Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,

νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον

ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.

Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης

δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.

203

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,

χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,

ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν· οὐδέ ποτ' αὐτῆς

μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης·

ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλον

σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.

207

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης

φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,

εἰς δ' ἕτερ' αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,

μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας.

209

{ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ}

Σήν, Παφίη Κυθέρεια, παρ' ἠιόν' εἶδε Κλέανδρος

Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·

καιόμενος δ' ὑπ' Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ

ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.

χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης

ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί.

νῦν δ' ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ

εὐχαὶ τὰς κείνης εὔξατ' ἐπ' ἠιόνος.

210

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Τῷ θαλλῷ Διδύμη με συνήρπασεν· ὤμοι, ἐγὼ δὲ

τήκομαι ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.

εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλ' ὅτε κείνους

θάλψωμεν, λάμπους' ὡς ῥόδεαι κάλυκες.

6

308

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Νικήσας τοὺς παῖδας, ἐπεὶ καλὰ γράμματ' ἔγραψεν,

Κόνναρος ὀγδώκοντ' ἀστραγάλους ἔλαβεν·

κἀμὲ χάριν Μούσαις τὸν κωμικὸν ὧδε Χάρητα,

πρεσβύτην θορύβῳ θῆκέ με παιδαρίων.

7

11

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,

ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,

ἀλλ' ἑτέρων πολλῶν δυνατώτερος· εἰ δ' Ἀίδας μοι

μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχ' ὄνομα;

145

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι

Αἴαντος τύμβῳ κειρομένα πλοκάμους,

θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ' Ἀχαιοῖς

ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.

217

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν,

ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετ' Ἔρως.

ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ

πρωτοβόλου, δι' ὅσης ἤλθετε πυρκαϊῆς.

284

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα,

καὶ κύμαινε βόα θ', ἡλίκα σοι δύναμις·

ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν

κρήγυον, εὑρήσεις δ' ὀστέα καὶ σποδιήν.

500

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ὦ παρ' ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα,

εἰς Χίον εὖτ' ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ,

ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος

ὤλεσεν, Εὐίππου δ' αὐτὸ λέλειπτ' ὄνομα.

9

63

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Λύδη καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δ' ἀπὸ Κόδρου

σεμνοτέρη πασῶν εἰμι δι' Ἀντίμαχον.

τίς γὰρ ἔμ' οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,

τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;

64

{ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΑΡΧΙΟΥ}

Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι

ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε,

καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,

ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,

δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ,

τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ·

οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς

καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.

752

{ΑΣΚΛΗΠΙΑΔΟΥ, τινὲς δὲ ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ}

Εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δ' ἀμεθύστῳ

γέγλυμμαι· τέχνης δ' ἡ λίθος ἀλλοτρίη.

ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσης

χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει.

12

36

{ΑΣΚΛΗΠΙΑΔΟΥ, 〈οἱ δὲ ΔΙΟΤΙΜΟΥ〉 ΑΔΡΑΜΥΤΤΗΝΟΥ}

Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος

ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος·

εἶτα λέγεις· ”Ἥδιον ἐμοὶ τόδε.” καὶ τίς ἂν εἴποι

κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;

46

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Οὐκ εἴμ' οὐδ' ἐτέων δύο κεἴκοσι καὶ κοπιῶ ζῶν.

Ὤρωτες, τί κακὸν τοῦτο; τί με φλέγετε;

ἢν γὰρ ἐγώ τι πάθω, τί ποιήσετε; δῆλον, Ἔρωτες,

ὡς τὸ πάρος παίξεσθ' ἄφρονες ἀστραγάλοις.

50

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Πῖν', Ἀσκληπιάδη. τί τὰ δάκρυα ταῦτα; τί πάσχεις;

οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληίσατο,

οὐδ' ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς

πικρὸς Ἔρως. τί ζῶν ἐν σποδιῇ τίθεσαι;

πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς.

ἦ πάλι κοιμιστὰν λύχνον ἰδεῖν μένομεν;

πίνομεν· οὐ γὰρ ἔρως· μετά τοι χρόνον οὐκέτι πουλύν,

σχέτλιε, τὴν μακρὰν νύκτ' ἀναπαυσόμεθα.

75

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Εἰ πτερά σοι προσέκειτο καὶ ἐν χερὶ τόξα καὶ ἰοί,

οὐκ ἂν Ἔρως ἐγράφη Κύπριδος, ἀλλὰ σύ, παῖς.

77

{ΑΣΚΛΗΠΙΑΔΟΥ [ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ]}

Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπ' ὤμων

τείνοιτ' ἀργυρέων ἰοδόκος φαρέτρη

καὶ σταίης παρ' Ἔρωτα, φίλ' Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν,

οὐδ' αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν.

105

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Μικρὸς Ἔρως ἐκ μητρὸς ἔτ' εὐθήρατος ἀποπτὰς

ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι·

ἀλλ' αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς,

οὐ πολλοῖς, εὐκρὰς δ' εἷς ἑνὶ συμφέρομαι.

135

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖν

ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις·

καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε καί τι κατηφὲς

ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.

153

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαιναν

οὐδ' ὅσσον παίζων εἰς ἔμ' ἐπιστρέφεται.

οὐδ' ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλ' ἀνιήσας

πολλάκις ἡδίων γίνετ' ἐρῶσι θεός.

161

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Δόρκιον ἡ φιλέφηβος ἐπίσταται ὡς ἁπαλὸς παῖς

ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος

ἵμερον ἀστράπτουσα κατ' ὄμματος, † ἠδ' ὑπὲρ ὤμων

σὺν πετάσῳ, γυμνὸν μηρὸν ἔφαινε χλαμύς.

162

{ΤΟΥ ΑΥΤΟΥ}

Οὔπω τοξοφορῶν οὐδ' ὥριος, ἀλλὰ νεογνὸς

οὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται

δέλτον ἔχων χρυσέην· τὰ Φιλοκράτεος δὲ Διύλλου

τραυλίζει ψυχῇ φίλτρα κατ' Ἀντιγένους.

163

{ΤΟΥ ΑΥΤΟΥ}

Εὗρεν Ἔρως τι καλῷ μῖξαι καλόν, οὐχὶ μάραγδον

χρυσῷ, ὃ μήτ' ἀνθεῖ μήτε γένοιτ' ἐν ἴσῳ,

οὐδ' ἐλέφαντ' ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ Κλέανδρον

Εὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.

166

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Τοῦθ', ὅ τι μοι λοιπὸν ψυχῆς, ὅ τι δήποτ', Ἔρωτες,

τοῦτό γ' ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε·

εἰ μή, ναὶ τόξοις μὴ βάλλετέ μ', ἀλλὰ κεραυνοῖς,

ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.

ναὶ ναὶ βάλλετ', Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις

ὀξύτερον τούτων, εἴ γέ τι, βούλομ' ἔχειν.

13

23

{ΑΣΚΛΗΠΙΑΔΟΥ}

Ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον

τὰ Βότρυος περισσὰ δῆτα κήδη,

ὃς πρέσβυς ὀγδώκοντ' ἐτῶν τὸν ἐκ νέων ἔθαψεν

ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.

φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,

ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.

16

68

{ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΠΟΣΕΙΔΙΠΠΟΥ}

Κύπριδος ἅδ' εἰκών· φέρ' ἰδώμεθα, μὴ Βερενίκας·

διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν.

120

{ΑΡΧΕΛΑΟΥ, οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ}

Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν

Λύσιππος· τίν' ὁδὶ χαλκὸς ἔχει δύναμιν.

αὐδάσοντι δ' ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων·

„Γᾶν ὑπ' ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ' Ὄλυμπον ἔχε.“

{Asclepiadeum}ἀφεγγέσσι φαείνοισα κέλευθον αὖ{Choliambi}ὃ καὶ κυνὸς καλοῦσι δυσμόρου σῆμακούφῃ κεραίῃ κεὐσταλεῖ παρήνεγκενΣπληδόνα τ' ἠγαθέην